Αναφορά του Στρυμόνα στο το βιβλίο Τα Εθνικά - Στέφανος ο Βυζάντιος 6ος αιώνας
§ A90.12 Amphipolis: Ἀμφίπολις, πόλις Μακεδονίας κατὰ Θρᾴκην, ἥ τις Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆσθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρροιαν τοῦ Στρυμόνος, ὡς Θουκυδίδης τετάρτῃ. ἐκαλεῖτο δὲ καὶ Κράδεμνα καὶ Ἀνάδραιμος. ἔστι καὶ (Amphipolis) πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, κτίσμα Σελεύκου. καλεῖται δὲ ὑπὸ τῶν Σύρων Τούρμεδα. τὸ ἐθνικὸν Ἀμφιπολίτης.
§ A112.13 Argilos: Ἄργιλος, πόλις Θρᾴκης, ὡς Θουκυδίδης εʹ καὶ Φαβωρῖνος ἐν παντοδαπαῖς "Ἄργιλος ἡ πρὸς τῷ Στρυμόνι ποταμῷ πόλις. ὠνομάσθη δὲ ἐπειδὴ ὑπὸ Θρᾳκῶν ὁ μῦς ἄργιλος καλεῖται, σκαπτόντων δὲ εἰς τὸ θεμελίους καταβαλέσθαι πρῶτος μῦς ὤφθη". λέγεται δὲ θηλυκῶς. οἱ πολῖται Ἀργίλιοι.
§ A40.13 Aigialos: Αἰγιαλός, μεταξὺ Σικυῶνος καὶ τοῦ Βουπρασίου καλούμενος τόπος ἀπὸ Αἰγιαλέως τοῦ Ἰνάχου, ὡς Ἴστρος ἐν ἀποικίαις τῆς Αἰγύπτου. ἔστιν ἕτερος Αἰγιαλὸς προσεχὴς τῷ Πόντῳ μετὰ τὴν Κάραμβιν ἄκραν, ὡς Ἀπολλώνιος. ἔχει δὲ καὶ κώμην ὁμώνυμον. Ὅμηρος "Κρῶμνάν τ´ Αἰγιαλόν τε". γράφεται δὲ "Κρῶμναν Κωβιαλόν τε". ἔστι καὶ Θρᾴκης Αἰγιαλὸς παρὰ τῷ Στρυμόνι, ὡς Ἑκαταῖος. ἔστι καὶ ἄλλος Αἰγιαλὸς μέγας καλούμενος ἐν Αἰθιοπίᾳ κατ´ Αἴγυπτον. τὸ ἐθνικὸν Αἰγιαλεύς ἀπὸ τῆς Αἰγιαλοῦ γενικῆς, ὡς Ἀλεξάνδρου Ἀλεξανδρεύς. εὑρίσκεται δὲ καὶ αἰγιαλεύς ἐπὶ ἰχθύος. τὸ θηλυκὸν Αἰγιάλεια, καὶ Αἰγιαλίς παρὰ Ἀλκμᾶνι, καὶ Αἰγιαλίτης ἀρσενικῶς.
§ B170.16 Bisaltia: Βισαλτία, πόλις καὶ χώρα Μακεδονίας, ἀπὸ Βισάλτου τοῦ Ἡλίου καὶ Γῆς. περὶ ταύτην οἱ λαγοὶ σχεδὸν πάντες ἁλίσκονται δύο ἥπατα ἔχοντες, ὡς Θεόπομπος ἱστορεῖ καὶ Φαβωρῖνος. τὸ ἐθνικὸν Βισάλτης. ἔστι καὶ Βισάλτης ποταμός. τὸ ἐθνικὸν Βισάλτιος, ἀφ´ οὗ Βισαλτία ἡ χώρα. Λυκόφρων "τὸν μὲν γὰρ ᾐὼν Στρυμόνος Βισαλτία".
§ M452.1 Mieza: Μίεζα, πόλις Μακεδονίας, ἣ Στρυμόνιον ἐκαλεῖτο, ἀπὸ Μιέζης θυγατρὸς Βέρητος τοῦ Μακεδόνος, ὡς Θεαγένης ἐν Μακεδονικοῖς. Βέρης γὰρ τρεῖς ἐγέννησε, Μίεζαν Βέροιαν Ὄλγανον· ἀφ´ οὗ ποταμὸς ἐπώνυμος καὶ πόλις Βέροια καὶ τόπος Στρυμόνος. τὸ ἐθνικὸν Μιεζεύς καὶ Μιεζαῖος· οὕτως γὰρ χρηματίζει Νικάνωρ, καθὰ Λούκιος.
§ M463.14 Myrkinos: Μύρκινος, τόπος καὶ πόλις κτισθεῖσα παρὰ τῷ Στρυμόνι ποταμῷ. τὸ ἐθνικὸν Μυρκίνιος καὶ Μυρκινία. Παρθένιος δὲ Μυρκιννίαν αὐτήν φησι.
§ S587.17 Stryme: Στρύμη, πόλις Θρᾴκης, ὡς Ἀνδροτίων ἑβδόμῳ. τὸ ἐθνικὸν Στρυμηνός καὶ Στρυμήσιος καὶ Στρυμαῖος. καὶ τὸ κτητικὸν Στρυμαϊκός.
§ S588.1 Strymon: Στρυμών, ποταμὸς Ἀμφιπόλεως, ἀφ´ οὗ ὁ βορρᾶς "Στρυμονίου βορέαο". οἱ οἰκοῦντες Στρυμόνιοι. "οὗτοι διαβάντες εἰς τὴν Ἀσίαν Βιθυνοὶ ἐκλήθησαν". καὶ ἀπὸ τῆς Στρυμόνος γενικῆς τὸ θηλυκὸν Στρυμονίς. καὶ Στρυμονία ἡ γῆ.