Τα Εθνικά - Στέφανος ο Βυζάντιος 6ος αιώνας

Τα Εθνικά - Στέφανος ο Βυζάντιος 6ος αιώνας
Stephanus of Byzantium, Εθνικά, Stephani Byzantii Ethnicorum quae supersunt, edited by August Meineike (1790-1870), published 1849. The Greek text in the public domain. A few entries from this important ancient handbook of place names have been translated by Brady Kiesling. This text has 7442 tagged references to 2118 ancient places.
CTS URN: urn:cts:greekLit:tlg4028.tlg001; Wikidata ID: Q28042380; Trismegistos: authorwork/369     [Open Greek text in new tab]
§ A1.1   ... Abai: a city of the Phokians, where there is a sanctuary of Apollo. This was the oracle before the one in Delphi. There is another Aba, a city of Caria, as Herodian in the 11th book... GR: Ἄβαι, πόλις Φωκική, ἀπὸ εὐθείας ἑνικῆς τῆς Ἄβη. κέκληται δὲ ἀπὸ ἥρωος Ἄβα. Ἡρωδιανὸς δέ φησιν ὅτι τὸ Ἄβας, ὅτε ἔθνος σημαίνει, περιττοσυλλάβως κλίνεται ἀεί, ὅτε δὲ κύριον, καὶ ἰσοσυλλάβως καὶ περιττοσυλλάβως. ἔστι δὲ ὁ ποταμὸς Ἰταλίας. ὡς οὖν ἀπὸ τοῦ Ἀμύκλα Ἀμύκλαι, οὕτως Ἄβα Ἄβαι. Λυκόφρων "ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας". τὸ ἐθνικὸν Ἀβαῖος καὶ τὸ κτητικόν. μηδεὶς δὲ περιττολογίαν ἡγείσθω τὴν παράθεσιν τῶν ἐθνικῶν, διὰ τὸ ἀνόμοιον. Δέρβη γὰρ φρούριον Ἰσαυρίας, τὸ δὲ ἐθνικὸν Δερβήτης καὶ Δερβαῖος, ὡς Σιδήτης καὶ Πυλήτης, ὡς δειχθήσεται, ἀπὸ τοῦ Σίδη καὶ Πύλη. [ὡς] καὶ Ἄλβη, τὸ ἐθνικὸν Ἀλβανός. καὶ Ἀλύβη, τὸ δὲ ἐθνικὸν Ἀλυβαῖος καὶ Ἀλυβεύς, οὗ θηλυκὸν Ἀλυβηίς, καὶ Ἀλυβήιος τὸ κτητικόν, ὡς βασιλήιος· ἀλλὰ καὶ Ἄλυβες. καὶ Ἀρτάκη Ἀρτακηνός Ἀρτάκιος, οὐκ Ἀρτακαῖος. αἱ δὲ Ἄβαι πόλις ἐν τοῖς Φωκεῦσιν, ἔνθα ἱερὸν Ἀπόλλωνος. ἦν δὲ τοῦτο τὸ μαντεῖον πρὸ τοῦ ἐν Δελφοῖς. ἔστι καὶ ἄλλη Ἄβα πόλις Καρίας, ὡς Ἡρωδιανὸς ἐν ἑνδεκάτῳ βιβλίῳ. δύναται δὲ Ἀβεύς τὸ ἐθνικὸν διὰ τὸν εἰθισμένον τοῖς Καρικοῖς τύπον, ὡς δείξομεν.

Event Date: -1
§ A2.11   Abakainon: Ἀβάκαινον, πόλις Σικελίας, οὐδετέρως καὶ προπαροξυτόνως καὶ ἡ παραλήγουσα διὰ διφθόγγου, ὡς Ἡρωδιανὸς ἐν τρισκαιδεκάτῳ περὶ οὐδετέρων. λέγει δ´ εἶναι πόλιν Καρικήν, ἣν εὑρεῖν οὐκ ἠδυνήθημεν. Σικελῶν δὲ μοῖρά τίς ἐστι. τὸ ἐθνικὸν Ἀβακαινῖνος, ὡς Ἀκραγαντῖνος, ὃ οὐκ ἄηθες Σικελῶν, Μεταποντῖνος Λεοντῖνος Βρεντεσῖνος Τερεντῖνος Ἀρρητῖνος Ἀσσωρῖνος Ἐρυκῖνος.

Event Date: -1
§ A3.1  Abantis: Ἀβαντίς, ἡ Εὔβοια, ὡς Ἡσίοδος ἐν Αἰγιμίου βʹ περὶ Ἰοῦς νήσῳ ἐν Ἀβαντίδι δίῃ, τὴν πρὶν Ἀβαντίδα κίκλησκον θεοὶ αἰὲν ἐόντες, τὴν τότ´ ἐπώνυμον Εὔβοιαν βοὸς ὠνόμασεν Ζεύς. ἐκλήθη δὲ ἀπὸ Ἄβαντος τοῦ Ἀργείου, ἢ τοῦ υἱοῦ Ποσειδῶνος καὶ Ἀρεθούσης, ὡς Ἀριστοκράτης. τὸ ἐθνικὸν ὁμωνυμεῖ τῷ ἥρῳ, ὡς Ἴων Θεσσαλός Ἀχαιός Τρώς Δαναός Δοκρός. τὸ δὲ Τευκρός διήλλαξεν· ὀξύνεται γάρ. τὸ κτητικὸν Ἀβάντειος ἢ τοῦ κυρίου ἢ τῶν Ἀβάντων, οὐ τόπου τινὸς Ἀβαντίου, ὡς τὸ Βυζαντίου, ἀλλ´ ὡς Θόας Θοάντειος. τὸ δ´ Ὑάντιος ὡς ἐθνικὸν συνέστειλεν Ἀπολλώνιος ἐν τῷ "Ὑαντίου Ὀγχηστοῖο". ἢ παρὰ λόγον ὡς "Ποιάντιον ἀγλαὸν υἱόν". δοκεῖ δ´ ἀπὸ τοῦ Ἀβάντιος εἶναι τὸ Ἀβαντιάς, ὡς ἀπὸ τοῦ Ἑλικώνιος Ἑλικωνιάς, Ὀλύμπιος Ὀλυμπιάς, Δήλιος Δηλιάς. τὸ δὲ Ἀβαντίς ἀπὸ τῆς Ἄβαντος γενικῆς, ὡς Ἑλικωνίς τῆς Ἑλικῶνος, Βίστονος Βιστονίς, Αὔσονος Αὐσονίς. ἴσως δὲ καὶ τὸ Ἀβαντιάς ἀπὸ τοῦ Ἀβαντίς παρήχθη, ὡς ἀπὸ τοῦ Λέσβος Λεσβίς Λεσβιάς, Ἀχαιίς Ἀχαιιάς "Ἀχαιιάδων εὐπέπλων". μαρτυρεῖ δὲ τῷ προτέρῳ λόγῳ, ἀπὸ τοῦ Ἀβάντιος Ἀβαντιάς, τὸ Ἀβαντία θηλυκόν, ὅπερ κατὰ βαρβαρικὴν τροπὴν τοῦ 'β' εἰς 'μ' Ἀμαντία ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήσει. Καλλίμαχος δὲ Ἀμαντίνην, ὡς Λεοντίνην, αὐτὴν ἔφη "καὶ Ἀμαντίνην ᾤκισαν Ὠρικίην".

Event Date: -1
§ A4.4   Abarnos: Ἄβαρνος, πόλις καὶ χώρα [καὶ] ἄκρα τῆς Παριανῆς. Ἡρωδιανὸς δὲ ἐν τετάρτῃ φησὶν ὅτι Ἀβαρνίς λέγεται· ἀλλὰ καὶ εἰς 'ος'. Ἀβαρνεῖς τοὺς κατοικοῦντας, ὡς παρὰ τὸ Ἄψυρτος Ἀψυρτεῖς, Κάμιρος Καμιρεῖς, Ἀλός Ἀλεῖς, Τελμισσός Τελμισσεῖς, περὶ ὧν εἰρήσεται. τὸ δὲ Ἀβαρνίς οὐ δύναται ἔχειν τὸ τοιοῦτον ἐθνικόν· τὰ γὰρ εἰς 'ις' φιληδεῖ τῷ εἰς 'ιτης' τύπῳ, ὡς Μέμφις Μεμφίτης. τὸ δὲ Μακριεύς καὶ Χαλκιεύς καὶ Χαλκιδεύς ἀπὸ γενικῆς προῆλθον. Ἑκαταῖος δ´ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει Λαμψάκου ἄκρην εἶναί φησιν. Ἔφορος δ´ ἐν τῇ πέμπτῃ λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆς ἐν Φωκαίδι Ἀβαρνίδος ὑπὸ Φωκαέων τὴν Λάμψακον κτιζόντων. Ἀπολλώνιος "Περκώτην δ´ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν ἠιόνα". τοῦτο δὲ Σοφοκλῆς ὑπομνηματίζων ἱστορεῖ τὴν Ἀφροδίτην ἄμορφον ἐν Λαμψάκῳ τεκοῦσαν τὸν Πρίαπον ἀπαρνήσασθαι καὶ τὴν χώραν Ἀπαρνίδα καλέσαι, ἣ κατὰ παραφθορὰν καὶ Ἀβαρνίς καλεῖται. [ἔστι δὲ καὶ πόλις καὶ χώρα καὶ ἄκρα.] εὕρηται δὲ καὶ διὰ τοῦ 'π' Ἀπαρνίς, ὡς παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ. τὸ ἐθνικὸν Ἀβαρναῖος καὶ θηλυκὸν Ἀβαρναίη.

Event Date: -1
§ A5.4   Abasenoi: Ἀβασηνοί, [ἔθνος] Ἀραβίας. Οὐράνιος ἐν Ἀραβικῶν τρίτῳ "μετὰ τοὺς Σαβαίους Χατραμῶται Ἀβασηνοί" καὶ πάλιν "ἡ χώρη τῶν Ἀβασηνῶν σμύρνην φέρει καὶ ὄσσον καὶ θυμίαμα καὶ κέρπαθον· γεωργέουσι δὲ καὶ πορφυρέην ποίην ἰκέλην αἵματι Τυρίου κοχλίεω". ὁ τύπος ὀξὺς καὶ ἐπιχώριος τοῖς Ἄραψιν, ὡς Μηδαβηνοί Ὀβοδηνοί Ἀδριηνοί, ἀλλὰ καὶ τοῖς Ἀσιανοῖς ἅπασιν, ὡς Ἀπολλώνιος ὁ τεχνικὸς ἐν τῷ περὶ παρωνύμων φησί "δι´ ἔθους εἰσὶ ταῦτα τοῖς ἐπὶ τῆς Ἀσίας κατοικοῦσιν, ἀλλότρια δὲ τῶν Εὐρωπαίων. οὐ γὰρ ἀπὸ πόλεως ἢ δήμου κατὰ τοῦτον ὠνόμασται τὸν τύπον".

Event Date: -1
§ A5.14  Abdera: Ἄβδηρα, πόλεις δύο. ἡ μὲν Θρᾴκης, ἀπὸ Ἀβδήρου τοῦ υἱοῦ Ἑρμοῦ Ἡρακλέους ἐρωμένου, ὃν αἱ Διομήδους ἵπποι διεσπάσαντο, ὡς Ἑλλάνικος καὶ ἄλλοι φασίν. ἐκ ταύτης δὲ καὶ Δημόκριτός ἐστιν ὁ φιλόσοφος. ἡ δὲ δευτέρα πόλις τῆς Ἰβηρίας πρὸς τοῖς Γαδείροις, ὡς Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων. ὁ πολίτης Ἀβδηρίτης. καὶ γὰρ τοῦ Δίολκος τὸ Διολκίτης καὶ τοῦ Ὀξύρυγχος Ὀξυρυγχίτης. Ἔφορος καὶ τὴν πόλιν Ἄβδηρον φησίν. [ἀφ´ οὗ τὰ Ἄβδηρα.] καὶ ἀπὸ τῶν εἰς 'α' οὐδετέρων εὑρίσκεται, ὡς Γάβαλα Γαβαλίτης. τοῦ Ἀβδηρίτης μέμνηται Εὔδοξος ἐν τετάρτῃ περιόδων καὶ Παυσανίας ἕκτῃ περιηγήσεως καὶ Ἡρόδοτος ἑβδόμῃ καὶ πολλαχοῦ Ἑκαταῖός τε καὶ πολλοί. πλεῖστοι δ´ Ἀβδηρῖται ὑπὸ τῶν πινακογράφων ἀναγράφονται. Νικαίνετος ἐποποιὸς καὶ Πρωταγόρας, ὃν Εὔδοξος ἱστορεῖ τὸν ἥσσω καὶ κρείσσω λόγον πεποιηκέναι καὶ τοὺς μαθητὰς δεδιδαχέναι τὸν αὐτὸν ψέγειν καὶ ἐπαινεῖν. οὗτος οὖν ὁ Πρωταγόρας καὶ Δημόκριτος Ἀβδηρῖται.

Event Date: -1
§ A6.12  Abile: Ἀβίλη, πόλις ἐπὶ τῷ Ἰορδάνῃ ποταμῷ. ἔστι δὲ καὶ ἄλλη πόλις Φοινίκης Ἄβιλα, ἐξ ἧς ἦν Διογένης ὁ διασημότατος σοφιστής. οὐδετέρως δὲ αὕτη ἡ πόλις Ἄβιλα. τὸ ἐθνικὸν Ἀβιληνός, ὡς Γέβαλα Γεβαληνός, Ἀρίνδηλα Ἀρινδηληνός.

Event Date: -1
§ A6.16   Abioi: Ἄβιοι, ἔθνος Σκυθικόν. Ὅμηρος Γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων. Ἀλέξανδρος δὲ ἐν τῷ περὶ Εὐξείνου πόντου φησίν, ὡς Διόφαντος εἶπεν, οὕτω λέγεσθαι αὐτοὺς διὰ τὸ τὸν Ἀβιανὸν ποταμὸν κατοικεῖν. δικαίους δ´ εἶπεν Ὅμηρος διὰ τὸ μὴ βουληθῆναι μετὰ τῶν Ἀμαζόνων ἐπὶ τὴν Ἀσίαν στρατεῦσαι. ἢ ὅτι βίῳ ἑδραίῳ οὐ χρῶνται οὕτω λέγονται, διὰ τὸ ἐφ´ ἁμαξῶν φέρεσθαι. Δίδυμος δὲ Θρᾴκιον [ἔθνος] φησίν. Αἰσχύλος τε Γαβίους διὰ τοῦ 'γ' ἐν λυομένῳ Προμηθεῖ ἔπειτα δ´ ἥξεις δῆμον ἐνδικώτατον [βροτῶν] ἁπάντων καὶ φιλοξενώτατον, Γαβίους, ἵν´ οὔτ´ ἄροτρον οὔτε γατόμος τέμνει δίκελλ´ ἄρουραν, ἀλλ´ αὐτοσπόροι γύαι φέρουσι βίοτον ἄφθονον βροτοῖς. ὁμοίως καὶ Φιλοστέφανός φησι καὶ ἄλλοι. εἰσὶ δὲ Σκύθαι. οἱ πλείους δὲ τῶν ὑπομνηματιστῶν ἐπίθετά φασι τῶν Ἀγαυῶν τὸ γλακτοφάγων καὶ τὸ ἀβίων, ἐκλαμβάνοντες οἱ μὲν τὸ μὴ βιαζομένων, διὸ καὶ δικαιότατοι· οἱ δὲ ἀοίκων, διὰ τὸ μὴ ἔχειν ἡμῖν ὅμοιον βίον· οἱ δὲ ὁμοβίων, τουτέστιν ὁμοτόξων. τοξόται γὰρ οἱ αὐτοί.

Event Date: -1
§ A7.16  Abolla: Ἄβολλα, πόλις Σικελίας. ὁ τόνος βαρύς, ὡς Ἄγυλλα. τὸ ἐθνικὸν Ἀβολλαῖος καὶ Ἀβολλαία.

Event Date: -1
§ A7.18   Aborigines: Ἀβοριγῖνες, ἔθνος Ἰταλικόν, ὡς Ἰόβας ἐν Ῥωμαϊκῆς ἱστορίας πρώτῳ. "μέχρι μὲν οὖν τοῦ Τρωικοῦ πολέμου τὴν ἀρχαίαν Ἀβοριγίνων [ὀνομασίαν] διέσωζον, Λατίνου δὲ βασιλεύσαντος οὕτως προσηγορεύθησαν". τὰ αὐτὰ καὶ Χάραξ. εἰκὸς οἴεσθαί τινας τούτου τὴν κλίσιν ἀπὸ τῆς Ἀβοριγῖνος εὐθείας, ὡς Λεοντῖνος Ἀκραγαντῖνος. ἀλλὰ Διονύσιος ὁ Ἁλικαρνασσεὺς Ἀβοριγῖνες καὶ Ἀβοριγῖσι φησίν, ὡς δελφῖσιν. ἔστι δὲ καὶ ἄλλη κλίσις ἐν χρησμῷ κειμένη, ὃν αὐτὸς παρατίθησιν. ὡς γὰρ ἀπὸ τοῦ ναῦται ναυτέων, οὕτως Ἀβοριγίναι Ἀβοριγινέων. ἔχει δ´ ὁ χρησμὸς οὕτως στείχετε μαιόμενοι Σικελῶν Σατουρνίαν αἶαν, ἠδ´ Ἀβοριγινέων Κοτύλην, οὗ νᾶσος ὀχεῖται, οἷς ἀναμιχθέντες δεκάτην ἐκπέμψατε Φοίβῳ, καὶ κεφαλὰς Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα. ἀλλ´ αὐτὸς τῷ χρησμῷ μὴ πειθόμενος ταῖς προειρημέναις ἐχρήσατο κλίσεσιν.

Event Date: -1
§ A8.13   Abotis: Ἄβοτις, πόλις Αἰγυπτία, ὡς Ἑκαταῖος. ἣν Ἡρωδιανός φησι βαρύνεσθαι. ὁ πολίτης κατὰ μὲν τὸ ἐπιχώριον Ἀβοτίτης, ὡς Ναύκρατις Ναυκρατίτης, κατὰ δὲ Ἑκαταῖον Ἀβοτιεύς, ὡς Μάκρις Μάκριος Μακριεύς, Χάλκις Χάλκιος Χαλκιεύς, Ἄβοτις Ἀβότιος Ἀβοτιεύς.

Event Date: -1
§ A8.18  Abrettene: Ἀβρεττηνή, χώρα Μυσίας, ἀπὸ Βρεττίας νύμφης. τὸ ἐθνικὸν Ἀβρεττηνός, ὡς Ἀρριανός φησιν.

Event Date: -1
§ A9.1   Abrinatai: Ἀβρινάται, Ποντικὸν ἔθνος. ὁ δὲ τεχνικός φησι καὶ μετὰ τοῦ 'ρ' καὶ χωρὶς τοῦ 'ρ' λέγεσθαι.

Event Date: -1
§ A9.3   Abroi: Ἄβροι, ἔθνος πρὸς τῷ Ἀδρίᾳ Ταυλαντίνων, προσεχὲς τοῖς Χελιδονίοις, ὡς Ἑκαταῖος. βαρύνεται δὲ ὡς Κίμβροι, οὕς τινές φασι Κιμμερίους, Σκόμβροι, καὶ οὗτοι ἔθνος, ὡς Σοφοκλῆς.

Event Date: -1
§ A9.7  Abrotonon: Ἀβρότονον, Λύκος ὁ Ῥηγῖνος χωρίον οἴεται εἶναι, Στράβων δὲ ἐν ἑπτακαιδεκάτῳ βιβλίῳ πόλιν φησί, καὶ ἄλλοι. πόλις δὲ Λιβυφοινίκων. καλεῖται δὲ καὶ Νεάπολις, ὡς Ἔφορος. τὸ ἐθνικὸν οὐκ ἔστιν ἐν χρήσει, ἡ τέχνη δ´ ἐπινοεῖ ἐξ ὁμοιότητος. ὡς γὰρ Ἅθμονον Ἁθμονεύς καὶ Γάργαρον Γαργαρεύς καὶ Σούνιον Σουνιεύς καὶ Σιγειεύς καὶ Ἰλιεύς καὶ Λευκωνιεύς καὶ Παντικαπαιεύς καὶ Δουλιχιεύς, οὕτως Ἀβροτονεύς. ὁ δὲ τῶν οὐδετέρων τύπος ἔσθ´ ὅτε τὸ ἐθνικὸν διὰ τοῦ 'ηνος' ἔχει, ὡς Πέργαμον Περγαμηνός, εἰ μὴ ἀπὸ θηλυκοῦ τοῦ Πέργαμος, ὡς Κύζικος Κυζικηνός. δυνατὸν δὲ καὶ ἐξ Ἀβροτόνου φάναι τὸ ἐθνικόν. πολλὰ γὰρ τοιαῦτα, μάλιστα ἐν τοῖς δήμοις τῶν Ἀθηναίων, ὡς ἐξ Οἴου δημότης καὶ ἐκ Κηδῶν, ὡς δειχθήσεται.

Event Date: -1
§ A9.19  Abydos: Ἄβυδοι, τρεῖς πόλεις. ἡ καθ´ Ἑλλήσποντον τῶν Μιλησίων ἄποικος, ὡς Διονύσιος Σηστὸς ὅπῃ καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο. καὶ ἡ κατ´ Αἴγυπτον τῶν αὐτῶν ἄποικος, ἀπὸ Ἀβύδου τινὸς κληθεῖσα, καὶ ἡ κατὰ τὴν Ἰαπυγίαν ἢ Ἰταλίαν, ἣ οὐδετέρως λέγεται, ὡς Φιλέας "ἔστι δὲ καὶ Ἰαπυγίας πολισμάτιον ἐν Πευκετίοις οὕτως κατ´ ὀρθὴν λεγόμενον Ἄβυδον". καὶ ἡ "μηδ´ εἰκῆ τὴν Ἄβυδον πατεῖν" παροιμία, τουτέστι μὴ καταθαρρεῖν αὐτῆς ἐπιβαίνειν. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν εἰκαίων. οἱ δὲ τὴν ἐν Μιλήτῳ Ἄβυδον οἰκοῦντες διεβάλλοντο ἐπὶ συκοφαντίᾳ καὶ μαλακίᾳ. τὸ ἐθνικὸν Ἀβυδηνός. λέγεται καὶ τὸ Ἀβυδηνὸν ἐπιφόρημα ἐπὶ τῶν ἀηδῶν. σημειωτέον δὲ ὅτι τοῦ μὲν Ἄραδος Ἀράδιος καὶ Τένεδος Τενέδιος καὶ Τενεδεύς καὶ Λέβεδος Λεβέδιος, τοῦ δ´ Ἄβυδος Ἀβυδηνός. ἴσως διὰ τὸ πλησιόχωρον, Κυζικηνός καὶ τὰ ὅμοια.

Event Date: -1
§ A10.11  Abydon: Ἀβυδών, Ἀβυδῶνος, χωρίον Μακεδονίας, ὡς Στράβων. "τηλόθεν ἐξ Ἀβυδῶνος ἀπ´ Ἀξίου εὐρὺ ῥέοντος". ὀξύνεται δέ. τὸ ἐθνικὸν Ἀβυδώνιος ὡς Καλυδώνιος.

Event Date: -1
§ A10.14   Abylloi: Ἄβυλλοι, ἔθνος πρὸς τῇ Τρωγλοδυτικῇ, ἔγγιστα τῷ Νείλῳ, ὡς Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς.

Event Date: -1
§ A10.16  Abonou teichos: Ἀβώνου τεῖχος, πόλις μικρὰ πρὸς τῷ Εὐξείνῳ πόντῳ. ὁ πολίτης Ἀβωνοτειχίτης, ὡς Γορδιοτειχίτης τοῦ Γορδίου τείχους.

Event Date: -1
§ A10.19   Agatheia: Ἀγάθεια, πόλις Φωκίδος, ὡς Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. ὁ πολίτης Ἀγαθεύς.

Event Date: -1
§ A11.1  Agathe: Ἀγάθη, πόλις Λιγύων ἢ Κελτῶν. Σκύμνος δὲ Φωκαέων αὐτήν φησιν ἐν τῇ Εὐρώπῃ. Τιμοσθένης δὲ ἐν τῷ σταδιασμῷ Ἀγαθὴν τύχην αὐτήν φησιν. εἰ δ´ οὕτως λέγοιτο, καὶ ὀξύνοιτ´ ἂν ὡς ἐπιθετικόν, ὡς τὸ Ἡραῖον τεῖχος καὶ Ἥραιον, καὶ Ἑρμαῖος λόφος καὶ Ἕρμαιος. ἔστι δὲ καὶ ἄλλη πόλις, ὡς Φίλων, Λιγυστίων, ἐπὶ λίμνης Λιγυστίας. τάχα δ´ ἡ αὐτή ἐστι τῇ πρώτῃ, ὡς Εὔδοξος. βαρύνεται δέ. τὸ ἐθνικὸν Ἀγαθῖνος ὡς Ἀκραγαντῖνος. Ἅβρων γὰρ ἐν τῷ περὶ παρωνύμων τοῖς τοιούτοις καὶ αὐτὸ συνέμιξεν. εἰ δὲ καὶ κύριον εἴη τὸ Ἀγαθῖνος, οὐκ ἀπεικὸς σημαίνειν ἀμφότερα. Σχοινεύς γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικόν, καὶ Λίξος, ὁμοίως Θεσσαλός καὶ Σικανός καὶ Σικελός καὶ μυρία. εἰ δὲ μὴ ὡς ἐθνικὸν τὸ Ἀγαθῖνος ἐκλήθη, τὸν οἰκήτορα λέξομεν Ἀγαθαῖον τῷ κοινῷ λόγῳ, ἢ Ἀγαθεύς, ὡς Θεσσαλονικεύς καὶ Σινταρεύς καὶ Βερενικεύς, ἐπεὶ καὶ Ἀγάθεια τῆς Ἀγάθης εὑρίσκεται παραγωγή, ὡς Βερενίκεια καὶ Θεσσαλονίκεια. ἔστι δὲ καὶ νῆσος Ἀγάθη Λυκίας. τὸ ἐθνικὸν ὤφειλεν Ἀγαθεύς· ἡ γὰρ χώρα τῷ εἰς 'ευς' τύπῳ χαίρει, ὡς Παταρεύς Τλωεύς Τελμισεύς Κρυεύς.

Event Date: -1
§ A11.20   Agathou daimonos: Ἀγαθοῦ δαίμονος, νῆσος ἐν τῇ Ἰνδικῇ θαλάσσῃ. τὸ ἐθνικὸν κατὰ τέχνην ἐξ Ἀγαθοῦ δαίμονος, διὰ τὸ ἄπορον.

Event Date: -1
§ A11.22  Agathyrna: Ἀγάθυρνα, πόλις Σικελίας, ὡς Πολύβιος ἐνάτῃ. τὸ ἐθνικὸν Ἀγαθυρναῖος. οὐ γὰρ ἀήθης ὁ τύπος τοῖς τὴν Σικελίαν οἰκοῦσιν· Ἱμεραῖος γὰρ καὶ Ἐνναῖος καὶ Καταναῖος φασίν.

Event Date: -1
§ A12.1  Agathyrsoi: Ἀγάθυρσοι, ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ [ἀπ´] Ἀγαθύρσου τοῦ Ἡρακλέους, ἢ ὡς Πείσανδρος ἀπὸ τῶν θύρσων τοῦ Διονύσου. ὁ τόνος βαρύς. τὰ εἰς 'σος' ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς ἀμετάβολον λήγουσαν βαρύνεται, Μάγαρσος πόλις Κιλικίας, Μαίμαρσος πόλις Ἴστρων. οὕτως Ἀγάθυρσος, καὶ κύριον καὶ ἐθνικόν. λέγονται καὶ Ἀγαθύρσιοι κτητικῶς ἢ ἐθνικῶς. ἀπὸ δὲ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπὴν τοῦ Καβασσός. πόλις δὲ αὕτη τοῦ Ὀθρυονέως, περὶ ἧς βιβλίον ὅλον συνέγραψε. δειχθήσεται δὲ ἐν τῷ περὶ αὐτῆς λόγῳ τοῦτο ψεῦδος.

Event Date: -1
§ A12.11  Agamede: Ἀγαμήδη, τόπος περὶ Πύρραν τῆς Λέσβου, ἀπὸ Ἀγαμήδης τῆς Μάκαρος, τῆς καὶ Πύρρας ἐπίκλησιν. ἔστι καὶ κρήνη Ἀγαμήδη, ὡς Νικόλαος εʹ. τὸ ἐθνικὸν Ἀγαμηδεῖς κατὰ τέχνην, ὡς Νικομηδεῖς.

Event Date: -1
§ A13.1   Agammeia: Ἀγάμμεια, ἄκρα καὶ λιμὴν περὶ τὴν Τροίαν, ὡς Ἑλλάνικος ἐν δευτέρῳ. ἐκλήθη δὲ ἀπὸ τοῦ ἄγαμον τὴν Ἡσιόνην ὑπ´ αὐτοῦ παραδοθῆναι τῷ κήτει. λέγεται δὲ καὶ Ἀγάμμη, ὡς πρέσβεια πρέσβη καὶ τὸ βασίλεια κατὰ συναλοιφὴν βασίλη· οὕτως Ἀγάμμεια Ἀγάμμη. δύναται δὲ καὶ τὸ Ἀγάμμεια ἐκ τοῦ Ἀγάμμη, ὡς τὸ Πηνελόπεια ἐκ τοῦ Πηνελόπη. τὸ ἐθνικὸν Ἀγαμμεύς, ὡς τῆς Μαντινείας Μαντινεύς. λέγεται καὶ Μαντίνη κατὰ συναλοιφὴν παρ´ Ἑκαταίῳ. καὶ Ἀγαμμείτης, ὡς Ζελείτης. εἴρηται γὰρ ἡ Ζέλεια καὶ Ζέλη. ὥστε εἶναι τοῦ Ἀγάμμεια τὸ Ἀγαμμειάτης, ὡς τὸ Ζελειάτης.

Event Date: -1
§ A13.11   Agamos: Ἀγαμός, πόλις περὶ Ἡράκλειαν τὴν Ποντικήν. ὠνόμασται δὲ ἀπὸ παλαιᾶς βασιλίδος, ἣ στέρξασα παρθένος καὶ κυνηγὸν καί .... αὐτήν. ὁ πολίτης Ἀγάμιος.

Event Date: -1
§ A13.14   Agbatana: Ἀγβάτανα, πολίχνιον Συρίας, Ἡρόδοτος τρίτῳ. οἱ δὲ νῦν Βατάνειαν αὐτὴν καλοῦσι. τὸ ἐθνικὸν Βατανεῶται, ὡς Ῥαφάνεια Ῥαφανεῶται. Δημήτριος δέ φησιν Ἀγβάτανα διττά, τὰ μὲν τῆς Μηδίας τὰ δὲ τῆς Συρίας. Κτησίας δὲ πανταχοῦ τῶν Περσικῶν τὰ παρὰ Μήδοις Ἀγβάτανα διὰ τοῦ 'α' γράφει. παρὰ δὲ τοῖς ἀρχαίοις διὰ τοῦ 'ε' τὸ Περσικόν, ὡς δειχθήσεται. παρὰ Χάρακι δὲ καὶ αὕτη διὰ τοῦ 'ε', ἣν καὶ Ἐπιφάνειάν φασι κεκλῆσθαι. Ἡρωδιανὸς δ´ ἐν τῷ περὶ συντάξεως στοιχείων ἐγκρίνει τὴν διὰ τοῦ 'κ' γραφήν, παραιτούμενος τὴν διὰ τοῦ 'γ' λέγων οὕτως "μή τι ἄρα παρακινδυνεύει τὸ 'β' ὑποτετάχθαι τῷ 'γ', [ἐν] οἷς ὑποτέτακται ἐν τῷ λάγβατα ὅρκια". τὴν δὲ διὰ τοῦ 'γ' γραφὴν καὶ ἐν τῷ 'ε' διασαφήσομεν. καὶ Ἑλλάδιος ἐν τῷ 'α' στοιχείῳ παρέθετο τὸ ἐθνικὸν Ἀγβατανηνός. τοῖς Πέρσαις γὰρ συνήθης ὁ τύπος. λέγουσι γὰρ Καμβυσηνούς Παραιτακηνούς Σωφηνούς, ὡς δειχθήσεται. καθ´ Ἕλληνας δὲ Ἀγβατανεύς. δείξομεν δ´ ἐν τῷ 'β' ὅτι ἡ καθ´ ἡμᾶς Βατανέα καὶ Βατάνεια καλεῖται καὶ τὸ ἐθνικὸν Βατανεῶται.

Event Date: -1
§ A14.12   Angele: Ἀγγελή, δῆμος τῆς Πανδιονίδος φυλῆς. ὁ δημότης ἐπιρρηματικῶς Ἀγγελῆθεν ἐκ τόπου "Χάρης Κλεοχάρους Ἀγγελῆθεν". εἰς τόπον Ἀγγελήνδε, ἐν τόπῳ Ἀγγελῆσιν. ὀξύνεται δὲ κατὰ δύο τρόπους, ὅτι δήμου ὄνομα, ὡς τὸ Περγασή καὶ Ἁλή, καὶ ὅτι τὰ διὰ τοῦ 'ελη' μονογενῆ ὑπὲρ δύο συλλαβὰς βαρύνεται, εἰ μὴ ἀπὸ φύσει μακρᾶς ἢ θέσει ἄρχοιτο, Σεμέλη, ἀγέλη, διὰ τὸ Πεντελή καὶ Ἀγγελή. τὸ πιμελή σεσημείωται.

Event Date: -1
§ A15.1   Agessos: Ἀγησσός, πόλις Θρᾴκης, ὡς Θεόπομπος ἐν τεσσαρακοστῇ ἑβδόμῃ. τὸ ἐθνικὸν Ἀγήσσιος, ὡς Ἀσσήσσιος Ταρτήσσιος, ὡς δειχθήσεται ἐν τῷ περὶ αὐτῶν στοιχείῳ. ἢ Ἀγησσίτης, ὡς Ὀδησσίτης διὰ τὸ ὁμοεθνές.

Event Date: -1
§ A15.5   Hagion: Ἅγιον, τόπος Σκυθίας, ἐν ᾧ Ἀσκληπιὸς ἐτιμᾶτο, ὡς Πολυίστωρ.

Event Date: -1
§ A15.7   Ankara: Ἄγκαρα, πόλις Ἰταλίας, ὡς Ἀντία Ἀδρία. τὸ ἐθνικὸν Ἀγκαράτης, ὡς Πολύβιος ὀγδόῃ.

Event Date: -1
§ A15.9  Ankyra: Ἄγκυρα, πόλις Γαλατίας. οἱ δὲ Φρυγίας αὐτὴν ἀναγράφουσιν. ἔοικε δ´ οὖν [Φρυγίας] διὰ τὸ ἀμφοτέρων εἶναι· Γαλατῶν γὰρ οὖσα ὅμορός ἐστι τῇ μεγάλῃ Φρυγίᾳ. οἱ γὰρ ἀπὸ Κελτικῆς Γαλάται, ὡς Στράβων φησὶ δωδεκάτῳ, εἰς τούτους πλανηθέντες τοὺς τόπους τριμερεῖς τε γενόμενοι εἰς τοσαύτας μοίρας διενείμαντο τὴν χώραν. Ἀπολλώνιος δὲ ἐν ἑπτακαιδεκάτῃ Καρικῶν ἱστορεῖ Μιθριδάτῃ καὶ Ἀριοβαρζάνῃ νεήλυδας τοὺς Γαλάτας συμμαχήσαντας διῶξαι τοὺς ὑπὸ Πτολεμαίου σταλέντας Αἰγυπτίους ἄχρι θαλάσσης, καὶ λαβεῖν τὰς ἀγκύρας τῶν νεῶν αὐτῶν, καὶ μισθὸν τῆς νίκης εἰς πολισμὸν λαβόντας χώραν κτίσαι καὶ ὀνομάσαι οὕτως. τρεῖς δὲ πόλεις ἔκτισαν, Ἄγκυραν ἀπὸ τοῦ κατὰ τὸν πόλεμον πλεονεκτήματος, τὴν δὲ ἀπὸ Πεσσινοῦντος τοῦ ἄρχοντος, τὴν δὲ Ταυίαν ἀπὸ τοῦ ἑτέρου ἄρχοντος. τὸ ἐθνικὸν Ἀγκυρανός. τὰ εἰς 'νος' ἐθνικά, ἐὰν ἀπὸ τῆς γενικῆς τοῦ πρωτοτύπου γένοιτο καθαρευούσης, τῷ 'α' παραλήγει μακρῷ καὶ μιᾷ συλλαβῇ τῆς γενικῆς περιττεύει, οὐκ ἀναστρέφοντος τοῦ λόγου. οὐ γὰρ ὅσα τὸ 'α' κατὰ τὴν παραλήγουσαν ἔχει, ταῦτα ἐκ θηλυκῶν προῆκται. τοῦ μὲν προτέρου παραδείγματος ταῦτα, Ἀσιανός Καρδιανός Ὀλβιανός Φασιανός, ἀπὸ τῆς Φάσιος πόλεως, Τράλλιος Τραλλιανός, Σάρδιος Σαρδιανός, [τοῦ δὲ δευτέρου] Πάριον Παρίου Παριανός, Βοσπορίου Βοσποριανός (ἀπὸ τῶν ἐθνικῶν ἐθνικά, ὡς τοῦ Ῥοδίου τὸ Ῥοδιακός κτητικὸν καὶ Σαμίου τὸ Σαμιακός), Κίου πόλεως Μυσίας Κιανός, Τίου Τιανός, Καρίου Καριανός, Σηλυμβρίου Σηλυμβριανός. ἡμάρτηται τὸ Βοτρυηνός, ἐὰν ἀπὸ τοῦ Βότρυος γέγονεν. ἐντεῦθεν δὲ ὁ τύπος μιᾷ περιττεύει, σπανίως δὲ δυσίν, ὡς τὸ Ταυριανός καὶ Σκορπιανός καὶ Ζυγιανός, ἅπερ ἀπὸ τῶν Σκόρπων καὶ Ταύρων καὶ Ζυγῶν παράγεσθαι δοκοῦσι, δυνάμενα καὶ αὐτὰ ἀπὸ τῶν προτέρων παράγεσθαι τοπικῶν, Ζυγίων Σκορπίων Ταυρίων. πρόσκειται οὐκ ἀναστρέφοντος τοῦ λόγου, διὰ τὸ Ἱσπανός Καρμανός Καμπανός Γερμανός Βρεττανός Ὠρητανός Ἀφρικανός Ἀλβανός Ὑρκανός. οὐδὲν γὰρ τούτων ἀπὸ γενικῆς καθαρευούσης. ὁ δὲ Ὦρός φησι "τὰ μέντοι [μὴ] καθαρεύοντα τῷ 'η' θέλει παραλήγεσθαι χωρὶς εἰ μὴ τῷ 'ρ' παρεδρευόμενα διφοροῖτο, καθάπερ ἐπὶ τοῦ Ἀγκυρανός καὶ Θυατειρηνός Γερμανός καὶ Γαγγρηνός. ὧν τὰ μὲν παρὰ τὴν Ἄγκυραν .... συνεξέδραμεν τῷ Σωρανός Βοστρανός, τὰ δὲ ἀπὸ τοῦ τὰ Θυάτειρα καὶ τὰ Γάγγρα παρῆκται. ἀλλὰ καὶ θηλυκῶς λέγεται ἡ Γάγγρα". [ὡς Πολυίστωρ φησίν, αἰπόλον φάναι περὶ τὸν τόπον αἶγας νέμοντα, κτίσαντα οὖν πόλιν οὕτως ὀνομάσαι· οὕτω γὰρ ὄνομα τῇ αἰγί.]

Event Date: -1
§ A18.3   Ankyrion: Ἀγκύριον, πόλις Ἰταλίας. δύναται ὁ πολίτης Ἀγκύριος, ὡς Βυζάντιος, ἢ Ἀγκυριεύς, ὡς Κιτιεύς Δουλιχιεύς Σιγιεύς Σουνιεύς. ἀλλ´ ἄμεινον διὰ τὸ τῆς χώρας ἔθος Ἀγκυριανός, ὡς Ἀδριανός. εἰ μὴ ὡς παρὰ τὸ Ῥήγιον Ῥηγῖνος, Μεταπόντιον Μεταποντῖνος. Ἰταλοὶ γὰρ μάλιστα τούτῳ φιληδοῦσι τῷ τύπῳ.

Event Date: -1
§ A18.9  Ankyron: Ἀγκυρῶν, πόλις, Αἰγύπτου, ὡς Ἀλέξανδρος ἐν τρισκαιδεκάτῳ Αἰγυπτιακῶν. ὠνόμασται δὲ οὕτως, ἐπειδὴ λιθίνας ἔτεμνον αἷς κατεχρῶντο ἀγκύρας ἐκ τῆς παρακειμένης λατομίας. τὸ ἐθνικὸν ἡ τέχνη ἐκ τοῦ Αἰγυπτίων ἔθους. ὡς γὰρ Κυνῶν πόλις Κυνοπολίτης, Λεόντων πόλις Λεοντοπολίτης, Λύκων πόλις Λυκοπολίτης, Λάτων πόλις Λατοπολίτης, οὕτως Ἀγκυρῶν [πόλις] Ἀγκυροπολίτης.

Event Date: -1
§ A18.16  Ankon: Ἀγκών, πόλις Πικεντίνων, ὡς Ἀντρών. ἴσως δὲ βαρύνεται κατὰ τοὺς ἐγχωρίους. τὸ ἐθνικὸν Ἀγκώνιος, ὡς Ἀντρώνιος ὄνος ἡ παροιμία, Καλυδώνιος. λέγεται δὲ καὶ Ἀγκωνίτης, ὡς Ἀρτεμίδωρος.

Event Date: -1
§ A19.1   Agnous: Ἀγνοῦς, δῆμος ἐν τῇ Ἀττικῇ τῆς Δημητριάδος φυλῆς· τινὲς δὲ τῆς Ἀκαμαντίδος ἢ ὡς Φρύνιχος τῆς Ἀτταλίδος. ἐκλήθη δὲ ἀπὸ τῆς ἐν αὐτῷ φυομένης ἄγνου. ἐπιπολάζει γὰρ καὶ τοῦτο τὸ εἶδος παρ´ Ἕλλησιν, οἷον Σχοινοῦς Σκιλλοῦς Πιτυώδης Δαφνοῦς Σελινοῦς Ἐρικώδης, ἀπὸ τῶν ἐν τοῖς τόποις φυομένων. καὶ τῶν Ἀθήνησι δήμων τινές, Ἀχερδοῦς Φηγοῦς Μυρρινοῦς. ὁ δημότης Ἀγνούσιος, ὡς Ῥαμνούσιος. ἀπὸ τῆς γενικῆς προσόδῳ τοῦ 'ι' τοῦ 'τ' οὐ φυλασσομένου, ὡς ἐν τῷ Σελινούντιος Ὀπούντιος Ἱεριχούντιος, τρεπομένου δὲ εἰς 'σ', καὶ τοῦ πρὸ αὐτοῦ 'ν' ὑφαιρουμένου, Ἁλιμούσιος Φηγούσιος. διακρίνεται ἡ τροπὴ τῷ ἀδιαιρέτῳ τοῦ πρωτοτύπου, ὅπερ Ἀττικοὶ φιλοῦσι. παρ´ αὐτοῖς γὰρ οὐ λέγεται Ἀγνόεις ἢ Φηγόεις ἢ Μυρρινόεις. ὅθεν οὐδὲ διὰ τοῦ 'τ' λέγεται Σιμούντιος, ἀλλὰ διὰ τοῦ 'σ' μετὰ τῆς ὑφέσεως τοῦ 'ν'. τὸ δὲ Σιμοῦς Σιμόεις διαιρεῖται, καὶ Ὀποῦς Ὀπόεις. τάχα δὲ καὶ τὰ δοκοῦντα διαιρεῖσθαι κυριώτερα καθέστηκεν, ὅθεν μετὰ τοῦ 'τ' λέγεται Σιμούντιος· οὐ γὰρ Ἀττικὰ ταῦτα. τὸ τοπικὸν Ἀγνουντόθεν, καὶ ἐν τόπῳ Ἀγνοῦντι ἐν τοῖς ἄξοσιν "ἐπειδὴ Ἀγνοῦντι θυσία ἐστὶ τῷ Λεῷ". εἰς τόπον Ἀγνοῦντάδε.

Event Date: -1
§ A20.3   Hagnoneia: Ἁγνώνεια, πόλις Θρᾴκης πλησίον Ἀμφιπόλεως, Ἅγνωνος κτίσμα τοῦ στρατηγοῦ τῶν Ἀθηναίων. τὸ ἐθνικὸν Ἁγνωνείτης, ὡς Μαρωνείτης τοῦ Μαρώνεια καὶ Καυκωνείτης τοῦ Καυκώνεια, κατ´ ἔλλειψιν τοῦ 'α'.

Event Date: -1
§ A20.7   Agnotes: Ἀγνῶτες, ἔθνος Κελτικῆς παρὰ τὸν ὠκεανόν, ὡς Ἀρτεμίδωρος.

Event Date: -1
§ A20.9   Agora: Ἀγορά, πόλις ἐν Χερρονήσῳ. ὁ οἰκητὴς Ἀγοραῖος.

Event Date: -1
§ A20.10   Agoraion teichos: Ἀγοραῖον τεῖχος, πόλις Εὐρώπης ἐν Ἑλλησπόντῳ. τὸ ἐθνικὸν Ἀγοραιοτειχίτης.

Event Date: -1
§ A20.12   Agoresos: Ἀγορησός, πόλις Καρίας, κτίσμα Ἀργείων ἀποίκων. τὸ ἐθνικὸν Ἀγορησεύς, ὡς Τελμισεύς, Τυμνησός Τυμνησεύς. δύναται καὶ Ἀγορήσιος, ὡς Λυρνήσιος.

Event Date: -1
§ A20.15  Agra and Agrai: Ἄγρα καὶ Ἄγραι, χωρίον, ἑνικῶς καὶ πληθυντικῶς. ἔστι δὲ τῆς Ἀττικῆς πρὸ τῆς πόλεως, ἐν ᾧ τὰ μικρὰ μυστήρια ἐπιτελεῖται, μίμημα τῶν περὶ τὸν Διόνυσον· ἐν ᾧ λέγουσι καὶ τὸν Ἡρακλέα μεμυῆσθαι.

Event Date: -1
§ A20.19   Agraioi: Ἀγραῖοι, ἔθνος Ἀράβιον, ὡς ἐν ἑκκαιδεκάτῳ Στράβων. ἔστι δὲ καὶ ἕτερον ἔθνος πλησίον Ἀκαρνάνων, ὡς Θουκυδίδης ἐν τρίτῃ. τὸ θηλυκὸν ἐπὶ τῆς χώρας Ἀγραία. λέγονται δὲ καὶ Ἀγραεῖς, ὡς Ἐρατοσθένης.

Event Date: -1
§ A21.3  Agraule: Ἀγραυλή, δῆμος Ἀθήνησι τῆς Ἐρεχθηίδος φυλῆς. τινὲς δὲ Ἀγρυλή γράφουσιν ἄνευ τοῦ 'α', Ἀγρυλῆθεν. θέλει δὲ τὸ 'α' ἀπὸ Ἀγραύλου τῆς Κέκροπος θυγατρός. τρεῖς δὲ ἦσαν ἀπὸ τῶν αὐξόντων τοὺς καρποὺς ὠνομασμέναι, Πάνδροσος Ἕρση Ἄγραυλος. ἔστι δὲ καὶ πόλις Ἀθηναίων ἄποικος ἐν Σαρδοῖ ἀπὸ τοῦ δήμου κληθεῖσα Ἀγρυλή. ὁ δημότης Ἀγρυλεύς, καὶ Ἀγρυλῆθεν ἐκ τόπου, εἰς τόπον Ἀγρυλήνδε. δέχεται δὲ δύο τύπους. καὶ ἐν τόπῳ Ἀγρυλῆσι.

Event Date: -1
§ A21.11   Agre: Ἄγρη, πόλις Λυδίας. Ἡρωδιανὸς ἐν δωδεκάτῃ. τὸ ἐθνικὸν Ἀγραῖος, ὡς Ἀσκραῖος.

Event Date: -1
§ A21.13  Agriai: Ἀγρίαι, ἀρσενικῶς, ἔθνος Παιονίας μεταξὺ Αἵμου καὶ Ῥοδόπης. παρὰ Πολυβίῳ δὲ διὰ τοῦ 'α'. εὑρέθη δὲ ἐν ὀκτωκαιδεκάτῃ "τὸ γὰρ τῶν Ἀγραῶν ἔθνος". λέγονται καὶ Ἀγράιοι τετρασυλλάβως, καὶ Ἀγριεῖς, ὡς Θεόπομπος. καὶ κτητικὸν Ἀγρικόν. λέγονται καὶ Ἀγριᾶνες, ὡς ἐν τῷ ἐπιγράμματι γραφέντι εἰς Νεοπτόλεμον Πισίδην οὕτως εἰμὶ Νεοπτόλεμος Κρεσσοῦ, τρισσῶν δ´ ἕν´ ἀδελφῶν ἔστασαν Τλωεῖς, κῦδος ἐμὸν δόρατος· οὕνεκεν ὢν Πισίδας καὶ Παίονας ἠδ´ Ἀγριᾶνας καὶ Γαλάτας τόσσους ἀντιάσας στόρεσα. τὸ κτητικὸν Ἀγριανικός, ὡς Χάραξ ἐν δευτέρῳ χρονικῶν.

Event Date: -1
§ A22.1  Agrisa: Αγρισα, πόλις Καρμανίας. ὁ πολίτης Ἀγρισαῖος, ὡς Ἔδεσσα Ἐδεσσαῖος.

Event Date: -1
§ A22.3  Agros: Ἀγρός, τὸ χωρίον. ὁ οἰκήτωρ ἀγρότης καὶ ἀγρότις, καὶ ἀγροιώτης καὶ ἀγρωτήρ καὶ ἀγρώτειρα καὶ ἀγρώτης διὰ τοῦ 'ω' μεγάλου, ὡς Μαλλός Μαλλώτης καὶ Ἤπειρος Ἠπειρώτης, καὶ ἀγρώστης πλεονασμῷ τοῦ 'σ', καὶ συνθέτως ἄγροικος καὶ ἀγροῖκος, ἀφ´ ὧν παρώνυμον τὸ ἀγροικηρός ὡς σιγηρός, καὶ "ἀγροικηρὴν φύσιν", καὶ ἀγροιῶτις καὶ ἀγρωστῖνος καὶ ἀγρεῖος καὶ ἀγρίτης, ὡς τόπος τοπίτης, καὶ ἀγρείη διὰ διφθόγγου.

Event Date: -1
§ A22.1   Agyia: Ἀγυιά, τόπος δηλῶν τὴν ἐν τῇ πόλει πορευτὴν ὁδόν. Ἡρακλέων δὲ ὁ Γλαύκωνος παρὰ τὸ ἀίσσω φησίν. ἔστι δὲ ὡς παρὰ τὸ ἅρπω ἅρπυια, ὀρέγω ὀρέγυια. ὁ τοπίτης ἀγυιεύς. λέγονται καὶ ὀβελίσκοι θεοῖς ἀνειμένοι, ὡς Εὔπολις. καὶ κατὰ συναίρεσιν ἀγυιέας ἀγυιᾶς. λέγεται δὲ κίων ἀγυιεὺς εἰς ὀξὺ ἀπολήγων, ὁ πρὸ τῶν θυρῶν ἱστάμενος, Ἀριστοφάνης Θεσμοφοριαζούσαις. καὶ ὁ Ἀπόλλων ἀγυιεύς καὶ ἀγυιάτης, τουτέστιν ὁ ἐφόδιος. καὶ θηλυκὸν ἀγυιᾶτις, ὡς καὶ τὰ προπύλαια τοῦ ἀγυιέως ἀγυιάτιδες [θεραπεῖαι] λέγονται. τὸ τοπικὸν ἀγυιαῖος. Σοφοκλῆς Ἑρμιόνῃ "ἀλλ´ ὦ πατρῴας γῆς ἀγυιαίου πέδον". ἔστιν οὖν τὸ μὲν ἀγυιεύς ἀπὸ τοῦ ἀγυιά, ὡς Τρύφων φησὶν ἐν παρωνύμοις "πᾶν εἰς 'α' θηλυκὸν ἰσοσύλλαβον ἔχει τῇ εὐθείᾳ καὶ τῇ γενικῇ τὸ παρώνυμον, Μοψοπία Μοψοπιεύς Ἐρετριεύς Φωκαιεύς Θεσπιεύς". τὸ δὲ ἀγυιάτης ὡς Κορώνεια Κορωνειάτης Καρυάτης Καυλωνειάτης. τὸ δὲ ἀγυιαῖος ὡς ἀρουραῖος.

Event Date: -1
§ A23.11  Agylla: Ἄγυλλα, πόλις Τυρρηνίας. Λυκόφρων "Ἄγυλλαν Αὐσονῖτιν εἰσεκώμασεν". ἔστι δὲ κτίσμα τῶν ἐκ Θετταλίας Πελασγῶν, μετωνομάσθη δὲ Καῖρε. Θετταλῶν γὰρ κρατούντων τῆς πόλεως προσελθών τις τῶν ἀπὸ Λυδίας μετοικησάντων Τυρρηνῶν ἠρώτα τί ἂν εἴη τὸ ὄνομα τῆς πόλεως, τὶς δὲ ἀντὶ τῆς ἀποκρίσεως τὸ χαῖρε εἶπεν· ὅθεν Τυρρηνοὶ κρατήσαντες Καῖρε προσηγόρευσαν. τὸ ἐθνικὸν Καιρετανοί, ὡς Στράβων. ὁ πολίτης Ἀγυλλαῖος. Ῥιανὸς δὲ Ἀγύλλιον εἶπε χαλκόν.

Event Date: -1
§ A23.19  Agyrina: Ἀγύρινα, πόλις Σικελίας. τὸ ἐθνικὸν Ἀγυριναῖος. Διονύσιος δὲ τὸ Ἀγύριον ἔφη.

Event Date: -1
§ A23.21   Anchiale: Ἀγχιάλη, πόλις Κιλικίας παραθαλασσία [πρὸς] τῇ Ταρσῷ καὶ Ζεφυρίῳ. ἔστι δὲ κτίσμα Ἀγχιάλης τῆς Ἰαπετοῦ θυγατρός, ὡς Ἀθηνόδωρος περὶ τῆς αὐτοῦ πατρίδος γράφων καὶ παρατιθεὶς Διόδωρον τὸν γραμματικὸν συμφωνοῦντα Πτολεμαίῳ βασιλεῖ "γίνεται δ´ Ἰαπετοῦ θυγάτηρ Ἀγχιάλη, καὶ κτίζει πόλιν Ἀγχιάλην, Ἀγχιαλέα τε τὸν παρακείμενον ποταμόν. γεννᾷ δ´ υἱὸν Κύδνον, ἀφ´ οὗ ποταμὸς Κύδνος ἐν Ταρσῷ, ὁ δὲ Κύδνος υἱὸν Παρθένιον, ἀφ´ οὗ ἡ πόλις μετωνομάσθη Παρθενία. μεταπεσόντος δὲ τοῦ ὀνόματος Ταρσὸς ἐκλήθη. τινὲς δέ φασι Σαρδανάπαλλον δύο πόλεις κτίσαι, Ἀγχιάλην σὺν Ταρσῷ, οὗ ἐστι καὶ τὸ ἐπίγραμμα ὧδε "ταῦτ´ ἔχω, ὅσς´ ἔφαγον καὶ ἐφύβρισα καὶ μετ´ ἔρωτος τερπνὰ πάθον. τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται. Σαρδανάπαλλος ὁ Κυνδαράξεω παῖς Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἐν ἡμέρᾳ μιῇ. ἔσθιε πῖνε παῖζε, ὡς τἆλλα τούτου οὐκ ἄξια". τοῦ ἀποκροτήματος. λέγεται δὲ καὶ Ἀγχιάλεια, ὡς Διονύσιος ὁ περιηγητής. ὁ πολίτης Ἀγχιαλεύς, ὡς Σινώπη Σινωπεύς. ἔστι δὲ καὶ Ἰλλυρίας ἄλλη, κτίσμα Παρίων, παρ´ ᾗ κόλπος Ἐνεστηδὼν λεγόμενος, ἐν ᾧ ἡ Σχερία. ὁ πολίτης ὁ αὐτός.

Event Date: -1
§ A24.16   Anchise: Ἀγχίση, πόλις Ἰταλίας, ἀπὸ τοῦ προπάτορος Ἀγχίσου, ὡς Διονύσιος ἐν πρώτῃ περὶ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Ἀγχισεύς.

Event Date: -1
§ A24.19  Adana: Ἄδανα, Κιλικίας πόλις, οὐδετέρως. ταύτην ᾤκισεν Ἄδανος καὶ Σάρος, Ταρσεῦσι πολεμήσαντες καὶ ἡττηθέντες. ἀφ´ ὧν ἡ πόλις ἀπὸ τοῦ ἡγεμόνος Ἄδανα. τὸν δὲ ποταμὸν Κοίρανον καλούμενον Σάρον καλέσαντες. ἔστι δὲ ὁ Ἄδανος Γῆς καὶ Οὐρανοῦ παῖς, καὶ Ὄστασος καὶ Σάνδης καὶ Κρόνος καὶ Ῥέα καὶ Ἰαπετὸς καὶ Ὄλυμβρος. ὁ πολίτης Ἀδανεύς, ὡς Γάργαρα Γαργαρεύς, Τύανα Τυανεύς. ἔστι δὲ καὶ ἑτέρα πόλις ἐν μεσογείῳ τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιός φησιν ἐν Ἀραβικῶν τρίτῳ. ὁ ταύτης πολίτης οὐ δύναται Ἀδανεύς εἶναι· οὐ γὰρ ὁ τύπος Ἀράβων, ἀλλὰ τῶν διὰ τοῦ 'α' οὐδετέρων ὁ διὰ τοῦ 'ηνος'. Ζόαρα Ζοαρηνός, Μήδαβα Μηδαβηνός, Τάρφαρα Ταρφαρηνός, Αὔαρα Αὐαρηνός. οὕτως καὶ Ἀδανηνός. ἢ Ἀδανίτης, ὡς Ἀίλανα Ἀιλανίτης. Ἡρωδιανὸς ἐν τετάρτῃ τῆς καθόλου "τὸ Ἄδανις καὶ Θήβανις θηλυκὸν τὸν Αἰολίδος ἔσχεν. ἐπίσταμαι δὲ ὅτι καὶ ἀρσενικόν ἐστιν. οὕτως δὲ ἄνεμος καλεῖται ἀπὸ Θήβης πόλεως πνέων τῆς Ἠετίωνος, τοῦ πατρὸς Ἀνδρομάχης". εἰ τοίνυν τοῦ Ἀδανεύς τὸ Ἀδανίς, ὡς τοῦ Ταρσεύς τὸ Ταρσίς, ἔδει συνοξύνεσθαι, εἰ μὴ κατ´ Αἰολέας βαρύνεται, ὅπερ ἐπὶ τοῦ Θήβανις εἴρηκεν, εἴ γε ὅλως ἐστὶν ἐθνικόν. ἔστι καὶ τρίτη πόλις πρὸς τῷ Εὐφράτῃ. τὸ ἐθνικὸν Περσικῷ ἔθει Ἀδανηνός.

Event Date: -1
§ A26.5   Adaroupolis: Ἀδαρούπολις, πόλις Περσική, ὡς Μαρκιανὸς ἐν περίπλῳ τοῦ Περσικοῦ κόλπου. ὁ πολίτης Ἀδαροπολίτης, ὡς Ἡλιοπολίτης Ἡφαιστοπολίτης, τῷ τεχνικῷ λόγῳ, εἰ μὴ ὀφείλει τῷ Περσικῷ τύπῳ, ὡς Καμβυσηνός Σωφηνός Παραιτακηνός. ἔστι δὲ καὶ Ἄδαρα οὐδετέρως, κώμη μεγάλη τρίτης Παλαιστίνης μεταξὺ Χαρακμώβων καὶ Ἀρεοπόλεως, ἴσως ἀπὸ τῆς Περσίδος κληθεῖσα πόλεως. καὶ γὰρ φυλή τις ἐν Χαρακμώβοις Βαβυλώνιοι. τῶν δὲ Ἀδάρων τὸ ἐθνικὸν Ἀδαρηνός.

Event Date: -1
§ A26.13   Aderkon: Ἀδέρκων, πόλις Ἰβηρίας, ὡς Ἀσκάλων. τὸ ἐθνικὸν Ἀδερκωνίτης, ὡς Ἀσκαλωνίτης.

Event Date: -1
§ A26.15   Adiabene: Ἀδιαβηνή, χώρα μέση τῶν ποταμῶν Εὐφράτου καὶ Τίγριδος, ἥ τις καὶ Μεσήνη ὠνόμαστο. τὸ ἐθνικὸν Ἀδιαβηνός.

Event Date: -1
§ A26.18   Adoulis: Ἄδουλις, πόλις Αἰθιόπων. οἱ δὲ Πανὸς νῆσον αὐτὴν καλοῦσιν. καὶ τἀμοῦ βιβλία Ἄδουλι δίχα τοῦ 'σ'. σφάλμα δέ ἐστιν. Ἄδουλις γὰρ ὀφείλει, ὡς Ἡρωδιανὸς ἐν τοῖς εἰς 'λις' τῷ 'ω' ... παραληγομένοις. ὁ πολίτης Ἀδουλίτης, ὡς Ἀξουμίτης. καὶ Ἀδουλιτικός τὸ κτητικόν.

Event Date: -1
§ A27.1   Adramyteion: Ἀδραμύτειον, πόλις τῆς κατὰ Κάικον Μυσίας. ἡ γραφὴ διχῶς, διὰ τοῦ 'τ' καὶ διὰ τοῦ 'δ', καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ 'ι', καὶ δι´ ἑνὸς 'τ' καὶ διὰ δύο. ἀλλὰ δι´ ἑνὸς 'τ', ὅταν ἔχῃ δίφθογγον, καὶ διὰ δύο τὸ 'ι' μόνως. κέκληται ἀπὸ Ἀδραμύτου κτιστοῦ, παιδὸς μὲν Ἀλυάττου Κροίσου δὲ ἀδελφοῦ, ὡς Ἀριστοτέλης ἐν πολιτείαις καὶ ἄλλοι. τινὲς δὲ ἀπὸ Ἕρμωνος τοῦ Λυδῶν βασιλέως. τὸν γὰρ Ἕρμωνα Λυδοὶ Ἄδραμυν καλοῦσι Φρυγιστί. οὐ δύναται δέ, ὡς Ἡρωδιανός, διὰ τὸ μὴ ἔχειν τὸ 'τ' τὸ Ἄδραμυς. ὁ πολίτης Ἀδραμυττηνός, ὡς Ἀρτακηνός Δατηνός Δαυηνός Σεβαστηνός. λέγεται δὲ καὶ Ἀδραμύττιον διὰ τοῦ 'ι', ὡς Κρατῖνος.

Event Date: -1
§ A27.12   Adramyttis: Ἀδράμυττις, νῆσος ἐν τῇ Λυκίᾳ. τὸ ἐθνικὸν Ἀδραμυττίτης, ὡς Ναύκρατις Ναυκρατίτης.

Event Date: -1
§ A27.14  Adrane: Ἀδράνη, πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεόπομπος. Πολύβιος δὲ διὰ τοῦ 'η' τὴν μέσην λέγει ἐν τρισκαιδεκάτῃ, Ἀδρήνη. τὸ ἐθνικὸν Ἀδρηνίτης, ὡς Συήνη Συηνίτης, Σελήνη Σεληνίτης. τούτων τὰ μαρτύρια ἐν τοῖς οἰκείοις. δύναται δὲ καὶ Ἀδρηναῖος, ὡς Κυρηναῖος Πελληναῖος Μιτυληναῖος. δίδωσιν ἡ τέχνη καὶ τὸ Ἀδρηνεύς, ὡς Πελληνεύς.

Event Date: -1
§ A28.1   Adranon: Ἀδρανόν, πόλις Σικελίας ἐν τῇ Αἴτνῃ, ποταμὸν ὁμώνυμον ἔχουσα. λέγεται καὶ ἀρσενικῶς Ἀδράνιος. Ἀπολλόδωρος δὲ Ἀδρανίτας φησὶ τὸ ἐθνικόν.

Event Date: -1
§ A28.4  Adrasteia: Ἀδράστεια, μεταξὺ Πριάπου καὶ τοῦ Παρίου, ἀπὸ Ἀδράστου βασιλέως, ὃς καὶ πρῶτος ἱδρύσατο τὸ Νεμέσεως ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράστεια καὶ Ἀδραστείας πεδίον, καὶ ἡ πόλις οὕτως. Διογένης ἐν πρώτῃ [περὶ] Κυζίκου φησὶν ἀπὸ Ἀδραστείας κεκλῆσθαι μιᾶς τῶν Ὀρεστιάδων νυμφῶν. τὸ ἐθνικὸν Ἀδραστεύς. οἱ δὲ ἐπιχώριοι Ἀδραστηνός ὡς Κυζικηνός φασίν. ἔστι καὶ Τρωάδος Ἀδράστεια τόπος, ἀπὸ Ἀδραστείας θυγατρὸς Μελίσσου, τοῦ Ἴδης τῆς πρῶτον βασιλευσάσης ἐν Τροίᾳ, ὡς Χάραξ Ἑλληνικῶν δευτέρᾳ. τὸ αὐτὸ δέ ἐστι χωρίον καὶ ἐθνικόν.

Event Date: -1
§ A28.14   Adria: Ἀδρία, πόλις, καὶ παρ´ αὐτὴν κόλπος Ἀδρίας καὶ ποταμὸς ὁμοίως, ὡς Ἑκαταῖος. ἡ χώρα τοῖς βοσκήμασίν ἐστιν ἀγαθή, ὡς δὶς τίκτειν τὸν ἐνιαυτὸν καὶ διδυμητοκεῖν, πολλάκις καὶ τρεῖς καὶ τέσσαρας ἐρίφους τίκτειν, ἔνια δὲ καὶ πέντε καὶ πλείους. καὶ τὰς ἀλεκτορίδας δὶς τίκτειν τῆς ἡμέρας, τῷ δὲ μεγέθει πάντων εἶναι μικροτέρας τῶν ὀρνίθων. ὁ πολίτης καὶ ὁ πάροικος Ἀδριανός ὡς Ἀσιανός, καὶ Ἀδριάτης, οὗ τὸ Ἀδριατικὸν πέλαγος, ὡς τοῦ Πτελεάτης ὁ Πτελεατικὸς οἶνος.

Event Date: -1
§ A29.6  Adrotta: Ἄδροττα, οὐδετέρως, χωρίον ἐν Λυδίᾳ παραθαλάττιον καὶ κατάκρημνον. οἱ οἰκήτορες Ἀδροττεῖς. τῶν γὰρ εἰς 'α' οὐδετέρων παρά τε τοῖς Λυδοῖς καὶ τὴν Καρίαν οἰκοῦσι χαίρει τῇ εἰς 'ευς' ἐπὶ τῶν ἐθνικῶν. δύναται καὶ Ἀδροττηνός, καὶ γὰρ ὁ τύπος τῶν Ἀσιανῶν. καὶ οὕτως οἱ ἐπιχώριοι λέγουσιν.

Event Date: -1
§ A29.12   Adrymes: Ἀδρύμης, Ἀδρύμητος, Λιβύης πόλις. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. κέκληται ἀπό τινος Ἀδρύμητος, τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν, καὶ τὸ ἐθνικὸν Ἀδρυμήτιος, ὡς Βηρύτιος. ἄμεινον τὸ Ἀδρύμης καὶ Ἀδρυμήσιος. αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς φράσεως σπανιώταται.

Event Date: -1
§ A30.5   Adryx: Ἄδρυξ, ὡς Ἔρυξ, ἀρσενικῶς, πόλις Συρακουσίων. τὸ ἐθνικὸν Ἀδρυκῖνος, ὡς Ἐρυκῖνος τῆς Ἔρυκος γενικῆς, καὶ Ἀδρυκίνη, ὡς Ἐρυκίνη Ἀφροδίτη.

Event Date: -1
§ A30.8  Adyrmachidai: Ἀδυρμαχίδαι, Λιβυκὸν ἔθνος, ὡς Ἡρόδοτος.

Event Date: -1
§ A30.9  Aeria: Ἀερία, ἡ Αἴγυπτος, παρὰ τὸν ἀέρα. καὶ γὰρ ἠερόεσσαν αὐτήν φασιν. οἱ ἄνθρωποι Ἀέριοι, καὶ Ἀερίτης, ἐκ τῆς ἀέρος γενικῆς. ἔστι καὶ Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τετάρτῳ. ἔστι καὶ ἄλλη Κρήτης οὐκ ἄσημος, ἣ ἐλέγετο νῆσος Ἀερία καὶ Ἰδαία καὶ Δολίχη διὰ τὸ μῆκος. ἐθνικὰ τὰ αὐτά.

Event Date: -1
§ A30.15  Azania: Ἀζανία, μέρος τῆς Ἀρκαδίας, ἀπὸ Ἀζᾶνος τοῦ Ἀρκάδος. οἱ οἰκήτορες Ἀζᾶνες καὶ Ἀζῆνες. καὶ Ἀζάνιος καὶ Ἀζανία καὶ Ἀζάνιον. Εὔδοξος δὲ ἐν ἕκτῃ γῆς περιόδου φησίν "ἔστι κρήνη τῆς Ἀζηνίας, ἣ τοὺς γευσαμένους τοῦ ὕδατος ποιεῖ μηδὲ τὴν ὀσμὴν τοῦ οἴνου ἀνέχεσθαι, εἰς ἣν λέγουσι Μελάμποδα, ὅτε τὰς Προιτίδας ἐκάθαιρεν, ἐμβαλεῖν τὰ ἀποκαθάρματα". ἔστι δὲ μοῖρα τῆς Ἀρκαδίας ἡ Ἀζανία. διῄρηται δὲ εἰς τρία, Παρρασίους Ἀζᾶνας Τραπεζουντίους. καὶ ἔχει ἡ Ἀζανία πόλεις ἑπτακαίδεκα, ἃς ἔλαχεν Ἀζήν. ἔστι καὶ Μασσαλίας ἄλλη, ὡς Φίλων.

Event Date: -1
§ A31.3  Azanoi: Ἀζανοί, Φρυγίας πόλις. Στράβων δωδεκάτῃ "τῆς δ´ Ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ Νακόλεια". οἱ πολῖται Ἀζανῖται, τὸ θηλυκὸν Ἀζανῖτις. Ἡρωδιανὸς διὰ τῆς 'αι' ἐν πρώτῃ τῶν καθόλου λέγων "Αἰζὴν Ταντάλου παῖς, ἀφ´ οὗ ἐν Φρυγίᾳ πόλις Αἰζανοί". τινὲς δὲ Ἀζάνιον αὐτήν φασιν. Ἑρμογένης δέ φησιν οὐδὲ οὕτως, ἀλλ´ Ἐξουάνουν αὐτὴν καλεῖσθαι· λέγεται γὰρ παρὰ τὸν τόπον ἀγροικίας εἶναι, λιμοῦ δὲ γενομένου συνελθόντες οἱ ποιμένες ἔθυον εὐβοσίαν γενέσθαι· οὐκ ἀκουόντων δὲ τῶν θεῶν Εὔφορβος τὴν οὐανοῦν, ὅ ἐστιν ἀλώπηξ, καὶ ἔξιν, ὅ ἐστιν ἐχῖνος, θῦσαι τοῖς δαίμοσιν· εὐαρεστησάντων δὲ τῶν θεῶν εὐφορίαν γενέσθαι καὶ τὴν γῆν πολυκαρπῆσαι, τοὺς δὲ περιοίκους πυθομένους ἱερέα καὶ ἄρχοντα αὐτὸν καταστῆσαι. ἐξ αὐτοῦ δὲ κληθῆναι τὴν πόλιν Ἐξουάνουν, ὃ μεθερμηνευόμενον ἔστιν ἐχιναλώπηξ. ἔοικε δὲ μετηλλοιῶσθαι ἐκ τοῦ Ἐξουάνουν τὸ Ἀζάνιον. ἔστι δὲ ὅμοιον τῷ Βιθυνίῳ, περὶ οὗ ἐροῦμεν.

Event Date: -1
§ A32.3  Azeiotai: Ἀζειῶται, ἔθνος τῆς Τρωάδος, ὡς Ἑλλάνικος ἐν τοῖς περὶ Λυδίαν λέγει. ἔοικε δὲ τὸ πρωτότυπον Ἄζεια εἶναι, ἵν´ ᾖ ὡς Μάρεια Μαρειώτης, Ῥάφεια Ῥαφειώτης. λέγεται δὲ καὶ Ἀζειοί.

Event Date: -1
§ A32.7   Hazenia: Ἁζηνιά, ὡς Πλωθιά Λουσιά, δῆμος ἐν Ἀττικῇ τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἁζηνιεύς, ὡς Ἑρχιεύς. τὰ τοπικὰ δῆλα.

Event Date: -1
§ A32.10   Azilis: Ἄζιλις, πόλις Λιβύης. οἱ δὲ περὶ Σαλούστιον οὐ πόλιν, ἀλλὰ τόπον φασὶ καὶ ποταμὸν εἶναι. τινὲς δὲ Ἄζιριν μετὰ τοῦ 'ρ' λέγουσι τὸν χῶρον. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν. ὁ πολίτης Ἀζιλίτης, ὅτι πρωτότυπον εἰς 'ις', τῷ Λιβυκῷ χαρακτῆρι καὶ Αἰγυπτίῳ, καὶ ὡς Κάνωβος Κανωβίτης. εἰ δ´ οὐδετέρως Ἄζιρον, τὸ ἐθνικὸν Ἀζιρεύς, ὡς Σουνιεύς.

Event Date: -1
§ A32.16   Azoros: Ἄζωρος, πόλις Πελαγονίας τῆς λεγομένης Τριπολίτιδος, ὡς Στράβων, ὑπό τινος ἐκτισμένη Ἀζώρου. λέγεται καὶ πληθυντικῶς "ἐν Ἀζώροις". ὁ πολίτης Ἀζωρίτης, ὡς Ἀλωρίτης· πόλις δὲ Μακεδονίας καὶ ἡ Ἄλωρος. Ῥιανὸς Ἀζώρειαν αὐτήν φησιν. ἢ Ἀζωρεάτης ὡς Βοττεάτης, ἢ Ἀζωρεύς ὡς Ἀλεξανδρεύς.

Event Date: -1
§ A33.3   Azotos: Ἄζωτος, πόλις Παλαιστίνης. ταύτην ἔκτισεν εἷς τῶν ἐπανελθόντων ἀπ´ Ἐρυθρᾶς θαλάσσης φυγάδων, καὶ ἀπὸ τῆς γυναικὸς αὐτοῦ Ἄζας ὠνόμασεν, ὅ ἐστι χίμαιραν, ἣν Ἄζωτον μετέφρασαν. λέγεται καὶ ἀρσενικῶς καὶ [θηλυκῶς]. ἔστι καὶ ἄλλη πόλις Ἄζωτος Ἀχαΐας. ὁ πολίτης Ἀζώτιος, ὡς Βηρύτιος Ἁλιάρτιος, καὶ θηλυκῶς. ἐκαλεῖτο δὲ καὶ Πελωρία ἀπὸ τῶν Σπαρτῶν ἑνὸς Πελώρου, καὶ ἀπὸ παιδὸς Ἀζώτου Ἄζωτος.

Event Date: -1
§ A33.10  Athamania: Ἀθαμανία, χώρα Ἰλλυρίας, οἱ δὲ Θεσσαλίας. τὸ ἐθνικὸν Ἀθαμᾶνες.

Event Date: -1
§ A33.12   Atharrabis: Ἀθάρραβις, πόλις Αἰγύπτου, ὡς Ἡρωδιανὸς ἐν τετάρτῳ "Ἀθαρραβίτης νομὸς ἐν Αἰγύπτῳ καὶ Ἀθάρραβις πόλις". Ἑκαταῖος δ´ ἐν δευτέρῳ περιηγήσεως δι´ ἑνὸς 'ρ' καὶ τοῦ 'μ' "Ἀθαραμβίτης νομὸς καὶ Ἀθαράμβη πόλις". τὸ ἐθνικὸν Ἀθαραμβῖται.

Event Date: -1
§ A33.17  Athens: Five cities called Athens, according to Oros, six according to Filon. The first in Attica, about which Charax says that Theseus having combined the 11 cities of Attica into Athens established a holiday, the synoikia....the second is a Lakonian city; the third in Caria; the fourth in Liguria, the fifth in Italy; the sixth is in Euboia, founded by Dias, as Ephoros states in his third book. "The children of Abas were Alkon and Dias and Arethousa, of whom Dias built a city and named it for his fatherland." The citizen is Athenaios and Athenaikos, and it is called Athenai Diades. The seventh is in Akarnania, as Demetrios [writes], the Athenians having founded a city in Kouretis called it Athenai. They called Kouretis what is now Akarnania. The eighth in Boeotia, which reappeared after Kopais had earlier flooded, when Krates dug drainage trenches. Some say the city was called Athenai, others, like the Boeotians, Orchomenos. There is also in the Euxeinos Pontos a village Athenai, as Arrian writes. A Greek sanctuary is there. GR: Ἀθῆναι, πόλεις κατὰ μὲν Ὦρον πέντε, κατὰ δὲ Φίλωνα ἕξ. ἡ ἐν Ἀττικῇ, περὶ ἧς φησι Χάραξ ὅτι ὁ Θησεὺς τὰς ἕνδεκα πόλεις τὰς ἐν τῇ Ἀττικῇ συνοικίσας εἰς Ἀθήνας συνοίκια ἑορτὴν κατεστήσατο. ὁ πολίτης Ἀθηναῖος καὶ θηλυκὸν Ἀθηναία. ἡ δὲ θεὸς Ἀθηναία λέγεται μονογενῶς. λέγεται δὲ καὶ ἐπὶ γυναικός, ὡς ἄλλοι μὲν πολλοί, Φιλήμων δὲ οὕτως ἐν Πτερυγίῳ νυνὶ δ´ ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν τὰς Ἱππονίκας τάσδε καὶ Ναυσιστράτας καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω. Δίδυμος δέ φησιν ὅτι Ἀθηναίας λέγουσιν ἀντὶ τοῦ Ἀττικάς. ὁ δὲ Φρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν καὶ θαυμάζει πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται. ἀστὰς δὲ τὰς γυναῖκας ἔλεγον οὐ διὰ τὸ μὴ δύνασθαι λέγειν Ἀθηναίας, ἀλλ´ ἐπειδὴ καὶ τοὺς ἄνδρας ἀστοὺς ἐκάλουν. πρῶτοι γὰρ Ἀθηναῖοι τὰ ἄστη καὶ τὰς πόλεις εὑρεῖν ἱστοροῦνται, ὅθεν καὶ τὴν ἀκρόπολιν αὐτῶν πόλιν ἐκάλουν κυρίῳ ὀνόματι, ὡς Ἀριστοφάνης καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον, ἔπειτα σεμνῆς Παλλάδος κλεινὴν πόλιν. ἐλέγοντο δὲ καὶ πατρωνυμικῷ τύπῳ, ὡς Ἅβρων ἐν τῷ περὶ παρωνύμων, ὅτι εἰσὶ διτταὶ προσηγορίαι παρὰ ποιηταῖς, ἀπό τε τῆς πατρίδος καὶ τοῦ συνοικιστοῦ. Ἁλικαρνασσεῖς γοῦν Ἀνθεάδαι καὶ Φαλαντιάδαι οἱ Ταραντῖνοι ἐλέγοντο ἀπὸ τῶν διασημοτάτων παρ´ αὐτοῖς, Ἀθηναῖοι δὲ Κοδρίδαι καὶ Κεκροπίδαι Θησεῖδαι Ἐρεχθεῖδαι. καὶ ταύτας γε τὰς κλήσεις τῶν ἀπὸ τῆς πατρίδος ἐντιμοτέρας ἐνόμιζον. δευτέρα πόλις Λακωνική. τρίτη Καρίας. τετάρτη Λιγυστίων. πέμπτη Ἰταλίας. ἕκτη Εὐβοίας, Δίαντος κτίσμα, ὡς Ἔφορος τρίτῃ "Ἄβαντος δὲ γίγνονται παῖδες Ἄλκων καὶ Δίας καὶ Ἀρέθουσα, ὧν ὁ μὲν Δίας κτίσας πόλιν οὕτως ἀπὸ τῆς πατρίδος ὠνόμασεν". ὁ πολίτης Ἀθηναῖος καὶ Ἀθηναϊκός. ταύτας δ´ Ἀθήνας Διάδας λέγεσθαι. ἑβδόμη Ἀκαρνανίας, ὡς Δημήτριος, Ἀθηναίους ἐν τῇ Κουρήτιδι κτίσαντας πόλιν Ἀθήνας προσαγορεῦσαι. τὴν γὰρ νῦν Ἀκαρνανίαν Κουρῆτιν ὠνόμαζον. ὀγδόη Βοιωτίας, ἡ ἐκ τῆς λίμνης ἀναφανεῖσα μετὰ τὸ πρότερον ἐπικλυσθῆναι τῆς Κωπαίδος, ὅτε Κράτης αὐτὴν διετάφρευσεν. ἐκλήθη δὲ ἡ πόλις, ὥς τινες μέν φασιν, Ἀθῆναι, ἄλλοι δὲ Ὀρχομενός, ὡς οἱ Βοιωτοί. ἔστι δὲ καὶ ἐν τῷ Εὐξείνῳ πόντῳ χωρίον Ἀθῆναι, ὡς Ἀρριανός. ἔστι καὶ ἱερὸν αὐτόθι Ἑλληνικόν.

Event Date: -1
§ A35.10  Athlibis: Ἄθλιβις, πόλις Αἰγύπτου. ὁ πολίτης Ἀθλιβίτης. Νικάνωρ δ´ ὁ Ἑρμείου ἐν ᾗ πρὸς Ἀδριανὸν γράφων διὰ τοῦ 'ρ' φησὶν Ἄθριβις. οὕτω καὶ Στράβων. ἔστι καὶ ἄλλη ἐν Ἀραβίᾳ. τὸ ἐθνικὸν Ἀθριβίτης.

Event Date: -1
§ A35.14   Hathmonon: Ἅθμονον, οὐδετέρως, δῆμος τῆς Κεκροπίδος φυλῆς. τὸ μέντοι Ἁθμονῆζε καὶ Ἁθμονῆσι δοκεῖ ἀπὸ τῆς ἡ Ἁθμονή εἶναι. τὸ ἐθνικὸν Ἁθμονεύς, τὸ θηλυκὸν Ἁθμονίς. ἐν τόπῳ Ἁθμονοῖ. καὶ τὰ λοιπὰ ὁμοίως δῆλα.

Event Date: -1
§ A35.18  Athymbra: Ἄθυμβρα, πόλις Καρίας πρὸς Μαιάνδρῳ, Ἀθύμβρου κτίσμα, ἥτις μετὰ ταῦτα Νύσσα ἐκλήθη. τὸ ἐθνικὸν Ἀθυμβρεύς τῷ λόγῳ τῶν Καρικῶν.

Event Date: -1
§ A35.21   Athyras: Ἀθύρας, ἐπίνειον καὶ ποταμὸς περὶ τὸ Βυζάντιον. ἔστι δὲ καὶ κόλπος Ἀθύρας. κλίνεται δὲ ἰσοσυλλάβως, ὡς Εὐφορίων "ὕδατα δινήεντος ἀμευσάμενος Ἀθύραο". τὸ ἐθνικὸν διὰ τῆς 'αι' διφθόγγου Ἀθυραῖος, ὡς Ῥήβας Ῥηβαῖος. ἔστι δὲ καὶ Σκυθίας ποταμὸς Ἀθύρας, ὡς Νυμφόδωρος.

Event Date: -1
§ A36.3   Athos: Ἄθως, ὄρος Θρᾴκης, ἀπὸ Ἄθω γίγαντος, ὡς Νίκανδρος πέμπτῳ τῆς Εὐρωπείας καί τις Ἄθω τόσον ὕψος ἰδὼν Θρήικος ὑπ´ ἄστροις ἔκλυεν οὐ δηθέντος ἀμετρήτῳ ὑπὸ λίμνῃ, ὃς ἀναποῦν χείρεσσι δύο ῥίπτεσκε βέλεμνα ἠλιβάτου προθέλυμνα Καναστραίης πάρος ἄκρης. βάλλει δὲ ἡ σκιὰ τοῦ ὄρους ἐπὶ σταδίους τριακοσίους. εἴρηται δὲ καὶ Ἄθοος, ὡς τὸ Κῶς Κόος. λέγεται καὶ κατὰ συναίρεσιν Ἄθους. ἡ κλίσις διττή, καὶ Ἄθωος καὶ Ἄθω. τὸ τοπικὸν Ἄθωος χωρὶς τοῦ 'ι', καὶ Ἀθώους τοὺς ἐνοικοῦντας, τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπερισπᾶται καὶ διὰ τοῦ 'ι', ἐκ τῆς θῳῆς. παρὰ τὸ ἀμφότερον τὸ θηλυκὸν Ἀθωίς. ἔστι δὲ καὶ Ἄθως πόλις ἐπὶ τῷ Ἄθῳ. καὶ ὁ πολίτης Ἀθωίτης.

Event Date: -1
§ A36.16   Aia: Αἶα, πόλις Κόλχων, κτίσμα Αἰήτου, θαλάσσης ἀπέχουσα στάδια τριακόσια, ἣν περιρρέουσι δύο ποταμοί, Ἵππος καὶ Κυάνεος, ποιοῦντες αὐτὴν χερρόνησον. ἔοικε δὲ τοὐναντίον ἐξ αὐτῆς ὁ Αἰήτης εἶναι, ὡς Ἀσία Ἀσιάτης, οὕτως Αἶα Αἰάτης καὶ Αἰήτης. ἔστι δὲ καὶ Θετταλίας ἄλλη, ἧς μέμνηται Σοφοκλῆς, τῆς μὲν προτέρας λέγων "εἰς Αἶαν πλέων" τῆς δὲ δευτέρας οὕτως "ἔστιν τις Αἶα Θεσσαλῶν παγκληρία". ἔστιν Αἶα καὶ Μακεδονίας πηγή, ὡς Ἀντίμαχος ἐν Θηβαίδι. τὸ ἐθνικὸν Αἰαῖος ὡς Γαζαῖος, τὸ θηλυκὸν Αἰαία.

Event Date: -1
§ A37.5   Aiamene: Αἰαμηνή, Ναβαταίων χώρα, ὡς Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. τὸ ἐθνικὸν Αἰαμηνός.

Event Date: -1
§ A37.7  Aiane: Αἰανή, πόλις Μακεδονίας, ἀπὸ Αἰανοῦ παιδὸς Ἐλύμου, τοῦ βασιλέως Τυρρηνῶν, μετοικήσαντος εἰς Μακεδονίαν. τὸ ἐθνικὸν Αἰαναῖος. Ἰχναῖος γὰρ λέγουσι καὶ Ἐδεσσαῖος καὶ Βεροιαῖος.

Event Date: -1
§ A37.11   Aianitis: Αἰανῖτις, Ναβαταίων χώρα. Οὐράνιος Ἀραβικῶν δευτέρῳ. τὸ ἐθνικὸν Αἰανῖται. προκατελήφθη γὰρ ἐν πρωτοτύπῳ. διὰ διφθόγγου. Σοφοκλῆς δὲ Αἰαντία γράφει δίχα τοῦ 'ν'.

Event Date: -1
§ A37.15   Aiboudai: Αἰβοῦδαι, νῆσοι πέντε τῆς Πρεταννικῆς, ὡς Μαρκιανὸς ἐν περίπλῳ. τὸ ἐθνικὸν Αἰβουδαῖος.

Event Date: -1
§ A37.17   Aiboura: Αἴβουρα, πόλις Ἰβηρίας, ὡς Στράβων. ὁ πολίτης Αἰβουραῖος, ὡς ἀρουραῖος, Κόλουρα Κολουραῖος, πόλις περὶ Πριήνην, Ἄργουρα, πόλις Εὐβοίας, Ἀργουραῖος, Ἴουρα Ἰουραῖος, καὶ σχεδὸν πάντα τὰ εἰς 'ρα'. δύναται καὶ Αἰβουράτης, ὡς Αἴγειρα Αἰγειράτης, Κίβυρα Κιβυράτης.

Event Date: -1
§ A38.1  Aiga: Αἰγά, τῆς Αἰολίδος ἄκρα, ὡς Στράβων ".... ὃ νῦν Κάνην καὶ Κάνας λέγουσιν". Ἀρτεμίδωρος δὲ Αἴξ εἶπε τὴν εὐθεῖαν, οὐκ ἀναλόγως. ἔστι καὶ πόλις Φοινίκων, ὡς Ἑκαταῖος. τὸ τοπικὸν Αἰγαῖος. καὶ τὸ πέλαγος οὕτως Αἰγαῖον πέλαγος λέγεται, καὶ ἀρσενικῶς Αἰγαῖος πόντος. ἔστι καὶ Αἰγαῖον πεδίον συνάπτον τῇ Κίρρᾳ, ὡς Ἡσίοδος. λέγεται παρὰ Αἰγᾶν ποταμὸν φερόμενον ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρους, ἀφ´ οὗ καὶ τὸ πεδίον Αἰγαῖον.

Event Date: -1
§ A38.9  Aigai: Many cities: [Aigeai]of Cilicia; of Macedonia, which [Aigai] used to be called "shepherd of flocks"; of the Thracian Cherronese; and [Aigai] in Myrine in Aiolis; and in Lydia; and Lokris and Aitolia and Euboia, for which [Aigai] Homer in Book N. The ethnic from the two-syllable is Aigaios, but also from the three-syllable one finds Aigeates. GR: Αἰγαί, πόλεις πολλαί. Κιλικίας, Μακεδονίας, ἥτις καὶ μηλοβότειρα ἐλέγετο, τῆς Θρᾳκησίων χερρονήσου, καὶ ἡ ἐν Μυρίνῃ ἐν τῇ Αἰολίδι, καὶ Λυδίας καὶ Λοκρίδος καὶ Αἰτωλίας καὶ Εὐβοίας, ἃς Ὅμηρος ἐν τῷ νʹ. τὸ ἐθνικὸν ἀπὸ μὲν δισυλλάβου Αἰγαῖος, ἀπὸ δὲ τρισυλλάβου εὕρηται καὶ οὕτως Αἰγεάτης.

Event Date: -1
§ A39.6  Aigeira: Αἴγειρα, πόλις Ἀχαΐας, ἣν Ὅμηρος Ὑπερησίην φησίν. ἔνιοι ἀπὸ Αἰγιαλέως τὴν χώραν Αἰγιαλόν φασι τό τε Αἴγιον καὶ ἔτι Αἴγειραν. τὸ ἐθνικὸν Αἰγειράτης, τὸ κτητικὸν Αἰγειρατικός, ὡς Πτελεάτης Πτελεατικός. Παυσανίας δὲ ἑβδόμῳ λέγει τὴν Ὑπερησίαν Αἴγειραν μετωνομάσθαι διὰ τοιάνδε αἰτίαν. Σικυωνίων στρατὸς ἀφίξεσθαι ἔμελλεν αὐτοῖς· οἱ δὲ ἀθροίζουσιν αἶγας καὶ [πρὸς] τοῖς κέρασιν ἔδησαν δᾷδας καὶ ἐξάπτουσι διὰ τῆς νυκτός· νομίσαντες οὖν τὴν φλόγα τοῦ ἐπικουρικοῦ πυρὸς ἔφυγον, Ὑπερησιεῖς δὲ Αἴγειραν τὴν πόλιν ὠνόμασαν. τὸ ἐθνικὸν ὁμοίως Αἰγειράτης καὶ θηλυκὸν Αἰγειρᾶτις. Φίλων δέ φησι Κιλικίας πόλιν εἶναι Αἴγειραν.

Event Date: -1
§ A40.3   Aigeirousa: Αἰγείρουσα, πόλις τῆς Μεγαρίδος, ὡς Στράβων. λέγεται καὶ Αἴγειρος, ὡς Θεόπομπος πεντηκοστῇ ἕκτῃ. τὸ ἐθνικὸν Αἰγειρεύς, ὡς τῆς Φιλίππου Φιλιππεύς, Ταρσοῦ Ταρσεύς. τῆς δ´ Αἰγειρούσης Αἰγειρουσαῖος ὡς Σκοτουσαῖος, ἢ Αἰγειρούσιος ὡς Πιτυούσιος. ἔστι καὶ Αἰολίδος πόλις Αἰγειροῦσσα, ὡς Ἡρόδοτος.

Event Date: -1
§ A40.9   Aigestaioi: Αἰγεσταῖοι, οἱ Θεσπρωτοί, ἀπό τινος Αἰγέστου στρατηγοῦ, ὡς Ἀμυμναῖοι ἀπὸ Ἀμύμνου.

Event Date: -1
§ A40.11  Aigeis: Αἰγηίς, φυλὴ τῆς Ἀττικῆς, ἀπὸ Αἰγέως τοῦ Πανδίονος.

Event Date: -1
§ A40.12   Aigeloi: Αἴγηλοι, ἔθνος Μηδικόν.

Event Date: -1
§ A40.13   Aigialos: Αἰγιαλός, μεταξὺ Σικυῶνος καὶ τοῦ Βουπρασίου καλούμενος τόπος ἀπὸ Αἰγιαλέως τοῦ Ἰνάχου, ὡς Ἴστρος ἐν ἀποικίαις τῆς Αἰγύπτου. ἔστιν ἕτερος Αἰγιαλὸς προσεχὴς τῷ Πόντῳ μετὰ τὴν Κάραμβιν ἄκραν, ὡς Ἀπολλώνιος. ἔχει δὲ καὶ κώμην ὁμώνυμον. Ὅμηρος "Κρῶμνάν τ´ Αἰγιαλόν τε". γράφεται δὲ "Κρῶμναν Κωβιαλόν τε". ἔστι καὶ Θρᾴκης Αἰγιαλὸς παρὰ τῷ Στρυμόνι, ὡς Ἑκαταῖος. ἔστι καὶ ἄλλος Αἰγιαλὸς μέγας καλούμενος ἐν Αἰθιοπίᾳ κατ´ Αἴγυπτον. τὸ ἐθνικὸν Αἰγιαλεύς ἀπὸ τῆς Αἰγιαλοῦ γενικῆς, ὡς Ἀλεξάνδρου Ἀλεξανδρεύς. εὑρίσκεται δὲ καὶ αἰγιαλεύς ἐπὶ ἰχθύος. τὸ θηλυκὸν Αἰγιάλεια, καὶ Αἰγιαλίς παρὰ Ἀλκμᾶνι, καὶ Αἰγιαλίτης ἀρσενικῶς.

Event Date: -1
§ A40.25  Aigikoreos: Αἰγικόρεως, οὐκ ἔστι δῆμος τῆς Ἀττικῆς, ὥς τινες, ἀλλὰ φυλὴ παλαιά, μία τῶν τεσσάρων τῶν ἀπὸ Ἴωνος [παίδων]. τέσσαρες δ´ ἐξ αὐτοῦ, Αἰγικορεῖς Ἀργαδεῖς Γελέοντες Ὅπλητες. ἡ φυλὴ τοίνυν Αἰγικορεῖς.

Event Date: -1
§ A41.4   Aigilia: Αἰγιλιά, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Αἰγιλιεύς. τὰ τοπικὰ Αἰγιλιᾶθεν Αἰγιλιάνδε Αἰγιλιοῖ. ἔστι καὶ νῆσος μεταξὺ Κρήτης καὶ Πελοποννήσου Αἴγιλα. ὁ οἰκήτωρ Αἰγίλιος ὡς Κυθήριος.

Event Date: -1
§ A41.8  Aigilips: Αἰγίλιψ, πλησίον Κροκυλείων τῆς Ἠπείρου. Ὅμηρος "καὶ Κροκύλει´ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν". εἴληχε δὲ τὴν προσηγορίαν διὰ τὸ πετρώδης εἶναι καὶ ὑψηλὴ καὶ ἀπρόσβατος. τὸ ἐθνικὸν Αἰγιλίπιος, ὡς Κίνυφος Κινύφιος, Ἄραβος Ἀράβιος, Φρυγός Φρύγιος, καὶ τῶν ὁμοίων.

Event Date: -1
§ A42.3  Aigimoros: Αἰγίμορος, νῆσος Λιβύης. τὸ ἐθνικὸν Αἰγιμορίτης. δι´ ἔθους γὰρ τοῖς Λίβυσιν ὁ χαρακτήρ.

Event Date: -1
§ A42.5   Aiginai: Αἴγιναι, τρεῖς. νῆσος, μία τῶν Κυκλάδων, ἥτις Οἰνώνη ἐκαλεῖτο, ὕστερον δὲ Αἴγινα ἀπὸ τῆς Ἀσωποῦ μὲν θυγατρὸς Αἰγίνης, Αἰακοῦ δὲ μητρός. ὁ πολίτης Αἰγινεύς, ὡς Στράβων, ὡς οἱ πολλοί, Αἰγινήτης. ὁ δὲ τοῦ Αἰγινήτου φόρτος ἢ δοῦλος Αἰγινητικός, ὡς τοῦ Ῥόδιος Ῥοδιακός. Αἰγιναῖος δὲ ὁ ἔποικος ἢ κέραμος ἢ ὀβολὸς ἢ ἄλλο τι σκεῦος ἀπὸ Αἰγίνης, καὶ τὸ θηλυκὸν Αἰγιναία. λέγεται καὶ γυνὴ Αἰγιναία, ὡς Δείναρχος ἐν τῷ κατὰ Πυθέου ξενίας. τὸ θηλυκὸν τοῦ Αἰγινήτης Αἰγινῆτις. σπάνια δὲ τὰ εἰς 'της' ἐθνικὰ τῷ 'η' παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς βαρύτονα. εἰσὶ δὲ ταῦτα, Αἰγινήτης, "Μαλειήτης [ἔστι δὲ] τρύπανον αἰπολικόν" Κεραμιήτης. τὸ δὲ πολιήτης πλεονασμὸν ἔχει τοῦ 'η', ὡς τὸ μυθιήτης, ὅπερ οὐδ´ ἐθνικόν, καὶ τὸ Ἰουλιήτης ἀπὸ τοῦ Ἰουλίτης. τὸ δὲ Βαργυλιήτης καὶ Μασσαλιήτης τέτραπται. τὸ δὲ κωμήτης Σιδήτης λιμνήτης τρισύλλαβα. ἀπὸ τοῦ Αἰγινήτης Αἰγινητικός τὸ κτητικὸν καὶ Αἰγινητική καὶ Αἰγινητικόν.

Event Date: -1
§ A43.7  Aiginetes: Αἰγινήτης, πολίχνιον καὶ ποταμὸς Παφλαγονίας. τὸ ἐθνικὸν ὁμοίως διὰ τὴν τοῦ πρωτοτύπου πρόληψιν. ἔοικε δὲ τὸ ὄνομα δηλοῦν τὴν ἐν τῷ Πόντῳ Αἴγιναν. Παφλαγονία γὰρ τῷ Πόντῳ συνεχής.

Event Date: -1
§ A43.11   Aiginion: Αἰγίνιον, πόλις Ἰλλυριῶν, ὡς Στράβων. τὸ ἐθνικὸν Αἰγινιεύς.

Event Date: -1
§ A44.1   Aigion: Αἴγιον, πόλις Ἀχαΐας, ὡς Εὔδοξος ἐν ἕκτῃ. ὁ πολίτης Αἰγιεύς, ὡς ὁ χρησμός "ὑμεῖς δ´ Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι".

Event Date: -1
§ A44.4  Aigosthena: Αἰγόσθενα, πόλις Μεγαρίδος, οὐδετέρως, ὡς Παυσανίας. τὸ ἐθνικὸν ὤφειλεν Αἰγοσθενεύς, ὡς Μεγαρεύς. Πολύβιος δ´ Αἰγοσθενίτην φησίν, ὡς Γάβαλα Γαβαλίτης. Ἀρκάδιος δ´ Αἰγοσθένειαν αὐτήν φησι καὶ Φωκίδος πόλιν.

Event Date: -1
§ A44.8  Aigos potamoi: Αἰγὸς ποταμοί, πόλις ἐν Ἑλλησπόντῳ. τὸ ἐθνικὸν Αἰγοποταμίτης.

Event Date: -1
§ A44.10   Aigousa: Αἴγουσα, νῆσος Λιβύης, κατὰ Λίβυας λεγομένη Κατρία. τὸ ἐθνικὸν Αἰγουσαῖος, ὡς Σκοτουσαῖος.

Event Date: -1
§ A44.12  Aigyptos: Αἴγυπτος, καὶ ἡ χώρα καὶ ὁ ποταμός. ἐκλήθη ἀπὸ τοῦ Αἰγύπτου, ὡς Χάραξ "Βήλου παῖς ὢν καὶ Ἀερίας τῆς καὶ Ποταμίτιδος βασιλεύσας ἔτη τετταράκοντα τρία". τὸ ἐθνικὸν Αἰγύπτιος, ὡς ἔχει τὸ ἰαμβεῖον "δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι". καὶ αἰγυπτιάζειν τὸ πανοῦργα καὶ δόλια καὶ ὕπουλα πράττειν. τὸ θηλυκὸν Αἰγυπτία, καὶ τὸ Αἰγύπτιον. ἐκλήθη καὶ Μύσρα ἡ χώρα ὑπὸ Φοινίκων, καὶ Ἀερία καὶ Ποταμῖτις, καὶ Ἀετία ἀπό τινος Ἰνδοῦ Ἀετοῦ. τὸ ἐθνικὸν ὅσον ἀπὸ τοῦ ὁμοίου Ἀετιεύς ὡς Ἀεριεύς, ὅσον δ´ ἀπὸ τοῦ ἐγχωρίου Ἀετίτης. ἀλλὰ καὶ Ὠγυγία ἐκαλεῖτο καὶ Ἑρμοχύμιος καὶ μελάμβωλος καὶ Ἡφαιστία. ἔστι δὲ καὶ ἄλλη Αἴγυπτος μικρά.

Event Date: -1
§ A45.1   Aigys: Αἶγυς, πόλις Λακωνικῆς, ὡς Εὐφορίων. οἱ πολῖται Αἰγῦται, ὡς Παυσανίας. Λυκόφρων δὲ τὸ ἐθνικὸν Αἴγυος, τὸ θηλυκὸν λέγων οὕτως "καὶ πάντα τλήσεσθ´ οὕνεκ´ Αἰγύας κυνός, τῆς θηλύπαιδος καὶ τριάνορος κόρης". ὁ λόγος περὶ Ἑλένης Λακωνικῆς οὔσης καὶ ἄρρεν μὴ τεκούσης [καὶ] τῷ Μενελάῳ καὶ Ἀλεξάνδρῳ καὶ Δηιφόβῳ γαμηθείσης. Θεόπομπος δὲ Αἰγυέας αὐτούς φησιν.

Event Date: -1
§ A45.8   Aigoneia: Αἰγώνεια, πόλις Μηλιέων. Λυκόφρων "ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν". καὶ Ἑκαταῖος. Ῥιανὸς ἑκκαιδεκάτῃ Αἰγώνην αὐτὴν λέγει. τὸ ἐθνικὸν Αἰγωνεύς.

Event Date: -1
§ A45.11   Aigostis: Αἴγωστις, πόλις Λοκρίδος, ἢ τόπος ἢ χωρίον ἐντὸς τῆς πόλεως, ὡς Ἐπαφρόδιτος. ὁ πολίτης Αἰγωστίτης.

Event Date: -1
§ A45.13   Aidepsos: Αἴδηψος, πόλις Εὐβοίας. Στράβων ἐνάτῳ "κεῖται δὲ κατὰ Αἴδηψον τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέους". ἦν δὲ καὶ σιδηρᾶ καὶ χαλκᾶ μέταλλα κατὰ Εὔβοιαν. Καλλίμαχος "δέδαεν δὲ λαχαινέμεν ἔργα σιδήρου". οἱ γὰρ Εὐβοεῖς σιδηρουργοὶ [καὶ] χαλκεῖς ἄριστοι. Ἐπαφρόδιτος δὲ μαρτυρεῖ ἐκεῖ χαλκὸν πρῶτον εὑρεθῆναι "καὶ πρῶτοι χαλκὸν ἐκεῖ ἐνεδύσαντο οἱ Κούρητες οἱ μετὰ Διὸς ἐλθόντες, οὓς φύλακας τῆς νήσου καὶ τοῦ ἱεροῦ τῆς Ῥέας κατέλιπεν· ἀφ´ οὗ οἱ Χαλκιδεῖς ὠνομάσθησαν". ὁ πολίτης Αἰδήψιος. Καλλίμαχος Ἑκάλῃ "ἄρκιος ἢ χείρεσσιν ἑλὼν Αἰδήψιον ἆορ".

Event Date: -1
§ A46.1   Aidousioi: Αἰδούσιοι, σύμμαχοι Ῥωμαίων, πρὸς τῇ Κελτικῇ Γαλατίᾳ, Ἀπολλόδωρος ἐν χρονικῶν δʹ.

Event Date: -1
§ A46.3   Aizike: Αἰζική, Θρᾴκης μέρος, Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ A46.4   Aithaia: Αἴθαια, πόλις Λακωνικῆς, μία τῶν ἑκατόν, Φιλόχορος ἐν Ἀτθίδος τρίτῳ. τὸ ἐθνικὸν Αἰθαιεύς, Θουκυδίδης πρώτῃ.

Event Date: -1
§ A46.6   Aithale: Αἰθάλη, νῆσος Τυρσηνῶν, Ἑκαταῖος Εὐρώπῃ. ἔοικε δὲ κεκλῆσθαι διὰ τὸ σίδηρον ἔχειν τὸν ἐν αἰθάλῃ τὴν ἐργασίαν ἔχοντα. Φίλιστος δὲ ἐν εʹ Σικελικῶν Αἰθάλειαν αὐτὴν καλεῖ, καὶ Ἡρωδιανὸς καὶ Ὦρος. Πολύβιος δ´ ἐν τριακοστῇ τετάρτῃ λέγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖσθαι, ἀφ´ ἧς ἦν ὁ Γλαῦκος, εἷς τῶν τὴν κόλλησιν σιδήρου εὑρόντων· δύο γὰρ ἦσαν. οὗτος μὲν Σάμιος, ὅστις καὶ ἔργον ἀοιδιμώτατον ἀνέθηκεν ἐν Δελφοῖς, ὡς Ἡρόδοτος, ὁ δ´ ἕτερος Λήμνιος, ἀνδριαντοποιὸς διάσημος. ἐκαλεῖτο δὲ οὕτως ἡ πόλις ἴσως ἐκ τῶν ἀναδιδομένων τοῦ Ἡφαίστου κρατήρων. ἐκεῖ γὰρ ἀνωμολόγηται ταῦτα. τὸ ἐθνικὸν ἐκ τοῦ Αἰθάλεια Αἰθαλείτης, ὡς Ζελείτης, ἐκ δὲ τοῦ Αἰθάλη Αἰθαλίτης, ὡς Σινωπίτης Ἰοππίτης. δύναται τὸ Αἰθαλίτης ἀντὶ τοῦ Χῖος· οὕτω γὰρ ἡ Χίος ἐλέγετο. καὶ οἱ πολῖται Αἰθαλεῖς.

Event Date: -1
§ A46.20   Aithalidai: Αἰθαλίδαι, δῆμος τῆς Λεοντίδος φυλῆς, ἀπὸ Αἰθαλίδου. καὶ ὁ δημότης Αἰθαλίδης· οἱ δὲ Αἰθαλεῖς τοὺς δημότας. τὸ θηλυκὸν Αἰθαλίς. τὰ τοπικὰ [ἐξ] Αἰθαλιδῶν εἰς Αἰθαλιδῶν ἐν Αἰθαλιδῶν.

Event Date: -1
§ A47.1  Aither: Αἰθήρ, ὁ ὑπὲρ τὸν ἀέρα πεπυρωμένος τόπος. λέγεται καὶ θηλυκῶς. τὸ παράγωγον αἰθέριος καὶ αἰθερία, καὶ τῆς αἰθέρος αἰθερίτης.

Event Date: -1
§ A47.3   Aithikia: Αἰθικία, ὡς Κιλικία. Θεόπομπος τριακοστῇ ἐνάτῃ Φιλιππικῶν. τὸ ἐθνικὸν Αἴθικες, ὡς Κίλικες. ἐν Θετταλίᾳ δ´ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει. Μαρσύας δὲ μέσον τῆς Τυμφαίας καὶ Ἀθαμανίας κεῖσθαί φησι τὴν χώραν. τὸ δὲ ἔθνος [ἐπιεικῶς] παράβολόν τε καὶ βάρβαρον καὶ λῃστείαις ἐπιεικῶς προσκείμενον.

Event Date: -1
§ A47.9  Aithiops: Αἰθίοψ, ὡς Κίλιξ. "Αἰθίοπες, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν". οὐ γὰρ ἀληθὴς ὁ Ὑψικράτους λόγος ὡς οὐδὲν εἰς 'οψ' λήγει παρ´ Ὁμήρῳ εἰ μὴ τὸ καλαύροψ. εἰσὶ δὲ καὶ τὸ ὄψ καὶ τὸ μέροψ. λέγεται καὶ Αἰθιοπία γῆ. Εὐριπίδης Ἐρεχθεῖ "Αἰθιοπίαν νιν ἐξέσως´ ἐπὶ χθόνα". καὶ Αἰθιοπίς ὁ αὐτὸς ἐν Ἀρχελάῳ "Αἰθιοπίδος γῆς ἡνίκ´ ἂν τακῇ χιών". καὶ Αἰθιοπηίς ἀπὸ τοῦ Αἰθιοπεύς, ἐξ οὗ τὸ Αἰθιοπῆας παρ´ Ὁμήρῳ. τὴν γὰρ Αἰθιοπίαν γῆν πρώτην φασὶ παγῆναι. πρῶτοι καὶ θεοὺς ἐτίμησαν καὶ νόμοις ἐχρήσαντο. ὀνομάζουσι δὲ τοὺς αἰτίους τούτων Μίθραν καὶ Φλεγύαν, ἄνδρας Αἰθίοπας τὸ γένος, ὡς Φαβωρῖνος. περὶ τοῦ Αἰθιόπισσα πλατύτερον ἐν τοῖς τῶν ἐθνικῶν προτεχνολογήμασιν εἴρηται.

Event Date: -1
§ A47.22   Aithopion: Αἰθόπιον, χωρίον Λυδίας παρὰ Ὕλλῳ, [ἢ] πλησίον τοῦ Εὐρίπου, ἀφ´ οὗ ἡ Ἄρτεμις Αἰθοπία. οἱ δὲ ὅτι παρὰ τοῖς Αἰθίοψι διάγουσαν Ἀπόλλων ἤγαγεν αὐτήν, οἱ δὲ τὴν αὐτὴν τῇ σελήνῃ παρὰ τὸ αἴθειν ὡς Καλλίμαχος, οἱ δὲ ὅτι ἡ αὐτή ἐστι τῇ Ἑκάτῃ, ἥτις ἀεὶ δᾷδας κατέχει, ὡς Ἐρατοσθένης.

Event Date: -1
§ A48.5   Aithysseis: Αἰθυσσεῖς, ἔθνος Λιβυκὸν Μαρμαρίδαις πάροικον, ὡς Ῥιανός.

Event Date: -1
§ A48.7   Aikalon: Αἴκαλον, φρούριον τῆς Ἰταλίας. Διονύσιος ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας.

Event Date: -1
§ A48.9   Ailanon: Ἀίλανον, πόλις Ἀραβίας, ἧς ὁ πολίτης Ἀιλανίτης. τινὲς δὲ κόλπον Ἀίλαν φασί. Γλαῦκος δὲ κώμην αὐτὴν λέγει ἐν Ἀραβικῶν τρίτῳ "τὰ πρὸς ἕω τῆς Ἀίλας [κώμης]". ὁ πολίτης Ἀιλανίτης.

Event Date: -1
§ A48.13   Ailia: Αἰλία, πόλις Παλαιστίνης, ἡ πάλαι Ἱεροσόλυμα, ἀπὸ Αἰλίου Ἀδριανοῦ. ὁ πολίτης Αἰλιώτης, ὡς Κασταλιώτης Ἰταλιώτης. τινὲς δὲ καὶ Αἰλιεῖς αὐτοὺς καλοῦσιν, ὡς Εὐδαίμων ἐν τῇ ὀρθογραφίᾳ διὰ τῆς 'ει' διφθόγγου γράφων τὸ Αἴλεια, καὶ τὸ Αἰλιεύς διὰ τοῦ 'ι' "ὡς τὸ Σίγειον" φησί "Σιγιεύς". ἀλλὰ περὶ μὲν τοῦ Σίγειον καὶ Σιγιεύς δειχθήσεται ἐν τῷ οἰκείῳ. οὐ μέντοι ἔοικε τὸ παράδειγμα. εἰ γὰρ τοῦτο, ὤφειλε δισύλλαβον τὸ Αἰλεύς. παρὰ μίαν γὰρ συλλαβὴν εὑρίσκεται τὰ τοιαῦτα, τῆς Ἀντιοχείας τὸ Ἀντιοχεύς. ἀλλ´ οὐδ´ ἀπὸ τούτων γίνεται τὰ εἰς 'ευς' ἀρσενικά, ἀλλὰ ἀπὸ τῶν εἰς 'ος'. ἀπὸ γὰρ τοῦ Ἀντίοχος Ἀντιοχεύς καὶ τοῦ Σέλευκος Σελευκεύς, ὡς Ἅβρων ἐν τῷ περὶ παρωνύμων. εἰ γὰρ παρὰ τὴν Ἀλεξάνδρειαν ἦν, Ἀλεξανδρειεύς ἂν ἦν. ἀμφοῖν δ´ ὁ Ἀλέξανδρος ἀρχή.

Event Date: -1
§ A49.6   Haimonia: Αἱμονία, ἡ Θετταλία, ἀπὸ Αἵμονος. Αἵμων δὲ υἱὸς μὲν Χλώρου τοῦ Πελασγοῦ, πατὴρ δὲ Θεσσαλοῦ, ὡς Ῥιανὸς καὶ ἄλλοι. Αἵμων οὖν καὶ τὸ ἐθνικόν, ὡς Αὔσων καὶ Ἀρκάς καὶ Μαίων καὶ Ἴων. καὶ ὅσα τοιαῦτα ἐπὶ χωρῶν διὰ τοῦ 'ι' προφερόμενα ἔχει προκατάρχοντα κύρια, τούτοις ἐπιεικῶς ὁμοφωνεῖ τὰ ἐθνικά. Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, ὅτι Κιλικία, Φρύξ Ἀχαιός καὶ τὰ ὅμοια. τὸ δὲ Κρότων καὶ Κραννών καὶ Κολοφών πόλεών ἐστιν ὁμώνυμα. ὁ δὲ λόγος τῶν ὡς ἐπιτοπλεῖστον διὰ τὸ Αἴολος, Αἰολία ἡ χώρα καὶ τὸ ἐθνικὸν Αἰολεύς. Ἡρωδιανὸς δέ φησιν, ὅτι τοῖς συνοικισταῖς συνεχῶς ὁμοφωνεῖ τὰ ἐθνικά, δηλονότι καὶ γραφῇ καὶ τόνῳ. τὸ Τευκρός ὡς τριγενὲς ὠξύνθη. εὑρίσκεται καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, ὁμοίως Τροιζήν Κολοφών Κόρινθος Κῶς Σικυών Κύρνος Λέσβος. ἔσθ´ ὅτε καὶ ἐπὶ τῶν τριῶν εὑρίσκεται ἓν ὄνομα, κτιστοῦ πόλεως καὶ ἔθνους, ὡς τὸ Δάρδανος. λέγεται καὶ Αἱμονιεύς τὸ ἐθνικόν, ὡς Ἀμβρακιεύς, καὶ Αἱμόνιος καὶ Αἵμονες. εἰσὶ καὶ Αἱμονιαί πόλις Ἀρκαδίας, ἀπὸ Αἵμονος τοῦ Λυκάονος παιδός, ὡς Παυσανίας ὀγδόῳ περιηγήσεως Ἑλλάδος. τὸ ἐθνικὸν ὁμοίως. οὔπω τέως εὕρομεν τὰ τῆς χρήσεως.

Event Date: -1
§ A50.8   Haimos: Αἷμος, ὄρος Θρᾴκης. λέγεται καὶ οὐδετέρως, ὡς οἱ πολλοί. ἐγένετο δὲ ὁ Αἷμος υἱὸς Βορέου καὶ Ὠρειθυίας, ἀφ´ οὗ καὶ τὸ ὄρος.

Event Date: -1
§ A50.11   Aineia: Αἴνεια, τόπος Θρᾴκης, ὡς Αἴπεια Ζέλεια, ἀπὸ Αἰνείου. Θέων δ´ Αἰνειάδας ταύτην καλεῖ, ὑπομνηματίζων τὸν Λυκόφρονα "Αἰνείας δὲ μετὰ τὴν Ἰλίου πόρθησιν εἰς Θρᾴκην παρεγένετο καὶ ἔκτισε πόλιν Αἰνειάδας, ὅπου τὸν πατέρα ἔθαψε". τὸ ἐθνικὸν Αἰνειεύς. ὃ καὶ παράσημόν ἐστιν, ὅτι μὴ ἐνδεῖ μιᾷ συλλαβῇ τοῦ πρωτοτύπου, ὡς εἴπομεν ἐν τῇ Αἰλίᾳ. ἔστι καὶ Αἰνεάτης, ὡς Κόρσεια Κορσεάτης, Ὕδρεια Ὑδρεάτης, Ὀρνειαί Ὀρνεάτης, Κεγχρειαί Κεγχρεάτης, τοῦ 'ι' σιγηθέντος. ἔστι καὶ πόλις Τυρρηνίας, ἧς οἱ οἰκήτορες Αἰνεῖοι.

Event Date: -1
§ A51.1   Ainethos: Αἴνηθος, ὄρος. Αἰσχύλος. τὸ ἐθνικὸν Αἰνήθιος.

Event Date: -1
§ A51.2   Ainia: Αἰνία, διὰ τοῦ 'ι', πόλις Περραιβῶν, καὶ Αἰνιᾶνες οἱ οἰκοῦντες καὶ Αἴνιος ποταμὸς αὐτῆς. λέγονται δὲ καὶ Αἰνιεῖς. ἐκαλοῦντο δὲ καὶ Μηλιεῖς οἱ αὐτοί. Στράβων δὲ ἐν τῇ ἑνδεκάτῃ φησὶν ἐν τῷ Πόντῳ Αἰνιᾶνας ἄλλους εἶναι, οὓς καλεῖσθαι νῦν Παρσίους. τὸ ἐθνικὸν Αἰνιάν. καὶ εἰ μὲν ἀπὸ τοῦ κυρίου Αἰνιᾶνος γέγονεν, εὔλογος ἡ ὁμοφωνία αὐτοῦ, ὡς τὸ Τρώς καὶ Ἀχαιός, μὴ ὁμοφωνοῦντος τοῦ Τευκρός καὶ Γραικός· εἰ δὲ παρὰ τὴν πόλιν, εὑρεθήσεται πρότερον Αἴνιος, ὡς τῆς Λυκίας Λύκιος, εἶτα διὰ τὴν ὁμωνυμίαν τοῦ ποταμοῦ πρὸς διάκρισιν Αἰνιάν γενέσθαι, ὡς μέγιστος μεγιστάν. τὸ θηλυκὸν Αἰνιανίς, ὡς Βιστονίς. καὶ τὸ κτητικὸν Αἰνιακὸς κόλπος.

Event Date: -1
§ A51.14   Ainos: Αἶνος, πόλις Θρᾴκης, ὁ ἀπὸ ταύτης Αἴνιος, καὶ Αἰνόθεν τοπικὸν ἐπίρρημα. Ἄψινθος καλουμένη. Στράβων ζʹ "ἐν δὲ τῇ ἐκβολῇ τοῦ Ἕβρου διστόμου ὄντος πόλις Αἶνος, κτίσμα [Μιτυληναίων καὶ] Κυμαίων". κληθῆναι δὲ αὐτὴν ὅτι πλησίον τῆς Ὄσσης ἦν Αἴνιος ποταμὸς καὶ κώμη ὁμώνυμος. οἱ δὲ ἀπὸ τοῦ Αἴνου τοῦ Γουνέως ἀδελφοῦ. βʹ ἔστι καὶ πόλις Θεσσαλίας. γʹ ἐστὶ Λοκρῶν τῶν Ὀζολῶν. δʹ κατὰ Θάψακον καὶ τὸν Εὐφράτην. εʹ ἔστι καὶ νῆσος παρακειμένη τῇ εὐδαίμονι Ἀραβίᾳ. τὸ ἐθνικὸν Αἴνιος, ὡς Τήνιος. οὕτω γὰρ ἀναγράφεται ἐν τοῖς πίναξι. ταύτην Ἀπολλόδωρός φησιν ὠνομάσθαι Πολτυμβρίαν. ἔστι καὶ τόπος Αἶνος ἐν τῇ καταντικρὺ Ῥοδίων ἠπείρῳ.

Event Date: -1
§ A52.12   Aixoneia: city of Magnesia, ethnic Aixoneus. There is also a deme Aixone of the Kekropid tribe, accent on ultima, as with most demes. The demesman Aixoneus, feminine Aixonis, like Athmonis. To "aixonize" is to slander, when evil tongues and informers are satirized in comedy. From the place, Aixonethen, to the place, Aixonade and Aixonaze, in the place, Aixonesi. GR: Αἰξώνεια, πόλις Μαγνησίας. τὸ ἐθνικὸν Αἰξωνεύς. ἔστι καὶ Αἰξωνή δῆμος τῆς Κεκροπίδος φυλῆς, ὀξυτόνως, ὡς εἴθισται [ἐπὶ] πολλῶν τῶν δήμων. καὶ ὁ δημότης Αἰξωνεύς, τὸ θηλυκὸν Αἰξωνίς, ὡς Ἁθμονίς. καὶ αἰξωνεύεσθαι τὸ κακηγορεῖν· βλάσφημοι γὰρ καὶ συκοφάνται κωμῳδοῦνται. τὰ τοπικά, ἐκ τόπου Αἰξωνῆθεν, εἰς τόπον Αἰξωνάδε καὶ Αἰξώναζε, καὶ ἐν τόπῳ Αἰξωνῆσι.

Event Date: -1
§ A53.1   Aioleion: Αἰόλειον, τῆς Θρᾴκης χερρονήσου πόλις. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῇ τρίτῃ "ἐπορεύθη εἰς πόλιν Αἰόλειον τῆς Ἀττικῆς μὲν οὖσαν, πολιτευομένην δὲ μετὰ τῶν Χαλκιδέων". τὸ ἐθνικὸν Αἰόλειος ὡς Ῥοίτειος, καὶ Αἰολήιος. δύναται δὲ τοῦτο καὶ ἀπὸ τοῦ Αἰολεύς εἶναι, ὅθεν καὶ τὸ Αἰόλειον, ὥστε γενικὸν εἶναι τοῦ ἔθνους καὶ ἰδικὸν τῆς πόλεως, ὡς ὁ ἠπειρώτης καὶ ὁ πόντιος τῶν γενικῶν καὶ τῶν ἰδικῶν.

Event Date: -1
§ A53.9   Aiolia: Αἰολία, νῆσος Αἰόλου. Ὅμηρος "Αἰολίην δ´ ἐς νῆσον ἀφικόμεθα". οἱ νεώτεροι τὸ ἐθνικὸν ὁμοίως καὶ ὁμόφωνον τῷ οἰκιστῇ, ὡς Θετταλός Ἰταλός. ἀλλὰ καὶ Αἰολιώτης, ὡς Σικελιώτης. λέγονται καὶ οἱ τὴν Λέσβον οἰκοῦντες Αἰολεῖς ἀπὸ τῶν Αἰόλου παίδων, ὡς Δωριεῖς ἀπὸ τῶν Δώρου· ἀφ´ ὧν ἡ Αἰολικὴ ἀποικία. οἳ καὶ Αἰολίωνες ὀνομάζονται.

Event Date: -1
§ A53.15  Aipeia: Αἴπεια, πόλις Λακωνικῆς, ὡς Ζέλεια. "καλήν τ´ Αἴπειαν καὶ Πήδασον". ἔστι καὶ ἑτέρα Κύπρου. τρίτη Κρήτης, ὡς Ἑλλάνικος. τὸ ἐθνικὸν Αἰπεάτης, ὡς Κορσεάτης Ὑδρεάτης. ἐπὶ δὲ τῶν τοιούτων ἐνίοτε μένοντος τοῦ 'ι' ὑφαιρεῖται τὸ 'α', ὡς Δικαιαρχείτης Σαμαρείτης Ζελείτης, ἐσθ´ ὅτε μένοντος τοῦ 'ε', ὑφαιρουμένου τοῦ 'ι', τὸ 'α' εἰς 'ω' ἀμείβεται, ὡς Ἡρακλεώτης Μαρεώτης καὶ Ῥαφεώτης.

Event Date: -1
§ A54.4   Aipy: Αἶπυ, πόλις Μεσσηνίας "καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐύκτιτον Αἶπυ" ἀπὸ τῆς ἐρυμνότητος Αἶπυ καλουμένη. τὸ ἐθνικὸν Αἰπύτης ὡς Αἰγύτης.

Event Date: -1
§ A54.7   Airai: Αἰραί, πόλις Μακεδονίας. ἔστι καὶ ἄλλη Ἰωνίας. τὸ ἐθνικὸν Αἰρεύς, τὸ δὲ τῆς Μακεδονίας Αἰραῖος. ἔστι καὶ παρὰ Ἑλλησπόντῳ, ἧς τὸ ἐθνικὸν Αἰράτης παρ´ Ἀνδροτίωνι ἐν ἕκτῃ Ἀτθίδος.

Event Date: -1
§ A54.11  Aisa: Αἶσα, πόλις Θρᾴκης προσεχὴς τῇ Παλλήνῃ. Αἰσαῖος, ὡς Αἶα Αἰαῖος.

Event Date: -1
§ A54.13  Aisyme: Αἰσύμη, πόλις Θρᾴκης. Ὅμηρος "τόν ῥ´ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ". τὸ ἐθνικὸν Αἰσυμαῖος, ὡς Δύμη Δυμαῖος.

Event Date: -1
§ A54.16   Aison: Αἰσών, πόλις Θεσσαλίας, ἀπὸ Αἴσωνος τοῦ Ἰάσονος πατρός, οὗ τὸ ὄνομα διὰ τοῦ 'ω' κλίνεται. ὡς Ἡσίοδος. τὸ δὲ Αἰσονίδης ἀπὸ τοῦ "Αἴσονά τ´ ἠδὲ Φέρητα". τὸ ἐθνικὸν Αἰσώνιος. καὶ Φερεκύδης τὴν πόλιν Αἰσωνίαν φησί. τῆς δ´ Αἰσωνίας τὸ ἐθνικὸν δύναται Αἰσωνιεύς, ὡς Ὑριεύς Ὀρθωσιεύς Ἀφροδισιεύς Δημητριεύς, καὶ Αἰσωνιάτης, ὡς Κυδωνιάτης καὶ Κροτωνιάτης. τὸ δ´ Αἰσωνίς ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ, καὶ Αἰσωνία. ὀξύτονον τὸ Αἰσών. τὰ γὰρ εἰς 'ων' δισύλλαβα ἐπὶ πόλεων ὀξύνεται, εἰ μὴ διαστολὴν ἔχοι σημαινομένου, ὡς τὸ Κρότων βαρύνεται· ὀξυνόμενον γὰρ δηλοῖ ζωύφιον· ἢ χαρακτῆρι ὑπάγοιτο, ὡς τὸ Ἴτων συναπενεχθὲν τῷ Τρίτων Γείτων Βίτων, οἷον Ἠιών Κραννών Γυρτών Νεών. σεσημείωται τὸ Σούλμων. ἔστι πόλις Ἰταλίας. πάντων ἡ κλίσις διὰ τοῦ 'ω'.

Event Date: -1
§ A55.8  Aitne: Αἴτνη, πόλις Σικελίας, ἀπὸ Κατάνης, Ἱέρωνος κτίσμα, ὡς ... ὁ οἰκήτωρ Αἰτναῖος. ἐκαλεῖτο δὲ πρὶν Ἴνησσον.

Event Date: -1
§ A55.1  Aitolia: Αἰτωλία, χώρα ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ὃς ἐκπεσὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπ´ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν. πρότερον δὲ Ὑαντὶς ἐκαλεῖτο. τὸ ἐθνικὸν καὶ Αἰτωλίς καὶ Αἰτώλιος. ἔστι καὶ Αἰτωλία πόλις Πελοποννήσου, ἣν συγκαταλέγει ταῖς Λακωνικαῖς πόλεσιν Ἀνδροτίων καὶ Ἀτθίδος. ὀξύνεται δέ [Αἰτωλός]· τὰ γὰρ εἰς 'ωλος' ἀρσενικὰ πρὸ τοῦ 'ω' τὸ 'τ' ἔχοντα ὀξύνεται, Καστωλός Πακτωλός ἁμαρτωλός. τὸ Σπάρτωλος θηλυκόν ἐστι, καὶ τὸ Μαύσωλος οὐκ ἔχει τὸ 'τ'. ἔστι καὶ Αἰτωλός ἐπίθετον παρὰ ῥῆμα τὸ αἰτεῖν. τὸ κτητικὸν Αἰτωλικόν. λέγεται καὶ αἰτωλισταί οἱ αἰτωλίζοντες καὶ τὰ Αἰτωλῶν φρονοῦντες.

Event Date: -1
§ A56.1   Akademeia: Ἀκαδήμεια, γυμνάσιον Ἀθήνησιν, οὗ οἱ Ἀκαδημαϊκοὶ φιλόσοφοι. κέκληται ἀπὸ τοῦ Ἀκαδήμου. γράφεται καὶ διὰ τοῦ 'ε' Ἐκαδήμεια, περὶ οὗ ἐν τῷ 'ε' λέξομεν .... διὸ καὶ ἡ πλείων χρῆσις οὕτως.

Event Date: -1
§ A56.5   Akakesion: Ἀκακήσιον, πόλις Ἀρκαδίας, ἀπὸ Ἀκάκου παιδὸς Λυκάονος, ὡς Παυσανίας ὀγδόῃ. τὸ ἐθνικὸν Ἀκακήσιος, ὡς Ἀνακτόριος Βυζάντιος.

Event Date: -1
§ A56.7  Akalessos: Ἀκαλησσός, πόλις Λυκίας. τὸ ἐθνικὸν] Ἀκαλησσεύς, ὡς Τυμνησσεύς, ἢ Ἀκαλήσσιος.

Event Date: -1
§ A56.10   Akamantion: Ἀκαμάντιον, πόλις τῆς μεγάλης Φρυγίας, Ἀκάμαντος κτίσμα τοῦ Θησέως, ᾧ συμμαχήσαντι πρὸς τοὺς Σολύμους τὸν τόπον δέδωκε. τὸ ἐθνικὸν Ἀκαμάντιος ὡς Βυζάντιος, τὸ δὲ κτητικὸν τοῦ Ἀκάμαντος διὰ τῆς 'ει' διφθόγγου. λέγεται καὶ Ἀκαμαντίς ὡς Βυζαντίς. Παρθένιος δ´ ἐν Ἀφροδίτῃ Ἀκαμαντίδα αὐτήν φησι. ἐκαλεῖτο καὶ φυλὴ Ἀκαμαντίς τῆς Ἀττικῆς, ὡς Σιμωνίδης.

Event Date: -1
§ A56.17   Akanthos: Ἄκανθος, πόλις Θρᾴκης ἀκάνθαις πεφραγμένη, ὑπὲρ τὸν Ἄθω, ὅθεν κέκληται, ἢ ἀπό τινος Ἀκάνθου, ὡς Μνασέας. βʹ ἔστι καὶ ἐν Αἰγύπτῳ Ἄκανθος, Μέμφιδος ἀπέχουσα σταδίους τριακοσίους εἴκοσι καὶ δύο, [ἐν ᾗ] "τῆς ἀκάνθης τῆς Θηβαϊκῆς ἄλσος εὐμέγεθες, ἐξ ἧς καὶ τὸ κόμμι συνάγεται". γʹ ἄλλη ἐν τῇ χερρονήσῳ παρὰ τὴν Κνιδίαν. δʹ ἔστι καὶ ἡ Ἀθαμανίας. τὸ ἐθνικὸν τῆς Ἀκάνθου Ἀκάνθιος, ἐξ οὗ καὶ παροιμία "Ἀκάνθιος τέττιξ" ἐπὶ τῶν ἀφώνων, τοιοῦτοι γὰρ οἱ τῆς χώρας τέττιγες, ὡς Σιμωνίδης. τὸ θηλυκὸν Ἀκανθιάς. τῆς δὲ Ἀκανθῶν [πόλεως] Ἀκανθοπολίτης· λέγεται γὰρ καὶ οὕτως ἡ πόλις· ὡς Λεοντοπολίτης καὶ Λυκοπολίτης καὶ Κυνοπολίτης, περὶ ὧν εἰρήσεται.

Event Date: -1
§ A57.7   Akannai: Ἀκάνναι, ἐμπόριον περὶ τὴν Ἐρυθρὰν θάλασσαν

Event Date: -1
§ A57.1  Akarnania: Ἀκαρνανία, χώρα κεχωρισμένη τῶν Κουρήτων πρὸς τῷ Ἀχελῴῳ .... διὸ καλοῦνται οἱ μὲν κειρόμενοι Κουρῆτες, οἱ δὲ ἀκούρευτοι Ἀκαρνᾶνες. ἔνιοι δὲ ἀπὸ ἥρωος τοὔνομα ἔχειν τὸ ἑκάτερον φῦλον, οἱ δὲ ἀπὸ τοῦ ὄρους τοῦ Κουρίου τοὺς Κουρῆτας εἶναί φασιν, οἱ δὲ "θηλυστολοῦντας ὡς αἱ κόραι τοὔνομα σχεῖν ... εἶναι γὰρ καὶ τοιοῦτόν τινα ζῆλον ἐν τοῖς Ἕλλησιν, ὡς καὶ Ἰάονας ἑλκεχίτωνας [εἰρῆσθαι] καὶ κρώβυλον καὶ τέττιγα ἐμπλέκεσθαι, καὶ τοὺς περὶ Λεωνίδαν κτενιζομένους τὴν κόμην, ὅτ´ ἐπεξῄεσαν εἰς τὴν μάχην, καταφρονηθῆναι ὑπὸ Περσῶν". τὸ ἐθνικὸν Ἀκαρνάν, ὡς Αἰνιάν Ἀτιντάν Ἀθαμάν Αἰζάν, ἁπλᾶ γάρ. τὸ Τιτανόπαν σύνθετον. περὶ τοῦ Δύμαν εἰρήσεται. ἐκ τῆς γενικῆς τῆς Ἀκαρνᾶνος Ἀκαρνανία, ὡς Κιλικία Φρυγία, καὶ τὸ θηλυκὸν Ἀκαρνανίς.

Event Date: -1
§ A58.6   Akarassos: Ἀκαρασσός, πόλις Λυκίας, ὡς Καπίτων. τὸ ἐθνικὸν Ἀκαράσσιος καὶ Ἀκαρασσεύς. σύνηθες δὲ τοῖς τὴν χώραν οἰκοῦσιν.

Event Date: -1
§ A58.9   Akarra: Ἄκαρρα, πόλις Ἀχαΐας. τὸ ἐθνικὸν ἐκ τῆς τέχνης Ἀκαρραῖος ὡς Γεφυραῖος Κερκυραῖος, ἢ Ἀκαρράτης ὡς Αἰγειράτης.

Event Date: -1
§ A58.12   Akeles: Ἀκέλης, πόλις Λυδίας. οἱ πολῖται Ἀκέλητες, τὸ θηλυκὸν Ἀκελῆτις. ἔοικε δὲ λέγεσθαι ἀπὸ Ἀκέλου τοῦ Ἡρακλέους καὶ Μαλίδος παιδός, δούλης τῆς Ὀμφάλης, ὡς Ἑλλάνικος. Ἡρωδιανὸς δ´ Ἀκελήσιος φησὶν ὡς Μενδήσιος, ὥστε Ἀκέλης εἶναι ὡς Μένδης, ᾧ συνᾴδει μὲν ἡ λοιπὴ χρῆσις, Ἑλλάνικος δ´ εἶπεν "εἰς πόλιν Ἀκέλην" ἐχρῆν γὰρ Ἀκέλητα εἶναι. ... ὁ γὰρ τεχνικός "τὰ διὰ τοῦ 'σιος' πάντα προπαροξύνεται, κἂν τὸ 'τ' ὑπάρχῃ πρὸ τοῦ 'ι', πλὴν τῶν τριβραχέων κυρίων".

Event Date: -1
§ A59.3   Akesai: Ἀκεσαί, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Ἀκεσαῖος ὡς Παγασαῖος, καὶ Ἀκεσίτης ὡς Παγασίτης.

Event Date: -1
§ A59.5   Akesamenai: Ἀκεσαμεναί, ὡς Ἀλαλκομεναί Κλαζομεναί, πόλις Μακεδονίας, ὡς Θεαγένης. κτίσμα Ἀκεσαμενοῦ, ἑνὸς τῶν ἐν Πιερίᾳ βασιλευσάντων. τὸ ἐθνικὸν Ἀκεσαμένιος, ὡς Κλαζομένιος.

Event Date: -1
§ A59.9   Akeste: Ἀκέστη, πόλις Σικελίας, καὶ Ἄγεστα, παρὰ τὸν Ἀκέστην. τὸ ἐθνικὸν Ἀκεσταῖος, τὸ θηλυκὸν Ἀκεσταία.

Event Date: -1
§ A59.11   Ake: Ἄκη, πόλις Φοινίκης. τὰ εἰς 'κη' λήγοντα δισύλλαβα ἐπὶ πόλεων ἢ χωρῶν βαρύνεται. αὕτη δὲ Πτολεμαΐς ἐκαλεῖτο. Κοιλοσυρίτας δ´ αὐτοὺς ὠνόμαζον. Κλαύδιος δὲ Ἰούλιος ἐν πρώτῃ Φοινικικῶν φησὶν ὅτι ἐκλήθη ἀπὸ Ἡρακλέους "χαλεπωτάτῳ γὰρ ὑπὸ Εὐρυσθέως ἐπιταγεὶς ἄθλῳ, περισχεθεὶς τῷ τῆς Λερναίας ὕδρας ἰῷ, τοῖς τῶν δηγμάτων ἐπονεῖτο ἕλκεσιν. ἀνεῖλε δὲ τὸ Δελφικὸν μαντεῖον ἐπ´ ἀνατολὰς ἰτέον μέχρις ἂν ἐντύχῃ ποταμῷ φύοντι πόαν τῇ Ὕδρᾳ παραπλήσιον· ἐκείνης γὰρ καταπασάμενον τῶν ἑλκῶν ἀπαλλαγήσεσθαι. εὗρε δὲ τὸν ποταμὸν καὶ τὴν πυθόχρηστον πόαν, ἧς ὁ καυλὸς ἥ τε ῥίζα πάντως ἐστὶν ὀφιώδης τῷ ποικίλῳ ταῖς κεφαλαῖς· ὁπόσας γὰρ ἄν τις ἀποκείρῃ, φύονται αὖθις ἕτεραι. κολοκάσιον μέντοι καλοῦσι τὴν ῥίζαν, τὸ δ´ ὑπερπεφυκὸς κιβώριον, ὄψιν ἡδεῖαν ἐδωδίμους τε τὰς φλέβας παρέχον Αἰγυπτίοις". περὶ δὲ τὸν Νεῖλον φύεται πολλή. ἡ δὲ περὶ τὸν Βῆλον ἕλκη θεραπεύει δυσίατα· τριβομένη γὰρ κατὰ τὴν ῥίζαν λευκὸν ἀναδίδωσιν ὀπόν. τούτῳ, φησί, καὶ Ἡρακλῆς ἰάθη. καὶ καλέσαι τὴν πόλιν Ἄκην. τὸ ἐθνικὸν Ἀκαῖος, ὡς Βαρκαῖος.

Event Date: -1
§ A60.8   Akkabikon teichos: Ἀκκαβικὸν τεῖχος, πόλις περὶ τὰς Ἡρακλείας στήλας, ἣν ἔκτισαν Καρχηδόνιοι, ὡς ἐροῦμεν ἐν τῷ περὶ Σαλμύκης. ὁ πολίτης Ἀκκαβικοτειχίτης, ὡς Γορδιοτειχίτης καὶ Χωλοτειχίτης, ὡς εὑρήσομεν ἐν τῷ 'χ'.

Event Date: -1
§ A60.12  Akmonia: Ἀκμονία, πόλις Φρυγίας, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τρίτῳ περὶ Φρυγίας. κτίσαι δ´ αὐτὴν Ἄκμονα τὸν Μανέως. [τὸ ἐθνικὸν] Ἀκμονίτης λέγεται ἀπὸ τῆς Ἄκμονος γενικῆς. Ἀκμόνεια, ἀφ´ ἧς Ἀκμονειάτης. τοῦτο δέ μοι εἴρηται, ἐπειδὴ τὰ εἰς 'ευς' ἀπὸ τῆς 'ου' γενικῆς γίγνεται, Ἀλεξάνδρου Ἀλεξανδρεύς, ἢ ἀπὸ ἰσοσυλλάβου γενικῆς, Ἀπάμας Ἀπαμεύς Ὑρίας Ὑριεύς. ἔστι καὶ [ἄλλο] Ἀκμόνιον ἄλσος περὶ Θερμώδοντα, ὡς Φερεκύδης, ἐφ´ οὗ μιγεὶς Ἄρης τῇ Ἁρμονίᾳ τὰς Ἀμαζόνας ἔσχεν, ὡς Ἀπολλώνιος ἐν δευτέρῳ. ὅθεν δὲ κέκληται, εἰρήσεται ἐν τῷ περὶ Δοίαντος πεδίου. τὸ ἐθνικὸν ἀμφιδοξεῖται, καὶ Ἀκμονιεύς καὶ Ἀκμόνιος.

Event Date: -1
§ A61.4  Akonai: Ἀκόναι, πολίχνιον πλησίον Ἡρακλείας. λέγεται κατὰ περίφρασιν ὁ οἰκῶν τὰς Ἀκόνας. τὸ ἐθνικὸν Ἀκονίτης, τὸ θηλυκὸν Ἀκονῖτις. [οὕτω γάρ τις νῆσος διαφέρουσα μὲν τῷ πανευφήμῳ πατρικίῳ καὶ τὰ πάντα σοφωτάτῳ μαγίστρῳ Πέτρῳ, κειμένη δὲ καταντικρὺ τῆς εὐδαίμονος πόλεως Χαλκηδόνος.] ἐπικέκληται δὲ διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ πρὸς ἀκόνας πεποιημένων λίθων. λέγεται καὶ ἀκόνιτον δηλητήριον φάρμακον, ὡς Ἀθήναιος ἐν τρίτῳ δειπνοσοφιστῶν, ὅτι τοὺς προφαγόντας τὸ πήγανον μηδὲν πάσχειν ἐκ τοῦ ἀκονίτου. κληθῆναι δέ φασι διὰ τὸ φύεσθαι ἐν τόπῳ Ἀκόναις καλουμένῳ, ὄντι περὶ Ἡράκλειαν.

Event Date: -1
§ A61.15   Akontion: Ἀκόντιον, πόλις Ἀρκαδίας, ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ. τὸ ἐθνικὸν Ἀκοντιεύς, ὡς Δουλιχιεύς Σουνιεύς, καὶ Ἀκόντιος, ὡς Βυζάντιος καὶ Ἀνακτόριος.

Event Date: -1
§ A61.19   Akouteia: Ἀκούτεια, πόλις Ἰβηρίας, καθὰ Στράβων ἐν τῷ τρίτῳ. τὸ ἐθνικὸν Ἀκουιτανοί, ὡς αὐτός. ἔοικε δὲ τὸ 'ι' κατὰ πλεονασμὸν ἔχειν.

Event Date: -1
§ A62.3  Akra: Ἄκρα, Ἰαπυγίας πόλις, κατά τινας Ὑδροῦς λεγομένη. βʹ ἔστι καὶ ἑτέρα ἐν αὑτῇ ἔχουσα λιμένα Βρεντέσιον. ἔστι δὲ Ἰταλίας. γʹ .... ἐστὶ Συρακοσίων κτίσμα. δʹ Εὐβοίας. ϛʹ Σκυθίας. ζʹ Κύπρου. ηʹ Ἀκαρνανίας. τὸ ἐθνικὸν Ἀκραῖος καὶ τὸ θηλυκὸν Ἀκραία. θʹ ἔστιν Ἄκρα ὑπὲρ Ἀντιόχειαν τὴν περὶ τὴν Δάφνην. Ἀκραῗται δὲ οἱ ἐξ αὐτῆς ἐκαλοῦντο. ιʹ ἔστι καὶ πέραν τοῦ Τίγρητος Ἄκρα, Ἀρριανὸς ἑκκαιδεκάτῃ.

Event Date: -1
§ A62.1   Akragantes: Ἀκράγαντες, πόλεις πέντε. Σικελίας, ἀπὸ ποταμοῦ παραρρέοντος. φησὶ γὰρ Δοῦρις ὅτι αἱ πλεῖσται τῶν Σικελῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται, Συρακούσας Γέλαν Ἱμέραν Σελινοῦντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Καμικόν Ἁλικύας τε καὶ Θέρμον καὶ Καμαρῖναν, ὡς καὶ ἐν Ἰταλίᾳ. οἱ δὲ ἀπὸ Ἀκράγαντος τοῦ Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. ἔστι καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ Κύπρου καὶ Αἰτωλίας. Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων. τὸ ἐθνικὸν Ἀκραγαντῖνος, ὡς Ἰχανῖνος Ταραντῖνος, ὥς φησιν Ἡρωδιανός.

Event Date: -1
§ A63.10  Akraiphia: Ἀκραιφία, πόλις Βοιωτίας. οἱ δὲ Ἀκραίφιον, Παυσανίας δὲ [Ἀκραίφνιον] καὶ οὐδετέρως. ἦν δ´ ὑπὸ Ἀθάμαντος κτισθεῖσα ἢ ὑπὸ Ἀκραιφέως τοῦ Ἀπόλλωνος. καὶ ὄρος κληθῆναι ἀπὸ Πτώου παιδὸς αὐτοῦ καὶ Εὐξίππης, ἢ ὅτι Λητὼ ἐκεῖ βουλομένην τεκεῖν κάπρος ἐπιφανεὶς ἐπτόησε. τὸ ἐθνικὸν Ἀκραιφιαῖος καὶ Ἀκραίφιος (οὕτω γὰρ Ἀπόλλων τιμᾶται) καὶ [Ἀκραιφιεύς καὶ] Ἀκραιφιάς, ὡς Σουνιεύς Σουνιάς, καὶ Ἀκραιφὶς λίμνη. Ἔφορος δὲ καὶ Ἀκραιφνίους καὶ Ἀκραιφνιώτας. Θεόπομπος δὲ τὰ Ἀκραίφνια φησὶ καὶ τὸ ἐθνικὸν Ἀκραιφνιεύς.

Event Date: -1
§ A63.11   Akrilla: Ἄκριλλα, πόλις Σικελίας οὐ πόρρω Συρακουσῶν. τὸ ἐθνικὸν Ἀκριλλαῖος, ὡς Ἄγυλλα Ἀγυλλαῖος.

Event Date: -1
§ A63.13   Akrothooi: Ἀκρόθωοι, πόλις ἐπὶ τῆς ἄκρας τοῦ Ἄθω. τὸ ἐθνικὸν Ἀκρόθωος καὶ Ἀκροθωίτης. ἔστι δὲ [ὡς] παρὰ τὸ Κρῶς [πόλις δέ ἐστιν Ἀράβων] τὸ ἐθνικὸν Κρωίτης νομὸς διὰ τοῦ 'ω'.

Event Date: -1
§ A63.17   Akrokorinthos: Ἀκροκόρινθος, ἀρρενικόν. οἱ κατοικοῦντες Ἀκροκορίνθιοι. λέγεται δὲ καὶ Κόρινθος ἁπλῶς.

Event Date: -1
§ A63.19   Akrokyleia: Ἀκροκύλεια, κεῖται ἐν τῷ 'κ'.

Event Date: -1
§ A63.2   Akropolis: Ἀκρόπολις, πόλις Λιβύης. ἔστι δὲ καὶ Αἰτωλίας. ὁ πολίτης Ἀκροπολίτης. δύναται καὶ Ἀκροπολιεύς, ὡς Τετραπολιεύς.

Event Date: -1
§ A64.1   Akroreia: Ἀκρώρεια, ἄκρον ὄρους, ἐν ᾧ οἱ οἰκοῦντες Ἀκρωρεῖται. οὕτω δὲ παρὰ Σικυωνίοις ἐτιμᾶτο [ὁ Διόνυσος]. "ἐκαλεῖτο δὲ παρὰ μὲν Σικυωνίοις Ἀκρωρείτης, παρὰ δὲ Μεταποντίνοις Ἐρίφιος" Ἀπολλόδωρός φησιν.

Event Date: -1
§ A64.5  Akroreioi: Ἀκρώρειοι, πόλις Τριφυλίας. τὸ ἐθνικὸν ὁμόφωνον.

Event Date: -1
§ A64.6   Akte: Ἀκτή, οὕτως ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός. ἀνὴρ δὲ ἦν αὐτόχθων, ὡς Φαβωρῖνος, ὃς ἐβασίλευσεν ἐκεῖ καὶ ἀφ´ ἑαυτοῦ οὕτως τὴν χώραν ὠνόμασε καὶ τοὺς λαούς. Ἀπολλόδωρος δὲ τἀναντία φησίν "οὕτω γὰρ ἐκλήθη διὰ τὸ πολὺ μέρος αὐτῆς καθικνεῖσθαι εἰς θάλασσαν· τριγώνου γὰρ οὔσης αἱ συννεύουσαι ἐπὶ τὸ Σούνιον ἑκατέρωθεν δύο πλευραὶ παράλιοι τυγχάνουσι, δι´ ἃς τῶν ἐπὶ Κέκροπος φυλῶν τεττάρων οὐσῶν δύο προσηγόρευσαν Ἀκταίαν καὶ Παραλίαν". τὸ ἐθνικὸν Ἀκταῖος καὶ Ἀκταία καὶ Ἀκταιίς καὶ Ἀτθίς καὶ Ἀκτίτης, ἐξ οὗ τὸ Ἀκτίτου πέτρα ἐν τῇ τραγῳδίᾳ ἀντὶ τοῦ Ἀττικοῦ, ὡς αὐλή αὐλίτης. ἔστι καὶ "Ἄκτιος Αἰγεύς" ὡς Εὐφορίων Διονύσῳ. ἔστι καὶ Ἀκτιάς καὶ τὸ Ἄκτιον, ἀφ´ οὗ τὸ Ἀκτιώτης, ὡς Πηλιώτης Ζεφυριώτης. ἄμεινον δὲ τοῦτο εἶναι ἀπὸ τοῦ Ἀκτία τοῦ δηλοῦντος τήν τε χώραν καὶ τὴν γυναῖκα, ὡς Πελασγία Πελασγιώτης. ἔστι καὶ Ἀττικός καὶ Ἀττική κατὰ τροπὴν διὰ τὴν εὐφωνίαν. ἔστι καὶ Ἀκτή Μαγνησίας, ἀφ´ ἧς Ἄκτιος καὶ Ἐπάκτιος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἑτέρα Ἀκαρνανίας, ἧς μέμνηται Δημάγητος. ἔστι καὶ Πελοποννήσου, ὡς Θουκυδίδης, καὶ ἄλλη ἐν Βοσπόρῳ, καὶ εʹ ἐν Ἰωνίᾳ. Δημήτριος δὲ τῆς σημαντικῆς τοῦ αἰγιαλοῦ καὶ τῆς περὶ τὸν Ἄθω χώρας μόνον ἐμνημόνευσεν.

Event Date: -1
§ A65.3   Aktion: Ἄκτιον, πόλις Ἀκαρνάνων, ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου ἀρξαμένοις. ἐν ταύτῃ Ἀπόλλωνος γυμνικὸς ἀγὼν καὶ ἱππικὸς καὶ πλοίων ἅμιλλα διὰ τριετηρίδος ἦν. ὁμωνύμως δὲ λέγεται καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ ἡ ἄκρα ἡ ποιοῦσα τὸ στόμα τοῦ κόλπου καὶ ἡ πόλις καὶ ὁ Ἀπόλλων καὶ ὁ πολίτης. λέγεται καὶ Ἀκταῖος Ἀπόλλων καὶ Ἀκτιακός. λέγεται [καὶ Ἀκταιώτης] καὶ Ἀκταιῶτις θηλυκόν. Ἀρκάδιος δ´ ἐν τῇ ὀρθογραφίᾳ φησίν "Ἀκτία καὶ ἡ πόλις καὶ ἡ ἑορτή". ἀλλ´ ἡ μὲν ἑορτὴ βαρύνεται, τὰ Ἄκτια, ἡ δὲ πόλις λέγεται οὐδετέρως, τὸ Ἄκτιον.

Event Date: -1
§ A65.13   Akyleia: Ἀκυληία, πόλις Ἰταλίας. Στράβων. τὸ ἐθνικὸν Ἀκυλήιος, ὡς Μεσσαπία Μεσσάπιος Λευτερνία Λευτέρνιος καὶ Λυκία Λύκιος. λέγεται καὶ Ἀκύλεια. ἔστι καὶ Ἀκυλήιος κόλπος. λέγεται καὶ Ἀκυλεήσιος Ἰταλικῷ τύπῳ.

Event Date: -1
§ A65.17   Akylina: Ἀκυλῖνα, πόλις Ἰλλυρική. Θεόπομπος. τὸ ἐθνικὸν Ἀκυλιναῖος, ὡς Κωνσταντιναῖος ἀπὸ τοῦ Κωνσταντῖνα.

Event Date: -1
§ A65.19   Akytania: Ἀκυτανία, ἐπαρχία τῆς Κελτογαλατίας, μία τῶν τεσσάρων. Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς.

Event Date: -1
§ A66.1   Akytos: Ἄκυτος, νῆσος περὶ Κυδωνίαν τῆς Κρήτης. ὁ νησιώτης Ἀκύτιος.

Event Date: -1
§ A66.3   Akyphas: Ἀκύφας, πόλις μία τῆς Δωρικῆς τετραπόλεως, ὡς Θεόπομπος.

Event Date: -1
§ A66.5   Akchenoi: Ἀκχηνοί, ἔθνος Ἀράβιον, ὡς Οὐράνιός φησι τετάρτῃ, ἐπὶ τῷ αὐχένι τῆς Ἐρυθρᾶς θαλάσσης.

Event Date: -1
§ A66.7   Alabanda: Ἀλάβανδα, πόλις Καρίας, ἥ ποτε Ἀντιόχεια. ἐκλήθη δὲ ἀπὸ Ἀλαβάνδου, τοῦ εὐίππου, ὡς Χάραξ. ἔστι καὶ ἑτέρα πόλις Καρίας εὐτυχεστάτη ἀφ´ ἧς ἡ παροιμία "Ἀλάβανδα Καρῶν εὐτυχεστάτη [πόλις]". κτίσμα δὲ Καρὸς ἦν, ἀπὸ τοῦ παιδὸς αὐτοῦ κληθεῖσα τοῦ γεννηθέντος ἀπὸ Καλλιρρόης τῆς Μαιάνδρου, μετὰ νίκην ἱππομαχικήν, καὶ κληθέντος Ἀλαβάνδου, ὅ ἐστι κατὰ τὴν Καρῶν φωνὴν ἱππόνικος. ἄλα γὰρ τὸν ἵππον, βάνδα δὲ τὴν νίκην καλοῦσιν. [ἔνθεν καὶ παρὰ Ῥωμαίοις βάνδον τὴν νίκην φασίν.] ὁ πολίτης Ἀλαβανδεύς οὕτως ἀναγράφεται. λέγεται καὶ κτητικὸν Ἀλαβανδιακός καὶ Ἀλαβανδιακὸν σύγγραμμα, ἐξ οὗ καὶ Ἀλαβανδιακὸς σολοικισμός, ὡς Φιλόξενος τὴν Ὀδύσσειαν ἐξηγούμενος, ὅταν ἡ μή ἀπαγόρευσις ἀντὶ τῆς οὐ κεῖται, ὡς τὸ "μὴ δι´ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων".

Event Date: -1
§ A66.21   Alabastra: Ἀλάβαστρα, πόλις Φρυγίας. Ἡρόδοτος. ἐν ταύτῃ λίθος διάσημος, ὥς φησι Νικάνωρ. τὸ ἐθνικὸν Ἀλαβαστρίτης ὡς Ἀβδηρίτης.

Event Date: -1
§ A67.3   Alabourion: Ἀλαβούριον, πόλις Συρίας. Χάραξ ὀγδόῃ χρονικῶν. τὸ ἐθνικὸν Ἀλαβούριος.

Event Date: -1
§ A67.5  Alabon: Ἀλαβών, πόλις [Σικελίας] καὶ ποταμός, ὡς Δημήτριος ἐν συνωνύμοις. κλίνεται Ἀλαβῶνος. τὸ ἐθνικὸν Ἀλαβώνιος ὡς Κολοφώνιος.

Event Date: -1
§ A67.8   Alazon: Ἀλαζών, ἔθνος ὅμορον τοῖς Σκύθαις. ὀξύνεται διὰ τὸ ἐπιθετικὸν καὶ φυλάττει τὸ 'ω' πρὸς ἀντιδιαστολήν.

Event Date: -1
§ A68.1  Halai Araphenides and Halai Aixonides: Ἁλαὶ Ἀραφηνίδες καὶ Ἁλαὶ Αἰξωνίδες, δῆμοι, ὁ μὲν τῆς Αἰγηίδος, ὁ δ´ Αἰξωνεὺς τῆς Κεκροπίας φυλῆς. ἑκατέρου ὁ δημότης ἄνευ τοῦ 'ι' Ἁλαεύς, καὶ Ἁλῆθεν καὶ Ἁλῆσι καὶ Ἁλήνδε. "Ξενόφαντος [Ἁλῆθεν] εἶπε". Τρύφων δ´ ἐν παρωνύμοις "Ἁλαῖος τρισυλλάβως καὶ Ἁλαιαῖος τετρασυλλάβως ... ὡς Ληναῖος Ληναιεύς, Κρηταῖος Κρηταιεύς". ἀλλ´ ἐν τοῖς ἑξῆς κατ´ ἔθος Ἀττικὸν ἔνδειάν φησι τοῦ 'ι'. ἔστι δὲ ὁ δῆμος τῆς Ἀραφηνίδος μεταξὺ Φηγέως τοῦ πρὸς Μαραθῶνι καὶ Βραυρῶνος, αἱ δ´ Αἰξωνίδες ἐγγὺς τοῦ ἄστεος. ἔστι καὶ λίμνη ἐκ θαλάσσης. "δασύνεται δὲ τὸ Ἁλαί, ὡς καὶ ἐν τῷ δράματι Μενάνδρου ἀπὸ τοῦ Ἀραφηνίσιν Ἁλαῖς διακεῖσθαι τὰ πράγματα, ὅς ἐστι τόπος Ἀττικῆς".

Event Date: -1
§ A68.5   Halai: Ἁλαί, πόλισμα Βοιωτίας, Παυσανίας ἐνάτῳ. καὶ ἡ πρόσχωρος τῇ Ἀργείᾳ οὕτως Ἁλή λέγεται ὀξυτόνως. ἔστι καὶ ἑτέρα καταντίον Μάσητος. καὶ τῆς Κιλικίας δὲ πόλις πληθυντικῶς λεγομένη Ἁλαί. ἀπὸ δὲ τούτου Ἁλήιον πεδίον. [Ἁλαί] τὸ ἐθνικὸν Ἁλεύς, ἀφ´ οὗ τὸ Ἁλήιος. ἔστι καὶ Ἁλικός κτητικὸν [τῆς] Κιλικίας, καὶ Ἁλική ἡ χώρα, καὶ χωρίον Ἁλικόν πρὸς τῇ Αὐγούστᾳ, καὶ ὄρος ὁμώνυμον.

Event Date: -1
§ A68.12   Alalkomenion: Ἀλαλκομένιον, πόλις Βοιωτίας, ἀπὸ τοῦ Ἀλαλκομενέως, ὃς καὶ ἵδρυσε τὴν Ἀθηνᾶν Ἀλαλκομενηίδα. οὐ γὰρ παρὰ τὸ ἀλαλκεῖν, ὡς Ἀρίσταρχος· ἦν γὰρ ἂν καὶ Ἀλαλκηίς· ἀλλ´ ὡς Θησεύς Θησηίς, οὕτως Ἀλαλκομενεύς Ἀλαλκομενηίς, ὥσπερ καὶ Βρισεύς Βρισηίς καὶ Νηρεύς Νηρηίς. "ἐκ τοῦ Ἀλαλκομενέως δὲ καὶ Ἀθηναίδος τῆς Ἱπποβότου Γλαύκωπος, ἀφ´ οὗ τὸ Γλαυκώπιον καὶ Γλαυκῶπις. καὶ Ζεὺς Πολιεύς καὶ Ἀθηνᾶ Πολιάς". τὸ ἐθνικὸν Ἀλαλκομενιεύς καὶ Ἀλαλκομένιος, καὶ Ἀλαλκομενία ἡ Ἀθηνᾶ ἐκεῖ τιμᾶται. τοῦ δ´ Ἀλαλκομεναί Ἀλαλκομεναῖος.

Event Date: -1
§ A69.3   Alamanoi: Ἀλαμανοί, ἔθνος Γερμανοῖς πρόσχωρον.

Event Date: -1
§ A69.4   Alanos: Ἀλανός, ὄρος Σαρματίας.

Event Date: -1
§ A69.5   Alarodioi: Ἀλαρόδιοι, ἔθνος περὶ τὸν Πόντον, ὡς Ἡρόδοτός φησιν.

Event Date: -1
§ A69.7  Alba: Ἄλβα, πόλις Ἰταλίας, ἣν ἔκτισαν οἱ ἀπὸ τοῦ Λαυινίου Λατῖνοι, Τρῶες ὄντες. ἔστι δ´ ἡ Ἄλβα καθ´ Ἑλλάδα λευκή. κλίνεται δὲ Ἄλβας, ὡς Χάραξ. ἔστι καὶ ποταμὸς Ἄλβας, ὁ νῦν λεγόμενος Τίβερις, Τιβερίνου τοῦ βασιλέως ἐν αὐτῷ θανόντος. λέγεται καὶ Ἄλβη. ὁ πολίτης Ἀλβανός, ὡς καὶ οἶνος Ἀλβανὸς ἡδύς τε καὶ καλός. λέγεται καὶ Ἀλβανὸς ἐν Ἰταλίᾳ τόπος ἐν ᾧ ἱεροποιίαι ἐγένοντο, καὶ λίμνη Ἀλβανίς. ἔστι καὶ Ἄλβη πόλις Κρήτης, τὸ ἐθνικὸν Ἀλβαῖος ὡς Θηβαῖος.

Event Date: -1
§ A69.15  Albania: Ἀλβανία, χώρα πρὸς τοῖς ἀνατολικοῖς Ἴβηρσιν.

Event Date: -1
§ A69.16  Albion: Ἀλβίων, νῆσος Πρεττανική, Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς. τὸ ἐθνικὸν Ἀλβιώνιος.

Event Date: -1
§ A69.18  Algidos: Ἄλγιδος, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ἀλγίδιος ὡς Τενέδιος Ἀράδιος.

Event Date: -1
§ A69.2  Alea: Ἀλέα, πόλις Ἀρκαδίας, Θεόπομπος πεντηκοστῇ ἕκτῃ. ἔστι καὶ Θετταλίας. καὶ ἄλλη Καρπητανῶν ἔθνους Κελτικοῦ. ὁ πολίτης Ἀλεός ὁμοφώνως τῷ οἰκιστῇ ὡς Δάρδανος Δαναός. ἔστι καὶ ἄλλο ἐθνικὸν Ἀλεάτης ὡς τῆς Τεγέας Τεγεάτης. Ἡρωδιανὸς δέ φησιν "ἀλέα ἐπὶ τῆς θερμασίας καὶ ὁπότε δηλοῖ τὴν φυγὴν βαρύνεται, ἐπὶ δὲ τῆς Ἀθηνᾶς ὀξύνεται". ἐχρῆν δὲ καὶ τοῦτο βαρύνειν. ἀπὸ τοῦ Ἀλεοῦ λέγεται καὶ Ἀλεαῖος.

Event Date: -1
§ A70.8   Alexandreia: Ἀλεξάνδρειαι, πόλεις ὀκτωκαίδεκα. πρώτη ἡ Αἰγυπτία ἤτοι Λίβυσσα, ὡς οἱ πολλοί, ἀπὸ Ἀλεξάνδρου τοῦ Φιλίππου. Ἰάσων δὲ ὁ τὸν βίον τῆς Ἑλλάδος γράψας ἐν δʹ βιβλίῳ φησί "τὸν μὲν οὖν τόπον τῆς πόλεως ὄναρ ἐχρησμοδοτήθη οὕτως νῆσος ἔπειτά τις ἐστὶ πολυκλύστῳ ἐνὶ πόντῳ, Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσιν. ἐκέλευσε δὲ διαγράφειν τὸ σχῆμα τοὺς ἀρχιτέκτονας· οὐκ ἔχοντες δὲ λευκὴν γῆν ἀλφίτοις διέγραφον, ὄρνιθες δὲ καταπτάντες τὰ ἄλφιτα αἴφνης διήρπασαν· ταραχθεὶς οὖν Ἀλέξανδρος, οἱ μάντεις θαρρεῖν ἔλεγον· πάντων γὰρ τὴν πόλιν τροφὸν γενήσεσθαι". ταῦτα καὶ Ἀρριανός. ἐκλήθη δὲ Ῥακῶτις καὶ Φάρος καὶ Λεοντόπολις, διὰ τὸ τὴν τῆς Ὀλυμπιάδος γαστέρα ἐσφραγίσθαι λέοντος εἰκόνι. ἐλέγετο δὲ κατ´ ἐξοχὴν πόλις καὶ πολῖται ἐξ αὐτοῦ, ὡς ἄστυ αἱ Ἀθῆναι καὶ ἀστοί καὶ ἀστικοί οἱ Ἀθηναῖοι [ὡς καὶ ἐπὶ Ῥώμης λέγεται οὔρψ]. ἐκλήθη δὲ ἐπὶ τῶν Ῥωμαϊκῶν Σεβαστή καὶ Ἰουλία καὶ Κλαυδία καὶ Δομετιανή καὶ Ἀλεξεντηρία. τῷ δὲ συνοικισμῷ τριακοντατεσσάρων ἐστὶ σταδίων τὸ μῆκος, ὀκτὼ δὲ τὸ πλάτος, ἡ δὲ ὅλη περίμετρος σταδίων ἑκατὸν δέκα. δευτέρα ἐστὶ πόλις Τροίας, ἐν ᾗ ἐγένετο Ἡγήμων ἐποποιός, ὃς ἔγραψε τὸν Λευκτρικὸν πόλεμον τῶν Θηβαίων καὶ Λακεδαιμονίων. περὶ ἧς Δημοσθένης ἐν τετάρτῳ Βιθυνιακῶν. τρίτη Θρᾴκης πρὸς τῇ Μακεδονίᾳ, ἣν ἔκτισε πρὸ τῆς μεγάλης Ἀλεξανδρείας ἑπτακαίδεκα ὢν ἐτῶν. τετάρτη πόλις Ὠριτῶν, ἔθνους Ἰχθυοφάγων, κατὰ τὸν περίπλουν τῆς Ἰνδικῆς. πέμπτη ἐν τῇ Ὠπιανῇ, κατὰ τὴν Ἰνδικήν. ἕκτη πάλιν Ἰνδικῆς. ἑβδόμη ἐν Ἀρίοις, ἔθνει Παρθυαίων κατὰ τὴν Ἰνδικήν. ὀγδόη τῆς Κιλικίας. ἐνάτη ἐν Κύπρῳ. δεκάτη πρὸς τῷ Λάτμῳ τῆς Καρίας, ἐν ᾗ Ἀδώνιον ἦν ἔχον Πραξιτέλους Ἀφροδίτην. ἑνδεκάτη κατὰ Βάκτρα. δωδεκάτη ἐν Ἀραχώτοις. τρισκαιδεκάτη ἐν Μακαρήνῃ, ἣν παραρρεῖ ποταμὸς Μαξάτης. τεσσαρεσκαιδεκάτη παρὰ Σωριανοῖς, Ἰνδικῷ ἔθνει. πεντεκαιδεκάτη παρὰ τοῖς Ἀραχώτοις, ὁμοροῦσα τῇ Ἰνδικῇ. ἑκκαιδεκάτη κατὰ τὸν Μέλανα κόλπον. ἑπτακαιδεκάτη ἐν τῇ Σογδιανῇ παρὰ Παροπαμισάδαις. ὀκτωκαιδεκάτη ἐπὶ τοῦ Τανάιδος αὐτοῦ κτίσμα, ὡς ἐν τῷ τρίτῳ Πτολεμαῖος ἀποφαίνεται. ἔστι καὶ τόπος ἐν τῇ Ἴδῃ τῇ Τρωικῇ Ἀλεξάνδρεια λεγόμενος, ἐν ᾧ φασι τὸν Πάριν διακρῖναι τὰς θεάς, ὡς Τιμοσθένης. τὸ ἐθνικὸν Ἀλεξανδρεύς ἐκ τῆς Ἀλεξάνδρου γενικῆς. τὸ θηλυκόν, ὡς ἀπὸ τοῦ Σινωπεύς Σινωπίς, οὕτως ἀπὸ τοῦ Ἀλεξανδρεύς Ἀλεξανδρίς. Δίδυμος δὲ παρατίθεται χρῆσιν ἐξ Ἐρατοσθένους τοῦ Ἀλεξανδρίτης. Φαβωρῖνος δὲ ἐν τῷ περὶ Κυρηναϊκῆς πόλεως Ἀλεξανδρειώτην φησὶ παρὰ τὴν ... Ἀλεξανδρειανός, ὡς Μύρλεια Μυρλειανός, Ἡράκλεια Ἡρακλειανός. λέγεται καὶ Ἀλεξάνδρειος κτητικόν. Νικάνωρ δὲ ὁ Ἑρμείου ἐν τῇ περὶ Ἀλεξανδρείας πρώτῃ ταῦτα πάντα κυροῖ, καὶ τὸ Ἀλεξανδρῖνος καὶ τὸ Ἀλεξανδρίνης, οὐ μέντοι τὸ Ἀλεξανδρεώτης. ἔστι καὶ ἀλεξάνδρεια βοτάνη καὶ φυτόν, παρ´ ἄλλοις δὲ ἀλεξάνδρα, ἐξ ἧς ἐστέφετο Ἀλέξανδρος ἐν τοῖς ἀγῶσι. τινὲς δὲ δανάην αὐτὴν καλοῦσιν, οἱ δὲ χαμαιδάφνην, οἱ δὲ ἐπιφυλλάκανθον ἢ φυλλόκαρπον.

Event Date: -1
§ A72.17   Alesion: Ἀλήσιον, τῆς Ἤλιδος "πέτρης τ´ Ὠλενίης καὶ Ἀλησίου". ἀπὸ Ἀλησίου τοῦ Σκιλλοῦντος υἱοῦ. οὗτος δ´ ἦν τῶν Ἱπποδαμείας μνηστήρων. οἱ δὲ Γαργηττοῦ υἱόν, ἕνα τῶν μετὰ Πέλοπος ἀφικομένων. τὸ ἐθνικὸν Ἀλησιεύς ὡς Βουπρασιεύς. ἔστι καὶ Ἀλήσιον πεδίον τῆς Ἠπείρου, ὡς πηγνυμένου ἐκεῖ πολλοῦ ἁλός. ὁ δὲ Εὐφορίων "οὐ γὰρ Ἀλήσιοί ἐστε" φησίν.

Event Date: -1
§ A73.3  Althaia: Ἀλθαία, πόλις Ὀλκάδων. οἱ δὲ Ὀλκάδες ἔθνος Ἰβηρίας, πλησιόχωροι Καρχηδόνος, ἣν ἐκάλουν καὶ καινὴν πόλιν. τὸ ἐθνικὸν Ἀλθαῖος ὡς Αἰαῖος, ἢ Ἀλθαιάτης ἢ Ἀλθαιανός. εὕρομεν δὲ ἐν ταῖς συγγραφαῖς Δημητρίου Ἀλθαιέα.

Event Date: -1
§ A73.7  Haliartos: Ἁλίαρτος, πόλις Βοιωτίας, ἀρσενικῶς. Ὅμηρος "ποιήενθ´ Ἁλίαρτον". λέγεται δὲ κτισθῆναι ὑπὸ Ἁλιάρτου τοῦ Θερσάνδρου. τὸ ἐθνικὸν Ἁλιάρτιος ὡς Βοιώτιος. Ἀρμενίδας δ´ ἐν τῷ 'ρ' Ἀρίαρτόν φησι.

Event Date: -1
§ A73.11   Halieis: Ἁλιεῖς, πόλις Ἀργολικῆς παραθαλασσία. τὸ ἐθνικὸν ὁμοίως, ὡς ἀπὸ τοῦ Ἁλιεύς. Ἔφορος ἐν τῷ ἕκτῳ ὅτι Τιρύνθιοί εἰσιν οὗτοι καὶ ἐξαναστάντες ἐβουλεύοντο οἰκεῖν τινα τόπον καὶ ἠρώτων τὸν θεόν. ἔχρησε δὲ οὕτως "ποῖ τυ λαβὼν καὶ ποῖ τυ καθίξω καὶ ποῖ τυ οἴκησιν ἔχων ἁλιέα τε κεκλῆσθαι". ἐλέγοντο δ´ οὕτως διὰ τὸ πολλοὺς τῶν Ἑρμιονέων ἁλιευομένους κατὰ τοῦτο τὸ μέρος οἰκεῖν τῆς χώρας. τὸ θηλυκὸν Ἁλιάς. καὶ Ἁλικός τὸ κτητικόν.

Event Date: -1
§ A74.1  Halizones: Ἁλιζῶνες, ἔθνος. Ὅμηρος "αὐτὰρ Ἁλιζώνων". Ἔφορος οἰκῆσαί φησι τοὺς Ἁλιζῶνας τὴν παραλίαν τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας κειμένην. ἴσως δὲ διὰ τὸ ὑπερήφανον τοῦ πλούτου κατ´ ἐναλλαγὴν τοῦ 'α' εἰς 'ι' οὕτως ὠνομάσθησαν.

Event Date: -1
§ A74.6   Halikarnassos: Ἁλικαρνασσός, πόλις Καρίας .... Ἄνθης, φασίν, ... ἀπὸ τοῦ ἁλὶ περιέχεσθαι τὴν Καρίαν. αὐτὸς δὲ ὁ Ἄνθης ἐκ Τροιζῆνος μετῴκησε, λαβὼν τὴν Δύμαιναν φυλήν, ὡς Καλλίμαχος. ἢ ἀπὸ τοῦ νάσασθαι αὐτὸν ἀπὸ Τροιζῆνος, ὡς Ἀπολλόδωρος. ἐκαλεῖτο δὲ Ἰσθμός καὶ Ζεφύριον, ὡς Φίλων, καὶ Ζεφυρία. λέγεται ἀρσενικῶς. ὁ πολίτης Ἁλικαρνασσεύς ὡς Ἀψυρτεύς, Ἀνδροτίων δ´ ἐν τρίτῃ Ἀτθίδος Ἁλικαρνάσσιος φησί. καὶ Ἁλικαρνασσίς θηλυκόν, καὶ Ἁλικαρνασσοῖ τὸ τοπικόν, καὶ ἐκ τόπου Ἁλικαρνασσόθεν.

Event Date: -1
§ A74.15   Halikyai: Ἁλικύαι, πόλις Σικελίας. Θεόπομπος. μεταξὺ κειμένη Ἐντέλλης καὶ Λιλυβαίου. τὸ ἐθνικὸν Ἁλικυαῖος καὶ Ἁλικυαία.

Event Date: -1
§ A74.17   Halikyrna: Ἁλίκυρνα, κώμη Ἀκαρνανίας. Στράβων. ὁ οἰκήτωρ Ἁλικυρναῖος, ὥσπερ Μηκύβερνα Μηκυβερναῖος.

Event Date: -1
§ A74.19   Halimous: Ἁλιμοῦς, δῆμος τῆς Λεοντίδος φυλῆς. Καλλίμαχος δὲ πόλιν ἡγεῖται. ὁ δημότης Ἁλιμούσιος. τὰ τοπικὰ Ἁλιμουντόθεν Ἁλιμοῦντάδε Ἁλιμοῦντι.

Event Date: -1
§ A75.3  Alinda: Ἄλινδα, πόλις Καρίας, ὡς Πολυίστωρ. ὁ πολίτης Ἀλινδεύς.

Event Date: -1
§ A75.5   Alimala: Ἀλίμαλα, χωρίον Λυκίας. Καπίτων ἐν Ἰσαυρικῶν δευτέρῳ. οἱ ἐνοικοῦντες Ἀλιμαλεῖς.

Event Date: -1
§ A75.7   Alindoia: Ἀλίνδοια, πόλις Μακεδονίας, ὡς Βέροια. τὸ ἐθνικὸν Ἀλινδοιαῖος ὡς Βεροιαῖος.

Event Date: -1
§ A75.9   Halisarna: Ἁλίσαρνα, πόλις τῆς Τρωάδος χώρας, Θεόπομπος. τὸ ἐθνικὸν ὁ αὐτὸς Ἁλισαρναῖος.

Event Date: -1
§ A75.11  Aliphera: Ἀλίφηρα, πόλις Ἀρκαδίας, ἀπὸ Λυκάονας παιδὸς Ἀλιφήρου. ὁ πολίτης Ἀλιφηρεύς. εὕρηται ἡ παραλήγουσα διὰ διφθόγγου.

Event Date: -1
§ A75.14   Alkomenai: Ἀλκομεναί, πόλις ἐν Ἰθάκῃ τῇ νήσῳ, ἀφ´ ἧς Ἀλκομενεὺς ὁ Ὀδυσσεύς. ἔστι καὶ τῆς Ἰλλυρίας πόλις. ὁ πολίτης ἀμφοτέρων Ἀλκομενεύς καὶ τὸ θηλυκὸν Ἀλκομένεια.

Event Date: -1
§ A75.17  Allalia: Ἀλλαλία, πόλις ἐν Κύρνῳ τῇ νήσῳ, κτίσμα Φωκαέων, ὡς Ἡρόδοτος. τὸ ἐθνικὸν Ἀλλαλιαῖος.

Event Date: -1
§ A76.1  Allante: Ἀλλάντη, πόλις Μακεδονίας καὶ Ἀρκαδίας. Θεόπομπος δ´ ἐν πρώτῳ Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπε. τὸ ἐθνικὸν Ἀλλάντιος ὡς Παλλάντιος.

Event Date: -1
§ A76.4  Allaria: Ἀλλαρία, πόλις τῆς Κρήτης, Πολύβιος τρισκαιδεκάτῃ. τὸ ἐθνικὸν Ἀλλαριάτης, ὡς αὐτός φησιν.

Event Date: -1
§ A76.6   Allobryges: Ἀλλόβρυγες, ἔθνος δυνατώτατον Γαλατικόν, ὡς Ἀπολλόδωρος. Πολύβιος δὲ διὰ τοῦ 'ι' αὐτοὺς καλεῖ Ἀλλόβριγας, Χάραξ δὲ διὰ τοῦ 'ο' μικροῦ Ἀλλόβρογας, οἱ πλείους δὲ διὰ τοῦ 'ι'. ὁ δὲ τεχνικός "Ἀλλόβροξ, ἔθνος Γαλατικόν".

Event Date: -1
§ A76.10   Almene: Ἀλμήνη, πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ, ὡς Ἀρριανός. τὸ ἐθνικὸν Ἀλμήνιος ὡς Παλλήνιος, ἢ Ἀλμηνίτης ὡς Σινωπίτης.

Event Date: -1
§ A76.13  Almos: Ἄλμος, πόλις Βοιωτίας, ὡς Ἑλλάνικος· καὶ Σάλμον αὐτήν φησι κακῶς. τὸ ἐθνικὸν ἀπὸ τῆς Ἄλμωνος γενικῆς Ἀλμώνιος καὶ Ἀλμωνία.

Event Date: -1
§ A76.16   Almopia: Ἀλμωπία, χώρα τῆς Μακεδονίας, ἣν ᾤκουν Ἄλμωπες. Λυκόφρων "ἐκ δ´ Ἀλμωπίας παλιμπλανήτην δέξεται Τυρσηνία" περὶ Αἰνείου λέγων. ἐκλήθη δὲ ἀπὸ Ἄλμωπος γίγαντος. τὸ ἐθνικὸν Ἄλμωψ καὶ Ἀλμώπιος καὶ Ἀλμωπία. ἀπὸ Ἄλμωπος τοῦ Ποσειδῶνος καὶ Ἕλλης τῆς Ἀθάμαντος.

Event Date: -1
§ A77.4   Halonnesos: Ἁλόννησος, περὶ ἧς Φίλιππος καὶ Ἀθηναῖοι διεφέροντο. τὸ ἐθνικὸν Ἁλοννήσιος ὡς Προκοννήσιος, καὶ Ἁλοννησίτης ὡς Χερρονησίτης. ἔστι καὶ ἑτέρα τῆς Ἰωνίας. τὸ ἐθνικὸν ταὐτόν.

Event Date: -1
§ A77.8  Alope: Ἀλόπη, πόλις Θεσσαλίας, ἀπὸ Ἀλόπης τῆς Κερκυόνος ὡς Φερεκύδης, ἢ τῆς Ἄκτορος ὡς Φίλων. ἔστι δὲ μεταξὺ Λαρίσσης τῆς Κρεμαστῆς καὶ Ἐχίνου. δευτέρα ἐστὶ καὶ τῆς Ἀττικῆς Ἀλόπη. τρίτη Πόντου, ἀφ´ ἧς Πενθεσίλεια. τετάρτη περὶ Εὔβοιαν. πέμπτη περὶ Δελφούς. ἕκτη περὶ Λοκρίδα. Ὅμηρος τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας παράλιόν φησιν "ἐλθόντ´ ἐξ Ἀλόπης, ὅθ´ Ἀμαζονίδων γένος ἐστίν". ὁ πολίτης κατὰ τέχνην Ἀλοπίτης. ἔστι δὲ καὶ Ἀλοπεύς.

Event Date: -1
§ A77.16  Alos: Ἄλος, πόλις Ἀχαΐας. καὶ Φθιώτιδος ὑπὸ τῷ πέρατι τῆς Ὄθρυος. ἀπέχει δὲ Ἴτωνος ὡς ἑξήκοντα σταδίους. κτίσαι δ´ αὐτὴν Ἀθάμαντα ἀπὸ τῆς συμβάσης αὐτῷ ἄλης. Θέων δέ φησιν ὅτι Ἄλος θεράπαινα ἦν Ἀθάμαντος ἡ μηνύσασα τὴν Ἰνὼ φρύγειν τὰ σπέρματα, ἧς εἰς τιμὴν τὴν πόλιν ὠνόμασε. δύο δὲ Παρμενίσκος Ἄλους ἱστορεῖ, τὸν μὲν Μαλιακὸν ὑπὸ Ἀχιλλεῖ, τὸν δὲ ὑπὸ Πρωτεσιλάῳ. λέγεται δὲ καὶ ἀρσενικῶς καὶ θηλυκῶς. τὸ ἐθνικὸν Ἀλεύς, Σοφοκλῆς δὲ Ἀλουσίους, τινὲς δὲ τῶν γλωσσογράφων Ἀλίους.

Event Date: -1
§ A78.8  Alpeia: Ἄλπεια, ἠιὼν πρὸς ἄρκτον τῆς Τυρρηνίδος καὶ Ἰονίας θαλάσσης. οἱ κατοικοῦντες Ἄλπειοι. καὶ Ἄλπεις καὶ Ἄλπεια ὄρη καὶ Ἄλβια. διχῆ γὰρ ἡ γραφή, καὶ διὰ τοῦ 'π' καὶ διὰ τοῦ 'β'. καὶ Ἀλβία ἡ χώρα διὰ τοῦ 'β'.

Event Date: -1
§ A78.12   Alpenoi: Ἀλπηνοί, κώμη πλησίον Θερμοπυλῶν. Ἡρόδοτος. ἔστι καὶ μητρόπολις Λοκρῶν. τὸ ἐθνικὸν ὁμοίως Ἀλπηνοί.

Event Date: -1
§ A78.14   Alponos: Ἄλπωνος, πόλις καὶ ὄρος ἐν Μακεδονίᾳ, ὡς Εὐφορίων. ὁ πολίτης Ἀλπώνιος, ἡ χώρα καὶ ἡ γυνὴ Ἀλπωνία. τινὲς δὲ Θετταλίας αὐτήν φασιν. ἔστι καὶ ἄλλη Λοκρῶν τῶν Ἐπικνημιδίων, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας.

Event Date: -1
§ A78.18   Altos: Ἄλτος, χωρίον πλησίον Θεσσαλονίκης, ὡς Θεαγένης ἐν Μακεδονικοῖς. τὸ ἐθνικὸν Ἄλτιος.

Event Date: -1
§ A79.1   Alyatta: Ἀλύαττα, χωρίον Βιθυνίας, ἀπὸ Ἀλυάττου κρατήσαντος τὸν τόπον. ὁ οἰκήτωρ Ἀλυαττηνός.

Event Date: -1
§ A79.3  Alybas: Ἀλύβας, τοῦτον οἱ μὲν Μεταπόντιον ἤκουσαν τῆς Ἰταλίας, τινὲς δὲ Θρᾴκης πόλιν, ὡς Ὅμηρος. τὸ ἐθνικὸν Ἀλυβάντιος.

Event Date: -1
§ A79.6   Alybe: Ἀλύβη, τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. παρὰ ταύτην ἐλθεῖν Ῥέα λέγεται Δία φέρουσα νεογνόν. οἱ ταύτην οἰκοῦντες Ἄλυβες, ἀντὶ τῶν ἀργυρείων μετάλλων σιδηρᾶ ἔχοντες. οἱ νῦν Χαλδαῖοι, ὡς Στράβων. ἔστι καὶ Ἀλυβεύς καὶ Ἀλυβηίς. Εὐφορίων ἐν Ἀραῖς ἢ Ποτηριοκλέπτῃ "ὅστις μεὺ κελέβην Ἀλυβηίδα μοῦνος ἀπηύρα" τουτέστι τὴν ἀργυρᾶν, διὰ τὰ μέταλλα. Ἑλλάνικος δέ φησι λίμνην εἶναι Ποντικήν. τὸ ἐθνικὸν Ἀλυβαῖος.

Event Date: -1
§ A79.14  Alyzeia: Ἀλύζεια, πόλις Ἀκαρνανίας, ἀπὸ τοῦ παιδὸς Ἰκαρίου κληθεῖσα Ἀλύζου. τὸ ἐθνικὸν Ἀλυζεύς καὶ Ἀλυζαῖος.

Event Date: -1
§ A79.16   Alykos: Ἄλυκος, πόλις Πελοποννήσου. "εἰς Ἀσίνην Ἄλυκόν τε καὶ ἂμ πόλιν Ἑρμιονήων" Καλλίμαχος. τὸ ἐθνικὸν Ἀλύκιος.

Event Date: -1
§ A79.18   Alychme: Ἀλύχμη, ... ἐν ᾗ τιμᾶται Ἀλύχμιος Ἑρμῆς. τὸ ἐθνικόν, ὡς τοῦ Βοίβη Βοίβιος Ἀκτή Ἄκτιος, οὕτως καὶ Ἀλύχμιος.

Event Date: -1
§ A79.2   Aloion: Ἀλώιον, πόλις Θεσσαλίας ἐπὶ τῶν Τέμπεων, ἣν ἔκτισαν οἱ Ἀλωάδαι καθελόντες τοὺς Θρᾷκας. ὡς εἶναι αὐτὴν ἀπὸ Ἀλωέως. τὸ ἐθνικὸν Ἀλωεύς.

Event Date: -1
§ A80.3   Halone: Ἁλώνη, νῆσος πρὸς τῇ Κυζίκῳ, ἥτις καὶ Νεβρίς καὶ Προχώνη ἐκαλεῖτο. τὸ ἐθνικὸν Ἁλωνήσιος. ὠνομάσθη δὲ οὕτως, ὁπότε οἱ ἐποικοῦντες τὴν τῶν ἁλῶν ἐργασίαν ἐπενόησαν. τινὲς δὲ αὐτὴν εἶπον πόλιν Παφλαγονίας.

Event Date: -1
§ A80.7  Alonis: Ἀλωνίς, νῆσος καὶ πόλις Μασσαλίας, ὡς Ἀρτεμίδωρος. τὸ ἐθνικὸν Ἀλωνίτης.

Event Date: -1
§ A80.9  Alopeke: Ἀλωπεκή, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Ἀλωπεκεύς. τὰ τοπικὰ Ἀλωπεκῆθεν Ἀλωπεκήνδε Ἀλωπεκῆσι.

Event Date: -1
§ A80.11   Alopekia: Ἀλωπεκία, νῆσος. Στράβων ἑνδεκάτῃ. τὸ ἐθνικὸν Ἀλωπεκιεύς ὡς Οἰχαλιεύς τῆς Οἰχαλίας.

Event Date: -1
§ A80.13   Alopekonnesos: Ἀλωπεκόννησος, πόλις τῆς Ἑλλησποντίας χερρονήσου, κατὰ χρησμὸν κτισθεῖσα, κελεύσαντα, ἔνθα ἂν σκύλακας ἴδωσιν ἀλώπεκος, ἐκεῖ πόλιν οἰκίσαι. τὸ ἐθνικὸν Ἀλωπεκοννήσιος. ἐκλήθησαν δὲ ὅτι, ὅτε ἔκτιζον τὴν πόλιν, ἀλώπηξ σκύμνον ἄλλοθεν φέρουσα κατετίθετο.

Event Date: -1
§ A80.18   Aloros: Ἄλωρος, πόλις Μακεδονίας. ἔστι δὲ τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου. τὸ ἐθνικὸν Ἀλωρίτης καὶ Ἀλωρῖτις.

Event Date: -1
§ A80.20   Amadokoi: Ἀμάδοκοι, Σκυθικὸν ἔθνος, Ἑλλάνικος ἐν Σκυθικοῖς. ἡ γῆ δὲ τούτων Ἀμαδόκιον.

Event Date: -1
§ A80.22  Amazoneion: Ἀμαζόνειον, τόπος ἐν τῇ Ἀττικῇ, ἔνθα Θησεὺς τῶν Ἀμαζόνων ἐκράτησεν. οὕτως ἐκαλεῖτο καὶ ἡ Κύμη, ἐν ᾗ αἱ Ἀμαζόνες ᾤκουν. Ἑκαταῖος δ´ ἐν τοῖς Αἰολικοῖς διὰ τοῦ 'ι' γράφει τὸ ὄνομα. ἔστι καὶ ἄλλο διὰ τοῦ 'κ' Ἀμαζονικόν ἐν Βοιωτίᾳ. ἔστι καὶ ἐν Βιθυνίᾳ Μαζαῖον κατὰ παραφθοράν, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς. τὸ ἐθνικὸν Μαζαεύς ὡς Μιδαεύς καὶ Δορυλαεύς.

Event Date: -1
§ A81.4  Amazones: Ἀμαζόνες, ἔθνος γυναικεῖον πρὸς τῷ Θερμώδοντι, ὡς Ἔφορος, ἃς νῦν Σαυροματίδας καλοῦσι. "φασὶ δὲ περὶ αὐτῶν ὅτι τῇ φύσει τῶν ἀνδρῶν διαφέροιεν, αἰτιώμενοι τοῦ τόπου τὴν κρᾶσιν, ὡς γεννᾶν εἰωθότος τὰ θήλεα σώματα ἰσχυρότερα καὶ μείζω τῶν ἀρσενικῶν. ἐγὼ δὲ φυσικὸν νομίζω τὰ κοινὰ πάντων πάθη, ὥστ´ ἄλογος ἡ αἰτία. πιθανωτέρα δ´ ἥν φασιν οἱ πλησιόχωροι. οἱ γὰρ Σαυρομάται ἐξ ἀρχῆς ἐπὶ τὴν Εὐρώπην στρατεύσαντες καὶ πάντες διαφθαρέντες, τὰς γυναῖκας οὔσας μόνας .... καὶ αὐξησάντων τῶν ἀρρένων, στασιάσαι πρὸς τὰς γυναῖκας, ὑπερεχουσῶν δὲ τῶν γυναικῶν καταφυγεῖν τοὺς ἄρρενας εἰς δασύν τινα τόπον καὶ ἀπολέσθαι. φοβηθεῖσαι δὲ μή πως ἀπὸ τῶν νεωτέρων τιμωρία τις γένηται, δόγμα ἐποίησαν ὥστε τὰ μέλη συντρῖψαι καὶ χωλοὺς πάντας ποιῆσαι". ἐκαλοῦντο δὲ καὶ Σαυροπατίδες παρὰ τὸ σαύρας πατεῖν καὶ ἐσθίειν, ἢ [Σαυροματίδες] διὰ τὸ ἐν τῇ Σαυροματικῇ Σκυθίᾳ οἰκεῖν. ἔστι καὶ Ἀμαζονία πόλις Μεσσαπίας. λέγεται καὶ Ἀμαζών ἀρσενικῶς. λέγεται καὶ Ἀμαζόνιον τὸ οὐδέτερον διὰ τοῦ 'ι' καὶ Ἀμαζονίδης.

Event Date: -1
§ A82.3   Amatha: Ἄμαθα, οὐδετέρως, τῆς Ἀραβίας χωρίον, ὅπερ μετὰ τοῦ 'κ' νῦν λέγουσιν Ἄκμαθα. κέκληται δὲ ἀπὸ τῆς ἄμμου. φασὶ γὰρ τὸ πολὺ τῆς Ἀραβίας ὑπὸ τῆς Ἐρυθρᾶς πάλαι κατακλύζεσθαι. οἱ οἰκήτορες Ἀμαθηνοί.

Event Date: -1
§ A82.7   Amathe: Ἀμάθη, πόλις Φοινίκης. ἔστι καὶ Σικελίας Ἀμαθαί, πληθυντικῶς. τὸ ἐθνικὸν ἀμφοτέρων Ἀμαθαῖος.

Event Date: -1
§ A82.9   Amathous: Ἀμαθοῦς, πόλις Κύπρου ἀρχαιοτάτη, ἐν ᾗ Ἄδωνις Ὄσιρις ἐτιμᾶτο, ὃν Αἰγύπτιον ὄντα Κύπριοι καὶ Φοίνικες ἰδιοποιοῦνται. ἀπὸ Ἀμαθοῦντος δὲ τοῦ Ἡρακλέους ἐκλήθη ἢ ἀπὸ τῆς Κινύρου μητρὸς Ἀμαθούσης.

Event Date: -1
§ A82.13   Amalekitai: Ἀμαληκῖται, ἔθνος Ἑβραϊκόν.

Event Date: -1
§ A82.14   Amamassos: Ἀμαμασσός, πόλις Κύπρου, ἐν ᾗ τιμᾶται Ὑλάτης Ἀπόλλων. τὸ ἐθνικὸν Ἀμαμάσσιος καὶ Ἀμαμασσεύς.

Event Date: -1
§ A82.16   Amanon: Ἄμανον, ὄρος πρὸς τῇ Κιλικίᾳ ἀπὸ τοῦ Ταύρου καθῆκον. ἱστοροῦσι δὲ τὸν Ὀρέστην ἀπὸ Ταύρων σὺν Ἰφιγενείᾳ τὴν Ἄρτεμιν κομίσαντα [ἐν τούτῳ τῷ ὄρει] τῆς μανίας λύσιν εὑρεῖν. ὁ οἰκήτωρ Ἀμανίτης. εἰσὶ καὶ Ἀμμανῖται διὰ δύο 'μμ', γένος τῶν Ναβαταίων Ἀράβων, ὡς Ἰώσηπος. ἐκλήθησαν δὲ ἀπὸ Ἀμμάνου τοῦ παιδὸς Λώτου καὶ τῆς νεωτέρας θυγατρός.

Event Date: -1
§ A82.23   Amantia: Ἀμαντία, Ἰλλυριῶν μοῖρα, πλησίον Ὠρικοῦ καὶ Κερκύρας, ἐξ Ἀβάντων τῶν ἀπὸ Τροίας νοστησάντων ᾠκισμένη. Καλλίμαχος Ἀμαντίνην αὐτήν φησιν. ἧς τὸ κτητικὸν Ἀμαντινική. λέγονται καὶ Ἄμαντες. τὸ ἐθνικὸν Ἀμαντιεύς. καὶ Ἄβαντας αὐτούς φασιν.

Event Date: -1
§ A83.3   Amaxa: Ἄμαξα, χωρίον Βιθυνίας, ὡς Ἐρατοσθένης. τὸ ἐθνικὸν Ἀμαξαῖος καὶ Ἀμαξίτης καὶ τὸ κτητικὸν Ἀμαξικός.

Event Date: -1
§ A83.5   Hamaxantia: Ἁμαξαντιά, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἁμαξαντιεύς. τὰ τοπικὰ Ἁμαξαντιᾶθεν καὶ Ἁμαξαντιάνδε καὶ Ἁμαξαντιᾶσιν.

Event Date: -1
§ A83.8   Amaxia: Ἀμαξία, πόλις τῆς τραχείας Κιλικίας. Στράβων ιδʹ. τὸ ἐθνικὸν Ἀμαξιεύς, ὡς τῆς Ἀμαντίας Ἀμαντιεύς.

Event Date: -1
§ A83.10   Amaxitos: Ἀμαξιτός, πολίχνιον τῆς Τρωάδος. Στράβων ιγʹ. τὸ ἐθνικὸν Ἀμαξιτεύς. Ἀπολλόδωρος δὲ ἐν χρονικῶν τρίτῃ Ἀμαξιτηνούς φησιν.

Event Date: -1
§ A83.13   Amarantoi: Ἀμαραντοί, ὀξυτόνως, Κολχικὸν ἔθνος, ἀφ´ ὧν ὁ Φᾶσις ῥεῖ, ὅθεν καὶ Ἀμαράντιον τὸν Φᾶσίν φασιν.

Event Date: -1
§ A83.15   Amardoi: Ἀμαρδοί, ἔθνος Ὑρκανῶν ἐγγύς. Στράβων ιαʹ. εἰσὶ καὶ Περσῶν Μαρδοί δίχα τοῦ 'α'.

Event Date: -1
§ A83.17   Amarynthos: Ἀμάρυνθος, νῆσος Εὐβοίας, ἀπό τινος κυνηγοῦ τῆς Ἀρτέμιδος Ἀμαρύνθου. τὸ ἐθνικὸν Ἀμαρύνθιος καὶ Ἀμαρύσιος ὡς Τρικορύσιος· οὕτω γὰρ Παυσανίας ἐν πρώτῃ. ἀναλογώτερον δέ μοι δοκεῖ τὸ διὰ τοῦ 'σ'.

Event Date: -1
§ A83.21   Amaseia: Ἀμάσεια, πόλις Ποντική, ἀφ´ ἧς Στράβων ὁ στωικὸς φιλόσοφος. ὁ πολίτης Ἀμασεύς, ὡς αὐτὸς Στράβων. κατὰ δὲ Καπίτωνα Ἀμασεώτης. πειστέον δὲ μᾶλλον Στράβωνι ὡς πολίτῃ.

Event Date: -1
§ A84.3   Amastris: Ἄμαστρις, πόλις Παφλαγονίας, ἡ πρότερον Κρῶμνα. "Κρῶμνάν τ´ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους". ἀπὸ γυναικὸς Περσίδος Ἀμάστριδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου, ἣ συνῴκησε Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ. Δημοσθένης δ´ ἐξ Ἀμαζόνος οὕτω λεγομένης. Ἀμάστρεως δὲ κλίνει Στράβων, ἄλλοι Ἀμάστριδος. τὸ ἐθνικὸν Ἀμαστριανός. Στράβων δωδεκάτῃ "πλείστη δὲ καὶ ἀρίστη φύεται πύξος κατὰ τὴν Ἀμαστριανὴν καὶ μάλιστα περὶ τὸ Κύτωρον". ὡς Κάλλατις Καλλάτιος Καλλατιανός καὶ Φᾶσις πόλις Φασιανός καὶ Σάρδις Σαρδιανός. τὰ γὰρ τοιαῦτα ἢ ἀπὸ τῶν εἰς 'ος' εὐθειῶν, ὡς Βάκτριος Βακτριανός, [ἢ ἀπὸ τῶν εἰς 'ος' γενικῶν]. οἱ δὲ νῦν ἐν τῇ συνηθείᾳ κακῶς Ἀμαστρανοὺς λέγουσιν αὐτούς.

Event Date: -1
§ A84.16   Ambason: Ἄμβασον, μητρόπολις τῶν Φρυγῶν. ὁ πολίτης Ἀμβασίτης, ὡς ὁ πολυίστωρ Ἀλέξανδρος.

Event Date: -1
§ A84.18   Amblada: Ἄμβλαδα, πόλις Πισιδίας. Στράβων δωδεκάτῃ "εἰσὶ δὲ τοῖς Φρυξὶν ὅμοροι καὶ τῇ Καρίᾳ Τάβαι καὶ Ἴσινδα καὶ Ἄμβλαδα". ὁ πολίτης Ἀμβλαδεύς. ὅθεν καὶ Ἀμβλαδεὺς οἶνος, πρὸς διαίτας ἰατρικὰς ἐπιτήδειος.

Event Date: -1
§ A84.22   Ambrakia: Ἀμβρακία, πόλις Θεσπρωτίας, ἀπὸ Ἄμβρακος τοῦ παιδὸς Θεσπρωτοῦ τοῦ Λυκάονος, ἢ ἀπὸ Ἀμβρακίας τῆς Αὐγέου θυγατρός, περὶ ἧς Φιλέας. τὸ ἐθνικὸν Ἀμβρακιεύς καὶ Ἀμβρακιώτης. Φίλιστος δὲ Ἀμβρακῖνος φησὶ Σικελικῷ τύπῳ. εὕρηται καὶ διὰ τοῦ 'π' ἀντὶ τοῦ 'β', ὅθεν καὶ τὸ Ἀμπρακιώτης ἀπὸ τῆς Ἄμπρακος γενικῆς καὶ Ἀμπρακία. τὰ γὰρ εἰς 'ια' θηλυκὰ καὶ εἰς 'ιον' οὐδέτερα διὰ τοῦ 'ωτης' ποιεῖ τὰ ἐθνικά, Σικελιώτης Πηλιώτης. λέγεται καὶ Ἀμβράκιος καὶ Ἀμβρακία ἡ γυνή. τὸ δ´ Ἀμβρακία ἀπὸ τῆς Ἄμβρακος γενικῆς, οὐκ ἀπὸ τοῦ Ἀμβράκιος· ἦν γὰρ Ἀμβρακιακός.

Event Date: -1
§ A85.10   Ambrakos: Ἄμβρακος, πολίχνιον τῆς Ἠπείρου, παρὰ τὴν Ἀμβρακίαν ἰδιάζον. ὁ οἰκήτωρ Ἀμβράκιος.

Event Date: -1
§ A85.12   Amerion: Ἀμέριον, πόλις Ἰταλίας, ὡς Ῥήγιον. τὸ ἐθνικὸν Ἀμερῖνος.

Event Date: -1
§ A85.14   Amestratos: Ἀμήστρατος, πόλις Σικελίας, Ἀπολλόδωρος τετάρτῃ χρονικῶν. τὸ ἐθνικὸν Ἀμηστρατῖνος.

Event Date: -1
§ A85.16   Amikou: Ἀμίκου, μία νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. τὸ ἐθνικὸν ἐξ Ἀμίκου νήσου κατὰ περίφρασιν, καὶ Ἀμικουνησίτης.

Event Date: -1
§ A85.18   Amilos: Ἄμιλος, πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῃ. τὸ ἐθνικὸν Ἀμίλιος. καὶ γὰρ Στυμφάλιος καὶ Μαινάλιος παρ´ αὐτοῖς.

Event Date: -1
§ A85.20   Amisa: Ἄμισα, πόλις Γερμανίας. Μαρκιανὸς ἐν τοῖς ἀπὸ Ῥώμης ἐπὶ τὰς διασήμους πόλεις. τὸ ἐθνικὸν Ἀμισαῖος.

Event Date: -1
§ A85.22   Amisos: Ἀμισός, πόλις ἀξιόλογος, διέχουσα Σινώπης σταδίους ἐνακοσίους. ἔστι δ´ ἐν τῷ Πόντῳ. λέγεται καὶ ἀρσενικῶς. [τὸ ἐθνικὸν] Ἀμισηνός. λέγεται καὶ Ἀμίσιος, ὡς Φίλων ἐν τῷ περὶ πόλεων.

Event Date: -1
§ A86.1   Ammonia: Ἀμμωνία, ἡ μεσόγειος Λιβύη. καὶ αὐτὴ δὲ πᾶσα ἡ Λιβύη οὕτως ἐκαλεῖτο ἀπὸ Ἄμμωνος. ὁ οἰκήτωρ Ἀμμώνιος. ταῦτα δὲ διὰ τοῦ 'ι'. τὸ δ´ Ἀμμώνειον διὰ διφθόγγου ὡς Δημήτρειον καὶ Ἀπολλώνειον.

Event Date: -1
§ A86.5   Amnisos: Ἀμνισός, ποταμὸς Κρήτης. αἱ τούτου νύμφαι Ἀμνισιάδες καὶ Ἀμνισίδες.

Event Date: -1
§ A86.7   Amolbos: Ἄμολβος, πόλις Μαγνήτων, ὡς Βάλακρος Μακεδονικῶν βʹ. τὸ ἐθνικὸν Ἀμόλβιος.

Event Date: -1
§ A86.9  Amorgos: Ἀμοργός, νῆσος μία τῶν Κυκλάδων, ἔχουσα πόλεις τρεῖς, Ἀρκεσίνην Μίνωαν Αἰγιάλην. ἐκαλεῖτο δὲ καὶ Παγκάλη καὶ Ψυχία. ἀπὸ τῆς Μινώας ἦν Σιμωνίδης ὁ ἰαμβοποιός, Ἀμοργῖνος λεγόμενος, ὡς Ἐρυκῖνος. λέγεται καὶ Ἀμόργιος, ὥς φησι Χάραξ. Νικόλαος δ´ Ἀμοργίτην αὐτὸν καλεῖ. ἥν τινα Καρκήσιος ἀνὴρ Νάξιος ᾤκισε καὶ Καρκησίαν ὠνόμασε. τὸ δ´ ἀμόργινος χιτὼν χρώματος ἴδιον.

Event Date: -1
§ A86.16   Amorion: Ἀμόριον, πόλις τῆς μεγάλης Φρυγίας, Στράβων δωδεκάτῃ. τὸ ἐθνικὸν Ἀμοριεύς ὡς Νοτιαεύς Δορυλαεύς.

Event Date: -1
§ A87.1  Amos: Ἄμος, πόλις Καρίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας δευτέρῳ. τὸ ἐθνικὸν Ἄμιος ὡς Σάμιος Καύνιος.

Event Date: -1
§ A87.3  Ampelos: Ἄμπελος, πόλις τῆς Λιγυστικῆς, Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄκρα Τορωναίων Ἄμπελος λεγομένη. ἔστι καὶ ἑτέρα ἄκρα τῆς Σάμου. καὶ ἄλλη ἐν Κυρήνῃ. Ἀγροίτας δὲ δύο πόλεις εἶναί φησι, τὴν μὲν ἄνω τὴν δὲ κάτω. ἔστι καὶ Ἰταλίας ἄκρα καὶ λιμὴν καὶ πόλις. ὁ πολίτης Ἀμπελῖνος ὡς Ἀσσωρῖνος Ἀβακαινῖνος· ὁ γὰρ τύπος τῶν Ἰταλῶν. τῶν δὲ λοιπῶν δυνατὸν Ἀμπελῖται εἶναι.

Event Date: -1
§ A87.10   Ampe: Ἄμπη, πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ἡρόδοτος ἕκτῃ. τὸ ἐθνικὸν Ἀμπαῖος ὡς Λαμπαῖος.

Event Date: -1
§ A87.12  Amydon: Ἀμυδών, πόλις Παιονίας. τὸ ἐθνικὸν Ἀμυδώνιος, ὡς Καλυδών Καλυδώνιος.

Event Date: -1
§ A87.14  Amythaonia: Ἀμυθαονία, μοῖρα τῆς Ἤλιδος, ἀπὸ Ἀμυθάονος τοῦ Κρηθέως, ὡς Ῥιανός.

Event Date: -1
§ A87.16   Amyklai: Ἀμύκλαι, πόλις Λακωνικὴ τῶν ἑκατὸν πόλεων, ἣν Ἀμύκλας ὁ Λακεδαίμονος υἱὸς ἔκτισε. κλίνεται δὲ καὶ Ἀμύκλα τὸ ὄνομα τοῦ κτίσαντος καὶ Ἀμύκλαντος, ὡς Σιμίας ἐν Μησίν "ὅν ῥ´ [ἀπ´] Ἀμύκλαντος παιδὸς ἀποφθιμένου λαοὶ κικλήσκουσιν" τὸ ἐθνικὸν τοῦ Ἀμύκλαι Ἀμυκλαῖος, καὶ Ἀμυκλαιεύς ἐξ αὐτοῦ, ὡς Κρηταῖος Κρηταιεύς. καὶ τὸ θηλυκὸν τοῦ Ἀμυκλαῖος Ἀμυκλαία καὶ Ἀμυκλαΐς. λέγεται καὶ Ἀμυκλαΐτης ὡς Θηβαΐτης. ἔστι καὶ πόλις Ἀμύκλαιον ἐν Κρήτῃ καὶ ὅρμος.

Event Date: -1
§ A88.4   Amymnoi: Ἄμυμνοι, ἔθνος Ἠπειρωτικόν, Ῥιανὸς ... λέγεται καὶ Ἀμυμναῖος καὶ Ἀμυμναία.

Event Date: -1
§ A88.6   Amyntai: Ἀμύνται, ἔθνος Θεσπρωτικόν "μένος πνείοντες Ἀμύνται". καὶ Ἀριστοτέλης ἐν τῇ τῶν Ἠπειρωτῶν πολιτείᾳ.

Event Date: -1
§ A88.8   Amyrgion: Ἀμύργιον, πεδίον Σακῶν, Ἑλλάνικος Σκυθικοῖς. τὸ ἐθνικὸν Ἀμύργιος, ὡς αὐτός φησιν.

Event Date: -1
§ A88.1   Amyros: Ἄμυρος, πόλις Θεσσαλίας, ἀπὸ ἑνὸς τῶν Ἀργοναυτῶν [πολυβότρυος αὐταμύροιο.] ... ἡ πόλις θηλυκόν. ἄδηλον δὲ τὸ Ἡσιόδειον "Δωτίῳ ἐν πεδίῳ πολυβότρυος ἀντ´ Ἀμύροιο". τὸ ἐθνικὸν Ἀμυρεύς, ὡς Κάμειρος Καμειρεύς. καὶ τὸ κτητικὸν Ἀμυρήιος. καὶ Ἀμυρηίς τὸ θηλυκόν. Εὔπολις δὲ Ἀμύρους αὐτοὺς λέγει, πλησιοχώρους τῆς Μολοττίας. ἐκ τούτου καὶ Ἀμυραῖοι λέγονται. Σουίδας δ´ ἐν ταῖς γενεαλογίαις ὅτι οὗτοι ἐκαλοῦντο Ἐορδοί, ὕστερον δὲ Λέλεγες. οἱ αὐτοὶ καὶ Κένταυροι καὶ Ἱπποκένταυροι. καὶ τὴν πόλιν Ἀμυρικήν καλεῖ.

Event Date: -1
§ A89.4   Amphanai: Ἀμφαναί, πόλις Δωρική. Ἑκαταῖος ἐν πρώτῃ γενεαλογιῶν. Θεόπομπος Ἀμφαναίαν αὐτὴν καλεῖ ἐν πέμπτῳ Φιλιππικῶν. ἔστι καὶ χωρίον Θετταλίας ὡσαύτως. τὸ ἐθνικὸν Ἀμφαναῖος καὶ Ἀμφαναιεύς.

Event Date: -1
§ A89.8   Amphaxion: Ἀμφάξιον, δύο μέρη λόγου. πόλις. τὸ ἐξ αὐτοῦ Ἀμφαξίτης. Στράβων ἑβδόμῃ.

Event Date: -1
§ A89.10   Ampheia: Ἄμφεια, πόλις Μεσσήνης. Παυσανίας τετάρτῳ. τὸ ἐθνικὸν Ἀμφεύς. καὶ ὁ τύπος γὰρ Ἀρκάς, ὡς τὸ Ἡραιεύς.

Event Date: -1
§ A89.12  Amphigeneia: Ἀμφιγένεια, πόλις Μεσσηνιακή. Στράβων ὀγδόῃ. ἔστι δὲ κατὰ μὲν Ἀπολλόδωρον τῆς Μακιστίας, κατὰ δὲ Ἀντίμαχον τῆς Μεσσηνίας. ἔχει δὲ ἡ πόλις Λητοῦς ἱερόν· φασὶ γὰρ ὅτι ἐκεῖ παραγενομένην Λητὼ τεκεῖν τὸν Ἀπόλλωνα. Μενέλαος δέ φησι καὶ Ἀμφιγένειον εἰρῆσθαι. τὸ ἐθνικὸν Ἀμφιγενειάτης διὰ τὸν Πελοποννήσιον χαρακτῆρα, ἢ καὶ Ἀμφιγενεύς.

Event Date: -1
§ A89.19   Amphidoloi: Ἀμφίδολοι, πόλις τῆς Τριφυλίας. καὶ οἱ πολῖται ὁμοίως, ὡς Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί, οὕτως Ἀμφίδολοι.

Event Date: -1
§ A90.3  Amphikaia: City of Phokis, Pausanias 10th book; he himself called it Amphikleia. The citizen is Amphikaieus. GR: Ἀμφίκαια, πόλις Φωκίδος, Παυσανίας δεκάτῃ· ὁ αὐτὸς Ἀμφίκλειαν εἶπεν. ὁ πολίτης Ἀμφικαιεύς.

Event Date: -1
§ A90.5   Amphilochoi: Ἀμφίλοχοι, πόλις Ἀκαρνανίας, οἱ καὶ Ἀμφιλοχικὸν Ἄργος κληθέντες ἀπὸ Ἀμφιλόχου τοῦ Ἀμφιαράου, καὶ Ἀμφιλοχία ἡ χώρα. οἱ πολῖται Ἀμφίλοχοι καὶ Ἀμφιλοχικοί ἐκ τοῦ Ἀμφιλοχικὸν Ἄργος.

Event Date: -1
§ A90.9   Amphimalion: Ἀμφιμάλιον, πόλις Κρήτης, ἀπὸ Ἀμφιμάλου. ὁ πολίτης Ἀμφιμαλιεύς ἢ Ἀμφιμάλιος. λέγεται καὶ Ἀμφίμαλα καὶ τὸ ἐθνικὸν Ἀμφιμαλαῖος.

Event Date: -1
§ A90.12   Amphipolis: Ἀμφίπολις, πόλις Μακεδονίας κατὰ Θρᾴκην, ἥ τις Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆσθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρροιαν τοῦ Στρυμόνος, ὡς Θουκυδίδης τετάρτῃ. ἐκαλεῖτο δὲ καὶ Κράδεμνα καὶ Ἀνάδραιμος. ἔστι καὶ (Amphipolis) πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, κτίσμα Σελεύκου. καλεῖται δὲ ὑπὸ τῶν Σύρων Τούρμεδα. τὸ ἐθνικὸν Ἀμφιπολίτης.

Event Date: -1
§ A90.19   Amphissa: Ἄμφισσα, πόλις Ὀζολῶν Λοκρῶν. ἐκλήθη δὲ διὰ τὸ ἐμπεριέχεσθαι τοῖς ὄρεσι τοῖς παρακειμένοις. παραγωγὴ δέ, ὡς ἐκ τῆς ἀντί Ἄντισσα καὶ ἐκ τῆς ἐπί ἔπισσα, οὕτως ἀμφί Ἄμφισσα. ὁ πολίτης Ἀμφισσαῖος καὶ Ἀμφισσεύς. τὸ ἐκ τόπου Ἀμφίσσηθεν. ἔστι καὶ χώρα τῆς μικρᾶς Ἀρμενίας Ἀμφισσήνη, ὡς Στράβων ιαʹ.

Event Date: -1
§ A91.3  Amphitrope: Ἀμφιτροπή, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Ἀμφιτροπαιεύς. τὰ τοπικὰ Ἀμφιτροπῆθεν ἐκ τόπου, Ἀμφιτροπήνδε εἰς τόπον καὶ Ἀμφιτροπῆσι ἐν τόπῳ. δοκεῖ δὲ τὸ Ἀμφιτροπαιεύς ἐξ ἄλλου εἶναι, τοῦ Ἀμφιτροπαῖος. τὰ γὰρ εἰς 'ευς' ἀπὸ τῶν εἰς 'η' θηλυκῶν ἰσοσυλλαβεῖ τοῖς πρωτοτύποις, Σινώπη Σινωπεύς.

Event Date: -1
§ A91.9   Amphrysos: Ἄμφρυσος, πόλις Φωκίδος. τινὲς δὲ διὰ τοῦ 'β' φασίν. ἔστι καὶ ποταμὸς Μαγνησίας. τὸ ἐθνικὸν Ἀμφρύσιος, ὡς Λυκόφρων "Αμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων". ἔστι καὶ Ἀμφρυσεύς.

Event Date: -1
§ A91.13   Anagyrous: Ἀναγυροῦς, δῆμος Ἐρεχθηίδος φυλῆς. ὁ δημότης Ἀναγυρουντόθεν, ὁμοίως τῇ ἐκ τόπου, καὶ Ἀναγυροῦντάδε εἰς τόπον, καὶ ἐν τόπῳ Ἀναγυροῦντι. λέγεται καὶ Ἀναγυράσιος. ἐζήτηται δὲ πῶς ἔχει τὸ 'α', ἔδει γὰρ ὡς Ῥαμνούσιος· ἀλλ´ ἔοικε τὸ 'ρ' αἴτιον εἶναι, φιληδοῦν τῇ συντάξει τοῦ 'α'. εἰς τὸ Φλιοῦς Φλιάσιος.

Event Date: -1
§ A91.19   Anazarba: Ἀνάζαρβα, πόλις Κιλικίας. κέκληται ἀπὸ τοῦ προκειμένου ὄρους ἢ ἀπὸ Ἀναζάρβα τοῦ κτίσαντος. τὸ ἐθνικὸν Ἀναζαρβεύς ὡς Καρυανδεύς. ἀφ´ ἧς ἦν Διοσκουρίδης ὁ διασημότατος ἰατρός, χρηματίζων Ἀναζαρβεύς, καὶ Ἀσκληπιάδης ὁ Ἀναζαρβεύς, ὁ πολλά τε καὶ ἄλλα καὶ περὶ ποταμῶν γράψας βιβλίον.

Event Date: -1
§ A92.3  Anaia: Ἀναία, παροξυτόνως, οὐχ ὡς Λίλαια Ἱστίαια Κάρθαια. ἔστι δὲ Καρίας. "ἀντικρὺ Σάμοιο". κέκληται ἀπὸ Ἀναίας Ἀμαζόνος ἐκεῖ ταφείσης, ὡς Ἔφορος. τὸ ἐθνικὸν Ἀναῖος. ἐντεῦθεν ἦν Μενέλαος ὁ περιπατητικὸς φιλόσοφος. καὶ Μέλας ἱστορικὸς Ἀναῖος. Θουκυδίδης ἐν τρίτῃ Ἀναΐτας φησὶ τοὺς πολίτας. καὶ θηλυκόν.

Event Date: -1
§ A92.9  Anakaia: Ἀνακαία, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἀνακαιεύς. τὰ τοπικὰ Ἀνακαίαθεν Ἀνακαίαζε Ἀνακαίασιν. οἱ δὲ λέγοντες Ἀνακωνόθεν Ἀνακῶνάδε Ἀνακωνᾶς οὐ καλῶς φασίν.

Event Date: -1
§ A92.13   Anake: Ἀνάκη, ὡς Ἀνάφη, πόλις Ἀχαΐας. τὸ ἐθνικὸν Ἀνακαῖος ὡς Ἀναφαῖος.

Event Date: -1
§ A92.15   Anaktorion: Ἀνακτόριον, Ἀκαρνανίας πόλις, οὐδετέρως, Κορινθίων ἄποικος. Θουκυδίδης τετάρτῃ. ἀρσενικῶς παρὰ Σοφοκλεῖ. τὸ ἐθνικὸν Ἀνακτόριος καὶ Ἀνακτορία ἡ γῆ καὶ Ἀνακτοριεύς. Σοφοκλῆς δέ φησι διὰ τῆς 'ει' "Ἀνακτόρειον τῆσδ´ ἐπώνυμον χθονός". καὶ Εὐγένιος δέ, ὁ πρὸ ἡμῶν τὰς ἐν τῇ βασιλίδι σχολὰς διακοσμήσας, ἐν συλλογῇ λέξεων διὰ διφθόγγου φησίν. ἔοικε δ´ ἀστιγεῖ ἐντετυχηκέναι βιβλίῳ· ἡμεῖς γὰρ διὰ τοῦ 'ι' εὕρομεν.

Event Date: -1
§ A93.5   Anariake: Ἀναριάκη, πόλις πρὸς τῇ Κασπίᾳ θαλάσσῃ. Στράβων. τὸ ἐθνικὸν Ἀναριάκαι, ὡς λέσχη Λέσχης καὶ ἀράχνη ἀράχνης. ἐν ᾗ δείκνυσθαί φασι μαντεῖον κοιμωμένων.

Event Date: -1
§ A93.8   Anaua: Ἄναυα, πόλις Φρυγίας, ὡς Ἡρόδοτος. τὸ ἐθνικὸν Ἀναυαῖος ἢ Ἀναυεύς· ἐπειδὴ χαίρουσι [τοῖς] εἰς 'ευς' οἱ Φρύγες.

Event Date: -1
§ A93.10   Anaphe: Ἀνάφη, νῆσος μία τῶν Σποράδων πλησίον Θήρας, ἥ τις ἀπὸ Μεμβλιάρου τοῦ σὺν Κάδμῳ πλεύσαντος εἰς ἀναζήτησιν Εὐρώπης Μεμβλίαρος ἐκαλεῖτο. τοῖς δ´ Ἀργοναύταις ὑπὸ χειμῶνος τρυχομένοις καὶ σκοτομήνης ἀναφανεῖσα Ἀνάφη ἐπικέκληται. καὶ Ἀναφαῖος τὸ ἐθνικόν.

Event Date: -1
§ A93.15   Anaphlystos: Ἀνάφλυστος, δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ἀπὸ Ἀναφλύστου ἥρωος. Παυσανίας δευτέρῳ "Τροιζῆνος οἱ παῖδες Ἀνάφλυστος καὶ Σφῆττος". ὁ δημότης Ἀναφλύστιος. τὰ τοπικὰ Ἀναφλυστόθεν Ἀνάφλυστόνδε Ἀναφλυστοῖ.

Event Date: -1
§ A93.19   Andania: Ἀνδανία, πόλις Μεσσήνης, ὁμώνυμος τῇ χώρᾳ. οὕτω γὰρ καὶ ἡ Μεσσήνη Ἀνδανία ἐκαλεῖτο, ἣν οἰκῆσαί φασί τινας τῶν Κρεσφόντου καὶ οὕτως καλέσαι διὰ τὸ μὴ ἁνδάνειν αὐτοῖς. τὸ ἐθνικὸν Ἀνδανιεύς, ὡς Φίλων ἐν τῇ περὶ πόλεων. ἐκ ταύτης Ἀριστομένης ἐγένετο, ἐπιφανέστατος στρατηγός. τοῦτον οἱ Λακεδαιμόνιοι πολλάκις αὐτοὺς νικήσαντα θαυμάσαντες, ὡς μόλις ἐκράτησαν ἐν τοῖς Μεσσηνιακοῖς, ἀνατεμόντες ἐσκόπουν εἰ παρὰ τοὺς λοιποὺς ἐστί τι, καὶ εὗρον σπλάγχνον ἐξηλλαγμένον καὶ τὴν καρδίαν δασεῖαν, ὡς Ἡρόδοτος καὶ Πλούταρχος καὶ Ῥιανός. τὸ θηλυκὸν Ἀνδανιάς. λέγεται δὲ καὶ Ἀνδάνιος, ὡς Ῥιανός.

Event Date: -1
§ A94.9  Andeira: Ἄνδειρα, πόλις [τῆς Τρωάδος], οὐδετέρως, ἐν ᾗ λίθος "ὃς καιόμενος σίδηρος γίνεται· εἶτα μετὰ γῆς τινὸς καμινευθεὶς ἀποστάζει ψευδάργυρον· εἶτα κραθεὶς χαλκῷ ὀρείχαλκος γίνεται" Στράβων ιγʹ καὶ Θεόπομπος ιγʹ. τὸ ἐθνικὸν Ἀνδειρηνός καὶ Ἀνδειρηνή. οὕτω γὰρ ἐκαλεῖτο ἡ μήτηρ τῶν θεῶν ἐκεῖ. ἔστι καὶ Ἄνδειρα θηλυκῶς, Φρυγίας.

Event Date: -1
§ A94.15  Andria: Ἀνδρία, πόλις Ἠλείας, καὶ ἑτέρα Μακεδονίας, ὡς Φιλέας ἐν περίπλοις. ὁ πολίτης Ἀνδριεύς. Τεύπαλος ὁ γράψας Ἠλειακά.

Event Date: -1
§ A94.18   Andros: Ἄνδρος, νῆσος μία τῶν Κυκλάδων, ἐκλήθη ἀπὸ Ἄνδρου τοῦ Εὐρυμάχου, ἢ τοῦ Ἀνίου ἀδελφοῦ, τοῦ πατρὸς τῶν Οἰνοτρόπων. τινὲς δέ φασιν Ἀνδρέα τοῦτον καὶ Ἀνίου παῖδα. τὸ ἐθνικὸν Ἄνδριος ὡς Λίνδιος Κνίδιος Μύνδιος.

Event Date: -1
§ A95.1  Anemoreia: City of Phokis, now Anemoleia. Homer: 'Those dwelling about Anemoreia and Hyampolis" And Lykophron: "fatherland Lilaia and the plain of Anemoreia.' It is named from the fact that overlying it is the so-called Katopterion (down-looking) locality, from which it is buffeted by windstorms day and night from all sides. It is the border of Phokis and Delphi, atop a tall hill. The citizen is Anemoreus like Lykoreus Apollo. GR: Ἀνεμώρεια, πόλις Φωκίδος, ἡ νῦν Ἀνεμώλεια. Ὅμηρος "οἵ τ´ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο". καὶ Λυκόφρων "πάτραν Λίλαιαν κἀνεμωρείας πέδον". ὠνόμασται ἀπὸ τοῦ συμβαίνοντος· ὑπερκείμενον γὰρ αὐτῆς τὸ καλούμενον Κατοπτήριον χωρίον, [ἐξ οὗ] δι´ ἡμέρας καὶ νυκτὸς καταιγίζεται πανταχόθεν. ἔστι δὲ μεθόριον Φωκίδος καὶ Δελφῶν, κειμένη ἐπὶ λόφου ὑψηλοῦ. ὁ πολίτης Ἀνεμωρεύς ὡς Λυκωρεὺς Ἀπόλλων.

Event Date: -1
§ A95.9   Anetoussa: Ἀνητοῦσσα, πόλις Λιβύης. ὁ πολίτης Ἀνητουσσαῖος ὡς Σκοτουσσαῖος, ὡς ὁ πολυΐστωρ φησίν.

Event Date: -1
§ A95.11  Anthana: Ἀνθάνα, πόλις Λακωνική, μία τῶν ἑκατόν. κέκληται δέ, ὡς Φιλοστέφανος, παρὰ Ἄνθην τὸν Ποσειδῶνος, ὃν Κλεομένης ὁ Λεωνίδου ἀδελφὸς ἀνελὼν καὶ ἐκδείρας ἔγραψεν ἐν τῷ δέρματι τοὺς χρησμοὺς ὧδε τηρεῖσθαι. Χάραξ Ἀνθήνην αὐτήν φησιν. ὁ πολίτης Ἀνθανεύς. ἔστι καὶ Ἀρκαδίας πόλις.

Event Date: -1
§ A96.1  Antheia: Ἄνθεια, πόλις Πελοποννήσου, πλησίον Ἄργους, ὡς Φίλων. τὸ ἐθνικὸν Ἀνθεύς. ἔστιν Ἄνθεια καὶ τοῦ Πόντου πόλις πρὸς τῇ Θρᾴκῃ, Μιλησίων καὶ Φωκαέων ἄποικος, ἧς μέμνηνται πολλοὶ καὶ Φιλέας. ἔστι καὶ κώμη Λιβύης. ἔστι καὶ Ἰταλίας Ῥώμης πλησίον, ἥ τις καὶ Ἄντιον μετωνομάσθη, ὡς εἰρήσεται.

Event Date: -1
§ A96.7   Anthemous: Ἀνθεμοῦς, πόλις Μακεδονίας καὶ Συρίας, ἀπὸ ἀνθέμου. ὁ πολίτης Ἀνθεμούσιος καὶ Ἀνθεμουσία. ἔστι καὶ Ἀνθεμουσὶς λίμνη Μαριανδυνῶν, ἣν Ἀπολλώνιος διαλύσας ἐν τοῖς Ἀργοναυτικοῖς Ἀνθεμοεισίδα φησίν.

Event Date: -1
§ A96.11  Anthedon: Ἀνθηδών, πόλις Βοιωτίας. Ὅμηρος "Ἀνθηδόνα τ´ ἐσχατόωσαν". ἀπὸ Ἀνθηδόνος τοῦ Δίου τοῦ Ἄνθου τοῦ Ποσειδῶνος καὶ Ἀλκυόνης τῆς Ἄτλαντος. συνῴκισαν δ´ αὐτὴν Θρᾷκες, ὡς Λυκόφρων "ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος". ἢ διὰ τὸ πασῶν ἀνθηροτάτην εἶναι. ἔστι καὶ ἑτέρα πόλις πλησίον Γάζης πρὸς τῷ παραλίῳ μέρει. ὁ πολίτης τῆς προτέρας Ἀνθηδόνιος. ἔστι καὶ λιμὴν Ἀνθηδόνιος. "ἀνηγορεύθη Νίκων παγκρατιαστὴς Ἀνθηδόνιος". καὶ Λεωνίδης ζωγράφος, Εὐφράνορος μαθητής, Ἀνθηδόνιος. τῆς δευτέρας ὁ πολίτης Ἀνθηδονίτης.

Event Date: -1
§ A96.21   Anthele: Ἀνθήλη, κώμη .... Ἡρόδοτος ἑβδόμῃ. Ἡρωδιανὸς δὲ πόλιν αὐτήν φησι καὶ ἄλλοι. καὶ Ἀνθήνη ἐκλήθη. τὸ ἐθνικὸν Ἀνθηναῖος. καὶ "Ἀνθήνηθεν ἵκοντο".

Event Date: -1
§ A97.3   Anthion: Ἄνθιον, πόλις Ἰταλίας. Κουάδρατος ἐν δευτέρᾳ Ῥωμαϊκῆς χιλιάδος. ὁ πολίτης Ἀνθιανός, ὡς αὐτός.

Event Date: -1
§ A97.5  Anthylla: Ἄνθυλλα, πόλις Αἰγύπτου. Ἡρόδοτος δευτέρᾳ "τουτέων δὲ ἡ μὲν Ἄνθυλλα ἐοῦσα λογίμη πόλις ἐς ὑποδήματα ἐξαίρετος". τὸ ἐθνικὸν Ἀνθυλλαῖος, ὡς Ἄβολλα Ἀβολλαῖος, καὶ Ἀνθυλλίτης, διὰ τὸν τύπον.

Event Date: -1
§ A97.9   Anna: Ἄννα, πόλις τῆς Ἰουδαίας ὑπὲρ Ἱεριχοῦντα. τὸ ἐθνικὸν Ἀννίτης, ὡς Ἰώσηπος, καὶ Ἀννιανός ἀπὸ τοῦ Ἀννία.

Event Date: -1
§ A97.11   Annichoron: Ἀννίχωρον, μέμνηται Ἀλκμάν. οἱ οἰκοῦντες Ἀννίχωροι καὶ Ἀννίχωρες, πλησίον Περσῶν κείμενοι.

Event Date: -1
§ A97.13  Antaioupolis: Ἀνταιούπολις, πόλις ἐν Αἰγύπτῳ. τὸ ἐθνικὸν Ἀνταιοπολίτης. λέγεται καὶ Ἀνταίων ὡς Ἀκταίων. ἀφ´ οὗ ἡ πόλις.

Event Date: -1
§ A97.16   Antandros: Ἄντανδρος, πόλις ὑπὸ τὴν Ἴδην πρὸς τῇ Μυσίᾳ τῆς Αἰολίδος, ἀπὸ Ἀντάνδρου τοῦ στρατηγοῦ Αἰολέων. τὸ ἐθνικὸν Ἀντάνδριος. Ἀριστοτέλης φησὶ ταύτην ὠνομάσθαι Ἠδωνίδα διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι, ἢ Κιμμερίδα Κιμμερίων ἐνοικούντων ἑκατὸν ἔτη. τὰ ἐθνικὰ τῆς μὲν Ἠδωνίδος Ἠδωνοί, τῆς δὲ Κιμμερίδος Κιμμέριοι.

Event Date: -1
§ A97.22  Antemna: Ἄντεμνα, πόλις Σαβίνων, μία τῶν ἀνθεστηκυιῶν Ῥωμύλῳ. τὸ ἐθνικὸν Ἀντεμνάτης ὡς Ῥαβεννάτης.

Event Date: -1
§ A98.1  Anteia: Ἄντεια, πόλις Ἰταλίας ὑπήκοος Ῥωμαίων. ἐκλήθη δὲ ἀπὸ Κίρκης παιδός. "Ὀδυσσέως γὰρ καὶ Κίρκης υἱοὺς [γενέσθαι] τρεῖς, Ῥῶμον Ἀντείαν Ἀρδείαν". ὁ πολίτης Ἀντεάτης ὡς Ἀρδεάτης. ἔστι καὶ Ἄντιον πόλις, οὐδετέρως, μετὰ Λωρεντὸν τῆς Ἰταλίας. τὸ ἐθνικὸν Ἀντιεύς ὡς Σουνιεύς.

Event Date: -1
§ A98.6  Antigoneia: Ἀντιγόνεια, πόλις Χαονίας ἐν Ἠπείρῳ. ὁ πολίτης Ἀντιγονεύς. ἔστι καὶ πόλις Ἀρκαδίας, ἡ πρότερον Μαντίνεια. τρίτη Μακεδονίας, Ἀντιγόνου κτίσμα τοῦ Γονατοῦ. τετάρτη Βιθυνίας πρὸς τῷ Δασκυλίῳ. πέμπτη ἐν τῇ Συρίᾳ πλησίον Ἀντιοχείας. ἔστι καὶ φρούριον τῆς Κυζικηνῆς ἀπέχον τῆς προσεσπέρου θαλάσσης ὡς σταδίους νʹ. τὸ ἐθνικὸν τὸ αὐτό.

Event Date: -1
§ A98.12  Antigonis: Ἀντιγονίς, φυλὴ τῆς Ἀττικῆς, ἀπ´ Ἀντιγόνου. ὁ φυλέτης Ἀντιγονεύς ὡς Αἰγικορεύς.

Event Date: -1
§ A98.14   Antikondyleis: Ἀντικονδυλεῖς, οἱ ἐν Βοιωτίᾳ Κολοίφρυγες, ὡς Ἀριστοφάνης ὁ τοὺς Θηβαίους ὅρους γεγραφώς.

Event Date: -1
§ A99.1   Antikyrai: Ἀντικύραι, πόλεις δύο, ἡ μία Φωκίδος, ὡς Δημήτριος ὁ Καλλατιανός, ἡ δὲ ἐν Μαλιεῦσιν, ὡς Ἀπολλόδωρος. ἐνταῦθά φασι τὸν ἐλλέβορον φύεσθαι τὸν ἀστεῖον. ὁ πολίτης Ἀντικυρεύς ὡς Παλαιρεύς. ἦν δὲ καὶ ἀνήρ τις Ἀντικυρεύς, ὅν τινά φασιν ἐλλεβορίσαι τὸν Ἡρακλέα μετὰ τὴν μανίαν. καὶ Ἀντικυραῖος, ὡς Μάρκελλος ἰατρός.

Event Date: -1
§ A99.7   Antinoeia: Ἀντινόεια, πόλις Αἰγύπτου, ἀπ´ Ἀντινόου παιδός. τὸ ἐθνικὸν Ἀντινοεύς. ἐκλήθη ἡ πόλις καὶ Ἀδριανούπολις.

Event Date: -1
§ A99.9   Antiocheia: Ἀντιόχεια, δέκα πόλεις ἀναγράφονται, εἰσὶ δὲ πλείους. πρώτη Σύρων. ἡ δευτέρα ἐκλήθη ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, Λυδίας. τρίτη Μεσοποταμίας, Μυγδονία καλουμένη, ἥ τις πρὸς τῶν ἐπιχωρίων Νάσιβις καλεῖται, ὅθεν Ἀπολλοφάνης ὁ στωικὸς φιλόσοφος Νασιβηνὸς καὶ Φαρνοῦχος ὁ Περσικὰς ἱστορίας συγγεγραφώς. ἥ τις [καὶ] Νέσιβις λέγεται καὶ Νίσιβις. τετάρτη Πισιδίας. πέμπτη μεταξὺ κοίλης Συρίας καὶ Ἀραβίας, Σεμιράμιδος. ἕκτη Κιλικίας ἐπὶ τοῦ Πυράμου. ἑβδόμη Πιερίας, ἣν Ἄραδον οἱ Σύροι καλοῦσιν. ὀγδόη ἡ ἐπὶ τῆς Καλλιρρόης λίμνης. ἐνάτη ἐπὶ τῷ Ταύρῳ ἐν Κομμαγηνῇ. δεκάτη ἐν Σκυθίᾳ. ἑνδεκάτη Καρίας, ἥ τις καὶ Πυθόπολις ἐκαλεῖτο. "Ἀντιόχῳ γὰρ τῷ Σελεύκου τρεῖς γυναῖκες ἐπέστησαν ὄναρ, κτίσαι πόλιν ἐν Καρίᾳ ἑκάστη λέγουσα· ὁ δὲ ὑπολαβὼν τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὴν ἀδελφήν, κτίζει [τρεῖς πόλεις] ἀπὸ μὲν τῆς ἀδελφῆς Λαοδίκης Λαοδίκειαν, ἀπὸ δὲ τῆς γυναικὸς Νύσης Νῦσαν, ἀπὸ δὲ τῆς μητρὸς Ἀντιοχίδος Ἀντιόχειαν". Ἀντιοχίς οὖν ὄνομα καὶ τῆς μητρὸς καὶ ἐθνικὸν τῆς πόλεως καὶ φυλῆς ὄνομα. δωδεκάτη ἐν τῇ Μαργιανῇ Παρθυαίων, περὶ ἧς Στράβων ἑνδεκάτῃ. τρισκαιδεκάτη ἡ Ταρσός. τεσσαρεσκαιδεκάτη Ἰσαυρίας, ἡ Λαμωτὶς λεγομένη. τὸ ἐθνικὸν πασῶν Ἀντιοχεύς καὶ Ἀντιόχειος καὶ Ἀντιοχίς τὸ θηλυκόν.

Event Date: -1
§ A100.15  Antipatris: Ἀντιπατρίς, πόλις [Ἰουδαίας], Ἡρώδου κτίσμα ἐπὶ Ἀντωνίου Καίσαρος. τὸ ἐθνικὸν Ἀντιπατρίτης.

Event Date: -1
§ A100.17   Antisara: Ἀντισάρα, ἐπίνειον Δατηνῶν. Ἡρωδιανός "Ἀντισάρη, καὶ αὕτη πόλις". τινὲς δὲ Τισάρη γράφουσι. τὸ ἐθνικὸν Ἀντισαρεύς, ὡς Ἀντικυρεύς τῆς Ἀντικύρας.

Event Date: -1
§ A101.1   Antissa: Ἄντισσα, πόλις Λέσβου ἐφεξῆς τῷ Σιγρίῳ· ἀφ´ ἧς Τέρπανδρος ὁ Ἀντισσαῖος, διασημότατος κιθαρῳδός. ἀπὸ Ἀντίσσης τῆς Μάκαρος θυγατρός, ἐν τοῖς Φίλωνος. ἔστι καὶ νῆσος μία τῶν Κυκλάδων. καὶ τρίτη Ἰνδικῆς, ἣν ἀναγράφει Φίλων καὶ Δημοδάμας ὁ Μιλήσιος.

Event Date: -1
§ A101.6  Antiphellos and Phellos: Ἀντίφελλος καὶ Φελλός, χωρία Λυκίας. οἱ οἰκοῦντες Φελλῖται καὶ Ἀντιφελλῖται.

Event Date: -1
§ A101.8  Antiphra: Ἀντίφρα, πολίχνιον Ἀλεξανδρείας ἐγγύς, οὐ πολὺ ἀπωτέρω θαλάσσης, οὐκ εὔοινον. τὸν δ´ οἶνον καλοῦσι βύκιον. ὁ πολίτης Ἀντιφραῖος.

Event Date: -1
§ A101.11   Antron: Ἄντρον, τὸ σπήλαιον. τὸ τοπικὸν ἔδει ἀντρίτης, ὡς λίκνον λικνίτης. εὕρηται δὲ ἀντραῖος, ὡς Εὐριπίδης ἐν Αἰγεῖ, καὶ ἀντραία.

Event Date: -1
§ A101.14   Antron: Ἀντρών, πόλις Θετταλίας .... Ζηνόδοτος δὲ γράφει "ἀγχιάλην τ´ Ἀντρῶνα". λέγεται δὲ διὰ τὸ τοὺς τόπους ἀντρώδεις εἶναι. ὁ πολίτης Ἀντρώνιος. ἐξ οὗ καὶ παροιμία "Ἀντρώνιος ὄνος". [εὐφυεῖς γὰρ πρὸς μύλωνας ἔχει λίθους.]

Event Date: -1
§ A101.18  Anysis: Ἄνυσις, πόλις Αἰγύπτου. τὸ ἐθνικὸν Ἀνυσίτης, ὡς Ὄασις Ὀασίτης.

Event Date: -1
§ A101.2   Anolos: Ἄνωλος, πόλις Λυδίας. ἐκλήθη ἀπὸ Ἀνώλου, τοῦ Ἀσίου παιδός. οἱ πολῖται Ἄνωλοι, καὶ τὸ θηλυκὸν Ἀνωλιάς.

Event Date: -1
§ A102.1  Axia: Ἀξία, πόλις Λοκρῶν τῶν Ὀζολῶν, ἀπὸ Ἀξίας τῆς θυγατρὸς Κλυμένου ἢ τοῦ παιδὸς τοῦ Ἀξίου. ἔστι καὶ πόλις Ἰταλίας. τὸ ἐθνικὸν τῆς Λοκρίδος Ἀξιεύς καὶ τὸ θηλυκὸν Ἀξιάς, τῆς δ´ Ἰταλικῆς Ἀξιάτης καὶ θηλυκῶς [Ἀξιᾶτις] διὰ τὸν δυτικὸν χαρακτῆρα.

Event Date: -1
§ A102.6   Axos: Ἄξος, πόλις Κρήτης, ὡς Ἡρόδοτος ἐν τετάρτῃ. τὸ ἐθνικὸν Ἄξιος.

Event Date: -1
§ A102.8   Axoumis: Ἄξουμις, ἀρσενικῶς, μητρόπολις Αἰθιόπων. ὁ πολίτης Ἀξουμίτης.

Event Date: -1
§ A102.10  Aones: Ἄονες, ἔθνος Βοιωτίας, ἀφ´ ὧν ἡ Ἀονία. καὶ Ἄων τὸ ἐθνικόν, καὶ Ἀόνιος καὶ Ἀονία.

Event Date: -1
§ A102.12   Aornos: Ἄορνος, πόλις [Βακτρίων]. ἀρσενικῶς καὶ θηλυκῶς. τὸ ἐθνικὸν Ἀορνεύς ὡς Ἀβαρνεύς.

Event Date: -1
§ A102.14   Aorsoi: Ἄορσοι, ἔθνος [Σκυθικόν], περὶ οὗ Στράβων ἑνδεκάτῃ. ἐθνικὸν τὸ αὐτό.

Event Date: -1
§ A102.16   Apaisos: Ἀπαισός, πόλις κατὰ τὴν Τρωάδα. Ὅμηρος "οἵτ´ Ἀδρήστειάν τ´ εἶχον καὶ δῆμον Ἀπαισοῦ". καὶ δίχα τοῦ 'α' "ὅς ῥ´ ἐνὶ Παισῷ ναῖε πολυκτήμων". ὡς ἄρ´ Ἄταρνα πόλις καὶ Τάρνα. Ὅμηρος "ὃς ἐκ Τάρνης ἐριβώλακος". τὸ ἐθνικὸν Ἀπαισηνός καὶ θηλυκὸν καὶ οὐδέτερον. ἔστι καὶ τῆς Δαυνίας πόλις Παῖσος κατ´ Ἀργύριππα, ἧς τὸ ἐθνικὸν Παίσιος, ὡς τῆς Ῥωσοῦ Ῥώσιος, ἢ ὅπερ ἄμεινον Παισῖνος, διὰ τοῦ 'ι' καὶ περισπωμένως τῷ ἔθει τῆς χώρας.

Event Date: -1
§ A103.3  Apameia: Ἀπάμεια, Συρίας πόλις, ἀπὸ Ἀπάμας τῆς Σελεύκου μητρός. ἐκλήθη καὶ Χερρόνησος ἀπὸ τῆς περιοχῆς τῶν ὑδάτων, καὶ Πέλλα ἀπὸ τῆς ἐν Μακεδονίᾳ. ἔστι καὶ ἄλλη ἐν τῇ Μεσηνῶν γῇ "τῷ Πίγρητι περιεχομένη, ἐν ᾗ σχίζεται ὁ Πίγρης ποταμός, καὶ ἐν μὲν τῇ δεξιᾷ μοίρᾳ περιέρχεται ποταμὸς Σέλλας, ἐν δὲ τῇ ἀριστερᾷ Πίγρης, ὁμώνυμος τῷ μεγάλῳ". τὰ ἐθνικὰ Χερρονησίτης καὶ Πελλαῖος καὶ Ἀπαμεύς. ἔστι καὶ τῆς μικρᾶς Φρυγίας, ἥ τις ἐκαλεῖτο Κελαιναί. τὰ ἐθνικὰ Κελαινίτης [καὶ] Ἀπαμεύς. ἔστι καὶ Βιθυνίας, κτίσμα Νικομήδους τοῦ Ἐπιφανοῦς, ἐκαλεῖτο δὲ πρῶτον Μύρλεια. τὸ ἐθνικὸν Μυρλεανός. ἔστι καὶ τῆς Περσαίας, Ἐδέσσης πρὸς ἄρκτους.

Event Date: -1
§ A103.15   Apasiakai: Ἀπασιάκαι, Μασσαγετῶν ἔθνος. Στράβων ἑνδεκάτῃ, καὶ Πολύβιος δεκάτῃ "οἱ δ´ Ἀπασιάκαι νομάδες κατοικοῦσι μὲν ἀνὰ μέσον Ὤξου καὶ Τανάιδος".

Event Date: -1
§ A103.18   Apatouron: Ἀπάτουρον, τὸ τῆς Ἀφροδίτης ἱερὸν ἐν Φαναγορείᾳ, Στράβων ἑνδεκάτῃ "ἐτυμολογοῦσι δὲ οὕτως. ἐπιθεμένων ἐκεῖ τῶν Γιγάντων ἐπικαλεσαμένη τὸν Ἡρακλέα ἔκρυψεν ἐν κευθμῶνί τινι, καὶ τῶν Γιγάντων ἕκαστον δεχομένη καθ´ ἕνα τῷ Ἡρακλεῖ παρεδίδου δολοφονεῖν ἐξ ἀπάτης". Ἑκαταῖος δὲ κόλπον οἶδε τὸν Ἀπάτουρον ἐν τῇ Ἀσίᾳ. τὸ τοπικὸν Ἀπάτουρος, ἀλλὰ καὶ Ἀπατουρίτης. δύναται καὶ Ἀπατούριος καὶ Ἀπατουρεύς.

Event Date: -1
§ A104.7   Apennion: Ἀπέννιον, ὄρος διὰ μέσης Ἰταλίας τεταμένον "τὴν μέν τι μέσην ὄρος ἄνδιχα τέμνει, ὅ ῥά τε κικλήσκουσιν Ἀπέννιον". τὸ κτητικὸν Ἀπέννειος, τὸ ἐθνικὸν Ἀπεννῖνος ὡς Ῥηγῖνος, ὃ παρὰ Πεισάνδρῳ κεῖται ιγʹ.

Event Date: -1
§ A104.11   Aperanteia: Ἀπεράντεια, πόλις Θεσσαλίας. Πολύβιος εἰκοστῷ. τὸ ἐθνικὸν Ἀπεραντοί ὡς Ἀμαραντοί, ὀξυτόνως.

Event Date: -1
§ A104.13   Apesas: Ἀπέσας, ὄρος τῆς Νεμέας, ὡς Πίνδαρος καὶ Καλλίμαχος ἐν τρίτῃ, ἀπὸ Ἀφέσαντος ἥρωος βασιλεύσαντος τῆς χώρας, ἢ διὰ τὴν ἄφεσιν τῶν ἁρμάτων ἢ τοῦ λέοντος· ἐκεῖ γὰρ ἐκ τῆς σελήνης ἀφείθη. ἀφ´ οὗ Ζεὺς Ἀπεσάντιος. Καλλίμαχος δὲ ἐν τοῖς ἰάμβοις τὸ ἐθνικὸν Ἀπέσας φησί κοὐχ ὧδ´ Ἀρείων τῷ Ἀπέσαντι πὰρ Διί ἴθυσεν Ἀρκὰς ἵππος.

Event Date: -1
§ A104.2  Apia: Ἀπία, οὕτως οἱ νεώτεροι τὸ Ἄργος, καὶ τοὺς κατοικοῦντας Ἀπιδόνας. ἀπὸ Ἄπιδος τοῦ Φορωνέως, ὡς Ῥιανὸς ἐν Ἀχαϊκῶν δευτέρῳ ὑμετέρη τοι, τέκνα, Φορωνέος Ἰναχίδαο ἀρχῆθεν γενεή. τοῦ δὲ κλυτὸς ἐκγένετ´ Ἆπις, ὅς ῥ´ Ἀπίην ἐφάτιξε καὶ ἀνέρας Ἀπιδανῆας. τὸ ἐθνικὸν Ἀπιεύς δηλῶν τὸν Πελοποννήσιον, καὶ Ἀπίηθεν τὸ ἐκ τόπου, καὶ Ἀπιδόνες καὶ Ἀπιδονῆες. Ἀπιδόνες δὲ καὶ οἱ Ἀρκάδες, ἀπὸ Ἀπιδόνος ποταμοῦ ἢ τοῦ υἱοῦ Φορωνέως Ἄπιδος. Δημήτριος δὲ καὶ ποταμὸν Ἀπιδανὸν τῆς Τρωάδος φησίν "ἐκβάλλων εἰς τὴν ἑσπέριον θάλασσαν". ὡς Τιμοσθένης. φησὶ δὲ καὶ τὰς ἀχράδας τὰς ἐν ταύτῃ τῇ χώρᾳ γινομένας Ἴστρος ἀπίους ἀπὸ ταύτης ὑπὸ τῶν ἔξωθεν λεχθῆναι. λέγεται καὶ Ἀπίς θηλυκόν, ἧς ἡ γενικὴ Ἀπίδος. οὕτω τὴν χώραν Ἐρατοσθένης ἐν Ἑρμῇ προσαγορεύει.

Event Date: -1
§ A105.12   Apiola: Ἀπίολα, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ἀπιολανός, ὡς Νῶλα Νωλανός.

Event Date: -1
§ A105.14   Apodotoi: Ἀποδωτοί, ὡς Βοιωτοί, ἔθνος Αἰτωλίας. Θουκυδίδης τρίτῃ "ἐπιχειρεῖν δ´ ἐκέλευον πρῶτον μὲν Ἀποδωτοῖς, ἔπειτα Ὀφιονεῦσιν".

Event Date: -1
§ A105.17   Apokopa: Ἀπόκοπα, οὐδετέρως, κόλπος ἐν τῷ Βαρβαρικῷ μυχῷ. Μαρκιανὸς ἐν περίπλῳ. τὸ τοπικὸν Ἀποκοπίτης ἢ Ἀποκοπηνός.

Event Date: -1
§ A105.2  Apollonia first, a city of Illyria, where Illyrians dwell, near Epidamnos. Later a colony of 200 Corinthians was sent there, led by Gylax, who named it Gylakeia. The ethnic Apolloniate and feminine Apolloniatis.
Second, (Apollonia Pontica) in an island toward Salmydessos, a colony of the Milesians and Rhodians.
Third (Apollonia) in Macedonia.
4. A city of Libya.
5. On an island of Akarnania, one of the Echinades.
6. (Apollonia) in Crete near Knossos.
7. (Apollonia) Near the Alontinoi and Kale Akte.
8. In Mysia.
9. (Apollonia ad Rhyndacum) City of Mysia on the Ryndakos river.
10. (Apollonis) Near Thyateira and Ephesos[?].
11. Apollonia) In Phokida, which Homer calls Kyparissos, because it has lots of cypresses, as Didymos says.
12. In Hollow Syria. 13. (Apollonia) near Joppa.
14. In Mesopotamia.
15. (Apollonia) in Libya, which is called Kyrene.
16. Of Lydia.
17. Of Pisidia, formerly Mordiaion.
18. In Phrygia, of old Margion.
19. On the island of Siphnos.
20. In Syria near Apameia.
21. Island near Lykia.
22. Of the Ionians toward Thrace, as Demosthenes says.
23. In Crete, the old Eleutherna, homeland of Linos. The physicist Diogenes is from here.
24. In Egypt.
25. Between Babylon and Susa.
Tryphon in the book on variant names says the ethnic is Apollonieus, but this is not from the city but from Apollonion, as Doulichion/Doulichieus. GR: Ἀπολλωνία, αʹ πόλις Ἰλλυρίας, ἣν ᾤκουν Ἰλλυριοί, κατ´ Ἐπίδαμνον. ὕστερον διακοσίων Κορινθίων ἀποικία εἰς αὐτὴν ἐστάλη, ἧς ἡγεῖτο Γύλαξ, ὃς Γυλάκειαν ὠνόμασε. τὸ ἐθνικὸν Ἀπολλωνιάτης καὶ θηλυκὸν Ἀπολλωνιᾶτις. βʹ ἐν νήσῳ πρὸς τῇ Σαλμυδησσῷ, ἀποικία Μιλησίων καὶ Ῥοδίων. γʹ Μακεδονίας. δʹ πόλις Λιβύης. εʹ ἐν νήσῳ τῆς Ἀκαρνανίας, μία τῶν Ἐχινάδων. ϛʹ ἐν Κρήτῃ πρὸς τῇ Κνωσσῷ. ζʹ πλησίον Ἀλοντίνων καὶ Καλῆς ἀκτῆς. ηʹ Μυσίας. θʹ πόλις Μυσίας ἐπὶ Ῥυνδάκῳ ποταμῷ. ιʹ κατὰ Θυάτειρα καὶ Ἔφεσον. ιαʹ Φωκίδος, ἣν Ὅμηρος Κυπάρισσόν φησι, διὰ τὸ πολλὰς ἔχειν κυπαρίσσους, ὡς Δίδυμος. ιβʹ περὶ τὴν κοίλην Συρίαν. ιγʹ κατὰ Ἰόπην. ιδʹ τῆς Μεσοποταμίας. ιεʹ Λιβύης, ἣ Κυρήνη ἐκαλεῖτο. ιϛʹ Λυδίας. ιζʹ Πισιδίας, ἡ πρότερον Μορδιάιον. ιηʹ Φρυγίας, ἡ πάλαι Μάργιον. ιθʹ ἐν Σίφνῳ τῇ νήσῳ. κʹ Συρίας κατὰ Ἀπάμειαν. καʹ νῆσος πρὸς τῇ Λυκίᾳ. κβʹ τῶν ἐπὶ Θρᾴκης Ἰώνων, ἣν Δημοσθένης φησίν. κγʹ Κρήτης, ἡ πάλαι Ἐλεύθερνα, Λίνου πατρίς. ἐκ ταύτης ὁ φυσικὸς Διογένης. κδʹ ἐν Αἰγύπτῳ. κεʹ μεταξὺ Βαβυλῶνος καὶ Σούσων. Τρύφων ἐν τῷ περὶ παρωνύμων τὸ ἐθνικὸν εἶπεν Ἀπολλωνιεύς· ἀλλ´ οὐκ ἔστιν ἐκ τῆς πόλεως, ἀλλ´ ἐκ τοῦ Ἀπολλώνιον, ὡς Δουλίχιον Δουλιχιεύς.

Event Date: -1
§ A106.19   Apollonieis: Ἀπολλωνιεῖς, δῆμος προστεθεὶς τῇ Ἀτταλίδι φυλῇ. ὁ δημότης ὁμοίως Ἀπολλωνιεύς.

Event Date: -1
§ A106.21   Apollonos nesos: Ἀπόλλωνος νῆσος, ἐν Λιβύῃ. τὸ ἐθνικὸν Ἀπολλωνησίτης. λέγεται καὶ νησαῖος.

Event Date: -1
§ A107.1  Apollonos polis: Ἀπόλλωνος πόλις, ἐν Αἰγύπτῳ πρὸς τῷ μέρει τῆς Λιβύης, ἡ μικρά, ἧς μέμνηται Ἀπίων. δευτέρα ἡ μεγάλη ἐν Αἰγύπτῳ. τρίτη ἐν Αἰθιοπίᾳ τῇ Ἐρυθρᾷ παρακειμένη. τὸ ἐθνικὸν Ἀπολλωνοπολίτης.

Event Date: -1
§ A107.5  Apros: Ἄπρος, θηλυκόν, πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ ἕκτῃ "τοῦ δ´ Ἀντιπάτρου διατρίβοντος περὶ τὴν Ἄπρον". τὰ ἐθνικὰ Ἀπραῖος [καὶ Ἄπριος].

Event Date: -1
§ A107.8   Aptera: Ἄπτερα, πόλις Κρήτης, ἀπὸ τῆς τῶν Μουσῶν καὶ Σειρήνων ἔριδος, τῆς ἐν τῷ μουσείῳ πλησίον τῆς πόλεως καὶ τῆς θαλάττης τόπῳ τοιῶσδε καλουμένῳ γενομένης, ἐν ᾧ μετὰ τὴν ἐν μουσικῇ νίκην τῶν Μουσῶν αἱ Σειρῆνες δυσφοροῦσαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰς τὴν θάλασσαν ἐνέβαλον ἑαυτάς· ὅθεν ἡ πόλις Ἄπτερα, αἱ δὲ πλησίον νῆσοι Λευκαί. οἱ δὲ ἀπὸ Γλαύκου τοῦ Κυρηναίου. ὁ πολίτης Ἀπτεραῖος. ἔστι καὶ Λυκίας πόλις, οὐδετέρως καὶ αὕτη. καὶ τὸ ἐθνικὸν Ἀπτερεύς.

Event Date: -1
§ A107.17   Arabia: Ἀραβία, ἡ χώρα, ὡς Αἰθιοπία. δύο δ´ εἰσίν, ἡ μὲν ἀρωματοφόρος μεταξὺ Περσικῆς καὶ Ἀραβικῆς θαλάσσης, ἡ δὲ μᾶλλον δυτικὴ συνάπτουσα πρὸς μὲν τὴν δύσιν Αἰγύπτῳ πρὸς ἄρκτον δὲ Συρίᾳ. περὶ ἧς ὁ περιηγητὴς Διονύσιός φησι τῆς δ´ ἂν ἴδοις προτέρω νοτιώτερον οἶμον ὁδεύων Ἀραβίου κόλπου μύχατον ῥόον, ὅστε μεσηγύ εἰλεῖται Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς. τὸ ἐθνικὸν Ἀράβιος, ὡς ἡ παροιμία "Ἀράβιος αὐλητής", ἣν ἔταττον ἐπὶ τῶν ἀπαύστως διαλεγομένων, ἢ διὰ τὸ μηδένα Ἑλλήνων διασκευάσασθαι τὴν αὐλητικὴν ὡς οὖσαν βάναυσον καὶ παντελῶς ἀνελεύθερον, ἀλλὰ βαρβάροις αὐληταῖς χρῆσθαι. διὸ καὶ ὁ Ἀράβιος αὐλητής, ὃς "δραχμῆς μὲν ηὔλει τεττάρων δ´ ἐπαύετο". τὸ ἐθνικὸν [Ἀράβιος] καὶ Ἄραβος καὶ Ἀράβισσα.

Event Date: -1
§ A108.3   Arabis: Ἄραβις, ποταμὸς Ἰνδικῆς, ἐν αὐτονόμῳ χώρᾳ, περὶ ὃν οἰκοῦσιν Ἀραβῖται, ὡς ὠκεανῖται.

Event Date: -1
§ A108.5   Arabyza: Ἀράβυζα, πόλις τῆς Καυκωνίδος, ἥ τις νῦν Πεσηνοῦς ὀνομάζεται. τὸ ἐθνικὸν Ἀραβυζαῖος ἢ Ἀραβύζιος.

Event Date: -1
§ A108.7   Araden: Ἀραδήν, πόλις Κρήτης, ἣ καὶ Ἀνώπολις λέγεται διὰ τὸ ἄνω εἶναι. ὁ πολίτης ἀπὸ τῆς γενικῆς Ἀραδήνιος, ὡς Ἀραφῆνος Ἀραφήνιος.

Event Date: -1
§ A108.10   Arados: Ἄραδος, νῆσος Φοινίκης. ἔστι καὶ ἑτέρα τῆς Ἐρυθρᾶς θαλάσσης. τὸ ἐθνικὸν Ἀράδιος. τρίτη Κρήτης. τὸ ἐθνικὸν Ἀράδιος Ἀραδία.

Event Date: -1
§ A108.13   Arazos: Ἄραζος, πόλις πρὸς τῷ Πόντῳ, ἀπὸ Ἀράζου τοῦ ἡγησαμένου. τὸ ἐθνικὸν Ἀράζιος ὡς Σαβάζιος.

Event Date: -1
§ A108.15  Araithyrea: Ἀραιθυρέα, οὕτως ἡ Φλιοῦς πάλαι. Ὅμηρος "Ἀραιθυρέην τ´ ἐρατεινήν". Παυσανίας δευτέρῳ περιηγήσεως Ἑλλάδος φησὶν ὅτι "Ἄραντος υἱὸς Ἄορις ἐγένετο καὶ θυγάτηρ Ἀραιθυρέα. τούτους Φλιάσιοί φασι θήρας ἐμπείρους γενέσθαι καὶ τὰ ἐς πόλεμον ἀνδρείους· προαποθανούσης δὲ τῆς ἀδελφῆς Ἄορις ἐς μνήμην τῆς ἀδελφῆς τὴν χώραν οὕτως ἔφη". τὸ ἐθνικὸν Ἀραιθυρεεύς καὶ Ἀραιθυρέηθεν.

Event Date: -1
§ A109.5   Arai: Ἀραί, Ἰωνίας νῆσοι τρεῖς, οὕτω λεγόμεναι διὰ τὰς ἀρὰς ἃς Δωριεῖς ἐποιήσαντο πρὸς τοὺς Πενταπολίτας, ὡς Ἀριστείδης. ἄλλοι δ´ ἄλλως. τὸ ἐθνικὸν Ἀραῖος.

Event Date: -1
§ A109.8   Arakynthos: Ἀράκυνθος, ὄρος Βοιωτίας, ἀφ´ οὗ ἡ Ἀθηνᾶ Ἀρακυνθιάς, ὡς Ῥιανὸς ἐν τῇ Φήμῃ "κλῦθί μοι εὐχάων Ἀρακυνθιὰς εὐπατέρεια". ἔστι γὰρ Ἀρακύνθιος τὸ τοπικὸν καὶ Ἀρακυνθία.

Event Date: -1
§ A109.11  Arantia: Ἀραντία, [Πελοποννήσου] πόλις, ἡ ὕστερον Φλιοῦς, ἀπό τινος Ἄραντος αὐτόχθονος. οἱ πολῖται Ἀραντῖνοι.

Event Date: -1
§ A109.13   Araxa: Ἄραξα, πόλις Λυκίας, ὡς Ἀλέξανδρος ἐν δευτέρῳ τῶν Λυκιακῶν. τὸ ἐθνικὸν Ἀραξεῖς, ὡς Πιναρεῖς Λιμυρεῖς καὶ Μυρεῖς.

Event Date: -1
§ A109.16   Araxai or Araxoi: Ἀράξαι ἢ Ἄραξοι, ἔθνος Ἰλλυρίας, ὡς Ἀλέξανδρος Κορνήλιος ἐν τῷ περὶ τῶν παρ´ Ἀλκμᾶνι τοπικῶς εἰρημένων.

Event Date: -1
§ A109.18  Araxes: Ἀράξης, ποταμὸς Ἀρμενίας. καὶ Θετταλίας· οὕτως γὰρ ὁ Πηνειὸς ἐκαλεῖτο ἐκ τοῦ ἀράξαι. τὸ τοπικόν "Ἀράξιον ὕδωρ".

Event Date: -1
§ A109.21   Arapheia: Ἀράφεια, νῆσος Καρίας. Παρθένιος ἐν Ἰφίκλῳ "καὶ εἰναλίην Ἀράφειαν". καὶ τὸ ἐθνικὸν Ἀραφεύς.

Event Date: -1
§ A110.1   Araphen: Ἀραφήν, δῆμος Αἰγηίδος φυλῆς. ὁ δημότης Ἀραφήνιος καὶ Ἀραφηνίς θηλυκόν. τὸ τοπικὸν Ἀραφηνόθεν Ἀραφηνῆσιν Ἀραφῆνάδε.

Event Date: -1
§ A110.4   Arachnaion: Ἀραχναῖον, ὄρος Ἄργους. Καλλίμαχος Αἰτίων αʹ. προπερισπαστέον δέ· τὰ γὰρ διὰ τοῦ 'αιον' ἁπλᾶ ὑπὲρ τρεῖς συλλαβὰς ἔχοντα τὴν τετάρτην ἀπὸ τέλους διὰ τοῦ 'α' καὶ τὴν ἑξῆς διὰ τοῦ 'α' ἢ διὰ τοῦ 'υ' προπερισπᾶται, Χαλαστραῖον Καναστραῖον Ἀμυκλαῖον. πρόσκειται δ´ ἁπλᾶ διὰ τὸ κατάγαιον.

Event Date: -1
§ A110.10  Arachosia: Ἀραχωσία, πόλις οὐκ ἄπωθεν Μασσαγετῶν, Στράβων ἑνδεκάτῃ, ὑπὸ Σεμιράμεως κτισθεῖσα, ἥ τις καὶ Κωφήν ἐκαλεῖτο. οἱ πολῖται Ἀραχώσιοι, τῆς δὲ Κωφῆνος Κωφήνιοι.

Event Date: -1
§ A110.13   Arachotoi: Ἀραχωτοί, πόλις Ἰνδικῆς, ἀπὸ Ἀραχωτοῦ ποταμοῦ, ῥέοντος ἀπὸ τοῦ Καυκάσου, ὡς Φαβωρῖνος καὶ Στράβων ἑνδεκάτῃ. εἰσὶ καὶ ἄλλοι πλησίον Μασσαγετῶν, ὡς Στράβων ἑνδεκάτῃ. διχῶς δὲ λεκτέον, καὶ Ἀραχώτης καὶ Ἀραχωτός.

Event Date: -1
§ A110.17   Arbake: Ἀρβάκη, πόλις ἐν Κελτιβηρίᾳ, ὡς Ἰόβας. τὸ ἐθνικὸν Ἀρβακαῖος.

Event Date: -1
§ A110.19   Arbanion: Ἀρβάνιον, πόλις πρὸς τῷ Πόντῳ. τὸ ἐθνικὸν Ἀρβάνιος, καὶ τὸ θηλυκὸν ἐν κοινῷ γένει "Ἀρβάνιος ἀκτή".

Event Date: -1
§ A110.21   Arbaxanoi: Ἀρβαξανοί, ἔθνος Λιγυστικόν "παρέπλεον δὲ τὴν χώραν τὴν μὲν πρώτην ἔρημον, ἣν ἐνέμοντο [πρότερον] Ἰψίκουροι καὶ Ἀρβαξανοί".

Event Date: -1
§ A111.3   Arbele: Ἀρβέλη, πόλις Σικελίας. τὸ ἐθνικὸν Ἀρβελαῖος, Φίλιστος Σικελικῶν ὀγδόῃ.

Event Date: -1
§ A111.5  Arbela: Ἄρβηλα, πόλις Περσική, ἀπὸ Ἀρβήλου τοῦ Ἀθμονέως, Στράβων ἑκκαιδεκάτῃ. οἱ κατοικοῦντες Ἀρβηλῖται, τὸ θηλυκὸν Ἀρβηλῖτις. καὶ τὰ κτητικὰ Ἀρβηλιτικός καὶ θηλυκῶς.

Event Date: -1
§ A111.8  Arbis: Ἄρβις, ποταμὸς τῆς Ἰνδικῆς. ἔθνος Ἄρβιες ἢ Ἀρβῖται. ἔστι καὶ ἐν Κρήτῃ Ἄρβιον ὄρος, ἔνθα τιμᾶται Ἄρβιος Ζεύς. Ἄρβιος οὖν καὶ ὁ κατοικῶν τὸ ὄρος.

Event Date: -1
§ A111.11   Arboukale: Ἀρβουκάλη, πόλις μεγίστη τῶν ἐντὸς Ἴβηρος ποταμοῦ, ἣν μόλις εἷλεν Ἀννίβας, ὡς Πολύβιος τρίτῃ.

Event Date: -1
§ A111.13   Arbon: Ἀρβών, πόλις Ἰλλυρίας. Πολύβιος δευτέρᾳ. τὸ ἐθνικὸν Ἀρβώνιος καὶ Ἀρβωνίτης, ὡς Ἀντρώνιος καὶ Ἀσκαλωνίτης.

Event Date: -1
§ A111.15   Argais: Ἀργαΐς, νῆσος πρὸς τῇ Λυκίᾳ. ὁ οἰκήτωρ Ἀργαΐτης. ἔστι καὶ πρὸς τῷ Κανώβῳ μικρὰ νῆσος Ἀργέου.

Event Date: -1
§ A111.17   Arganthon: Ἀργανθών, ὄρος Μυσίας ἐπὶ τῇ Κίῳ, ἀπὸ Ἀργανθώνης Ῥήσου γυναικός. λέγεται καὶ Ἀργανθώνη καὶ ἡ γυνὴ καὶ τὸ ὄρος. τὸ κτητικὸν Ἀργανθώνειος, ὡς τὸ Κιθαιρών Κιθαιρώνειος "λέπας Κιθαιρώνειον".

Event Date: -1
§ A111.21   Argante: Ἀργάντη, πόλις Ἰνδίας, ὡς Ἑκαταῖος. τὸ ἐθνικὸν ἔδει Ἀργανταῖος, ἀλλὰ ὁ τύπος τῶν Ἰνδῶν ἢ Ἀργαντηνός ἢ Ἀργαντίτης.

Event Date: -1
§ A112.3   Argennousa: Ἀργέννουσα, νῆσος πρὸς τῇ ἠπείρῳ τῆς Τρωάδος παρὰ τὸ Ἀργεννὸν ἀκρωτήριον, ἀφ´ οὗ ἀργεννόεις, καὶ κατὰ συναίρεσιν ἀργεννοῦς καὶ Ἀργέννουσα. τὸ ἐθνικὸν Ἀργεννούσιος. Ἀνδροτίων ἐν τῷ τετάρτῳ τῆς Ἀτθίδος διὰ τοῦ 'ι'.

Event Date: -1
§ A112.7   Argeou nesos: Ἀργέου [νῆσος], νῆσος μικρὰ πρὸς τῷ Κανώβῳ Αἰγυπτία, ἀπὸ Ἀργέου τοῦ Μακεδόνος, ἀφ´ οὗ Ἀργεάδαι. οἱ οἰκήτορες Ἀργεῶται, ὡς τῆς Νικίου Νικιῶται καὶ τῆς Χαιρέου Χαιρεῶται. καὶ αὗται γὰρ Αἰγύπτου πόλεις.

Event Date: -1
§ A112.11   Argila: Ἄργιλα, πόλις Καρίας. τὸ ἐθνικὸν Ἀργιλίτης, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας βʹ.

Event Date: -1
§ A112.13   Argilos: Ἄργιλος, πόλις Θρᾴκης, ὡς Θουκυδίδης εʹ καὶ Φαβωρῖνος ἐν παντοδαπαῖς "Ἄργιλος ἡ πρὸς τῷ Στρυμόνι ποταμῷ πόλις. ὠνομάσθη δὲ ἐπειδὴ ὑπὸ Θρᾳκῶν ὁ μῦς ἄργιλος καλεῖται, σκαπτόντων δὲ εἰς τὸ θεμελίους καταβαλέσθαι πρῶτος μῦς ὤφθη". λέγεται δὲ θηλυκῶς. οἱ πολῖται Ἀργίλιοι.

Event Date: -1
§ A112.18  Argos: Very famous city of the Peloponnese, which some used to call "Phoronikon citadel" and Aigialeia, and "horse-rearing" from the grazing of horses have been introduced by Poseidon, or Iason from Iasos the father of Ios according to some, and dipsion (thirsty) from the drought of the waters. Second is Amphilochian Argos; third is now the Larissa of Thessaly; fourth, of Cilicia, now called Argeiopolis; fifth Argos is on Nisyros, one of the Cyclades; sixth is by Troizen; seventh by Macedonia; eighth is Argos Orestion in Scythia; ninth in Caria; tenth is Argolikon. Almost every Argos is a plain by the sea. The ethnic of all of them is Argeios, not from the neuter Argos (on account of the iota) but from Argos the founder. Also called Argolas. Aristophanes in his Heroes: "Let him not speak. He is not an Argolas, by Zeus, not even a Greek, as far as I am concerned." And Euripides in his Pleisthenes, "I am Sardian, no longer Argolas." And Argolis the territory and a woman, and Argolic. And they are called Argeiones like Cadmeiones and Argeione, as Antimachos, and Argeiotes from Argeios, and Argeiotis the feminine, and the verb argolizo, used as a particle in the 19th book of Ephoros. They are also called by the patronymic, as Herodorus and many others, in the current period Herakleidai, but before Herakles Perseidai, and before Perseus Lynkeidai and Danaidai, and before Danos Argeiadai and Phoroneidai, which Abron attributes to the poets. GR: Ἄργος, διασημοτάτη πόλις Πελοποννήσου, ἥ τις "Φορωνικὸν ἄστυ" ἐκέκλητο, καὶ Αἰγιάλεια, καὶ ἱππόβοτον διὰ τὸ Ποσειδῶνι νομὴν ἵππων ἀποδειχθῆναι, εἶτα Ἴασον ἀπὸ Ἰάσου τοῦ κατ´ ἐνίους πατρὸς Ἰοῦς, καὶ δίψιον διὰ τὴν δίψαν τῶν ὑδάτων. δευτέρα Ἄργος τὸ Ἀμφιλοχικόν. τρίτη Θεσσαλίας [ἡ νῦν Λάρισσα]· τετάρτη Κιλικίας ἡ νῦν Ἀργειόπολις. πέμπτη ἐν Νισύρῳ μιᾷ τῶν Κυκλάδων. ἕκτη κατὰ Τροιζῆνα. ἑβδόμη κατὰ Μακεδονίαν. ὀγδόη Ἄργος Ὀρέστιον ἡ ἐν Σκυθίᾳ. ἐνάτη Καρίας. δεκάτη τὸ Ἀργολικόν. ἑνδεκάτη ἡ Φαιάκων Ὑπέρεια. Ἄργος δὲ σχεδὸν πᾶν πεδίον κατὰ θάλασσαν. τὸ ἐθνικὸν πασῶν Ἀργεῖος, οὐ παρὰ τὸ Ἄργος οὐδέτερον (ἦν γὰρ διὰ τοῦ 'ι'), ἀλλὰ παρὰ τὸν Ἄργον τὸν κτίστην· λέγεται γὰρ καὶ Ἀργόλας. Ἀριστοφάνης Ἥρωσιν οὐκ ἠγόρευον; οὗτός ἐστ´ οὐκ Ἀργόλας. μὰ Δί´ οὐδέ γ´ Ἕλλην, ὅσον ἔμοιγε φαίνεται. καὶ Εὐριπίδης ἐν Πλεισθένει "ἐγὼ δὲ Σαρδιανός, οὐκέτ´ Ἀργόλας". καὶ Ἀργολίς ἡ χώρα καὶ ἡ γυνή. καὶ Ἀργολικός καὶ Ἀργολική. καὶ Ἀργείωνες λέγονται ὡς Καδμείωνες, καὶ Ἀργειώνη, ὡς Ἀντίμαχος, καὶ Ἀργειώτης παρὰ τὸ Ἀργεῖος, καὶ Ἀργειῶτις τὸ θηλυκόν, καὶ ἀργολίζω ῥῆμα, οὗ τὴν μετοχὴν Ἔφορος ἐννεακαιδεκάτῃ. λέγονται καὶ πατρωνυμικῶς, ὡς πολλοὶ καὶ Ἡρόδωρος, ἐν μὲν τῷ νῦν χρόνῳ Ἡρακλεῖδαι, πρὸ δ´ Ἡρακλέους Περσεῖδαι, πρὸ Περσέως δὲ Λυγκεῖδαι καὶ Δαναΐδαι, πρὸ δὲ Δαναοῦ Ἀργειάδαι καὶ Φορωνεῖδαι, ἃς Ἅβρων ποιηταῖς ἀνατίθησιν.

Event Date: -1
§ A113.19  Argoura: Ἄργουρα, πόλις Θεσσαλίας, ἡ πρότερον Ἄργισσα. ἔστι καὶ τόπος τῆς Εὐβοίας Ἄργουρα, ὅπου δοκεῖ τὸν Πανόπτην Ἑρμῆς πεφονευκέναι. τὸ ἐθνικὸν δὲ ἔδει Ἀργουραῖος, ὡς καὶ Φίλων. Ἀπολλόδωρος δέ φησιν ἐν πρώτῳ νεῶν καταλόγου Ἀργείους ὀνομάζεσθαι "ἢ τῆς προσηγορίας μεταπεσούσης ἢ διὰ τὸ προσκυροῦν τὰ πεδία τῆς Θετταλίας, ἣν δὴ Πελασγικὸν Ἄργος εἶπεν Ὅμηρος. καλοῦνται δὲ [καὶ] Λεοντῖνοι ἀπὸ Λεοντέως". καὶ Ἀργούριος τὸ ἐθνικόν.

Event Date: -1
§ A114.8   Argynnion: [Ἀργύννιον], ..... Ἄργυννος, υἱὸς Πεισιδίκης τῆς Λεύκωνος τοῦ Ἀθάμαντος τοῦ Σισύφου τοῦ Αἰόλου, ἐρώμενος Ἀγαμέμνονος, Βοιωτός, ὃς ἀνιὼν εἰς τὸν Κηφισσὸν τελευτᾷ. ἀφ´ οὗ Ἀργυννίδα τὴν Ἀφροδίτην ἐτίμησε. λέγεται καὶ Ἀργουνίς. Ἀριστοφάνης δὲ Ἀργύνειον διὰ διφθόγγου. ὁ οἰκήτωρ Ἀργύννιος.

Event Date: -1
§ A115.1  Argyra: Ἀργυρᾶ, μητρόπολις [τῆς] ἐν Ἰνδικῇ Ταπροβάνης νήσου, ὅ ἐστι κριθῆς νήσου· καὶ γὰρ εὐφορωτάτη ἐστὶ καὶ πλεῖστον ποιεῖ χρυσόν. τὸ ἐθνικὸν Ἀργυρίτης ἢ Ἀργυρηνός· ἀμφότεροι γὰρ οἱ τύποι συνήθεις.

Event Date: -1
§ A115.5   Argyrinoi: Ἀργυρῖνοι, ἔθνος Ἠπειρωτικόν, ὡς Τίμαιος καὶ Θέων. καὶ Λυκόφρων "εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπας".

Event Date: -1
§ A115.7  Argyrippa: Ἀργύριππα, πόλις τῆς Δαυνίας κατὰ τὸν Ἰόνιον κόλπον. Λυκόφρων "ὁ δ´ Ἀργύριππα Δαυνίων παγκληρίαν". αὕτη Ἄρποι ἐκαλεῖτο. Διομήδης μετὰ τὴν ἅλωσιν τῆς Ἰλίου ἐτείχισε καὶ μετωνόμασεν Ἄργος Ἵππιον. τὸ ἐθνικὸν Ἀργυριππανός. Στράβων Ἀργυριπηνός φησιν.

Event Date: -1
§ A115.12   Argyros: Ἄργυρος, πόλις. Φίλιστος ἐν ἐνάτῃ.

Event Date: -1
§ A115.13  Ardalides and Ardaliotides: Ἀρδαλίδες καὶ Ἀρδαλιώτιδες, τιμῶνται αἱ Μοῦσαι ἐν Τροιζῆνι, ἀπὸ Ἀρδάλου τινὸς ἱδρυσαμένου ἢ καὶ ἀπὸ τόπου. ἔστιν οὖν τοῦ μὲν Ἀρδαλιῶτις τὸ ἀρσενικὸν Ἀρδαλιώτης, τοῦ δ´ Ἀρδαλίς Ἀρδαλός ὡς Θετταλός.

Event Date: -1
§ A115.17  Ardea: Ἀρδέα, κατοικία τῆς Ἰταλίας. Στράβων πέμπτῃ. ἐκλήθη ἀπὸ ἑνὸς τῶν παίδων Ὀδυσσέως καὶ Κίρκης. αὕτη Τροία ἐλέγετο, ὡς Χάραξ. οἱ οἰκοῦντες Ἀρδεᾶται. ἔστι καὶ πόλις Ἰλλυρίας διὰ τοῦ 'ι'. ὡς Στράβων. τὸ ἐθνικὸν Ἀρδιαῖος.

Event Date: -1
§ A116.3   Ardynion: Ἀρδύνιον, πόλις ἐν Θήβης πεδίῳ, ὡς Ξάνθος ἐν Λυδιακῶν δευτέρῳ. τὸ ἐθνικὸν Ἀρδύνιος.

Event Date: -1
§ A116.5  Arethousa: Ἀρέθουσα, πόλις Συρίας καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ κρήνη Σικελίας. αὕτη Κυπάρα ἐλέγετο. ἔστι καὶ Ἰθάκης. "πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ" Ὅμηρος. Δίδυμος ὑπομνηματίζων τὴν 'ν' τῆς Ὀδυσσείας φησίν "Ἀρέθουσαι δέ εἰσιν ὀκτώ". Ἡρακλέων δὲ ὁ Γλαύκου τὴν αὐτὴν ὑπομνηματίζων φησίν "ἄρω ἐστὶ τὸ ποτίζω, οὗ τὸ ἄρδω παράγωγον, ἐκ τούτου ἀρέθω, ὡς φλέγω φλεγέθω, ἀφ´ οὗ πᾶσα κρήνη ἐπιθετικῶς οὕτω λέγεται". τὸ ἐθνικὸν Ἀρεθούσιος.

Event Date: -1
§ A116.13  Areia krene: Ἀρεία κρήνη, ἐν Θήβαις. καὶ τόπος ὃν οἱ κατοικοῦντες Ἄρειοι καλοῦνται. καί ἐστιν ἀπὸ δύο ἓν ἐθνικόν, ὡς ἀπὸ τοῦ Μόψου ἑστία Μοψεάτης, καὶ τῆς μητρὸς τῶν θεῶν τὸ μητρῷον.

Event Date: -1
§ A117.10  Areios pagos: Ἄρειος πάγος, ἀκρωτήριον Ἀθήνησιν, ὡς Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν ἐνάτῳ, ἐν ᾧ τὰς φονικὰς κρίσεις ἐδίκαζον, διὰ τὰς ἀπὸ τοῦ σιδήρου γινομένας μιαιφονίας. Φιλόχορος δ´ ἐν Ἀτθίδος δευτέρῳ βιβλίῳ, ὅτι Ἁλιρρόθιον τὸν Ποσειδῶνος ἀποθανεῖν ὑπὸ Ἄρεος βιαζόμενον τὴν Ἀλκίππην τὴν αὐτοῦ θυγατέρα. τὸ ἐθνικὸν ἐκ δύο ἓν Ἀρεοπαγίτης. ἔστι καὶ ἐν Ῥώμῃ Ἄρειον πεδίον τὸ ἐθνικὸν ἔδει Ἀρειοπεδιεύς, ἀλλ´ οὐχ ἁρμόζει Ῥωμαίοις ὁ τύπος. ἔσται οὖν τοῦ πεδίον πεδῖνος ἢ πεδιανός καὶ Ἀρεοπεδῖνος καὶ Ἀρεοπεδιανός. ἔστι καὶ Θρᾴκης ἔρημον πεδίον χαμαιπετῆ δένδρα ἔχον, ὡς Πολύβιος τρισκαιδεκάτῃ.

Event Date: -1
§ A117.12  Areos nesos: Ἄρεος νῆσος, πρὸς τοῖς Κόλχοις ἐν τῷ Πόντῳ. Σκύμνος ἐν Ἀσίᾳ. τὸ ἐθνικὸν Ἄρειος ἐξ ἑνὸς τοῖν δυοῖν παρηγμένον.

Event Date: -1
§ A117.15   Arenai: Ἀρῆναι, πόλεις δύο, Μεσσήνης καὶ Τριφυλίας. Ὅμηρος "καὶ Ἀρήνην ἐρατεινήν". τὸ ἐθνικὸν Ἀρηναῖος. τὸ τοπικὸν Ἀρήνηθεν.

Event Date: -1
§ A117.18  Ares: Ἄρης, Ἄρητος, ὡς Μένδητος, χωρίον Εὐβοίας. Θεόπομπος εἰκοστῇ τετάρτῃ Φιλιππικῶν. τὸ ἐθνικὸν Ἀρήσιος ὡς Μενδήσιος Φαγρήσιος.

Event Date: -1
§ A117.21  Aria: Ἀρία, θηλυκῶς καὶ οὐδετέρως, Περσικὴ χώρα ὡς Ἑλλάνικος. τὸ ἐθνικὸν Ἄριοι, ὡς αὐτός φησι, καὶ Ἀριεύς.

Event Date: -1
§ A118.3   Arianthe: Ἀριάνθη, πόλις Οἰνώτρων, Ἡρωδιανὸς ιβʹ.

Event Date: -1
§ A118.4   Arianoi: Ἀριανοί, ἔθνος προσεχὲς τοῖς Καδουσίοις, Ἀπολλόδωρος δευτέρῳ.

Event Date: -1
§ A118.6   Ariaratheia: Ἀριαράθεια, πόλις πλησίον Καππαδοκίας, ἀπὸ Ἀριαράθου Καππαδοκίας βασιλεύσαντος, γαμβροῦ Ἀντιόχου.

Event Date: -1
§ A118.8   Arindela: Ἀρίνδηλα, πόλις τρίτης Παλαιστίνης. Γλαῦκος δὲ κώμην αὐτὴν καλεῖ. τὸ ἐθνικὸν Ἀρινδηληνός.

Event Date: -1
§ A118.10   Arikia: Ἀρικία, πόλις Λατίνων. Διονύσιος [ἐν πέμπτῃ] ἐπιτομῆς ϛʹ. ὁ πολίτης Ἀρικῖνος.

Event Date: -1
§ A118.12  Arima: Ἄριμα, ὄρη. Ὅμηρος "εἰν Ἀρίμοις ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς". οἱ μὲν ἐν Κιλικίᾳ, οἱ δὲ ἐν Συρίᾳ, οἱ δὲ ἐν Πιθηκούσαις παρὰ Τυρρηνοῖς φασι γενέσθαι τὸν μῦθον. τὸ τοπικὸν Ἀριμαῖος. ἐκαλοῦντο καὶ Ἄριμοι.

Event Date: -1
§ A118.16   Arimaspoi: Ἀριμασποί, ἔθνος Ὑπερβορέων. τὸ κτητικὸν Ἀριμάσπειος.

Event Date: -1
§ A119.1   Ariminon: Ἀρίμινον, πόλις Ἰταλίας. ἔστι καὶ ποταμός.

Event Date: -1
§ A119.2   Arinthe: Ἀρίνθη, πόλις Οἰνώτρων ἐν μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ A119.3  Arisbe: Ἀρίσβη, πόλις τῆς Τρωάδος, Μυτιληναίων ἄποικος, ἧς οἰκισταὶ Σκαμάνδριος καὶ Ἀσκάνιος υἱὸς Αἰνείου. κεῖται μεταξὺ Περκώτης καὶ Ἀβύδου. Κεφάλων δέ φησιν ὅτι Δάρδανος ἀπὸ Σαμοθρᾴκης ἐλθὼν εἰς τὴν Τρωάδα τὴν Τεύκρου τοῦ Κρητὸς θυγατέρα γαμεῖ Ἀρίσβην. Ἑλλάνικος δὲ Βάτειαν αὐτήν φησιν. ἔστιν ἑτέρα ἐν Λέσβῳ ἀπὸ Ἀρίσβης τῆς Μάκαρος θυγατρός. Ἔφορος δὲ Μέροπος αὐτὴν γενεαλογεῖ καὶ πρώτην Ἀλεξάνδρῳ τῷ Πριάμου γαμηθῆναι. Ἡρόδοτος δὲ καὶ ἰάζων Ἀρίσβαν καλεῖ ἐν πρώτῃ. τὸ ἐθνικὸν Ἀρισβαῖος καὶ Ἀρισβαία. ἔστι καὶ ποταμὸς Θρᾳκῶν Ἄρισβος. τὸ ἐθνικὸν Ἀρισβαιεύς.

Event Date: -1
§ A119.14   Arkades: Ἀρκάδες, πόλις Κρήτης, ὡς Ξενίων ἐν Κρητικοῖς. οἱ πολῖται ὁμοίως Ἀρκάδες. Δημήτριος δὲ οὐκ Ἀρκάδας τὴν πόλιν, ἀλλ´ Ἀρκαδίαν φησίν. εἰκότως οὖν καὶ τὸ ἐθνικὸν ταύτης Ἀρκάδες.

Event Date: -1
§ A119.18  Arkadia: [Ἀρκαδία], ..... Ἀρκάς Ἀρκάδος, ἀφ´ οὗ Ἀρκάδιος καὶ Ἀρκαδία, ὡς Τέμμιξ Τέμμικος Τεμμικία. ἐκαλεῖτο δὲ Πελασγία, ὡς Νικόλαος πέμπτῃ. Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν ἑκκαιδεκάτῳ βιβλίῳ περὶ Δήμητρός φησιν ὅτι Ἀρκάδια τῇ Δήμητρι μέλλοντες θύειν οἱ ἄνθρωποι, ταύτην γὰρ τὴν θυσίαν συνεστήσαντο μετὰ τὸν πρῶτον σπόρον, ὅτι αὐτοῖς ἐκ τῆς γῆς ἔμολεν ὁ καρπὸς εἰς τροφὴν καὶ σπόρον. καὶ οὕτω τὰ Ἀρκάδια τιμῆς χάριν. ἐκλήθη δὲ καὶ Παρρασία καὶ Λυκαονία. οἱ δὲ καὶ Γιγαντίδα φασὶ καὶ Ἀζανίαν καὶ Πανίαν. Ἵππυς δὲ ὁ Ῥηγῖνος λέγεται πρῶτος καλέσαι προσελήνους τοὺς Ἀρκάδας. καὶ τὸ ἄστρον λέγεται ἐν τῷ οὐρανῷ τότε ἄρκτος κληθῆναι, ἣ ἅμαξα ἐλέγετο. Ἴστρος δέ φησιν ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο, διὰ δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν (ἄρκτῳ γὰρ ὑφ´ Ἥρας αὐτὴν ὁμοιασθῆναι) ταύτης τυχεῖν τῆς προσηγορίας. τὸ πατρωνυμικὸν Ἀρκασίδαι. ὤφειλεν οὖν Ἀρκαδίδης, ἀλλὰ διὰ τὸ κακόφωνον οὕτως ἐγένετο. τὸ θηλυκὸν Ἀρκασίς. ἔστι καὶ Ἀρκαδία παραθαλάσσιος πόλις. λέγεται καὶ Ἀρκαδικός καὶ Ἀρκαδική καὶ Ἀρκαδικόν καὶ Ἀρκαδικά. καὶ τὸ Ἀρκάδισσα παραλόγως. ἐκ τόπου Ἀρκαδίηθεν. ἐκάλουν αὐτοὺς καὶ Ἀρκαδιώνδας τοῦ 'δ' πλεονάσαντος. ἔστι καὶ Ἀρκαδία Αἰγύπτου πόλις.

Event Date: -1
§ A121.1  Arkesine: [Ἀρκεσίνη], μία τῶν τριῶν πόλεων τῶν ἐν Ἀμοργῷ τῇ νήσῳ. ἦσαν γὰρ Μελανία Μίνωα Ἀρκεσίνη. Πολύβιος δὲ ἀρσενικῶς τὸν Ἀρκεσίνην φησί. τὸ ἐθνικὸν Ἀρκεσινεύς. Ἀνδροτίων ἕκτῃ Ἀτθίδος "Ἀμοργίοις Μινωίταις καὶ Ἀρκεσινεῦσιν".

Event Date: -1
§ A121.6   Arke: Ἄρκη, πόλις Φοινίκης, ἡ νῦν Ἄρκαι καλουμένη. Ἰώσηπος ἐν πέμπτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Ἀρκαῖος.

Event Date: -1
§ A121.9   Arkiroessa: Ἀρκιρόεσσα, πόλις ἐν Πόντῳ, Ἡρακλείας ὑποτελής. Δομίτιος Καλλίστρατος ἐν τετάρτῃ περὶ Ἡρακλείας. τὸ ἐθνικὸν Ἀρκιροεσσαῖος ὡς Πιτυουσσαῖος.

Event Date: -1
§ A121.12   Arkonesos: Ἀρκόνησος, νῆσος Καρίας. Ἀπολλώνιος ἑβδόμῃ Καρικῶν. τὸ ἐθνικὸν Ἀρκονήσιος.

Event Date: -1
§ A122.1   Arktanes: Ἀρκτᾶνες, ὡς Αἰνιᾶνες, ἔθνος Ἠπειρωτικόν. Ῥιανὸς ἐν τετάρτῃ Θεσσαλικῶν.

Event Date: -1
§ A122.3   Arkton nesos: Ἄρκτων νῆσος, οὕτως ἡ Κύζικος ἐκαλεῖτο, καὶ πόθεν, εἰρήσεται ἐν τῷ περὶ αὐτῆς. λέγεται καὶ συνθέτως Ἀρκτόνησος.

Event Date: -1
§ A122.6  Harma: Ἅρμα, πόλις Βοιωτίας τῆς Ταναγρικῆς. Παυσανίας ἐνάτῳ. ἐκλήθη [δὲ οὕτως ἢ διότι ἐκεῖ κατεάγη τὸ τοῦ Ἀδράστου ἅρμα, ἢ] ἀπὸ Ἀμφιαράου τοῦ ἅρματος. ἐνταῦθα γὰρ καταφυγεῖν φασι μετὰ τοῦ ἅρματος καὶ οὐκ ἐκδοθῆναι τοῖς διώκουσιν ὑπὸ τῶν κατοικούντων. ἔστι καὶ τῆς Ἀττικῆς Ἅρμα [ἐν Πάρνηθι] περὶ τὴν Φυλὴν καλουμένην· ὑπάρχει δὲ οὗτος δῆμος ἔχων φρούριον ὀχυρόν, ὅμορον τῇ Ταναγρικῇ. καλεῖται καὶ λουτρὰ Ἀμφιαράου. τὸ ἐθνικὸν Ἁρματεύς. ἔστι καὶ Ἅρματα πόλις πληθυντικῶς Ἰνδικῆς. ἐθνικὸν τὸ αὐτό, ἢ διὰ τὸ τῆς χώρας ἔθος Ἁρματηνός ἢ Ἁρματίτης (ἔστι καὶ πόλις Ἁρματίτης), ὡς τοῦ ἕρμα ἑρματίτης.

Event Date: -1
§ A122.17  Armene: Ἀρμένη, κώμη Παφλαγονίας. Μένιππος ἐν περίπλῳ. παρὰ δὲ Ξενοφῶντι ἐν Ἀναβάσεως [ϛʹ] Ἀρμήνην διὰ τοῦ 'η'. τὸ ἐθνικὸν τῆς Ἀρμένης Ἀρμεναῖος, ὡς τῆς Κασμένης Κασμεναῖος, τῆς δ´ Ἀρμήνης Ἀρμήνιος ὡς Μεσσήνιος Παλλήνιος.

Event Date: -1
§ A123.3   Armenia: Ἀρμενία, χώρα πλησίον τῶν Περσῶν, ἀπὸ Ἀρμένου Ῥοδίου, ὡς Ἀντίπατρος ἐν τρίτῳ περὶ Ῥόδου. οἱ οἰκήτορες Ἀρμένιοι, ὡς Εὔδοξος πρώτῃ γῆς περιόδου "Ἀρμένιοι δὲ τὸ μὲν γένος ἐκ Φρυγίας καὶ τῇ φωνῇ πολλὰ φρυγίζουσι. παρέχονται δὲ λίθον τὴν γλύφουσαν καὶ τρυπῶσαν τὰς σφραγῖδας". καὶ Ἀρμενία τὸ θηλυκὸν παρὰ Ξενοφῶντι. ἔστι καὶ Ἀρμένιον ὄρος περὶ τὴν ἀρχὴν τῆς Ὑρκανίας, ὡς Διονύσιος θοὴν ἀπερεύγεται ἄχνην, ἀρξάμενος τὸ πρῶτον ἀπ´ οὔρεος Ἀρμενίοιο.

Event Date: -1
§ A123.12   Arna: Ἄρνα, πόλις Λυκίας. οὕτω γὰρ ἡ Ξάνθος ἐκαλεῖτο ἀπὸ Ἄρνου τοῦ καταπολεμήσαντος Πρωτόγονον. τὸ ἐθνικὸν Ἀρναῖος καὶ Ἀρνεύς.

Event Date: -1
§ A123.15  Arneai: Ἀρνεαί, πόλις Λυκίας μικρά, ὡς Καπίτων Ἰσαυρικῶν τρίτῳ. τὸ ἐθνικὸν Ἀρνεάτης. ἔστι δ´ ὡς Ὀρνεαί. Ὅμηρος "Ὀρνειάς τ´ ἐνέμοντο".

Event Date: -1
§ A123.18  Arne: Ἄρνη, πόλις Βοιωτίας. Ὅμηρος "οἵ τε πολυστάφυλόν τ´ Ἄρνην ἔχον". καὶ Λυκόφρων "Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι". δευτέρα πόλις Θεσσαλίας, ἄποικος τῆς Βοιωτίας, περὶ ἧς ὁ χρησμός "Ἄρνη χηρεύουσα μένει Βοιώτιον ἄνδρα". ἣ Κιέριον καλεῖται. θυγατέρα δέ φασιν Αἰόλου τὴν Ἄρνην. τρίτη Μεσοποταμίας. τετάρτη τῆς Ἐρασινίων πρὸς τῇ Θρᾴκῃ. τὸ ἐθνικὸν Ἀρναῖος, τὸ θηλυκὸν Ἀρναία.

Event Date: -1
§ A124.3   Aroernoi: Ἀρόερνοι, ἔθνος μαχιμώτατον τῶν πρὸς τῇ Κελτικῇ Γαλατῶν. Ἀπολλόδωρος τετάρτῃ χρονικῶν "Κελτῶν Ἀροέρνους".

Event Date: -1
§ A124.6  Aroe: Ἀρόη, πόλις Ἀχαΐας. Παυσανίας ἑβδόμῳ. ἐκλήθη ἀπὸ τῆς ἐργασίας τῆς γῆς. λέγεται καὶ Πάτραι. τὸ ἐθνικὸν Ἀροεύς ὡς Ἀρσινοεύς.

Event Date: -1
§ A124.9   Harpagia: Ἁρπάγια, οὐδετέρως, τόπος περὶ Κύζικον, ὅθεν ἡρπάσθαι φασὶ Γανυμήδην. οἱ οἰκήτορες Ἁρπαγιανοί.

Event Date: -1
§ A124.11   Harpalykeia: Ἁρπαλύκεια, πόλις Φρυγίας, κτίσμα Γορδιοτειχιτῶν. τὸ ἐθνικὸν Ἁρπαλυκεύς.

Event Date: -1
§ A125.1  Harpasa: Ἅρπασα, πόλις Καρίας, ἀπὸ Ἁρπάσου ποταμοῦ. τὸ ἐθνικὸν Ἁρπασεύς, ὡς Μύλασα Μυλασεύς, Πηγασεύς.

Event Date: -1
§ A125.3  Harpina: City of Eleia, from Harpina the daughter of Asopos, from her and Ares Oinomaos. The ethnic is Harpinaios and Harpinethen from the place. GR: Ἅρπινα, πόλις Ἤλιδος, ἀπὸ Ἁρπίνης τῆς Ἀσωποῦ, ἀφ´ ἧς καὶ Ἄρεος Οἰνόμαος. ὁ πολίτης Ἁρπιναῖος, καὶ Ἁρπίνηθεν ἐκ τόπου.

Event Date: -1
§ A125.6   Harpyia: Ἅρπυια, πόλις ἐν Ἰλλυρίᾳ παρ´ Ἐγχελέαις, εἰς ἣν Βάτων ὁ Ἀμφιαράου ἡνίοχος μετὰ τὸν ἀφανισμὸν αὐτοῦ ἀπῴκησε. Πολύβιος. τὸ ἐθνικὸν Ἁρπυιήτης, τροπῇ τοῦ 'α' εἰς 'η'. ἔστι γὰρ Ἁρπυιάτης.

Event Date: -1
§ A125.10   Arra: Ἄρρα, πόλις Ἰλλυρική. τὸ ἐθνικὸν Ἀρραῖος. καὶ γὰρ ὁ τύπος συνήθης, ὡς Πελλαῖος καὶ Βεροιαῖος.

Event Date: -1
§ A125.12   Arrentia: Ἀρρεντία, πόλις Ἰταλίας. ὁ πολίτης Ἀρρεντῖνος, ὡς Πλακεντία Πλακεντῖνος.

Event Date: -1
§ A125.14   Arretion: Ἀρρήτιον, πόλις Τυρρηνίας. τὸ ἐθνικὸν Ἀρρητῖνος.

Event Date: -1
§ A125.15   Arrechoi: Ἀρρηχοί, ἔθνος Μαιωτῶν. Στράβων ἑνδεκάτῃ.

Event Date: -1
§ A125.16   Arsa: Ἄρσα, πόλις Ἱσπανίας, ὡς Χάραξ ἐν δεκάτῃ χρονικῶν. τὸ ἐθνικὸν Ἀρσαῖος.

Event Date: -1
§ A125.18   Arsakia: Ἀρσακία, πόλις Μηδίας ἐπίσημος, ἀνατολικωτέρα Μηδίας. οἱ οἰκήτορες Ἀρσακίδαι ἀπὸ Ἀρσάκου, καὶ Ἀρσακίς τὸ θηλυκόν.

Event Date: -1
§ A125.21  Arsinoe: a city of Libya, from the sister and wife of Ptolemy Philadelphos; second, a city of Paraitonian Libya, the former Taucheira; third, a city of Syria in Avlon, with a circumference of 8 stades; fourth a city of Koile Syria; fifth of Kilikia; sixth of Egypt, a city in the Delta; seventh of Cyprus, formerly called Marion; eighth in Aitolia; ninth of Lyktos; tenth of Troglodytike, formerly called Olbia. There is another in Lycia. The ethnic is Arsinoitis and Arsinoeus for the Aitolian one, as Polybius in his 9th book. Book the one in Libya is also Arsinoeus, as Alexandros in his 3rd book on Libya. GR: Ἀρσινόη, πόλις Λιβύης, ἀπὸ τῆς τοῦ Πτολεμαίου τοῦ Φιλαδέλφου ἀδελφῆς καὶ γυναικός. δευτέρα πόλις Παραιτονίου Λιβύης, ἡ πρότερον Ταύχειρα. τρίτη πόλις Συρίας ἐν Αὐλῶνι. ἡ περίμετρος αὐτῆς στάδια ηʹ. τετάρτη τῆς κοίλης Συρίας. πέμπτη Κιλικίας. ἕκτη τῆς Αἰγύπτου πόλις ἐπὶ τοῦ Δέλτα. ἑβδόμη Κύπρου, ἡ πρότερον Μάριον λεγομένη. ὀγδόη Αἰτωλίας. ἐνάτη Λύκτου. δεκάτη τῆς Τρωγλοδυτικῆς, ἡ πρότερον Ὀλβία καλουμένη. ἔστι καὶ ἄλλη Λυκίας. τὸ ἐθνικὸν Ἀρσινοΐτης καὶ Ἀρσινοεύς ἐπὶ τῆς Αἰτωλικῆς, ὡς Πολύβιος ἐνάτῳ. ἀλλὰ καὶ τῆς ἐν Λιβύῃ Ἀρσινοεύς, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ.

Event Date: -1
§ A126.6   Arsysia: Ἀρσυσία, χώρα τῶν Ψύρων καὶ Χίου, τραχεῖα καὶ ἀλίμενος, ὅσον σταδίων τριάκοντα, οἶνον ἄριστον ἔχουσα καλούμενον Ἀρσυηνόν, οὗ μέμνηται Στράβων ιδʹ. καὶ τοὺς ἐνοικουντας τοιῶσδε κλητέον κατὰ συγκοπὴν τῆς 'σι'. ἦν γὰρ Ἀρσυσιηνός. ἢ Ἀρσυανός, ὡς Καρδία Καρδιανός, Ὀλβία Ὀλβιανός, Ἀδρία Ἀδριανός.

Event Date: -1
§ A127.4   Artaia: Ἀρταία, Περσικὴ χώρα, ἣν ἐπόλισε Πέρσης ὁ Περσέως καὶ Ἀνδρομέδας Ἑλλάνικος ἐν Περσικῶν πρώτῃ. οἱ οἰκοῦντες Ἀρταῖοι. ἀρταίους δὲ Πέρσαι, ὥσπερ οἱ Ἕλληνες τοὺς παλαιοὺς ἀνθρώπους, ἥρωας καλοῦσι. τάχα δὲ καὶ ἐντεῦθέν μοι δοκεῖ Ἀρταξέρξαι καὶ Ἀρτάβαζοι, ὥσπερ ἐν Αἰγυπτίοις καὶ Νειλάμμωνες καὶ Παναπόλλωνες. Ἡρόδοτος Ἀρτεάτας αὐτοὺς καλεῖ διὰ τοῦ 'ε' ψιλοῦ. ἔστι καὶ Ἀρταίων τεῖχος πολίχνιον ἐπὶ τῷ Ῥυνδάκῳ ποταμῷ, ὡς Κρατερὸς ἐνάτῳ περὶ ψηφισμάτων. τὸ ἐθνικὸν Ἀρταιοτειχίτης.

Event Date: -1
§ A127.13   Artake: Ἀρτάκη, πόλις Φρυγίας, ἄποικος Μιλησίων. Δημήτριος δὲ νησίον εἶναί φησι καὶ Τιμοσθένης λέγων "Ἀρτάκη τοῦτο μὲν ὄρος ἐστὶ τῆς Κυζικηνῆς, τοῦτο δὲ νησίον [ἐστὶν] ἀπὸ γῆς ἀπέχον στάδιον· κατὰ τοῦτο λιμὴν ὑπάρχει βαθὺς ναυσὶν ὀκτὼ ὑπὸ τῷ ἀγκῶνι ὃν ποιεῖ τὸ ὄρος ἔχεσθαι τοῦ αἰγιαλοῦ". τὸ ἐθνικὸν Ἀρτακηνός. Σοφοκλῆς δὲ ἀπὸ τοῦ Ἀρτακεύς εἶπε "τί μέλλετ´ Ἀρτακῆς τε καὶ Περκώσιοι;" καὶ Ἀρτάκιος εἶπε Δημοσθένης ἐν ἐνάτῳ Βιθυνιακῶν "νάσσατο δ´ Ἀρτακίοισιν ἐφέστιος αἰγιαλοῖσιν". [καὶ Ἀρτακία.] οὕτω γὰρ αὐτόθι ἡ Ἀφροδίτη καλεῖται.

Event Date: -1
§ A127.23   Artakoi: Ἀρτακοί, ἔθνος Θρᾴκιον.

Event Date: -1
§ A128.1   Artaxata: Ἀρτάξατα, πόλις Ἀρμενίας. Στράβων ἑνδεκάτῃ. ἣν καὶ Ἀρταξιάσατα καλοῦσι. λέγεται δὲ τὴν πόλιν οἰκίσαι Ἀρταξίαν Ἀρμενίας βασιλεύσαντα. τὸ ἐθνικὸν Ἀρταξατηνός.

Event Date: -1
§ A128.4   Arteatai: Ἀρτεᾶται, γένος Περσικόν. Ἡρόδοτος πρώτῃ.

Event Date: -1
§ A128.5   Artemision: Ἀρτεμίσιον, πόλις Οἰνώτρων ἐν μεσογείῳ, Ἑκαταῖος Εὐρώπῃ. ὁ πολίτης Ἀρτεμισιάτης. Φίλιστος δὲ Ἀρτεμίτιον αὐτὴν καλεῖ, ἴσως δωρικῶς. ἔστι καὶ πόλις Εὐβοίας.

Event Date: -1
§ A128.8   Artemita: Ἀρτεμίτα, νῆσος Τυρρηνικὴ παρὰ τὴν Αἰθάλειαν νῆσον, ὡς Φίλων. ὡς δὲ Στράβων πόλις Παρθυαίων. ὁ δὲ Ἀρτεμίδωρός φησιν ὅτι χερρόνησος περὶ τὴν ἐκβολὴν τοῦ Ἀχελῴου ποταμοῦ λεγομένη Ἀρτεμίτα ἡ γενικὴ Ἀρτεμίτας. τὸ ἐθνικὸν Ἀρτεμιτηνός. Ἀπολλόδωρος δ´ Ἀρταμιτηνός φησι διὰ τοῦ 'α'. ἔστι καὶ πλησίον τῶν Ὀξειῶν νήσων νῆσος Ἀρτεμίτα. Ῥιανὸς ηʹ Θεσσαλικῶν "νήσοις Ὀξείῃσι καὶ Ἀρτεμίτῃ ἐπέβαλλον". τὸ ἐθνικὸν τὸ αὐτό, ἢ Ἀρτεμιταῖος διὰ τὸ τὸν τύπον τοῖς Πέρσαις ἀναλογεῖν.

Event Date: -1
§ A129.1   Artymnesos: Ἀρτύμνησος, πόλις Λυκίας, ἄποικος Ξανθίων. τὸ ἐθνικὸν Ἀρτυμνησεύς. Μενεκράτης ἐν πρώτῃ τῶν Λυκιακῶν φησιν ὅτι πολυανθρωπήσασαν τὴν Ξάνθον τοὺς πρεσβύτας εἰς τρία μέρη διελεῖν, τούτων δὲ τοὺς μὲν ἐπὶ τὸν Κράγον ἐλθεῖν καὶ οἰκῆσαι ἐν τῷ ὄρει λόφον στρογγύλον κατοικίσαι καὶ καλέσαι τὴν πόλιν Πινάραν, ἣν μεθερμηνεύεσθαι στρογγύλην. τὰ γὰρ στρογγύλα πάντα πίναρα καλοῦσιν ....

Event Date: -1
§ A129.8   Arybba: Ἄρυββα, τὸ ἐθνικὸν Ἀρύββας. οὕτω γὰρ Ἀλκμάν.

Event Date: -1
§ A129.9  Arykanda: Ἀρύκανδα, πόλις Λυκίας, ὡς Καπίτων ἐν Ἰσαυρικῶν δευτέρῳ. τὸ ἐθνικὸν Ἀρυκανδεύς ὡς Ἀλινδεύς.

Event Date: -1
§ A129.11   Arype: Ἀρύπη, πόλις [ἐν Αἰγύπτῳ], ἧς οἱ πολῖται Ἄρυπες, ὡς Ἡρωδιανός.

Event Date: -1
§ A129.13  Archandroupolis: Ἀρχανδρούπολις, πόλις ἐν Αἰγύπτῳ, Ἡρόδοτος δευτέρῳ. τὸ ἐθνικὸν Ἀρχανδροπολίτης.

Event Date: -1
§ A129.15  Aroma: Ἄρωμα, πόλις Αἰθιόπων, ὡς Μαρκιανός. ὁ πολίτης Ἀρωμεύς ..... Στράβων "ἄριστος Μεσσωγίτης οἶνος ὁ Ἀροματεύς".

Event Date: -1
§ A130.1   Asai: Ἀσαί, κώμη Κορίνθου. Θεόπομπος λβʹ Φιλιππικῶν "Ἀσαὶ καὶ Μαυσὸς κῶμαι μεγάλαι καὶ πολυάνθρωποι". τὸ ἐθνικὸν Ἀσαῖος. ἔστι καὶ κώμη Θρᾴκης Ἀσαί. τὸ ἐθνικὸν τὸ αὐτό.

Event Date: -1
§ A130.5   Asbysta: Ἀσβύστα, πόλις Λιβύης. καὶ ὁ πολίτης Ἀσβύστης. "οἵη τε Τρίτωνος ἐφ´ ὕδασιν Ἀσβύσταο" Καλλίμαχος Αἰτίων πρώτῃ. δύο δέ εἰσι Τρίτωνες, ὁ μὲν Λιβύης ὁ δὲ Βοιωτός.

Event Date: -1
§ A130.8   Asbotos: Ἄσβωτος, πόλις Θεσσαλίας. τὸ ἐθνικὸν Ἀσβώτιος. Εὐφορίων Θρᾳκί τὸν μὲν ἄρ´ ἐκ φλοίσβου Ἀσβώτιοι ὦκα φέροντες ὑστάτιον ῥώσαντο κονισαλέῃσιν ἐθείραις ἵπποι καλὰ νάουσαν ἐπορνύμενοι Φυσάδειαν. περὶ τῶν ἵππων Ἀμφιαράου.

Event Date: -1
§ A130.14   Asdynis: Ἄσδυνις, νῆσος κατὰ τὴν Μοίριδος λίμνην. Εὔδοξος δευτέρῳ "κατελαμβάνοντο ἐν Ἀσδύνει τῇ νήσῳ". ὁ νησιώτης Ἀσδυνίτης ὡς Μεμφίτης.

Event Date: -1
§ A130.17   Asea: Ἀσέα, κώμη τῆς Ἀρκαδίας, ἀφ´ ἧς ὁ Ἀλφειὸς ῥέει, ὃς καὶ Ἀσεάτης λέγεται. καὶ ὁ κωμήτης ὁμοίως, ὡς Κορσεάτης Ὀρνεάτης.

Event Date: -1
§ A130.2   Asia: Ἀσία, πόλις Λυδίας παρὰ τῷ Τμώλῳ, ἐν ᾗ τρίχορδος εὑρέθη κιθάρα, διὸ [καὶ Ἀσιὰς ἐκλήθη.] καὶ Ἀσία ἡ ἤπειρος. οἱ μὲν ἀπὸ πόλεως Λυδίας, οἱ δὲ ἀπὸ Ἀσίου τοῦ Λυδοῦ, ἢ ἐκ τῆς Προμηθέως γυναικός, ἢ ἀπὸ τοῦ πολλὴν ἄσιν ἔχειν, τουτέστιν ἰλύν. ὁ ἐνοικῶν Ἀσιάτης καὶ τὸ θηλυκὸν Ἀσιᾶτις. λέγεται καὶ Ἀσίς "ἰσθμὸς ἄνω τέταταί τις ὑπέρτατος Ἀσίδος αἴης". καὶ Ἀσιάς. τὸ δὲ Ἀσιανός, ὡς Στράβων ἑνδεκάτῃ "ἦν δὲ ἐμπόριον κοινὸν τῶν τε Ἀσιανῶν καὶ τῶν Εὐρωπαίων Νομάδων". καὶ τὸ θηλυκὸν Ἀσιανή. ἔστι καὶ Ἀσιανή πόλις Ἠλείας. λέγεται καὶ Ἀσιαῖος. ἔστι καὶ Ἀσία νῆσος Αἰθιοπίας. ὁ πολίτης Ἀσιάτης. τὸ ἐθνικὸν Ἀσιεύς, ὡς Ὑρία Ὑριεύς. ἔστι καὶ Ἄσιος λειμών. Ὅμηρος "Ἀσίῳ ἐν λειμῶνι". ἢ μᾶλλον Ἀσίας, ἀντὶ τοῦ Ἀσίου (γενικὴ γάρ ἐστιν, οὐκ Ἀσιανῷ· ἀγνοεῖ γὰρ Ὅμηρος τὴν Ἀσίαν ὡς καὶ τὴν Εὐρώπην) καὶ ἰωνικῶς Ἀσίεω καὶ Ἀσίω ὡς ἐυμμελίω.

Event Date: -1
§ A131.11  Asine: Ἀσίνη, πόλις Λακωνικὴ ἀπὸ Ἀσίνης θυγατρὸς Λακεδαίμονος. δευτέρα Μεσσήνης παρὰ τὴν Λακωνικήν, οἰκισθεῖσα ὑπὸ Ἀργείων. τρίτη Κύπρου. τετάρτη Κιλικίας. τὸ ἐθνικὸν Ἀσιναῖος καὶ Ἀσινεύς, καθὼς Εὔδοξος ἐν ἕκτῃ γῆς περιόδου.

Event Date: -1
§ A131.15   Askalon: Ἀσκάλων, πόλις Συρίας πρὸς τῇ Ἰουδαίᾳ. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν φησιν ὅτι Τάνταλος καὶ Ἄσκαλος παῖδες Ὑμεναίου. τὸν δὲ Ἄσκαλον ὑπὸ Ἀκιαμοῦ τοῦ Λυδῶν βασιλέως αἱρεθέντα στρατηγὸν εἰς Συρίαν στρατεῦσαι, κἀκεῖ παρθένου ἐρασθεὶς πόλιν κτίσαι, ἣν ἀφ´ ἑαυτοῦ οὕτως ὠνόμασε. τὰ αὐτὰ καὶ Νικόλαος ἐν τετάρτῃ ἱστοριῶν. λέγεται οὖν Ἄσκαλος καὶ ἐξ αὐτοῦ Ἀσκάλης, ὡς δάμαλος "δαμάλης ἔρως", Ἄραξος Ἀράξης, ὡς ἀπὸ τοῦ χαράξω Χάραξος Χαράξης, Λάπιθος Λαπίθης. λέγεται καὶ Ἀσκαλώνιον ἡ πόλις. τὸ ἐθνικὸν Ἀσκαλωνίτης καὶ Ἀσκαλώνιος παρὰ τὸ Ἀσκαλώνιον, ὡς Ξάνθος ὁ Λυδός, καὶ Ἀσκαλωνίς θηλυκόν. πολλοὶ δὲ ἐξ αὐτῆς κεχρηματίκασι, φιλόσοφοι μὲν Ἀντίοχος ὁ Κύκνος καὶ Σῶσος καὶ Ἀντίβιος καὶ Εὔβιος στωικοὶ ἐπιφανεῖς, γραμματικοὶ δὲ Πτολεμαῖος Ἀριστάρχου γνώριμος καὶ Δωρόθεος, ἱστορικοὶ Ἀπολλώνιος καὶ Ἀρτεμίδωρος ὁ τὰ περὶ Βιθυνίας γεγραφὼς καὶ ἄλλοι. παρὰ δ´ Εὐδόξῳ διὰ τῆς 'αι' ἐν τῷ αʹ "καὶ ἡ μὲν πόλις, οὗ πρῶτόν φασι τὰ κρόμμυα γενέσθαι". καὶ κατὰ τὴν Ἀλεξανδρέων συνήθειαν. Ἀσκαλωναῖα κεράμια.

Event Date: -1
§ A132.11   Askania: Ἀσκανία, πόλις Τρωική. Νικόλαος τετάρτῃ ἱστοριῶν "Σκαμάνδριος Ἕκτορος καὶ Ἀνδρομάχης ἐκ τῆς Ἴδης καὶ τοῦ Δασκυλείου καὶ τῆς Ἀσκανίας καλουμένης, ἣν ἔκτισεν ὁ Αἰνείου παῖς Ἀσκάνιος ....". οὐ μόνον δὲ ἡ λίμνη ἀλλὰ καὶ ἡ χώρα δισσὴ καὶ ὁμώνυμος .... Φρυγίας μέν "Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλ´ ἐξ Ἀσκανίης" τῆς δὲ Μυσίας "[οἵ ῥ´ ἐξ Ἀσκανίης] ἐριβώλακος ἦλθον ἀμοιβοί." καὶ τῆς μὲν Φρύγιον τῆς δὲ Μύσιον. τὸ τοπικὸν Ἀσκάνιος ὁμοίως τῷ κυρίῳ. ἔστι καὶ Ἀσκάνιος ποταμός. Εὐφορίων Χιλιάσι "καὶ Ψίλιν Ἀσκάνιόν τε Ναυαίθοιο". Ψίλις Μυσίας, Ναύαιθος Ἰταλίας.

Event Date: -1
§ A133.4   Askitai: Ἀσκῖται, ἔθνος παροικοῦν τὸν Ἰνδικὸν κόλπον καὶ ἐπὶ ἀσκῶν πλέον, ὡς Μαρκιανὸς ἐν τῷ περίπλῳ αὐτοῦ "παροικεῖ αὐτὸν ἔθνος καὶ αὐτὸ καλούμενον Σαχαλιτῶν. ἔτι μὴν καὶ Ἀσκιτῶν ἕτερον ἔθνος [ἐπὶ ἀσκῶν πλέον]". ἔστιν οὖν παρὰ τὸν ἀσκὸν Ἀσκίτης, ὡς παρὰ τὸν ἀστὸν ἀστίτης, μέσος μεσίτης.

Event Date: -1
§ A133.9   Asklos: Ἄσκλος, πόλις Ἰταλίας. Διονύσιος ἐν κʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. ἔστι καὶ οὐδέτερον. τὸ ἐθνικὸν Ἀσκλίτης, ὡς λίκνον λικνίτης καὶ ὁπλίτης.

Event Date: -1
§ A133.12   Askre: Ἄσκρη, πόλις Βοιωτίας, ἰωνικῶς σχηματισθεῖσα, ὡς κόρη, Τερψιχόρη. τὸ ἐθνικὸν Ἀσκραῖος Ἡσίοδος καί "ἀπ´ Ἄσκρηθεν".

Event Date: -1
§ A134.3   Asos: Ἄσος, πολίχνιον Κρήτης. ὁ πολίτης Ἄσιος. οὕτω γὰρ ὁ Ζεὺς ἐκεῖ τιμᾶται "καὶ Ἀσίου Διὸς ἱερὸν ἀρχαιότατον".

Event Date: -1
§ A134.5   Aspalatheia: Ἀσπαλάθεια, πόλις Ταφίων. Νίκανδρος ἑτεροιουμένων πρώτῃ "Ἀσπαλάθεια βοήροτος". τὸ ἐθνικὸν Ἀσπαλαθεύς.

Event Date: -1
§ A134.7   Aspalathis: Ἀσπαλαθίς, νῆσος Λυκίας. λέγεται οὕτω διὰ τὰς ἐν αὐτῇ πεφυκυίας ἀσπαλάθους. τὸ ἐθνικὸν Ἀσπαλαθίδιος ὡς Ψωφίδιος καὶ Αὐλίδιος, ἢ Ἀσπαλαθίτης ὡς Μεμφίτης.

Event Date: -1
§ A134.10   Aspendos: Ἄσπενδος, πόλις Παμφυλίας, Ἀσπένδου κτίσμα, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. ὁ πολίτης Ἀσπένδιος. Θεόπομπος τετάρτῃ Ἑλληνικῶν "ἀποτυχὼν δὲ τῶν Ἀσπενδίων". καὶ τὸ θηλυκὸν ὁ αὐτὸς Ἀσπενδία. καὶ Ἀσπενδίς "Ἀσπενδίδα γαῖαν".

Event Date: -1
§ A134.15   Aspis: Ἀσπίς, πόλις Λιβύης, ὡς Φίλων. ἔστι καὶ ἀκρωτήριον Αἰθιοπίας τῆς κατ´ Αἴγυπτον, ὡς Μαρκιανὸς πρώτῃ περιόδων. ἔστι καὶ νῆσος πρὸς ταῖς Κυκλάσιν. ἔστι καὶ Μακεδονίας, κτίσμα Φιλίππου τοῦ πατρὸς Περσέως τὰς πόλεις ὀνομάσαντος ἀπὸ τῆς αὐτοῦ πανοπλίας Ἀσπίδα Περικεφαλαίαν. ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ. ἔστι καὶ νῆσος ἄλλη μεταξὺ Λεβέδου καὶ Τέω, σταδίων ὡς δυοῖν, πρὸς μέν τινων Ἀρκόνησος πρὸς δέ τινων Ἀσπίς ὀνομαζομένη. ἔστι καὶ νῆσος ἄλλη Ψύρων ἐγγύς. ἔστι καὶ ἄλλη, ὡς Κλέων ὁ Συρακόσιος ἐν τῷ περὶ τῶν λιμένων, ἄδενδρος οὖσα. ἔστι καὶ πέραν Πίσης, ὡς Πανύασις ἐν Ἡρακλείας ἑνδεκάτῃ. τὸ ἐθνικὸν δύναται Ἀσπιδίτης, τῷ ἔθει τῶν Αἰθιοπικῶν πόλεων καὶ Λιβυσσῶν. τὸ δ´ ἀσπιδιώτης παρὰ τῷ ποιητῇ κατὰ πλεονασμὸν τοῦ 'ω'. ἔστι δὲ τοῦτο παρὰ τὸ ἀσπίδιον. Μένανδρος "ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον". τὸ δὲ ἀσπιδίτης καὶ ἀσπιδοῦχος Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι "ἀλλ´ ἀσπιδίτην ὄντα καὶ πεφραγμένον". [καί] "ὡς ἀσπιδοῦχος ἢ Σκύθης τοξεύμασι". δύναται καὶ Ἀσπίδιος καὶ Ἀσπιδεύς.

Event Date: -1
§ A135.8  Aspledon: Ἀσπληδών, πόλις Φωκίδος. Παυσανίας ἐνάτῳ. ἀπὸ Ἀσπληδόνος υἱοῦ νύμφης Μιδείας καὶ Ποσειδῶνος. τὴν δὲ παρ´ Ὁμήρῳ τῆς Βοιωτίας φασὶ .... τοὺς Αἰολεῖς πρότερον Βοιωτοὺς καλεῖσθαι, τοὺς δὲ Ὀρχομενὸν καὶ Ἀσπληδόνα. γράφεται καὶ χωρὶς τοῦ 'α', ἀλλ´ οὐ παρ´ Ὁμήρῳ. τὸ ἐθνικὸν Ἀσπληδόνιος. Ὀρχομενοῦ δὲ υἱεῖς "Ἀσπληδὼν Κλύμενός τε καὶ Ἀμφίδοκος θεοειδής".

Event Date: -1
§ A135.15   Aspourgianoi: Ἀσπουργιανοί, ἔθνος τῶν περὶ τὴν Μαιῶτιν λίμνην. Στράβων ἑνδεκάτῃ "τούτων δ´ εἰσὶ καὶ Ἀσπουργιανοὶ μεταξὺ Φαναγορείας [οἰκοῦντες καὶ Γοργιππίας".]

Event Date: -1
§ A135.18  Assa: Ἄσσα, πόλις πρὸς τῷ Ἄθῳ. Ἡρόδοτος ἑβδόμῃ. ἔστι καὶ κώμη Σκυθίας. οἱ οἰκήτορες Ἀσσαῖοι.

Event Date: -1
§ A135.2   Assakenoi: Ἀσσακηνοί, ἔθνος Ἰνδικόν. Ἀρριανὸς τετάρτῃ τῆς Ἀλεξάνδρου ἀναβάσεως "ᾔει ὡς ἐπὶ τοὺς Ἀσσακηνούς".

Event Date: -1
§ A136.1  Assera: Ἄσσηρα, οὐδετέρως, πόλις Χαλκιδέων. Θεόπομπος εἰκοστῇ τετάρτῃ. τὸ ἐθνικὸν Ἀσσηρίτης ὡς Ἀβδηρίτης Γαδειρίτης.

Event Date: -1
§ A136.4  Assesos: Ἀσσησός, πόλις Μιλησίας γῆς. Θεόπομπος Φιλιππικῶν εἰκοστῇ τετάρτῃ. ὁ οἰκήτωρ Ἀσσήσιος. καὶ Ἀσσησία Ἀθηνᾶ παρ´ Ἡροδότῳ.

Event Date: -1
§ A136.7   Assos: Ἀσσός, πόλις Λυδίας πλησίον Ἀτάρνης ἐφ´ ὑψηλοῦ καὶ ὀξέος καὶ δυσανόδου τόπου, πρὸς ὃν Στρατόνικος κιθαριστὴς ἔλεγε παίζων "Ἀσσὸν ἴθ´, ὥς κεν θᾶσσον ὀλέθρου πείραθ´ ἵκηαι." δευτέρα πόλις Αἰολίδος κατὰ τὸν Ἑλλήσποντον ἢ Κεκρόπειον. Ἀλέξανδρος δ´ ὁ Κορνήλιος ἐν τῷ περὶ τῶν παρ´ Ἀλκμᾶνι τοπικῶς ἱστορημένων Μιτυληναίων ἄποικον ἐν τῇ Μυσίᾳ φησὶν Ἀσσόν, ὅπου ὁ σαρκοφάγος γίνεται λίθος. ἔστι καὶ λειμὼν ἐν τῷ Κιλβιανῷ πεδίῳ τῆς Λυδίας περὶ τὸν Καΰστριον ποταμόν. ἔστι καὶ ἑτέρα πόλις ἐν Ἠπείρῳ μικρά. ἐκ δὲ τῆς Ἀσσοῦ Κλεάνθης ἦν ὁ στωικὸς φιλόσοφος, διάδοχος τῆς σχολῆς Ζήνωνος τοῦ Κιτιέως, ἣν καταλέλοιπε Χρυσίππῳ. τὸ ἐθνικὸν Ἄσσιος ὡς Ῥώσιος, καὶ Ἀσσεύς.

Event Date: -1
§ A137.3  Assyria: Ἀσσυρία, χώρα περὶ Βαβυλῶνα. οἱ οἰκήτορες Ἀσσύριοι. εἰσὶ καὶ ἕτεροι παρὰ τοὺς Σύρους. Ξενοφῶν οὕτω διαστέλλει ἐν πρώτῃ Ἑλληνικῶν. λέγονται καὶ Ἀσσυρικοί. καὶ Ἄσσυρες παρὰ Ἐρατοσθένει, ἴσως ὡς ἀπὸ τοῦ Ἰλλυριοί Ἴλλυρες.

Event Date: -1
§ A137.7   Assorion: Ἀσσώριον, πόλις Σικελίας. ταύτην τρισυλλάβως Ἄσσωρον καλεῖ Ἀπολλόδωρος ἐν δʹ χρονικῶν. τὸ ἐθνικὸν Ἀσσωρῖνος ὡς Ῥηγῖνος.

Event Date: -1
§ A137.10   Assoron: Ἀσσωρόν, ὄρος Σάμου ὅθεν ῥεῖ ὁ Ἀμφίλυσος. Εὐφορίων Ἀρτεμιδώρῳ "δαῖμον ὃς Ἀμφιλύσοιο ῥόον. ...

Event Date: -1
§ A137.12  Astai: Ἀσταί, ἔθνος Θρᾴκης. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα. τὸ κτητικὸν Ἀστικός καὶ Ἀστική.

Event Date: -1
§ A137.14  Astakos: Ἀστακός, πόλις Βιθυνίας, ἀπὸ Ἀστακοῦ τοῦ Ποσειδῶνος καὶ νύμφης Ὀλβίας, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς ἱστορεῖ. ἔστι καὶ χώρα Βυζαντίων, ὡς Θεόπομπος ἐν τεσσαρακοστῇ ἑβδόμῃ. ἔστι καὶ Ἀκαρνανίας πόλις. οἱ δὲ Κεφαλληνίας ἄποικον. τὸ ἐθνικὸν Ἀστακηνός ὡς Ῥυνδακηνός Πριαπηνός, καὶ Ἀστακηνή καὶ Ἀστάκιος καὶ Ἀστακία, ἀφ´ οὗ Ἀστακιεύς ὡς Οἰχαλία Οἰχαλιεύς, καὶ Ἀστακιήτης, καὶ Ἀστακίδης πατρωνυμικόν, Πείσανδρος δεκάτῃ.

Event Date: -1
§ A138.3   Astapaioi: Ἀσταπαῖοι, Λιβύης ἔθνος, Ἀππιανὸς ἕκτῳ.

Event Date: -1
§ A138.4  Astarte: Ἀστάρτη, νῆσος ἐν Αἰθιοπίᾳ. Μαρκιανὸς ἐν περίπλῳ πρώτῳ "ἐντεῦθεν ἄρχεται Αἰθιοπία ἡ ὑπὲρ Αἴγυπτον. ἀπὸ δὲ τοῦ Βαζίου ἄκρου ἐκδέχεται Πριονωτὸν ὄρος. κατὰ δὲ τοῦτο νῆσος Ἀστάρτη". τὸ ἐθνικὸν Ἀσταρταῖος ἢ Ἀσταρτίτης.

Event Date: -1
§ A138.8   Astelebe: Ἀστελέβη, πόλις Λυδίας, Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν. οἱ οἰκοῦντες Ἀστελεβαῖοι.

Event Date: -1
§ A138.10  Asteria: Ἀστερία, πόλις Συρίας. [Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν.] λέγεται καὶ Ἀστερίς. ὁ πολίτης Ἀστεριώτης καὶ Ἀστέριος. ἔστι καὶ νησίον Ἀστερία μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος Ἀστερίδα ταύτην φησίν ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, Ἀστερίς, οὐ μεγάλη.

Event Date: -1
§ A138.17  Asterion: Ἀστέριον, πόλις Θετταλίας. Ὅμηρος "οἵ τ´ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα". ἡ νῦν Πειρεσία. οὕτω δὲ καλεῖται διὰ τὸ λαμπρόν, ὅτι ἐφ´ ὑψηλοῦ ὄρους κειμένη τοῖς πόρρωθεν ὡς ἀστὴρ φαίνεται. ἢ ἀπὸ Ἀστερίου τινὸς [ἥρωος]. τὸ ἐθνικὸν Ἀστεριώτης, καὶ θηλυκὸν Ἀστερηίς, καὶ Ἀστεριεύς.

Event Date: -1
§ A139.5   Asterousia: Ἀστερουσία, ὄρος Κρήτης πρὸς τὸ νότιον μέρος, ἀποβλέπον εἰς θάλασσαν, ἀφ´ οὗ καὶ πόλις περὶ τὸν Καύκασον Σινδικὴ Ἀστερουσία κέκληται, Κρητῶν ἀποικίας ἐκεῖ σταλείσης. οἱ οἰκήτορες Ἀστερουσιανοί καὶ Ἀστερουσιεῖς καὶ Ἀστερούσιοι.

Event Date: -1
§ A139.10   Astraia: Ἄστραια, πόλις Ἰλλυρίας. Ἀδριανὸς Ἀλεξανδριάδος αʹ "οἳ δ´ ἔχον Ἄστραιάν τε Δόβηρά τε".

Event Date: -1
§ A139.12   Asty: Ἄστυ, ἡ κοινῶς πόλις. διαφέρει δέ, ὅτι τὸ μὲν κτίσμα δηλοῖ ἡ δὲ πόλις καὶ τοὺς πολίτας. "ἐκλήθη δὲ ἄστυ" ὡς Φιλόχορος ἐν αʹ τῆς Ἀτθίδος "διὰ τὸ πρότερον νομάδας καὶ σποράδην ζῶντας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκήσεις, ὅθεν οὐ μετανεστήκασιν. Ἀθηναῖοι δὲ πρῶτοι τῶν ἄλλων ἄστη καὶ πόλεις ᾤκησαν". ὁ πολίτης ἀστός καὶ ἀστή, καὶ ἀστόν. ἀπὸ τοῦ ἀστός τὸ ἀστίτης. Σοφοκλῆς Ἀλεξάνδρῳ "οὐ γάρ τι θεσμὰ τοῖσιν ἀστίταις πρέπει". καί "βοτῆρα νικᾶν ἄνδρας ἀστίτας. τί γάρ;" ἐντεῦθεν καὶ τὸ ἐν τῇ συνηθείᾳ προαστίτης. οὐ γὰρ παρὰ τὸ προάστιον· ἦν γὰρ προαστιεύς ὡς Δουλιχιεύς, ἢ προάστιος ὡς Βυζάντιος. οὕτω γὰρ καὶ τὸ θηλυκὸν εὑρίσκεται προαστία γῆ ἐν Φρίξῳ Σοφοκλέους "ὅρια κελεύθου τῆσδε γῆς προαστίας". ἀπὸ δὲ τῆς ἄστεος γενικῆς ἀστεῖος, ὅπερ ἀντιδιέσταλται τῷ ἄγροικος, καὶ ἀστεΐζω καὶ ἀστεϊσμός. λέγεται ἄστυ καὶ ὁ δῆμος, ὡς Ἐρατοσθένης ἐν Ἠριγόνῃ "ἡ δ´ ὅτε δὴ Θορικοῦ καλὸν ἵκανεν ἕδος ...." ὅτι δὲ δῆμος Θορικός δῆλον. ἔστι καὶ κώμη πλησίον Κανώβου παρὰ τὴν Ἀλεξάνδρειαν. τὸ ἐθνικὸν τὸ αὐτό. ὅτι δὲ καὶ ἡ Ἀλεξάνδρεια ἄστυ ἐκλήθη εἴρηται.

Event Date: -1
§ A140.8  Astypalaia: Ἀστυπάλαια, νῆσος μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτα Θεῶν τράπεζα διὰ τὸ ἀνθηρὸν αὐτῆς. ἐκλήθη δὲ ἀπὸ Ἀστυπαλαίας τῆς Ἀγκαίου μητρός. δευτέρα πόλις ἐν Κῷ. τρίτη νῆσος πόλιν ἔχουσα μεταξὺ Ῥόδου καὶ Κρήτης. τετάρτη πόλις ἐν Σάμῳ. πέμπτη ἄκρα πλησίον Ἀττικῆς. τὸ ἐθνικὸν Ἀστυπαλαιεύς καὶ Ἀστυπαλαιάτης.

Event Date: -1
§ A140.15  Astyra: Ἄστυρα, πόλις Μυσίας, οὐδετέρως, πρὸς τῇ Τρωάδι. λέγεται καὶ ἑνικῶς Ἄστυρον. ἔστι καὶ κώμη πλησίον τοῦ Ἀδραμυττίου, ὡς Στράβων. ἔστι καὶ πόλις Φοινίκης κατ´ Ἄραδον, ἐν ᾗ ἐτιμᾶτο ἡ Ἀθηνᾶ Ἀστυρίς. ἔστι καὶ Βοιωτίας πρὸς ταῖς Ποτνίαις, ὡς Χάραξ ἐν δευτέρᾳ. ἔστι καὶ χωρίον Ἰταλίας. τὸ ἐθνικὸν Ἀστυρηνός, ἀφ´ οὗ τὸ τῆς Ἀστυρηνῆς Ἀρτέμιδος ἱερόν.

Event Date: -1
§ A140.22   Asphax: Ἄσφαξ, ὡς Ἄτραξ, ἔθνος ἐποικίσαν τὴν Κύπρον. μή τις δὲ τὸ Ἄσφαξ τὸ ἔθνος καὶ τὸ Ἄτραξ τὸ κύριον σύνθετον οἰηθείη· ἁπλᾶ γάρ ἐστιν.

Event Date: -1
§ A141.3   Ascheion: Ἄσχειον, πόλις Ἀχαΐας. τὸ ἐθνικὸν Ἀσχειεύς ὡς Σιγειεύς Ῥοιτειεύς.

Event Date: -1
§ A141.5   Atabyron: Ἀτάβυρον, ὄρος Ῥόδου, Ῥιανὸς ἕκτῳ Μεσσηνιακῶν. τὸ ἐθνικὸν Ἀταβύριος, ἐξ οὗ καὶ Ἀταβύριος Ζεύς. ἔστι καὶ Σικελίας Ἀταβύριον, ὡς Τίμαιος. κέκληται δὲ τὰ ὄρη ἀπό τινος Τελχῖνος Ἀταβυρίου. ἔστι καὶ Περσικὴ πόλις. ἔστι καὶ Φοινίκης.

Event Date: -1
§ A141.10   Ataia: Ἀταία, πόλις Λακωνική. ὁ πολίτης Ἀταιάτης ὡς Κάρυα Καρυάτης, ἢ Ἀταΐτης ἢ Ἀταῖος.

Event Date: -1
§ A141.12  Atalante: Ἀταλάντη, ἡ ὑπ´ Ἀθηναίων κτισθεῖσα παρὰ Λοκροῖς. Θουκυδίδης δευτέρᾳ. ἔστι δὲ νῆσος. καὶ ἄλλη πρὸς τῷ Πειραιεῖ. ὁ νησιώτης Ἀταλανταῖος.

Event Date: -1
§ A141.15   Atarbechis: Ἀτάρβηχις, πόλις ἐν τῇ Προσωπίτιδι νήσῳ. τὸ ἐθνικὸν Ἀταρβηχίτης ὡς Προσωπίτης.

Event Date: -1
§ A141.17   Atarna: Ἄταρνα, πόλις μεταξὺ Μυσίας καὶ Λυδίας πλησίον Λέσβου. ὁ πολίτης Ἀταρνεύς ὡς Ὀδυσσεύς. καὶ θηλυκὸν Ἀταρνίς.

Event Date: -1
§ A142.3   Ataphenoi: Ἀταφηνοί, ἔθνος μέγα Ἀραβίας, περὶ οὗ Γλαῦκος ἐν δευτέρᾳ.

Event Date: -1
§ A142.5  Atella: Ἄτελλα, πόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως. τὸ ἐθνικὸν οὐκ Ἀτελλαῖος, ὡς Ἀγυλλαῖος, ἀλλὰ Ἀτελλανός, ὡς Πολύβιος ἐνάτῃ "Ἀτελλανοὶ παρέδοσαν αὑτούς".

Event Date: -1
§ A142.8   Aterion: Ἀτέριον, ὡς Ῥήγιον, πόλις Σικελίας. ὁ πολίτης Ἀτερῖνος.

Event Date: -1
§ A142.9  Atene: Ἀτήνη, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Φρύνιχος δὲ τῆς Ἀτταλίδος φησίν. ὁ δημότης Ἀτηνεύς "Προκλῆς Ἀτηνεὺς ἐχορήγει καὶ Παντακλῆς". Διονύσιος Ἀτηνίαν τὸν δῆμον. ἀλλ´ οὐκ ἐᾷ τὸ Ἀτηνεύς, ὀφεῖλον Ἀτηνιεύς.

Event Date: -1
§ A142.13   Atintania: Ἀτιντανία, μοῖρα Μακεδονίας. οἱ οἰκήτορες καὶ Ἀτιντᾶνες καὶ Ἀτιντάνιοι. εἴρηται ἀπὸ Ἀτιντᾶνος, υἱοῦ Μακεδόνος. λέγεται καὶ Ἀτιντανίς τὸ θηλυκόν. λέγεται καὶ Ἀτιντάν καὶ Ἀτιντανία καὶ Ἀτιντάνιον οὐδέτερον.

Event Date: -1
§ A142.17   Atlantes: Ἄτλαντες, ἔθνος Λιβυκόν, Ἡρόδοτος τετάρτῃ. ἔστι δὲ τὸ ὄνομα ἀπὸ τῶν ὀρῶν τῶν δύο Ἀτλάντων. Ῥιανὸς δὲ ἐν Ἀχαϊκῶν δευτέρᾳ Ἀτάραντας εἶναί φησι καὶ μετ´ αὐτοὺς Ἄτλαντας. καὶ ὅτι οὐ βλέπουσιν οὗτοι ὀνείρους. λέγεται τὸ κτητικὸν Ἀτλαντικός καὶ Ἀτλαντικὴ θάλασσα, καὶ Ἀτλάντιος καὶ Ἀτλαντία θάλασσα.

Event Date: -1
§ A143.1   Atrai: Ἄτραι, πόλις μεταξὺ Εὐφράτου καὶ Πίγρητος, Ἀρριανὸς ἑπτακαιδεκάτῳ Παρθικῶν.

Event Date: -1
§ A143.3   Atramitai: Ἀτραμῖται, ἔθνος τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιος ἐν τρίτῃ Ἀραβικῶν. Ἀρτεμίδωρος Ἀτραμωτίτας αὐτοὺς καλεῖ.

Event Date: -1
§ A143.5  Atrax and Atrakia: Ἄτραξ καὶ Ἀτρακία, πόλις Θεσσαλίας τῆς Πελασγιώτιδος μοίρας. ἐκλήθη ἀπὸ Ἄτρακος τοῦ Πηνειοῦ καὶ Βουρᾶς παιδὸς κτισθεῖσα. τὸ ἐθνικὸν Ἀτράκιος καὶ θηλυκὸν Ἀτρακία, καὶ Ἄτραξ ὁμόφωνον τῇ πόλει. Λυκόφρων "καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκους". τινὲς δὲ διὰ τοῦ 'γ' ἔκλιναν Ἄτραγος, ὡς Εὔπολις "εἰς Ἄτραγα νύκτωρ". ἔστι καὶ Ἀτρακίς θηλυκόν.

Event Date: -1
§ A143.12   Atrene: Ἀτρήνη, πόλις ... Φιλοστέφανός φησιν ἀπὸ Δέσου καὶ Ἀτρῶνος καὶ Ἀτρήνης, τῶν Ἄργητος τοῦ Κύκλωπος καὶ Φρυγίας νύμφης, προσηγορεῦσθαι. τὸ ἐθνικὸν Ἀτρηνεύς καὶ Ἀτρηνίτης καὶ Ἀτρηναῖος.

Event Date: -1
§ A143.16  Atria: Ἀτρία, πόλις Τυρρηνίας, Διομήδους κτίσμα. χειμῶνος πλεύσαντος καὶ μετὰ τὸ διασωθῆναι καλέσαι Αἰθρίαν. καὶ παρεφθάρη παρὰ τοῖς βαρβάροις τὸ ὄνομα. ἔστι καὶ ἄλλη πόλις Βοιῶν, ἔθνους Κελτικοῦ. τὸ ἐθνικὸν Ἀτριανός καὶ Ἀτριεύς καὶ Ἀτριάτης. ἄμεινον δὲ τὸ πρῶτον· συνήθης γὰρ Ἰταλῶν ὁ τύπος ὁ διὰ τοῦ 'ανος'.

Event Date: -1
§ A143.22  Atropatia and Atropatios: Ἀτροπατία καὶ Ἀτροπάτιος, ἡ τῆς Μηδίας δευτέρα μερίς· ἡ γὰρ προτέρα, καθ´ ἣν ἦν τὰ Ἐκβάτανα, ἡ μητρόπολις καὶ τὸ βασίλειον τῆς Μηδίας. ἀπὸ τοῦ ἡγεμόνος Ἀτροπάτου. τὸ ἐθνικὸν Ἀτροπατηνός καὶ Ἀτροπατηνή.

Event Date: -1
§ A144.4  Attaleia: Ἀττάλεια, πόλις Λυδίας, πρότερον Ἀγρόειρα ἢ Ἀλλόειρα καλουμένη. οἱ δὲ τὴν Κιλικίας Κώρυκον οὕτω φασὶ λέγεσθαι, ὡς Δημήτριος, ἀπὸ Ἀττάλου Φιλαδέλφου κτίσαντος αὐτήν. τὸ ἐθνικὸν Ἀτταλεύς. καὶ Ἀτταλικός κτητικὸν καὶ θηλυκόν.

Event Date: -1
§ A144.9  Attalis: Ἀτταλίς, φυλὴ τῆς Ἀττικῆς, ἣν Ἀττάλῳ ἀνέθηκαν Ἀθηναῖοι. ὁ φυλέτης Ἀτταλεύς.

Event Date: -1
§ A144.11   Attalyda: Ἀττάλυδα, πόλις Λυδίας, κτισθεῖσα ὑπὸ Ἄττυος καὶ μετὰ θάνατον αὐτοῦ ὑπὸ Λυδοῦ τοῦ παιδὸς αὐτοῦ. τὸ ἐθνικὸν Ἀτταλυδεύς.

Event Date: -1
§ A144.14   Auatha and Auara: Αὔαθα καὶ Αὔαρα, οὐδετέρως, συνοικία Ἀράβων, ὡς Οὐράνιος ἐν Ἀραβικῶν πρώτῃ. οἱ οἰκήτορες Αὐαθηνοί καὶ Αὐαρηνοί.

Event Date: -1
§ A144.17   Aualites: Αὐαλίτης, κόλπος ἐν δεξιοῖς μέρεσι τῆς Ἐρυθρᾶς θαλάσσης. τὸ ἐθνικὸν ὅμοιον.

Event Date: -1
§ A144.19   Auara: Αὔαρα, πόλις Ἀραβίας, ἀπὸ χρησμοῦ δοθέντος Ὀβόδᾳ κληθεῖσα ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Ἀρέτα. ἐξώρμησε γὰρ Ἀρέτας εἰς ἀναζήτησιν τοῦ χρησμοῦ· ὁ δὲ χρησμὸς ἦν αὔαρα τόπον ζητεῖν, ὅ ἐστι κατὰ Ἄραβας καὶ Σύρους λευκήν· καὶ φθάσαντι τῷ Ἀρέτᾳ καὶ λοχῶντι ἐφάνη φάσμα αὐτῷ λευκοείμων ἀνὴρ ἐπὶ λευκῆς δρομάδος προϊών. ἀφανισθέντος δὲ τοῦ φάσματος σκόπελος ἀνεφάνη αὐτόματος κατὰ γῆς ἐρριζωμένος, κἀκεῖ ἔκτισε πόλιν. τὸ ἐθνικὸν Αὐαρηνός.

Event Date: -1
§ A145.1   Auasis: Αὔασις, πόλις Αἰγύπτου. ταύτην δὲ καὶ Ὄασιν καλοῦσιν, ἐοικυῖαν παρδαλέᾳ· κατάστικτος γάρ ἐστιν, ἀνύδρῳ γῇ καὶ ἐρήμῳ τὰς οἰκήσεις ἔχουσα. τὰ τοιαῦτα αὐάσεις Αἰγύπτιοί φασι. τὸ ἐθνικὸν Αὐασίτης καὶ Αὐασῖτις. Ἡρόδοτος δὲ καὶ Δοῦρις Μακάρων αὐτὴν ὠνόμασαν νῆσον.

Event Date: -1
§ A145.6   Augasioi: Αὐγάσιοι, ἔθνος Μασσαγετῶν. Στράβων ἑνδεκάτῃ οὕτως φησίν ....

Event Date: -1
§ A145.8   Augeia: Αὔγεια, πόλις Λοκρίδος. Ὅμηρος "καὶ Αὐγειὰς ἐρατεινάς". ἔστι καὶ Λακωνικὴ πόλις με...πνῶν. τὸ ἐθνικὸν Αὐγεάτης.

Event Date: -1
§ A145.11  Augila: Αὔγιλα, οὐδετέρως, πόλις Λιβύης. Ἀπολλόδωρος βʹ περὶ γῆς. τὸ ἐθνικὸν Αὐγιλίτης διὰ τὸ ἐπιχώριον, ὡς Γάβαλα Γαβαλίτης.

Event Date: -1
§ A145.14   Augoustai: Αὔγουσται, πόλεις ἐν Κιλικίᾳ καὶ Ἰταλίᾳ. οἱ πολῖται Αὐγουστανοί. Φλέγων ἐν Ὀλυμπιάδων ηʹ.

Event Date: -1
§ A145.16  Auenion: Αὐενιών, πόλις Μασσαλίας πρὸς τῷ Ῥοδανῷ. τὸ ἐθνικὸν Αὐενιωνήσιος τῷ ἐπιχωρίῳ καὶ Αὐενιωνίτης τῷ ἕλληνι τύπῳ.

Event Date: -1
§ A145.19   Aulai: Αὐλαί, ἐπίνειον Κιλίκων μεταξὺ Ταρσοῦ καὶ Ἀγχιάλης. οἱ οἰκοῦντες Αὐλεῶται πρὸς τῶν ἐπιχωρίων ὀνομάζονται. τῶν δὲ εἰς 'αι' οὐκ ἔστιν ὁ διὰ τοῦ 'ωτης' τύπος, ἀλλ´ ἔοικεν ὡς ἀπὸ τοῦ Ῥάφεια Ῥαφειώτης Ῥαφεῶται. εἰσὶν Αὐλαί καὶ Λυκίας χωρίον. εἰ δ´ ἑνικῶς ἐλέγετο Αὐλή, ὤφειλεν Αὐλέτης ἢ Αὐλίτης. τὰ γὰρ ἀπὸ τῶν εἰς 'η' δισυλλάβων θηλυκῶν ὀξυνομένων μὲν διὰ τοῦ 'ε', ὡς τὸ φυλέτης, βαρυνομένων δὲ διὰ τοῦ 'η', ὡς κωμήτης Σιδήτης. ἐπιστατέον τὸ Καρνίτης ἀπὸ τῆς Κάρνης, ὡς ἐροῦμεν.

Event Date: -1
§ A146.9  Aule: Αὐλή, ἡ ἔπαυλις "χραύσῃ μέν τ´ αὐλῆς ὑπεράλμενον". λέγεται καὶ αὖλις, καὶ σύνθετον δύσαυλις, ὁ οἰκήτωρ αὐλίτης, αἱ δ´ ἐν τοῖς ἀγροῖς οἰκήσεις αὔλια, καὶ οἱ ἀπόκοιτοι τούτων θύραυλοι. λέγεται καὶ αὔλιος ὁ ἑσπέριος ἀστὴρ παρὰ τὸ ποιεῖν ἡμᾶς αὐλίζεσθαι. καὶ αὔλιον ἄντρον παρὰ τὸ ἐκεῖ χορεύειν, ὡς Ἀπολλώνιος "στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν".

Event Date: -1
§ A147.1  Aulis: Αὐλίς, πόλις Βοιωτίας κατὰ Χαλκίδα, εἰς ἣν ἠθροίσθησαν οἱ Ἕλληνες. Τρύφων παρὰ τὸ ἀλισθῆναι ἀλίς καὶ Αὐλίς. βέλτιον ἀπὸ τῆς Αὐλίδος τῆς Εὐωνύμου τοῦ Κηφισσοῦ. τὸ ἐθνικὸν ἠδύνατο Αὐλιδεύς καὶ Αὐλιδίς, ἔστι δ´ Αὐλίδιος καὶ Αὐλιδία.

Event Date: -1
§ A147.6   Aulon: City of Lakonia, one of the hundred; the citizen Aulonitis. Second is a city of Arkadia, the citizen Avlonios. Third Aulon a city or place of Crete. Also a place in Arabia. There is also an Aulon which the Krotoniats built, which was called Kaulonia, ethnic Kauloniates. GR: Αὐλών, πόλις Λακωνικῆς, μία τῶν ἑκατόν· ὁ πολίτης Αὐλωνίτης. δευτέρα πόλις Ἀρκαδίας· ὁ πολίτης Αὐλώνιος. τρίτη πόλις Κρήτης ἢ τόπος. ἔστι καὶ τόπος Ἀραβίας. ἔστι καὶ Αὐλών ὃν ἐπόλισαν Κροτωνιᾶται, ἥτις ὠνομάσθη Καυλωνία. τὸ ἐθνικὸν Καυλωνιάτης.

Event Date: -1
§ A147.11   Auseis: Αὐσεῖς, ἔθνος Λιβύης. Ἀπολλόδωρος δευτέρᾳ περὶ γῆς καὶ Ἡρόδοτος ἐν τετάρτῃ.

Event Date: -1
§ A147.13   Ausigda: Αὔσιγδα, πόλις Λιβύης, οὐδετέρως, ὡς Καλλίμαχος. Ἑκαταῖος δὲ νῆσον οἶδε. τὸ ἐθνικὸν Αὔσιγδοι. οὕτω γὰρ Ἀπόλλων τιμᾶται.

Event Date: -1
§ A147.16   Auschitai: Αὐσχῖται, ἔθνος Λιβύης ὑπὲρ Βάρκης. Ἀπολλόδωρος περὶ γῆς δευτέρῳ.

Event Date: -1
§ A148.1  Auson: Αὔσων, ὁ Ἰταλός. [ἀπὸ Αὔσονος, ὃς ἐκ Καλυψοῦς ἐγεννήθη τῷ Ἄτλαντι.] Λυκόφρων "κτείνουσιν αὐτὸν Αὔσονες Πελλήνιοι". καὶ Αὐσονίς τὸ θηλυκόν, καὶ Αὐσόνιος καὶ Αὐσονία ἡ χώρα, ἀφ´ οὗ Αὐσονιεύς· καὶ Αὐσόνειος, Λυκόφρων "ὁ δ´ Αὐσονείων ἄγχι Κάλχαντος τόπων". καὶ Αὐσονίτης, ὁ αὐτός "παρ´ Αὐσονίτην Φύλαμον δομήσεται". καὶ Αὐσονῖτις θηλυκόν, ὁ αὐτός "ὁ τῆς θαλάσσης Αὐσονίτιδος μυχούς". καὶ Αὐσόνιος κτητικόν.

Event Date: -1
§ A148.9  Autariatai: Αὐταριᾶται, ἔθνος Θεσπρωτικόν. Χάραξ ἐν ἑβδόμῃ χρονικῶν καὶ Φαβωρῖνος ἐν παντοδαπαῖς καὶ Ἐρατοσθένης.

Event Date: -1
§ A148.11   Automalaka: Αὐτομάλακα, χωρίον Λιβύης. ὁ πολυίστωρ ἐν τρίτῃ. Ἀπολλόδωρος δὲ Αὐτόμαλα φησί. τὸ ἐθνικὸν Αὐτομαλακίτης διὰ τὴν χώραν, τῷ δὲ καθ´ ἡμᾶς τύπῳ Αὐτομαλακεύς.

Event Date: -1
§ A148.14   Automoloi: Αὐτόμολοι, ἔθνος Αἰθιοπικόν, ὡς Ἡρόδοτος ἐν δευτέρᾳ "τοῖσι δὲ Αὐτομόλοισι τούτοισιν ὄνομα Ἀσμάχην, ὅ ἐστιν οἱ ἐξ ἀριστερῆς χειρὸς παριστάμενοι βασιλέι".

Event Date: -1
§ A148.17   Aphake: Ἀφάκη, πόλις Λιβύης, ὡς πολυίστωρ ἐν Λιβυκῶν τρίτῃ. τὸ ἐθνικὸν Ἀφακίτης διὰ τὸ ἴδιον τῆς χώρας.

Event Date: -1
§ A149.1   Aphanai: Ἀφάναι, χωρίον Σικελίας ἄσημον, ἀφ´ οὗ ἡ "εἰς Ἀφάνας" ἐπὶ τῶν ἀδήλων καὶ ἐκτετοπισμένων. τὸ ἐθνικὸν Ἀφαναῖος.

Event Date: -1
§ A149.4  Apheidantes: Ἀφείδαντες, μοῖρα Μολοσσῶν, ἀπὸ Ἀφείδαντος βασιλέως.

Event Date: -1
§ A149.6   Aphetai: Ἀφεταί, πόλις τῆς Μαγνησίας. Ἑλλάνικος· ὅτι ἐντεῦθεν δευτέραν ἄφεσιν ἡ Ἀργὼ ἐποιήσατο, ἢ ὅτι ἐκεῖ οἱ Ἀργοναῦται τὸν Ἡρακλέα κατέλιπον. κεῖται δ´ ἐν τῷ Παγασιτικῷ κόλπῳ. τὸ ἐθνικὸν Ἀφεταῖος ὡς Παγασαῖος Ἀναφαῖος.

Event Date: -1
§ A149.10   Aphthaia: Ἄφθαια, ... καὶ Ἀφθαία ἡ Ἑκάτη. ὁ τεχνικὸς ἑνδεκάτῳ. δύναται καὶ Ἀφθαῖος εἶναι. ἔστι καὶ Ἀφθίτης νομὸς Αἰγύπτου.

Event Date: -1
§ A149.13  Aphidna: Ἄφιδνα, δῆμος Ἀττικῆς καὶ Λεοντίδος φυλῆς, ἀπὸ Ἀφίδνου αὐτόχθονος. ὁ δημότης Ἀφιδναῖος ὡς Πυδναῖος. τὰ τοπικὰ δῆλα, Ἀφίδνηθεν Ἀφίδναζε Ἀφίδνησιν. ἔστι καὶ πληθυντικὸν Ἀφίδναι. ἔστι καὶ τῆς Λακωνικῆς, ὅθεν ἦσαν αἱ Λευκιππίδες Φοίβη καὶ Ἐλάειρα.

Event Date: -1
§ A150.1   Aphneion: Ἄφνειον, πόλις Φρυγίας, πλησίον Κυζίκου ἢ Μιλητουπόλεως. ἢ ἀπὸ Ἀφνειοῦ ἢ ἀπὸ Ἀφναίδος νύμφης. ἔστι καὶ Λυδίας πόλις. ἡ λίμνη ἡ περὶ Κύζικον Ἀφνῖτις, ἡ πρότερον Ἀρτυνία. τὸ ἐθνικὸν Ἀφνίτης.

Event Date: -1
§ A150.5   Aphormion: Ἀφόρμιον, τόπος Θεσπιέων. Ἀφροδίσιος ἤτοι Εὐφήμιος ἐν τῷ περὶ τῆς πατρίδος. ὅθεν καὶ τὸν κυβερνήσαντα τὴν ναῦν τὴν Ἀργὼ Τῖφυν γενέσθαι "καὶ λόγος παρ´ ἡμῖν τῆς νεὼς ἀφορμησάσης ἐντεῦθεν μετὰ τῶν ἀριστέων, ἀφ´ οὗπερ ἀπέπλευσεν ἡ ναῦς". ὁ τοπίτης Ἀφορμιεύς ὡς Αἰγιεύς Σουνιεύς.

Event Date: -1
§ A150.11  Aphrodisias: Ἀφροδισιάς, πόλις Κιλικίας, περὶ ἧς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τῷ περὶ Κιλικίας φησὶν ὅτι Ζώπυρός φησιν αὐτὴν ἀπὸ τῆς Ἀφροδίτης κεκλῆσθαι, γράφων καὶ ἱστορίας. δευτέρα Ἰβηρίας πρὸς τοῖς Κελτοῖς. τρίτη νῆσος ἡ πρότερον Ἐρύθεια, μεταξὺ Ἰβηρίας καὶ Γαδείρων. τετάρτη ἐν Κνίδῳ. πέμπτη μεταξὺ Λυδίας καὶ Καρίας. ἕκτη νῆσος Λιβύης πρὸς τῇ Κυρήνῃ. ἑβδόμη πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. ὀγδόη Σκυθίας παραλία πρὸς τὴν λῃστείαν εὔθετος. ἐνάτη Αἰθιοπίας. δεκάτη Κύπρου. εἰσὶ καὶ δύο νησίδια πλησίον τῆς Λιβύης. ἔστι καὶ Ἀλεξανδρείας. τὸ ἐθνικὸν Ἀφροδισιεύς.

Event Date: -1
§ A150.21  Aphrodites polis: Ἀφροδίτης πόλις, ἡ καὶ Ἀφροδιτόπολις τὸ ἐθνικὸν ἀμφοτέρων Ἀφροδιτοπολίτης. ἔστι καὶ πόλις κατὰ Ἄθριβιν καὶ Αἰθιοπίαν καὶ Θρᾴκην.

Event Date: -1
§ A150.24  Aphroditia: Ἀφροδιτία, χωρίον Λακωνικῆς. Θουκυδίδης δʹ.

Event Date: -1
§ A151.1  Aphyte or Aphytis or Aphytos: Ἀφύτη ἢ Ἄφυτις ἢ Ἄφυτος, πόλις πρὸς τῇ Παλλήνῃ Θρᾴκης, ἀπὸ Ἀφύτου τινὸς ἐγχωρίου. ἔσχε δὲ ἡ πόλις μαντεῖον Ἄμμωνος. ὁ πολίτης Ἀφυταῖος. Θουκυδίδης αʹ "ἐξ Ἀφύτιος ὁρμώμενος". λέγεται καὶ Ἀφύτεια, ἴσως ἀπὸ τοῦ Ἀφύτη. καὶ Ἀφυτιεύς καὶ Ἀφυτεύς καὶ Ἀφυτήσιος.

Event Date: -1
§ A151.6  Achaiia: Ἀχαιία, παρὰ τὸ Ἀχαιός κύριον. τὸ ἐθνικὸν Ἀχαιοί. καὶ σεσημείωται ὀξυνόμενον. ἔστι καὶ λόφος ἐν Καρύστῳ καὶ τόποι διάφοροι.

Event Date: -1
§ A151.9   Achaimenia: Ἀχαιμενία, ἡ Περσικὴ μοῖρα, ἀπὸ Ἀχαιμένους υἱοῦ Αἰγέως. λέγεται καὶ Ἀχαιμένιον.

Event Date: -1
§ A151.11   Achanoi: Ἀχανοί, ἔθνος πρὸς τῇ Σκυθίᾳ, οἳ καὶ Ἀχαρνοί λέγονται παρὰ Θεοπόμπῳ.

Event Date: -1
§ A151.13   Acharnai: Ἀχαρναί, δῆμος τῆς Οἰνηίδος φυλῆς. Ἡρωδιανὸς Ἀχάρνης βαρύτονον. τὰ τοπικὰ ὡς ἀπὸ ὀξυτόνου, Ἀχαρνῆθεν. μήποτε δ´ ἀπὸ τοῦ Ἀχαρνεύς ἡ παραγωγή. ὁ δημότης Ἀχαρνεύς καὶ Ἀχαρνίτης καὶ Ἀχαρναῖος καὶ Ἀχαρνικός.

Event Date: -1
§ A151.17   Acherdous: Ἀχερδοῦς, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἀχερδούσιος. τὰ τοπικὰ δῆλα, Ἀχερδουντόθεν.

Event Date: -1
§ A151.19   Acheloios: Ἀχελῷος, ποταμὸς Ἀκαρνανίας. ἀπὸ Ἀχελῴου ἐλθόντος ἐκ Θετταλίας μετὰ Ἀλκμαίωνος. ἐκαλεῖτο δὲ Θόας ὁ ποταμός. τὸ ἐθνικὸν Ἀχελῷος ὁμοφώνως, καὶ Ἀχελῴα καὶ Ἀχελῳίς θηλυκόν.

Event Date: -1
§ A152.3   Acherrai: Ἀχέρραι, πόλις μεταξὺ τοῦ Πάδου καὶ τῶν Ἄλπεων. τὸ ἐθνικὸν Ἀχερραῖος.

Event Date: -1
§ A152.5  Acheron: Ἀχέρων, Ἀχέροντος, Ἀχερούσιος Ἀχερουσία Ἀχερούσιον. ἔστι καὶ Ἀχερουσία λίμνη. λέγεται καὶ Ἀχερόντειος, ὃ διὰ τὸ μέτρον Ἀριστοφάνης ἔφη "Ἀχερόντιός τε σκόπελος αἱματοσταγής". καὶ Ἀχερουντιάς ἐξ αὐτοῦ.

Event Date: -1
§ A152.9  Achilleios dromos (racecourse of Achilles): Ἀχίλλειος δρόμος, νῆσος μετὰ τὴν Ταυρικήν. ἔστι καὶ νῆσος Ἀχίλλεια, ὡς δ´ ἔνιοι Λευκή. ἔστι καὶ κώμη ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος. ἔστι καὶ πόλις ἐν τῷ Σιγείῳ Ἀχίλλειον. ἔστι καὶ φρούριον Ἀχίλλειον πλησίον Σμύρνης καὶ τόπος ἐν Σικελίᾳ καὶ κώμη καὶ λιμὴν Μεσσήνης. τὸ ἐθνικὸν Ἀχιλλειώτης καὶ Ἀχιλλείτης δύναται εἶναι καὶ Ἀχιλλειοδρομίτης.

Event Date: -1
§ A152.16   Achnai: Ἄχναι, πόλις Θεσσαλίας. ἐντεῦθεν ἦν Κλεοδάμας ὁ περὶ ἱππικῆς καὶ πωλοδαμαστικῆς γράψας. ἔστι καὶ πόλις Βοιωτίας. ὁ πολίτης Ἀχναῖος.

Event Date: -1
§ A152.19  Acholla: Ἄχολλα, πόλις Λιβύης οὐ πόρρω τῶν Σύρτεων, ἄποικος Μελιταίων. τὸ ἐθνικὸν Ἀχολλαῖος.

Event Date: -1
§ A152.21   Achomai and Achomenoi: Ἄχομαι καὶ Ἀχομηνοί, ἔθνος τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιος ἐν τρίτῃ.

Event Date: -1
§ A152.23   Achradine: Ἀχραδίνη, νῆσος ἔχουσα πόλιν πρὸς ταῖς Συρακούσαις, ἣν ἐπολιόρκησε Μάρκος ὁ Ῥωμαίων στρατηγός. ἀλλὰ καὶ Ἀχραδίνη μοῖρα Συρακουσῶν. Χάραξ δὲ χώραν αὐτὴν καλεῖ καὶ νῆσον. τὸ ἐθνικὸν Ἀχραδιναῖος καὶ Ἀχραδῖνος.

Event Date: -1
§ A153.1   Achradous: Ἀχραδοῦς, δῆμος τῆς Ἀττικῆς. ὁ δημότης Ἀχραδούσιος. Ἀριστοφάνης Ἐκκλησιαζούσαις "νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν, ὅστις πότ´ ἐστ´ ἄνθρωπος Ἁχραδούσιος".

Event Date: -1
§ A153.4   Achriane: Ἀχριανή, πόλις Ὑρκανίας, Πολύβιος δεκάτῳ. τὸ ἐθνικὸν Ἀχριανός.

Event Date: -1
§ A153.6   Apsilai: Ἀψίλαι, ἔθνος Σκυθικὸν γειτνιάζον Λαζοῖς, ὡς Ἀρριανὸς ἐν περίπλῳ τοῦ Εὐξείνου πόντου.

Event Date: -1
§ A153.8   Apsynthos: Ἄψυνθος, πόλις Θρᾴκης. Ἀψυνθίς δὲ ἡ χώρα. τὸ ἐθνικὸν Ἀψύνθιος καὶ Ἀψυνθιάς. ἔστι καὶ εἶδος φυτοῦ, περὶ οὗ Βῶλος ὁ Δημοκρίτειος. ὅτι Θεόφραστος ἐν τῷ περὶ φυτῶν ἐνάτῳ, τὰ πρόβατα τὰ ἐν τῷ Πόντῳ τὸ ἀψύνθιον νεμόμενα οὐκ ἔχει χολήν. διχῶς δ´ ἡ γραφὴ καὶ διὰ τοῦ 'υ' καὶ διὰ τοῦ 'ι'.

Event Date: -1
§ A153.14  Apsyrtides: Ἀψυρτίδες, νῆσοι πρὸς τῷ Ἀδρίᾳ, ἀπὸ Ἀψύρτου παιδὸς Αἰήτου ἐν μιᾷ δολοφονηθέντος ὑπὸ τῆς ἀδελφῆς Μηδείας. οἱ νησιῶται Ἀψυρτεῖς καὶ Ἄψυρτοι. ἔστι καὶ τόπος ἐν τῷ Εὐξείνῳ πόντῳ Ἄψαρος, Ἄψυρτος πρότερον λεγόμενος. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ καὶ πόλιν νῆσον Ἄψυρτον ἱστορεῖ.

Event Date: -1
§ A154.1  Apsoros: Ἄψωρος, πόλις Ἰλλυρίας, Ἡρωδιανὸς ὀγδόῃ. ἔοικε δ´ ἡ αὐτὴ εἶναι τῇ προειρημένῃ.

Event Date: -1
§ A154.3   Aoros: Ἄωρος, πόλις Κρήτης, ἀπὸ Ἀώρας νύμφης. μετωνομάσθη δ´ Ἐλευθήρα ἀπὸ Ἐλευθῆρος ἑνὸς τῶν Κουρήτων. ὁ πολίτης Ἀώριος, ἢ Ἀωρίτης ὡς Ἀλωρίτης.

Event Date: -1
§ B154.6   Babai: Βάβαι, πόλις Λιβύης. Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς. ὁ πολίτης Βαβαῖος.

Event Date: -1
§ B154.8   Babyle: Βαβύλη, πόλις ἐν Ὀδρύσαις γ...

Event Date: -1
§ B154.9   Babrantion: Βαβράντιον, τόπος περὶ Χίον. Πολύβιος ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν ὁμοίως. ἔοικε δ´ ὑποκοριστικὸν τοῦ Βάβρας.

Event Date: -1
§ B154.11   Babras: Βάβρας, πολίχνιον Αἰολίδος ἐγγὺς Χίου. τὸ ἐθνικὸν Βαβράντιος, ἀπὸ Βάβραντος. εὕρηται καὶ ἰσοσύλλαβος ἡ κλίσις ἐν ἀστιγεῖ βιβλίῳ.

Event Date: -1
§ B154.14   Babylon: Βαβυλών, Περσικὴ πόλις, μητρόπολις, Σελεύκεια καλουμένη, κτίσμα Βαβυλῶνος, ἀνδρὸς σοφωτάτου, παιδὸς Βήλου, παλαίτατον, οὐχ ὡς Ἡρόδοτος ὑπὸ Σεμιράμιδος· ταύτης γὰρ ἦν ἀρχαιοτέρα ἔτεσι χιλίοις δύο, ὡς Ἑρέννιος. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις. τὸ ἐθνικὸν Βαβυλώνιος καὶ Βαβυλωνεύς, καὶ Βαβυλωνίς καὶ Βαβυλωνία τὰ θηλυκά.

Event Date: -1
§ B155.5   Babytake: Βαβυτάκη, πόλις Περσική. ὁ πολίτης Βαβυτακηνός.

Event Date: -1
§ B155.6   Bagadaonia: Βαγαδαονία, μοῖρα Καππαδοκίας νοτιωτάτη. τὸ ἐθνικὸν Βαγαδάονες, ὡς Κατάονες τῆς Καταονίας.

Event Date: -1
§ B155.8   Bagistana: Βαγίστανα, πόλις τῆς Μηδίας. καὶ ὄρος Βαγίστανον. τὸ ἐθνικὸν Βαγιστανηνός.

Event Date: -1
§ B155.10   Badeos polis: Βάδεως πόλις, τῆς εὐδαίμονος Ἀραβίας ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς θαλάσσης. ὁ οἰκήτωρ Βαδεωπολίτης.

Event Date: -1
§ B155.12   Badiza: Βάδιζα, πόλις τῆς Βρεττίας, Πολύβιος τρισκαιδεκάτῳ. τὸ ἐθνικὸν Βαδιζαῖος.

Event Date: -1
§ B155.14   Baia: Βαία, ὄρος Κεφαλληνίας, ἀπὸ Βαίου κυβερνήτου Ὀδυσσέως. τὸ ἐθνικὸν Βαιάτης.

Event Date: -1
§ B155.16   Baiake: Βαιάκη, πόλις τῆς Χαονίας, Ἑκαταῖος. τὸ ἐθνικὸν Βαιακαῖος. δύναται καὶ Βαιακῖνος. ἄμεινον τὸ πρῶτον.

Event Date: -1
§ B155.18   Baibai: Βαῖβαι, πολίχνιον τῆς Καρίας. ὁ πολίτης Βαιβαῖος.

Event Date: -1
§ B155.19   Baikyla: Βαίκυλα, πόλις Ἰβηρίας πρὸς ταῖς Ἡρακλείαις στήλαις. τὸ ἐθνικὸν Βαικυλεύς.

Event Date: -1
§ B155.21   Baisampsa: Βαίσαμψα, πόλις ἐν τῷ Ἀραβικῷ κόλπῳ περὶ τὴν Ἐρυθρὰν θάλασσαν

Event Date: -1
§ B156.3   Baitarrous: Βαιταρροῦς, κώμη μεγάλη τρίτης Παλαιστίνης. οἱ κατοικοῦντες Βαιταρρηνοί. ἔστι καὶ πόλις Κελτικὴ Βαίταρρα ἧς ὁ πολίτης Βαιταρρίτης. τῆς δὲ προτέρας Βαιταρρούσιος. κλίνεται Βαιταρροῦντος.

Event Date: -1
§ B156.7   Baition: Βαίτιον, πόλις Μακεδονίας, Θεόπομπος εἰκοστῇ τετάρτῃ .... δύναται δὲ κατὰ τὴν τέχνην Βαιτιεύς.

Event Date: -1
§ B156.9   Baitis: Βαῖτις, ποταμὸς κατὰ Ἰβηρίαν, ὃς Πέρκης λέγεται ὑπὸ τῶν ἐγχωρίων. λέγεται καὶ Βαιτίκη ἡ χώρα ἀπὸ Βαίτιος γενικῆς.

Event Date: -1
§ B156.12   Bakkaioi: Βακκαῖοι, Ἱσπανίας ἔθνος.

Event Date: -1
§ B156.13   Baktra: Βάκτρα, πόλις. Στράβων ιαʹ. τὸ ἐθνικὸν Βάκτροι καὶ Βάκτριοι καὶ Βακτρία τὸ θηλυκόν. ἔστι καὶ πόλις Βάκτριον. τὸ ἐθνικὸν Βακτριανός καὶ Βακτριανή τὸ θηλυκόν.

Event Date: -1
§ B156.16   Bakyroi and Bakyrianoi: Βάκυροι καὶ Βακυριανοί, ἔθνος πρὸς Πάρθοις καὶ Μήδοις.

Event Date: -1
§ B156.18   Bakchou nesos: Βάκχου νῆσος, καὶ Ἀντιβάκχου ἑτέρα ἐν τῷ Ἀραβικῷ κόλπῳ. τὸ ἐθνικὸν Βακχονησίτης.

Event Date: -1
§ B156.20   Bala: Βάλα, πόλις τῆς Γαλιλαίας, Ἰώσηπος. τὸ ἐθνικὸν Βαλαῖος.

Event Date: -1
§ B156.22  Balaneai: Βαλανέαι, πόλις Φοινίκης, ἡ νῦν Λευκάς. ὁ πολίτης Βαλανεώτης. εἰς ἣν πόλιν Ἐπικράτης ἐγκώμιον ἔγραψεν ὁ Βαλανεώτης.

Event Date: -1
§ B157.1  Balboura: Βάλβουρα, οὐδετέρως, πόλις Λυκίας. τὸ ἐθνικὸν Βαλβουρεύς.

Event Date: -1
§ B157.3   Baldos: Βάλδος, πόλις Φοινίκης. ὁ πολίτης Βαλδαῖος. τὰ εἰς 'δος' δισύλλαβα ἔχοντα πρὸ τοῦ 'δ' ἄφωνον βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη· Ἰνδός ὅμοιον τῷ ποταμῷ, τὸ λορδός μυνδός ὁ ἄφωνος ὀξύνεται, ἀφ´ οὗ τὸ "μυνδότεροι νεπόδων" παρὰ Καλλιμάχῳ.

Event Date: -1
§ B157.7   Balis: Βᾶλις, πόλις Λιβύης πρὸς τῇ Κυρήνῃ, ἀπό τινος Βάλεως, οὗ καὶ ἱερὸν ἔχει. ὁ πολίτης Βαλίτης.

Event Date: -1
§ B157.9   Balkeia: Βάλκεια, πόλις περὶ τὴν Προποντίδα. τὸ ἐθνικὸν Βαλκειάτης καὶ Βαλκείτης.

Event Date: -1
§ B157.11  Balla: Βάλλα, πόλις Μακεδονίας, ὡς Πέλλα. ὁ πολίτης Βαλλαῖος. Θεαγένης ἐν Μακεδονίᾳ "Βαλλαίους μεταγαγὼν εἰς τὸν νῦν λεγόμενον Πύθιον τόπον".

Event Date: -1
§ B157.14   Baloion: Βάλοιον, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Βαλοιεύς.

Event Date: -1
§ B157.15   Banaurides: Βαναυρίδες, Τυρρηνικαὶ νῆσοι, ἀπὸ Βαναύρου υἱοῦ Αἴαντος. τὸ ἐθνικὸν Βαναυρεύς.

Event Date: -1
§ B157.17  Bantia: Βαντία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Βαντιανοί καὶ Βαντιᾶται.

Event Date: -1
§ B158.1   Bantioi: Βάντιοι, ἔθνος Θρᾴκης, Ἑκαταῖος.

Event Date: -1
§ B158.2  Barathron: Βάραθρον, τόπος κοῖλος καὶ ὄρυγμα καλούμενος, ἀφ´ οὗ βαραθρίτης. ἔστι καὶ Βάραθρα πλησίον τοῦ Κασίου, τὸ ἐθνικὸν Βαραθρεύς.

Event Date: -1
§ B158.5   Barake: Βαράκη, νῆσος τῆς Γεδρωσίας. τὸ ἐθνικὸν Βαρακαῖος, ὡς Ἰτύκη Ἰτυκαῖος.

Event Date: -1
§ B158.7  Barbalissos: Βαρβαλισσός, φρούριον τῆς ἕω περιτετειχισμένον. τὸ ἐθνικὸν Βαρβαλισσηνός.

Event Date: -1
§ B158.9   Barbaros: Βάρβαρος, οὐκ ἐπὶ ἔθνους, ἀλλ´ ἐπὶ φωνῆς ἐλαμβάνετο· ὡς καὶ Ὅμηρος τοὺς Κᾶρας βαρβαροφώνους, ὡς πολεμίους τῶν Ἰώνων. εἴρηται παρὰ τοῖς νεωτέροις ἐθνικῶς, ἀφ´ οὗ Βαρβαρία. ἔστι δὲ χώρα παρὰ τὸν Ἀράβιον κόλπον Βαρβαρία, ἀφ´ οὗ καὶ Βαρβαρικὸν πέλαγος. τὸ δὲ βαρβαρικός οὐκ ἀπὸ τοῦ βαρβαρία, ἀλλ´ ἀπὸ τοῦ βάρβαρος. ἦν γὰρ Βαρβαριακός.

Event Date: -1
§ B158.16   Bargasa: Βάργασα, πόλις Καρίας, ἀπὸ Βαργάσου τοῦ υἱοῦ Βάργης καὶ Ἡρακλέους, ὃν ἐδίωξε Λάμος ὁ Ὀμφάλης καὶ Ἡρακλέους, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. τὸ ἐθνικὸν Βαργασηνός, ὡς αὐτὸς ἑκκαιδεκάτῳ, ὡς Ἔδεσσα Ἐδεσσηνός Γερασηνός Ἐμεσηνός.

Event Date: -1
§ B158.21   Bargousioi: Βαργούσιοι, ἔθνος δυτικὸν πρὸς τῷ Ἴβηρι ποταμῷ, Πολύβιος ἐν τρίτῳ. ἔστι καὶ Βάρχουσα μικρὰ πόλις Φοινίκης, ὁ πολίτης Βαρχουσηνός.

Event Date: -1
§ B158.24   Bargylia: Βαργύλια, οὐδετέρως, πόλις Καρίας, ἣν Ἄνδανον οἱ Κᾶρές φασιν, Ἀχιλλέως κτίσμα λέγοντες. ἔστι δὲ πλησίον Ἰάσου καὶ Μύνδου. ὠνομάσθη δὲ ἀπὸ Βαργύλου, ὃς πληγεὶς ὑπὸ Πηγάσου τελευτᾷ, Βελλεροφόντης δ´ ἀνιαθεὶς ἐπὶ τῷ ἑταίρῳ πόλιν ἔκτισε Βαργύλια. καὶ ἡ θάλασσα Βαργυλιακὸς κόλπος ἐξ αὐτοῦ. ὁ πολίτης Βαργυλιάτης.

Event Date: -1
§ B159.4  Barene: Βαρήνη, πόλις Μηδίας ἐγγὺς Ἀγβατάνων. οἱ οἰκήτορες Βαρηνοί.

Event Date: -1
§ B159.6   Baretion: Βαρήτιον, χωρίον πρὸς τῷ Ἀδρίᾳ, Θεόπομπος πεντηκοστῷ δευτέρῳ. τὸ ἐθνικὸν Βαρητῖνος ὡς Βρεντεσῖνος.

Event Date: -1
§ B159.8   Baris: Βάρις, πόλις. τὸ ἐθνικὸν Βαρίτης. λέγεται βάρις ἡ οἰκία ὡς Ποσείδιππος, καὶ ἡ συνοικία ὡς Ἔφορος.

Event Date: -1
§ B159.10   Barkanioi: Βαρκάνιοι, ἔθνος τοῖς Ὑρκανοῖς ὅμορον.

Event Date: -1
§ B159.11   Barke: Βάρκη, πόλις Λιβύης, ἥ τις καὶ Πτολεμαΐς. ἦν δ´ ἐκ πλινθίνων οἰκοδομημάτων συντεθεῖσα, κτίσμα Περσέως Ζακύνθου Ἀριστομέδοντος Λύκου. λέγεται καὶ Βάρκαια, ἐξ οὗ τὸ Βαρκαιάτης. τοῦ δὲ Βάρκη Βαρκαῖος. καὶ Βαρκαῖον τὸν Λίβυν φασί. Βαρκαῖον αἶπος. οἳ τὰς ἱπποτροφίας παρὰ Ποσειδῶνος, ἡνιοχεῖν δὲ παρὰ Ἀθηνᾶς ἔμαθον.

Event Date: -1
§ B159.17  Barygaza: Βαρύγαζα, ἐμπόριον Γεδρωσίας τῶν σφόδρα ἐπισήμων. οἱ οἰκοῦντες καὶ ὁ κόλπος Βαρυγαζηνοί.

Event Date: -1
§ B159.19   Basanisai: Βασανίσαι, ἔθνος Θρᾴκιον ἀπὸ τῆς ὁ Βασανίσης εὐθείας. τινὰ δὲ τῶν βιβλίων Βανίσαι ἔχουσι τρισυλλάβως.

Event Date: -1
§ B160.1   Basera: Βάσηρα, πόλις Φοινίκης. τὸ ἐθνικὸν Βασηρεύς, ὡς Ἀλίφηρα Ἀλιφηρεύς.

Event Date: -1
§ B160.3   Basinnoi: Βασιννοί, Ἀραβικὸν ἔθνος, Γλαῦκος ἐν τρίτῳ Ἀραβικῆς ἀρχαιολογίας.

Event Date: -1
§ B160.5  Basilis: Βάσιλις, πόλις Ἀρκαδίας, Παυσανίας ὀγδόῳ. τὸ ἐθνικὸν Βασιλίτης.

Event Date: -1
§ B160.7   Bastarnai: Βαστάρναι, ἔθνος ὑπὲρ τὸν Ἴστρον οἰκοῦν. Διονύσιος ἐν περιηγήσει πολλὰ μάλ´ ἑξείης Μαιώτιδος ἐς στόμα λίμνης, Γερμανοὶ Σαμάται τε Γέται θ´ ἅμα Βαστάρναι τε.

Event Date: -1
§ B160.11   Batanabos: Βατάναβος, Ἀραβίας σταθμός. τὸ ἐθνικὸν Βαταναβηνός.

Event Date: -1
§ B160.13   Bataneai: Βατανέαι, συνοικία Συρίας, ἡ καὶ Βατανέα ἑνικῶς. τὸ ἐθνικὸν Βατανεώτης. ἔστι καὶ Βατάνα πρὸς τῷ Εὐφράτῃ.

Event Date: -1
§ B160.15   Batetara: Βατετάρα, πόλις Λιγύων, θηλυκῶς. τὸ ἐθνικὸν Βατεταραῖος.

Event Date: -1
§ B160.17  Batieia: Βατίεια, τόπος τῆς Τροίας ὑψηλός. κέκληται ἀπὸ Βατείας τινός, ὡς Ἑλλάνικος ἐν πρώτῃ Τρωικῶν, ἢ ἀπὸ τοῦ πάτου τῶν ἵππων ἤγουν τῆς τροφῆς, τροπῇ τοῦ 'π' εἰς 'β', ἢ ἀπὸ τῶν βάτων. τὸ ἐθνικὸν Βατιεύς καὶ Βατιειάτης.

Event Date: -1
§ B160.21   Bate: Βατή, δῆμος τῆς Αἰγηίδος φυλῆς, ὅθεν ἦν Ἅβρων ὁ Καλλίου, ἐξηγητής, περὶ ἑορτῶν καὶ θυσιῶν γεγραφώς. τὸ ἐθνικὸν ἐπιρρηματικῶς Βατῆθεν· οὐ δεῖ γὰρ ἐν πᾶσι τὸ ἐθνικὸν ζητεῖν, ἀλλ´ ἢ τῷ ἐπιρρήματι χρῆσθαι, ὡς ἐπὶ τῶν δήμων, ἢ τῇ γενικῇ μετὰ προθέσεως ἢ τῷ ἀναλόγῳ ἢ τῷ συνήθει τῆς χώρας. τὰ τοπικὰ δῆλα.

Event Date: -1
§ B161.3   Batnai: Βάτναι, πόλις τῆς Ὀσροηνῆς. τὸ ἐθνικὸν Βατναῖος, [καὶ] διὰ τὸν χαρακτῆρα [Βατνηνός], ὡς Ἐδεσσαῖος [Ἐδεσσηνός] καὶ Καρραῖος [Καρρηνός].

Event Date: -1
§ B161.6   Bebrykon: Βεβρύκων, ἔθνη δύο, τὸ μὲν πρὸς τῷ Πόντῳ ἐν τῇ Ἀσίᾳ, τὸ δὲ πρὸς τοῖς Ἴβηρσιν ἐν τῇ Εὐρώπῃ. περὶ δὲ τοῦ ἐν Ἀσίᾳ διάφοροι γεγόνασι δόξαι, ὅτι ἀπὸ Βέβρυκος ἢ ἀπὸ Βεβρύκης, καὶ ἄλλοι ἄλλως. τὸ ἐθνικὸν Βεβρύκιος καὶ Βεβρυκία. εὕρηται καὶ Βέβρυσσα ὡς Φοίνισσα Κίλισσα Θρῇσσα. ἔχει γὰρ οἰκειότητα τὸ 'σ' πρὸς τὸ 'ξ'.

Event Date: -1
§ B161.12   Belbina: Βέλβινα, πόλις Λακωνική, Παυσανίας ὀγδόῳ. Ἀρτεμίδωρος νῆσον αὐτήν φησι. τὸ ἐθνικὸν Βελβινήτης ὡς Αἰγινήτης.

Event Date: -1
§ B161.15   Belgike: Βελγίκη, ἡ χώρα, ὡς Βαιτίκη, προσεχὴς ταῖς Γερμανίαις. ὁ οἰκήτωρ Βελγικός ὡς Ἀττικός. ἔοικε δὲ ἀπὸ τοῦ Βέλγη, ὡς Ἀκτή Ἀττική. τὸ θηλυκὸν Βελγαία ἡ χώρα.

Event Date: -1
§ B161.18   Beledonioi: Βεληδόνιοι, ἔθνος παρ´ ὠκεανῷ. Παρθένιος ἐν Δήλῳ "οὐδ´ ἐπὶ τηλίστων ἄκρα Βεληδονίων".

Event Date: -1
§ B161.2   Belitanoi: Βελιτανοί, οἱ αὐτοὶ τοῖς Λυσιτανοῖς, ὡς Ἀρτεμίδωρος ἐν τρίτῃ γεωγραφουμένων.

Event Date: -1
§ B162.1  Belitra: Βέλιτρα, πόλις Ἰταλίας, οὐ Ῥώμης ἀποτέρω, ὥς φησι Φλέγων ὀλυμπιάδι ροδʹ. τὸ ἐθνικὸν Βελιτρανός τῷ ἔθει τῆς χώρας.

Event Date: -1
§ B162.4  Belon: Βελών, πόλις καὶ ποταμὸς ἐν τῇ Βαιτίκῃ τῆς Ἱσπανίας. ὁ πολίτης Βελώνιος.

Event Date: -1
§ B162.6   Bembina: Βέμβινα, κώμη τῆς Νεμέας. Ἑλλάνικος δὲ Βέμβινον καὶ πόλιν φησίν. ὁ πολίτης Βεμβινίτης ὡς Σταγειρίτης. παρὰ δὲ Ῥιανῷ Βεμβινάτης. ἔοικεν οὖν [ὡς] Αἰγινάτης καὶ Αἰγινήτης κατὰ τροπήν, ὡς Πανύασις ἐν Ἡρακλείας πρώτῃ "δέρμα τε θήρειον Βεμβινήταο λέοντος". καὶ ἄλλως "καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος". τὸ ἐκ τόπου ἐπίρρημα Βεμβίνηθεν, καὶ εἰς τόπον Βεμβινάδε.

Event Date: -1
§ B162.13   Beneventus: Βενεβεντός, χωρίον Διομήδους ἐν Ἰταλίᾳ. οἱ δὲ ὅτι κτίσμα Διομήδους. ἣ καὶ Μαλοεντός ἐλέγετο. τὸ ἐθνικὸν Βενεβεντῖνος. ἔστι καὶ ἄλλη Καμπανίας διὰ τοῦ 'δ', ἧς τὸ ἐθνικὸν Βενεβενδεύς.

Event Date: -1
§ B162.17   Benna: Βέννα, πόλις Θρᾴκης, καὶ δι´ ἑνὸς 'ν' καὶ διὰ δύο. καὶ ἡ γραφὴ διάφορος, καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ 'ε', ὅπερ κρεῖττον. τὸ ἐθνικὸν Βενναῖος, καὶ ὁ Βεννικὸς κόλπος. εἴρηται καὶ Βεννική. λέγονται καὶ Βεννάσιοι οἱ αὐτοί.

Event Date: -1
§ B163.3   Benna: Βέννα, μία φυλὴ τῶν ἐν Ἐφέσῳ πέντε, ἧς οἱ φυλέται Βενναῖοι, ὡς Ἔφορος. ὅτι Ἄνδροκλος ὁ κτίσας Ἔφεσον. "οὗτος Πριηνεῦσι βοηθήσας ἐτελεύτησε καὶ οἱ πολλοὶ Ἐφέσιοι σὺν αὐτῷ. οἱ οὖν καταλειφθέντες Ἐφέσιοι ἐστασίασαν κατὰ τῶν Ἀνδρόκλου παίδων, καὶ βουλόμενοι βοήθειαν ἔχειν πρὸς αὐτοὺς ἐκ Τέω καὶ Καρήνης ἀποίκους ἔλαβον, ἀφ´ ὧν ἐν Ἐφέσῳ δύο φυλαὶ τῶν πέντε τὰς ἐπωνυμίας ἔχουσιν· οἱ μὲν γὰρ ἐν Βέννῃ Βενναῖοι, οἱ δ´ ἐν Εὐωνύμῳ τῆς Ἀττικῆς Εὐώνυμοι. οὓς δ´ ἐξ ἀρχῆς ἐν Ἐφέσῳ κατέλαβον Ἐφεσίους φασί, τοὺς δ´ ὕστερον ἐπήλυδας Τηίους καὶ Καρηναίους ἀποκαλοῦσι".

Event Date: -1
§ B163.13   Bergepolis: Βεργέπολις, Ἀβδηριτῶν. τὸ ἐθνικὸν Βεργεπολίτης.

Event Date: -1
§ B163.14  Berge: Βέργη, πόλις Θρᾴκης πρὸς τῇ Χερρονήσῳ. τὸ ἐθνικὸν Βεργαῖος. Στράβων δὲ κώμην αὐτὴν λέγει, ἐξ ἧς ὁ Βεργαῖος Ἀντιφάνης ὁ κωμικός. ἄπιστα δὲ οὗτος συνέγραψεν, ὥς φασιν· ἀφ´ οὗ καὶ παροιμία βεργαΐζειν ἀντὶ τοῦ μηδὲν ἀληθὲς λέγειν. λέγεται καὶ Βέργιον ὑποκοριστικῶς.

Event Date: -1
§ B163.19  Berekyntos: Βερέκυντος, γενικὴ τῆς εὐθείας ἀρρήτου. ἔστι δὲ πόλις Φρυγίας. καὶ ἡ χώρα Βερεκυντία. ἦν γάρ τις Βερεκύντης, ἀφ´ οὗ ἡ Βερεκυντία χώρα. καὶ τὸ ἐθνικὸν Βερεκύνται ὁμοφώνως.

Event Date: -1
§ B164.3   Berenikai: Βερενῖκαι, πόλεις ἕξ. πρώτη [Ἠπείρου] ἡ ὑπὸ Πύρρου τοῦ νεωτέρου κτισθεῖσα. δευτέρα ... ἡ ὑπὸ Φιλαδέλφου Πτολεμαίου. τρίτη ἐν τῇ Τρωγλοδυτικῇ. τετάρτη ἡ πρότερον Χίος. πέμπτη ἐν Κιλικίᾳ. ἕκτη Λιβύης ἡ πρότερον Ἑσπερίς, ἐκλήθη δὲ Βερενίκη ἀπὸ τῆς Πτολεμαίου γυναικὸς Βερενίκης. ὁ πολίτης Βερενικεύς. εὕρηται καὶ Βερενίκεια. λέγονται καὶ πατρωνυμικῶς Βερενικιάδαι. ἔστι καὶ ἄλλη περὶ Συρίαν, ἣν Πέλλαν καλοῦσι.

Event Date: -1
§ B164.11   Berenikidai: Βερενικίδαι, δῆμος τῆς Πτολεμαΐδος φυλῆς. δέκα γὰρ φυλὰς ἔχοντες Ἀθηναῖοι προσέθεσαν δύο, Ἀντιγονίδα καὶ Δημητριάδα καλοῦντες, ὕστερον δὲ Ἀτταλίδα καὶ Πτολεμαΐδα, διὰ τῶν ἐπωνύμων εὐεργετηθέντες βασιλέων. ὅθεν καὶ τὴν βουλὴν πεντακοσίων οὖσαν ἑξακοσίων ἐποίησαν· ἑκάστη γὰρ φυλὴ πεντήκοντα εἶχεν, οἳ κατὰ μῆνα ἐπρυτάνευον. ἀπὸ δὲ Βερενίκης τῆς Μάγα θυγατρός, γυναικὸς δὲ Πτολεμαίου, ὠνομάσθησαν Βερενικίδαι οἱ δημόται. καὶ ἄλλα γὰρ ἐξηνέχθη πατρωνυμικῶς. Αἰθαλίδαι γὰρ καὶ Βουτάδαι. τὰ εἰς τόπον εἰς Βερενικιδῶν φασι, τὰ δ´ ἐν τόπῳ ἐν Βερενικιδῶν.

Event Date: -1
§ B164.21   Berex: Βέρεξ, ἔθνος μεταξὺ Ἰνδίας καὶ Αἰθιοπίας, ὡς Τιμοκράτης ὁ Ἀδραμυττηνός.

Event Date: -1
§ B164.23   Beres: Βέρης, πόλις Θρᾴκης, ἀπὸ Βέρητος υἱοῦ Μακεδόνος. τὸ ἐθνικὸν Βερήσιος ὡς Φαγρήσιος Ἀδρυμήσιος.

Event Date: -1
§ B164.25   Beroia: Βέροια, πόλις Μακεδονίας, ἣν Φέρωνα κτίσαι φασίν, αὐτοὺς δὲ τὸ 'φ' εἰς 'β' μεταποιεῖν, ὡς [Φάλακρον] Βάλακρον καὶ Βίλιππον καὶ Κεβαλῖνον. ἄλλοι ἀπὸ Βεροίας τῆς Βέρητος τοῦ Μακεδόνος. τὸ ἐθνικὸν Βεροιαῖος. ἔστι καὶ πόλις Συρίας, ἀφ´ ἧς Κασιανὸς ἄριστος ῥήτωρ. λέγεται καὶ Βερόη. οἱ δ´ ἐγχώριοι Βερόειαν, καὶ τὸ ἐθνικὸν Βεροεύς.

Event Date: -1
§ B165.6   Berounos: Βέρουνος, ὡς Λούγδουνος, Ἰταλικὴ πόλις μεταξὺ τῶν Νωρικῶν· τὸ ἐθνικὸν Βερουνήσιος ὡς Λουγδουνήσιος.

Event Date: -1
§ B165.8   Berytis: Βέρυτις, Τρωικὴ πόλις. τὸ ἐθνικὸν Βερυτίτης, ὡς Ἄβοτις Ἀβοτίτης.

Event Date: -1
§ B165.1   Besbikos: Βέσβικος, νησίδιον περὶ Κύζικον, ὡς Διογένης ὁ Κυζικηνὸς ἐν πρώτῃ τῶν ἑπτὰ περὶ τῆς πατρίδος νήσων λέγων "Προκόννησος καὶ Φοίβη καὶ Ἁλώνη καὶ Φυσία καὶ Ὀφιοῦσσα καὶ Βέσβικος, γόνιμοι καὶ λιπαραί." Ἀγαθοκλῆς δὲ ἐν πρώτῃ περὶ Κυζίκου φησὶν ὅτι "κτίσμα ἐστὶ Φερσεφόνης καὶ ὄνομα ἔχει Γίγαντος. οἱ γὰρ Γίγαντες ἀπορρήξαντες αἰγιαλοὺς ἐκύλιον διὰ τῆς θαλάσσης, ἐγχῶσαι τὰς ἐκβολὰς τοῦ Ῥυνδάκου ζητοῦντες. ἡ δὲ κόρη ἀγωνιῶσα περὶ Κυζίκου τὰς πέτρας ἐρρίζωσε καὶ νῆσον ἐποίησεν, ἥτις ἀφ´ ἑνὸς τῶν ὕστερον οἰκισάντων Πελασγῶν προσηγόρευται Βέσβικος, ἐφ´ ᾗ τοὺς λειπομένους τῶν Γιγάντων ἠφάνισε σὺν Ἡρακλεῖ". τὸ ἐθνικὸν Βεσβικηνός.

Event Date: -1
§ B166.7   Beskia: Βεσκία, πόλις Αὐσόνων. τὸ ἐθνικὸν Βεσκιάτης ὡς Ἀντιάτης, καὶ Βεσκιανός ὡς Ἀδριανός.

Event Date: -1
§ B166.9   Beue: Βεύη, πόλις Μακεδονίας, καὶ πρὸς αὐτῇ Βεῦος ποταμός. τὸ ἐθνικὸν Βευαῖος.

Event Date: -1
§ B166.11   Becheir: Βέχειρ, ἔθνος Σκυθικόν, ὡς Σάπειρ, ἢ μετὰ τοῦ 'σ' Σάσπειρ, Ἐλεάζειρ, ὀνόματα βαρβάρων, Λίγειρ ποταμὸς περὶ Γαλατίαν, χρυσοέθειρ παρ´ Ἀρχιλόχῳ ἐν Ἰοβάκχοις, ὅπερ ἀποκέκοπται τοῦ χρυσοέθειρος, ἑκατόγχειρ τὸ σύνθετον.

Event Date: -1
§ B166.15   Begis: Βῆγις, πόλις Τράλλεων. οὗτοι δὲ τῶν Ἰλλυριῶν μοῖρα. τὸ ἐθνικὸν Βηγίτης τῷ κοινῷ χαρακτῆρι.

Event Date: -1
§ B166.17   Bethlema: Βήθλεμα, πόλις Παλαιστίνης πρὸς τοῖς Ἱεροσολύμοις, οὐδετέρως [ἐν ᾗ γέγονεν ἡ κατὰ σάρκα γέννησις τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν]. Ἰώσηπος δέ φησιν "ἐκ Βηθλεεμῶν". ἔστι δὲ πόλις τῆς Ἰούδα φυλῆς. ὁ πολίτης Βηθλεμίτης ὡς Ἱεροσολυμίτης.

Event Date: -1
§ B166.22  Belos: Βῆλος, ἡ καὶ Μῆλος πρὸς ταῖς Ἡρακλέους στήλαις, ἀμφοτέρων ἐτύμως λεγομένων, τῷ τοὺς ἀρχαίους βηλὸν λέγειν τὸν οὐδὸν τῆς θύρας, καὶ ταύτην κεῖσθαι παρὰ τὸν οὐδὸν τοῦ ὠκεανοῦ. Μῆλος δὲ καὶ Μηλαρία, δύο πόλεις ἐπὶ τοῖς πέρασι, τὴν αὐτὴν ἔμφασιν ἔχουσιν ἀπὸ τῆς κλήσεως τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύης ἀγηοχέναι. τὸ ἐθνικὸν Βηλαῖος καὶ Μηλαῖος, ὡς Νεῖλος Νειλαῖος.

Event Date: -1
§ B167.4  Bene: Βήνη, πόλις Κρήτης ὑπὸ Γόρτυν τεταγμένη. τὸ ἐθνικὸν Βηναῖος. Ῥιανὸς γὰρ ὁ ποιητὴς Βηναῖος ἦν ἢ Κερεάτης ἢ Κρής.

Event Date: -1
§ B167.6   Berithros: Βήριθρος, πόλις Τρωική. τὸ ἐθνικὸν Βηρίθριος, τὸ θηλυκὸν Βηριθρία.

Event Date: -1
§ B167.8   Berytos: Βηρυτός, πόλις Φοινίκης, ἐκ μικρᾶς μεγάλη, κτίσμα Κρόνου. ἐκλήθη δὲ διὰ τὸ εὔυδρον· βὴρ γὰρ τὸ φρέαρ παρ´ αὐτοῖς. Ἱστιαῖος δ´ ἐν πρώτῃ τὴν ἰσχὺν βηρούτ Φοίνικας ὀνομάζειν, ἀφ´ οὗ καὶ τὴν πόλιν, ὡς Ἑλλάδιός φησιν. ὁ πολίτης Βηρύτιος ὡς Ἀζώτιος Αἰγύπτιος. σεσημείωται τὸ Μιλήσιος ἐν τοῖς τοπικοῖς ὅτι ἐτράπη, ὡς τὸ Θεοδόσιος [Ἀθανάσιος Ἀμβρόσιος,] τὸ γὰρ θεόδοτος καὶ ἀθάνατος καὶ ἄμβροτος σύνθετα. τὸ δὲ χαρίσιος οὐ τοπικόν. περὶ τοῦ Περκώσιος ἐροῦμεν. τὸ δὲ 'υ' μακρόν, Διονύσιος ὁ περιηγητής "καὶ Τύρον ὠγυγίην Βηρυτοῦ τ´ αἶαν ἐραννήν". ὀξύνεται δ´ ὡς τρισύλλαβον καὶ μακρὸν ἔχει τὸ 'υ', ὡς τὸ κωκυτός γωρυτός Καρδυτός πόλις. τὸ Σεβέννυτος τετρασύλλαβον. ἔστι καὶ πόλις Ἀραβίας, ἡ πρότερον καλουμένη Διόσπολις. τὸ ἐθνικὸν τὸ αὐτό.

Event Date: -1
§ B167.22  Bessa: Βῆσσα, πόλις Λοκρῶν. Ἡρωδιανὸς δι´ ἑνὸς 'σ' γράφει, Ἀπολλόδωρος δὲ καὶ Ἐπαφρόδιτος καὶ Ἡρακλέων διὰ δύο. "Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινάς". ὠνομάσθη δὲ ἀπὸ τῆς τοῦ τόπου φύσεως ναπώδους οὔσης. τὸ ἐθνικὸν Βησσαῖος.

Event Date: -1
§ B168.5   Bessyga: Βήσσυγα, οὐδετέρως, ἐμπόριον τῆς Ἰνδικῆς, καὶ Βησσύγας ποταμός, καὶ Βησσυγῖται οἱ ἄνθρωποι, οὕς φασιν ἀνθρωποφάγους.

Event Date: -1
§ B168.8   Bibastos: Βίβαστος, Θρᾴκης πόλις. τὸ ἐθνικὸν ἔδει Βιβάστιος ὡς Φαίστιος. εἰ δὲ Βούβαστος, τὸ ἐθνικὸν Βουβαστίτης.

Event Date: -1
§ B168.10   Bibline: Βιβλίνη, χώρα Θρᾴκης. ἀπὸ ταύτης ὁ Βίβλινος οἶνος. οἱ δὲ ἀπὸ Βιβλίας ἀμπέλου. Σῆμος δ´ ὁ Δήλιος τὸν Νάξιόν φησιν, ἐπειδὴ Νάξου ποταμὸς Βίβλος.

Event Date: -1
§ B168.13   Bidos: Βῖδος, φρούριον ἐν Σικελίᾳ, οὐδετέρως. εὕρηται δὲ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ 'ι'. ἔστι καὶ ἕτερον ἐν τῇ τῶν Ταυρομενιτῶν χώρᾳ Βίδιος φρούριον. τὸ ἐθνικὸν Βιδῖνος.

Event Date: -1
§ B168.16   Biennos: Βίεννος, πόλις Κρήτης. οἱ μὲν ἀπὸ Βιέννου τοῦ τῶν Κουρήτων ἑνός, οἱ δὲ ἀπὸ τῆς περὶ τὸν Ἄρη γενομένης βίας, ὃν ἐνταῦθα [δεδέσθαι] φασὶν ὑπὸ Ὤτου καὶ Ἐφιάλτου τῶν παίδων Ποσειδῶνος, καὶ μέχρι καὶ νῦν τὰ καλούμενα ἑκατομφόνια θύεται τῷ Ἄρει. ὁ πολίτης Βιέννιος "οἱ δὲ τιμὰς ἀποπέμπειν τῷ τε μιλίῳ Διὶ καὶ Βιεννίῳ". ἔστι καὶ ἑτέρα πόλις ἐν Γαλλίᾳ. αὐχμοῦ γάρ ποτε τὴν σύμπασαν Κρήτην κατασχόντος εἰς ἑτέρους τόπους ἀπῳκίζοντο, οἰκῆσαι δέ τινας Ὑδροῦντα τῆς Ἰταλίας οὔπω πεπολισμένον. χρησμοῦ δ´ αὐτοῖς δοθέντος ὅπου ἑλωδέστατον τόπον θεάσονται κατοικῆσαι, ἐλθόντες οὖν ἐπὶ τὸν Ῥόδανον ποταμὸν τῆς Γαλλίας ἑλώδη ὄντα οἰκῆσαι, καὶ τὴν πόλιν οὕτως ὀνομάσαι, ἐπειδὴ μία τῶν σὺν αὐτοῖς παρθένων Βίαννα καλουμένη χορεύουσα ὑπό τινος χάσματος ἐλήφθη. ἧς μνημονεύει πόλεως Εὐσέβιος ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ. τὸ ἐθνικὸν ὁμοίως Βιέννιος, εἰ μὴ κατὰ τὸν ἐγχώριον τύπον Βιεννήσιος ὡς Λουγδουνήσιος. τῆς δὲ Βιέννης Βιενναῖος.

Event Date: -1
§ B169.13   Bizye: Βιζύη, πόλις Θρᾴκης, τὸ τῶν Ἀστῶν βασίλειον. τὸ ἐθνικὸν Βιζυηνός.

Event Date: -1
§ B169.15  Bizone: Βιζώνη, πόλις Ποντική. τὸ ἐθνικὸν ἠδύνατο Βιζωναῖος ἢ Βιζωνίτης. ἔστι δὲ Βιζώνιος ὡς Παλλήνιος.

Event Date: -1
§ B169.17   Bithyai: Βιθύαι, ἔθνος Θρᾴκης, ἀπὸ Βίθυος τοῦ Ἄρεος καὶ Σήτης τῆς Ῥήσου ἀδελφῆς.

Event Date: -1
§ B169.19  Bithynia: Βιθυνία, πρὸς τῷ Πόντῳ χώρα, ἀπὸ Βιθυνοῦ τοῦ Διὸς καὶ Θρᾴκης τῆς Τιτανίδος, ἣ ἐκ μὲν Διὸς ἔσχε Βιθυνόν, ἐκ δὲ Κρόνου Δόλογκον. καὶ τὸ ἐθνικὸν Βιθυνός καὶ Βιθυνή καὶ Βιθυνίς καὶ Βιθυνιάς. τὰ δὲ εἰς 'νος' καθαρὸν ὑπερδισύλλαβα τῷ 'υ' παραληγόμενα προπαροξύνεται, εἰ μὴ ἐθνικὰ εἴη. τὸ μόσσυνος βαρυνόμενον σημειῶδες καὶ μακρὸν ἔχει τὸ 'υ' (τὰ γὰρ ἔχοντα τὸ 'σ' βραχὺ ἔχει τὸ 'υ'), καὶ τὸ γέρυνος ὁ μικρὸς βάτραχος.

Event Date: -1
§ B170.6  Bithynion: Βιθύνιον, πόλις Βιθυνίας, Παυσανίας ὀγδόῳ. ὁ οἰκῶν Βιθυνιεύς καὶ Βιθυνιάτης. ἀφ´ οὗ Πινυτὸς ἐγένετο Ῥώμης γραμματικός, Ἐπαφροδίτου τοῦ Νέρωνος ὢν ἐξελεύθερος.

Event Date: -1
§ B170.9   Bithyopolis: Βιθυόπολις, πόλις ... ἀπὸ Βίθυος. τὸ ἐθνικὸν ὤφειλε Βιθυοπολίτης. εὗρον δὲ Βιθυνιαπολίτης παρὰ Ἀρριανῷ ἐν πέμπτῳ Βιθυνιακῶν. δεῖ δὲ τοῦ Βιθυνόπολις εἶναι Βιθυνοπολίτης.

Event Date: -1
§ B170.13   Bisa: Βῖσα, πόλις Θρᾴκης. τὸ ἐθνικὸν Βισαῖος.

Event Date: -1
§ B170.14   Bilbina: Βίλβινα, πόλις Περσική. τὸ ἐθνικὸν Βιλβινάτης ὡς Αἰγινάτης.

Event Date: -1
§ B170.16   Bisaltia: Βισαλτία, πόλις καὶ χώρα Μακεδονίας, ἀπὸ Βισάλτου τοῦ Ἡλίου καὶ Γῆς. περὶ ταύτην οἱ λαγοὶ σχεδὸν πάντες ἁλίσκονται δύο ἥπατα ἔχοντες, ὡς Θεόπομπος ἱστορεῖ καὶ Φαβωρῖνος. τὸ ἐθνικὸν Βισάλτης. ἔστι καὶ Βισάλτης ποταμός. τὸ ἐθνικὸν Βισάλτιος, ἀφ´ οὗ Βισαλτία ἡ χώρα. Λυκόφρων "τὸν μὲν γὰρ ᾐὼν Στρυμόνος Βισαλτία".

Event Date: -1
§ B171.3  Bisanthe: Βισάνθη, πόλις Μακεδονίας κατὰ Θρᾴκην Ἑλληνίς, ἄποικος Σαμίων. τὸ ἐθνικὸν Βισανθηνός. ἀφ´ ἧς Φαίδιμος ἐλεγείων ποιητὴς Βισανθηνὸς ἢ Ἀμαστριανὸς ἢ Κρωμνίτης.

Event Date: -1
§ B171.6   Bistiros: Βίστιρος, πόλις Θρᾴκης, ὡς Πίστιρος τὸ ἐμπόριον. τὸ ἐθνικὸν Πιστιρίτης, ὡς Στάγειρος Σταγειρίτης.

Event Date: -1
§ B171.8  Bistonia: Βιστονία, πόλις Θρᾴκης, ἀπὸ Βιστόνος τοῦ Ἄρεος καὶ Καλλιρρόης τῆς Νέστου. ἀδελφὸς δὲ ἦν Ὀδόμαντος καὶ Ἠδωνοῦ. ἔνιοι δὲ Παίονος τοῦ Ἄρεος παιδός. τὸ ἐθνικὸν Βιστών, τῶν εἰς 'των' δισυλλάβων βαρυνομένων, οἷον Πλάτων Κρίτων, εἰ μὴ διαστολὴ γένοιτο σημαινομένου· χιτών γὰρ πρὸς διαστολὴν ὀξύνεται τοῦ κυρίου καὶ ποταμοῦ, καὶ τὸ κροτών τὸ ζωύφιον πρὸς ἀντιδιαστολὴν τοῦ τῆς πόλεως ὀνόματος· ἢ περιεκτικὸν διὰ τὸ κοιτών ἱστών· ἢ ἐθνικὸν διὰ τοῦ 'ο' κλινόμενον, ὡς τὸ Βιστόνος. τὸ θηλυκὸν Βιστονίς. ἐκτέταται δὲ καὶ λέγεται Βιστωνίς διὰ τοῦ 'ω' καὶ Βιστώνιος ποιητικῶς.

Event Date: -1
§ B171.18   Bitella: Βίτελλα, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Βιτελλῖνος.

Event Date: -1
§ B171.19   Blaudos: Βλαῦδος, πόλις Φρυγίας, ἀπὸ Βλαύδου τοῦ τὸν τόπον πρῶτον εὑρόντος, ὡς Μενεκράτης. τὸ ἐθνικὸν Βλαυδηνός.

Event Date: -1
§ B172.1   Blemyes: Βλέμυες, ἔθνος βαρβαρικὸν Λιβύης, ἀπὸ Βλέμυος ἑνὸς τῶν Δηριάδου τριῶν ὑποστρατηγῶν τῶν σὺν αὐτῷ Διονύσῳ πολεμησάντων. ἦσαν δὲ Ὀρόντης καὶ Ὀρουάνδης καὶ Βλέμυς.

Event Date: -1
§ B172.4   Boauleia: Βοαύλεια, πόλις Σκυθίας, Πείσανδρος εἰκοστῇ ἕκτῃ.

Event Date: -1
§ B172.5   Bobonia: Βοβωνία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Βοβωνιάτης ὡς Ῥιθυμνιάτης, ἢ Βοβώνιος ὡς Ῥιθύμνιος.

Event Date: -1
§ B172.7   Bonchai: Βόγχαι, ἔθνος τοῖς Καρρηνοῖς προσκείμενον, μέσον Εὐφράτου καὶ Κύρου ποταμοῦ, ὡς Κουάδρατος.

Event Date: -1
§ B172.9   Boibe: Βοίβη, πόλις Θεσσαλίας. Ὅμηρος "Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν". ἔστιν οὖν καὶ πόλις καὶ λίμνη Βοιβιάς, ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφύρας κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. καὶ ἐν Μακεδονίᾳ λίμνη Βοίβη. τὸ ἐθνικὸν τῆς Βοίβης Βοιβεύς καὶ Βοιβηίς θηλυκόν· εἰ δὲ καὶ Βοιβαῖος, οὐ κωλύει. ἔστι καὶ Βοιβήιον πόλις. λέγεται δὲ καὶ Βοιβία ἡ λίμνη.

Event Date: -1
§ B172.16   Boillai: Βοΐλλαι, πόλις Λατίνων. τὸ ἐθνικὸν Βοϊλλανός, ὡς Διονύσιος ἐν ὀγδόῳ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας.

Event Date: -1
§ B172.18   Boion: Βοιόν, ἣν Ὅμηρος ἔοικε Βοίβην λέγειν. ἔστι δὲ Δωρικὴ πόλις οὐδετέρως λεγομένη καὶ θηλυκῶς. ἔστι Βοιαί καὶ Κρήτης πόλις. ὁ πολίτης Βοιάτης, ὡς Καρύαι Καρυάτης, Πιτάναι Πιτανάτης, Θαλάμαι Θαλαμάτης. λέγεται καὶ Βοιαῖος, ὡς Ἔφορος. Ἡρωδιανὸς δὲ Βοιίτης φησίν, ἴσως παρὰ τὸ Βοιόν, ὡς λίκνον λικνίτης. εἰσὶ καὶ Βοιοί ἔθνος Κελτογαλατῶν. ἔστι καὶ Βοιανόν πόλις Σαυνιτῶν.

Event Date: -1
§ B173.4  Boiotia: Βοιωτία, μόνη τῆς Ἑλλάδος ἐπὶ τρισὶ θαλάτταις διήκοντας ἔχει τοὺς οἰκήτορας, τοὺς μὲν πρὸς Πελοπόννησον ἐστραμμένους καὶ τὸν Σικελικὸν καὶ Ἀδριατικὸν κόλπον, τοὺς δὲ πρὸς Αἴγυπτόν τε καὶ Κύπρον καὶ τὰς ἄλλας νήσους, τοὺς δὲ πρὸς τὸν Εὔριπον καὶ Μακεδονίας καὶ Θεσσαλίας θάλασσαν. γενέσθαι δέ φασι Βοιωτὸν Ἰτώνου τοῦ Ἀμφικτύονος, τοῦ κατ´ αὐτὸν νεωτέρου τῶν Δευκαλίωνος καὶ Πύρρας παίδων. Νικόστρατος δέ φησιν ὅτι Ποσειδῶνος καὶ Ἄρνης ἦν παῖς. Εὐφορίων ὄφρα κε μαντεύοιτο μεθ´ υἱάσι Βοιωτοῖο, τόν ῥα Ποσειδάωνι δαμασσαμένη τέκεν Ἄρνη, Βοιωτὸν δ´ ὀνόμηνε. τὸ γὰρ καλέσαντο νομῆες, ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις. καὶ Εὐριπίδης "τὸν δ´ ἀμφὶ βοῦς ῥιφέντα Βοιωτὸν καλεῖν". Κάστωρ δὲ ἀπὸ τῆς καθηγησαμένης Κάδμῳ βοὸς λεχθῆναι τὴν χώραν οὕτω. τινὲς δ´ ὡς οὐκ ὄντας ταῖς διανοίαις τοὺς Βοιωτοὺς ἄγαν εὐκινήτους. ἐκαλεῖτο δὲ Ἀονία καὶ Μεσσαπία καὶ Ὠγυγία. καὶ Καδμηίς, ὡς Θουκυδίδης. Ἔφορος δέ φησιν ὅτι Ἀθηναῖοι περὶ τὴν ναυτικὴν δύναμιν, Θετταλοὶ περὶ τὴν ἱππικὴν ἐμπειρίαν, Βοιωτοὶ περὶ τὴν τῆς γυμνασίας ἐπιμέλειαν, Κυρηναῖοι δὲ περὶ τὴν διφρευτικὴν ἐπιστήμην ἠσχόληνται. ἡμεῖς δὲ περὶ τὴν τῶν νόμων εὐταξίαν. ἔστι δὲ καὶ Βοιωτία ἐν Θρᾴκῃ. τὸ ἐθνικὸν ὅμοιον Βοιωτός. λέγεται καὶ Βοιώτιος καὶ Βοιωτία, ἀφ´ οὗ ἡ παροιμία Βοιωτία ὗς, καὶ Βοιωτίς. καὶ Βοιωτίδιον ἐκ Βοιώτιος. Ἀριστοφάνης Ἀχαρνεῦσιν "ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον". καὶ ῥῆμα "βοιωτιάζειν ἔμαθες".

Event Date: -1
§ B174.8   Bolbai: Βόλβαι, πόλις Καρίας καὶ ποταμὸς Βολβαιώτης, ἥ τις Ἡράκλεια ἐκλήθη. ἔστι καὶ Βόλβη πόλις καὶ λίμνη. τὸ ἐθνικὸν Βολβαῖος.

Event Date: -1
§ B174.11  Bolbitine: Βολβιτίνη, πόλις Αἰγύπτου, Ἑκαταῖος. ὁ πολίτης Βολβιτινίτης. τὸ κτητικὸν Βολβίτινος, ἔνθεν καὶ "Βολβίτινον ἅρμα".

Event Date: -1
§ B174.14  Boline: Βολίνη, πόλις Ἀχαΐας, ὡς Ῥιανὸς ἐν Ἀχαϊκῶν δευτέρῳ. τὸ ἐθνικὸν Βολιναῖος.

Event Date: -1
§ B174.16   Bolissos: Βολισσός, πόλις Αἰολικὴ ἐπ´ ἄκρου Χίου πλησίον, Θουκυδίδης Βολίσκον αὐτὴν καλεῖ ἐν ὀγδόῃ. καί φασιν ὅτι Ὅμηρος ἐν τούτῳ τῷ πολισματίῳ τὰς διατριβὰς ἐποιεῖτο, ὡς Ἔφορος. Ἀνδροτίων δὲ δι´ ἑνὸς 'σ' γράφει. τὸ ἐθνικὸν τῇ τέχνῃ Βολίσσιος ὡς Λυρνήσσιος, Βολισσεύς ὡς Ἁλικαρνασσεύς, καὶ Βολισσίτης ὡς Ὀδησσίτης. χρηστέον δὲ τῷ προτέρῳ διὰ τὸ σύνηθες.

Event Date: -1
§ B175.1   Bologessias: Βολογεσσιάς, πόλις πρὸς τῷ Εὐφράτῃ, ἐκ Βολογεσσοῦ βασιλέως ᾠκισμένη. τὸ ἐθνικὸν ὤφειλε Βολογεσσιεύς ὡς Ἀφροδισιεύς, ἀλλ´ ἀνοίκειος ὁ τύπος τῇ χώρᾳ. λεκτέον οὖν Βολογεσσιηνός.

Event Date: -1
§ B175.5   Bologesiphora: Βολογεσίφορα, πόλις Περσική. τὸ ἐθνικὸν τύπῳ Περσῶν Βολογεσιφορηνός. λεκτέον δὲ Βολογεσιφορεύς.

Event Date: -1
§ B175.7   Bolouros: Βόλουρος, πόλις τῶν ἐν Ἰλλυρίᾳ Τράλλεων. "μοῖρα γὰρ τῶν Ἰλλυριῶν Βῆγις καὶ Βόλουρος". ἔστι καὶ πόλις Θεσπρωτίας.

Event Date: -1
§ B175.1   Boos Kephalai: Βοὸς Κεφαλαί, τόπος καθ´ ὃν ἐπολέμησε Προυσίας πρὸς Ἄτταλον, ὡς Ἐρατοσθένης ἐν ἑβδόμῃ Γαλατικῶν. ἔστι καὶ Ἰνδικῆς Βουκεφάλα ἣν ἔκτισεν Ἀλέξανδρος "ἐπ´ ἀμφοτέραις ταῖς ὄχθαις τοῦ Ὑδάσπου ποταμοῦ πόλεις ᾤκισε, Νίκαιαν Βουκεφάλαν δὲ ἔνθα διαβάντος καὶ μαχομένου ἀπέθανεν αὐτοῦ ὁ ἵππος Βουκεφάλας προσαγορευόμενος". οἱ κατοικοῦντες Βουκεφαλεῖς, ἐπειδὴ ὁ δημότης Κεφαλεύς τοῦ Κεφαλή.

Event Date: -1
§ B176.1   Bormiskos: Βορμίσκος, χωρίον Μακεδονίας, ἐν ᾧ κυνοσπάρακτος γέγονεν Εὐριπίδης· οὓς κύνας τῇ πατρῴᾳ φωνῇ ἐστερικὰς καλοῦσιν οἱ Μακεδόνες, ὁ δὲ ποιητὴς τραπεζῆας. ἐκ δὲ τῶν δηγμάτων ἀρρωστήσαντα αὐτὸν ἀποθανεῖν. τὸ ἐθνικὸν Βορμίσκιος ὡς Τριποδίσκιος Δορίσκιος, ἐν τοῖς οἰκείοις τόποις εὑρήσεις.

Event Date: -1
§ B176.7  Borsippa: Βόρσιππα, πόλις Χαλδαίων, οὐδετέρως, ἱερὰ Ἀπόλλωνος καὶ Ἀρτέμιδος, λινουργεῖον μέγα. λέγεται καὶ θηλυκῶς. οἱ πολῖται Βορσιππηνοί. Ἀρριανὸς δὲ Βορσιππεῖς αὐτούς φησι.

Event Date: -1
§ B176.11   Boryza: Βόρυζα, πόλις Ποντική. τὸ ἐθνικὸν Βορυζαῖος.

Event Date: -1
§ B176.12  Borysthenes: Βορυσθένης, πόλις καὶ ποταμὸς τοῦ Πόντου παρὰ τὴν Μαιῶτιν λίμνην καὶ Τάναϊν τὸν ποταμόν. οὕτως καὶ ὁ Ἑλλήσποντος πρὸ τῆς Ἕλλης ἐκαλεῖτο. ἔστι δὲ πόλις Ἑλληνὶς πρὸς ἑσπέραν, Μιλησίων ἀποικία, ἣν οἱ μὲν ἄλλοι Βορυσθένην αὐτοὶ δὲ Ὀλβίαν. ἣν ποιοῦσιν ὅ τε Βορυσθένης καὶ Ὕπανις. ὁ πολίτης Βορυσθενίτης, καὶ τὸ θηλυκὸν Βορυσθενῖτις, οὐκ ἀπὸ τῆς πόλεως, ἀλλ´ ἀπὸ τοῦ ποταμοῦ. βούλεται δὲ τὴν 'ει' δίφθογγον ἔχειν ἐν τῇ παραληγούσῃ. ἀπὸ γὰρ τῆς εἰς 'ος' εὐθείας ἡ διὰ τοῦ 'ιτης' παραγωγὴ πλεονάζει μιᾷ συλλαβῇ, ὡς τόπος τοπίτης, Κανωπίτης ὁ Ἄδωνις παρὰ Παρθενίῳ. τὸ δὲ Ἰήτης ἀπὸ τῆς Ἴου διὰ τὸ 'ι' ἐξηνέχθη διὰ τοῦ 'η'· καὶ ἀπὸ γενικῆς Ἀσκάλωνος Ἀσκαλωνίτης, Ἕλεος Ἑλεΐτης καὶ Ἑλείτης ὁ τὸ Ἕλος οἰκῶν, Ὠρεός Ὠρεΐτης καὶ Ὠρείτης. ἔδει οὖν καὶ Βορυσθενείτης διὰ διφθόγγου· οὐ γὰρ ὅμοιον τῷ τεμενίτης οὐδὲ τῷ ἑρκίτης. οὐ γὰρ ἀπὸ τῆς γενικῆς ἀλλ´ ἀπὸ τῆς εἰς 'ος' εὐθείας ταῦτα καὶ εἰκότως ἔχει τὸ 'ι'· τὸ δὲ Βορυσθένης οὐκ εἰς 'ος' λήγει. τί οὖν ἐροῦμεν; ὅτι ἠκολούθησε τῷ πλείονι χαρακτῆρι διὰ τοῦ 'ι'. τὰ γὰρ διὰ διφθόγγου ὀλίγα, Ζελείτης Σαμαρείτης Δικαιαρχείτης Μαρωνείτης.

Event Date: -1
§ B177.5   Bosirara: Βοσίραρα, πόλις Αἰγύπτου. τὸ ἐθνικὸν Βοσιραρίτης διὰ τὸν ἐπιχώριον τύπον.

Event Date: -1
§ B177.7   Bosporos: Βόσπορος, πόλις Πόντου κατὰ τὸν Κιμμέριον κόλπον, ὡς Φίλων, καὶ πορθμὸς ὁμώνυμος, ἀπὸ Ἰοῦς [τῆς Ἰνάχου] καλούμενος, [καθὼς] Αἰσχύλος ἐν Προμηθεῖ δεσμώτῃ [γράφει] ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας τῆς σῆς πορείας, Βόσπορος δ´ ἐπώνυμος κεκλήσεται. [Στράβων δὲ ἐν ἑνδεκάτῳ τῶν γεωγραφικῶν τάδε γράφει "τοῖς δὲ τοῦ Βοσπόρου δυνάσταις ὑπήκοοι Βοσποριανοὶ πάντες καλοῦνται, καὶ ἔστι τῶν μὲν Εὐρωπαίων μητρόπολις τὸ Παντικάπαιον, τῶν δὲ Ἀσιανῶν τὸ Φαναγόρειον". μαρτυρεῖ δὲ καὶ Φλέγων ἐν Ὀλυμπιάδων πεντεκαιδεκάτῃ, ὅτι ἐβασιλεύετο ὁ Βόσπορος Κότυϊ τῷ Βοσποριανῷ βασιλεῖ, ᾧ καὶ διάδημα ἐκέλευσε φορεῖν ὁ Καῖσαρ, καὶ τὰς πόλεις αὐτῷ καθυπέταξεν, ἐν αἷς συναριθμεῖ καὶ αὐτὴν Χερσῶνα. δύο δέ εἰσι τόποι Βόσποροι καλούμενοι, εἷς μὲν ὁ Κιμμέριος καλούμενος πλησίον Χερσῶνος, ἐν ᾧ καὶ τὸ βασίλειον τῶν Βοσποριανῶν ἦν, ἕτερος δὲ ἐν Βυζαντίῳ, καθὰ Φαβωρῖνος γράφει "Βυζαντίων λιμὴν Βόσπορος καλεῖται". μαρτυρεῖ δὲ καὶ τὸ ἐπίγραμμα τοῦ κίονος τῆς ἀντιπέραν γῆς Χρυσοπόλεως, ἐν ᾧ μαρμαρίνη δάμαλις ἵδρυται, φάσκον οὕτως Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδ´ ἀπ´ ἐμεῖο κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος· κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης ἐς Φάρον· ἥδε δ´ ἐγὼ Κεκροπίς εἰμι νέκυς. εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δ´ ὅτε πλῶεν ἐκεῖνος τῇδε Φιλιππείων ἀντίπαλος σκαφέων. Βοιίδιον δὲ καλεύμαν ἐγώ, νῦν δὲ Χάρητος εὐνέτις, ἠπείροις τέρπομαι ἀμφοτέραις. ὁ δὲ Χάρης ἐκεῖνος ἦν στρατηγὸς Ἀθηναίων.] λέγεται καὶ Βοσπόριον τοῦ Βυζαντίου λιμήν· οἱ δὲ ἐγχώριοι Φωσφόριον αὐτὸ καλοῦσι παραγραμματίζοντες, ὅθεν οἱ τὰ πάτρια συγγεγραφότες τοῦ Βυζαντίου ἄλλην ἐπιτιθέασι μυθικὴν ἱστορίαν ὅτι Φιλίππου τοῦ Μακεδόνος τὸ Βυζάντιον πολιορκοῦντος [καὶ] διορύξαντος κατὰ τὴν πολιορκίαν εἴσοδον κρυπτήν, ὅθεν ἀφανῶς οἱ ὀρύττοντες ἤμελλον τοῦ ὀρύγματος ἀναδῦναι, ἡ Ἑκάτη φωσφόρος οὖσα δᾷδας ἐποίησε νύκτωρ τοῖς πολίταις φανῆναι, καὶ τὴν πολιορκίαν [οὕτω] φυγόντες Φωσφόριον [οἱ ἐγχώριοι] τὸν τόπον ὠνόμασαν. εἰρήσεται περὶ τοῦ ὀνόματος ἐν τῷ περὶ Βυζαντίου. ἔστι καὶ ἄλλη τῆς Ἰνδικῆς. τὸ ἐθνικὸν Βοσπόριος καὶ Βοσποριανός καὶ Βοσπορανός καὶ Βοσπορηνός, διχῶς γάρ, καὶ διὰ τοῦ 'α' καὶ διὰ τοῦ 'η', ὡς τὸ Τιβαρανός καὶ Τιβαρηνός. λέγεται καὶ Βοσπορίτης καὶ Βοσπορικός τὸ κτητικόν. Σοφοκλῆς δ´ ἐν Φινεῖ πρώτῳ διὰ διφθόγγου τὴν πρὸ τέλους φησὶ τὸ κτητικόν "οὐδ´ ἂν τὸ Βοσπόρειον ἐν Σκύθαις ὕδωρ".

Event Date: -1
§ B179.9   Bostra: Βόστρα, πόλις Ἀραβίας, οὐδετέρως καὶ θηλυκῶς. τὸ ἐθνικὸν Βοστρηνός, ὡς Γαγγρηνός, καὶ Βοστρηνή καὶ Βοστραῖος.

Event Date: -1
§ B179.11   Botiaeion: Βοτιάειον, πόλις Φρυγίας, ἔχουσα λίμνην Ἄτταιαν λεγομένην, τρέφουσαν ἅλας. τὸ ἐθνικὸν Βοτιαεύς ὡς Δορυλαεύς.

Event Date: -1
§ B179.14  Botrys: Βότρυς, πόλις Φοινίκης. ὁ πολίτης Βοτρυηνός, ὡς Παυσανίας, παραλόγως· ἀπὸ γὰρ γενικῆς καθαρευούσης τὸ 'η' ἔχει πρὸ τέλους, ὀφεῖλον τὸ 'α', ὡς Ὀλβιανός Καρδιανός.

Event Date: -1
§ B179.17  Boubastos: Βούβαστός, πόλις Αἰγύπτου, ἣν Ἡρόδοτος Βούβαστιν φησὶ διὰ τοῦ 'ι'. τὸ ἐθνικὸν Βουβαστίτης, καὶ ἡ πολῖτις Βουβαστῖτις. "Βούβαστός τε πόλις καὶ ἱερὸν Ἀρτέμιδος". καὶ νομὸς Βουβαστίτης. λέγεται καὶ Βουβάστιος παρὰ Θεοπόμπῳ. οἱ δ´ Αἰγύπτιοι βούβαστον τὸν αἴλουρόν φασι.

Event Date: -1
§ B179.22  Boubon: Βουβών, πόλις Λυκίας. "Βουβών γὰρ καὶ Βάλβουρα πόλεις Λυκίας, ἀπὸ Βαλβούρου καὶ Βουβῶνος· οὗτοι δὲ λῃσταὶ πόλεις ἔκτισαν ὁμωνύμους". ὁ πολίτης ὤφειλε Βουβώνιος, εἴρηται δὲ Βουβωνεύς. χαίρουσι γὰρ οἱ Λύκιοι τῷ τύπῳ.

Event Date: -1
§ B180.3   Boudeia: Βούδεια, πόλις ἐν Μαγνησίᾳ [τῇ κατὰ Εὐρώπην], ἀπὸ τοῦ οἰκίσαντος Βουδείου. οὕτω τιμᾶται Βούδεια ἡ Ἀθηνᾶ ἐν Θετταλίᾳ. Λυκόφρων ἡ πολλὰ δὴ Βούδειαν αἴθυιαν κόρην ἀρωγὸν αὐδάξασα τάρροθον γάμων. Ὅμηρος Βούδειον ἔφη "ὅς ῥ´ ἐν Βουδείῳ εὖ ναιομένῳ". ἔστι καὶ Βούδεια πόλις Φρυγίας. ἔστι καὶ Βούδειοι ἔθνος Μηδικόν.

Event Date: -1
§ B180.11   Boudinoi: Βουδῖνοι, ἔθνος Σκυθικόν, παρὰ τὸ δινεύειν ἐπάνω ἁμαξῶν ὑπὸ βοῶν ἑλκομένων· ἁμαξόβιοι γὰρ οἱ Σκύθαι. Παρμένων ὁ Βυζάντιος ἐν ἰάμβων πρώτῳ.

Event Date: -1
§ B180.14   Boudoron: Βούδορον, ἀκρωτήριον πρὸς τῇ Σαλαμῖνι, Θουκυδίδης τρίτῃ. Ἔφορος δὲ φρούριον Βούδαρον εἶπε. τὸ ἐθνικὸν Βουδόριος.

Event Date: -1
§ B180.17  Bouthia: Βουθία, πόλις Ἰωνίας. Θεόπομπος δὲ χωρίον φησί. τὸ ἐθνικὸν Βουθιαῖος.

Event Date: -1
§ B180.19  Bouthoe: Βουθόη, πόλις Ἰλλυρίδος, ὡς Φίλων, διὰ τὸ Κάδμον ἐπὶ ζεύγους βοῶν ὀχούμενον ταχέως ἀνύσαι τὴν ἐς Ἰλλυριοὺς ὁδόν. οἱ δὲ τὸν Κάδμον ἀπὸ τῆς Αἰγυπτίας Βουτοῦς ὀνομάσαι αὐτήν, καὶ παραφθαρεῖσαν καλεῖσθαι Βουθόην. ἔχει δ´ ἐπὶ τοῦ μυχοῦ Ῥίζονα πόλιν καὶ ποταμὸν ὁμώνυμον. τὸ ἐθνικὸν Βουθοαῖος.

Event Date: -1
§ B181.3   Bouthrotos: Βουθρωτός, νῆσος περὶ Κέρκυραν. ἔστι καὶ πόλις. ἐκλήθη δ´ οἱ μέν φασιν ἀπὸ τοῦ οἰκιστοῦ, οἱ δὲ μυθεύονται ὅτι "Ἑλένῳ ἐκ Τροίης πλώοντι ἐπ´ ἑσπέρην, θύσαντι ἀποβατήρια ἐν Ἠπείρῳ [τὸ θῦμα] ἡ βοῦς ἀποδρᾶσα ἐκ τοῦ βουπλῆγος ᾤχετο φεύγουσα διὰ τοῦ μεταξὺ πόντου ἐς τὸν κόλπον καὶ ἐς τὴν χέρσον ἐμβᾶσα (καὶ γὰρ τρῶμα ἐν τῇ δειρῇ εἶχεν) αὐτοῦ ἤριπε καὶ ἔθανε, καὶ κλεηδόνι ὁ Ἕλενος χρέεται, ἵνα ἔθηκε Βουτρωτὸν οὔνομα" ὥς φησι Τεῦκρος ὁ Κυζικηνός. τὸ ἐθνικὸν Βουθρώτιος. Λέπιδος δέ φησι διὰ τοῦ 'τ' Βουτρώτιος.

Event Date: -1
§ B181.13   Boukephaleia: Βουκεφάλεια, πόλις ἐπὶ τῷ Βουκεφάλῳ ἵππῳ, ἣν ἔκτισεν Ἀλέξανδρος ἐν Ἰνδίᾳ παρὰ τὸν Ὑδάσπην ποταμόν. ἔστι καὶ Βουκεφάλας λιμὴν τῆς Ἀττικῆς. τὸ ἐθνικὸν Βουκεφαλῖται· οὕτω γὰρ καὶ δῆμος Θεσσαλονίκης.

Event Date: -1
§ B182.1   Boukinna: Βούκιννα, πόλις Σικελίας, Διονύσιος ἐν τρίτῃ Βασσαρικῶν. τὸ ἐθνικὸν Βουκινναῖος καὶ Βουκιννάτης.

Event Date: -1
§ B182.3  Boulinoi: Βουλῖνοι, ἔθνος περὶ Ἰλλυρίαν. Ἀρτεμίδωρος δὲ οὐκ ἔθνος, ἀλλὰ Βουλίνην πόλιν φησίν, ἧς τὸ ἐθνικὸν Βουλῖνος.

Event Date: -1
§ B182.5   Boulis: Βοῦλις, πόλις Φωκίδος, ἀπὸ Βούλωνος οἰκιστοῦ. οἱ πολῖται Βουλίδιοι.

Event Date: -1
§ B182.7   Bounartis: Βούναρτις, πόλις Λιβύης. ὁ πολίτης Βουναρτίτης ὡς Ναυκρατίτης.

Event Date: -1
§ B182.9   Bouneima: Βούνειμα, πόλις Ἠπείρου, οὐδετέρως, κτίσμα Ὀδυσσέως, ἣν ἔκτισε πλησίον Τραμπύας, λαβὼν χρησμὸν ἐλθεῖν πρὸς ἄνδρας "οἳ οὐκ ἴσασι θάλασσαν". βοῦν οὖν θύσας ἔκτισε.

Event Date: -1
§ B182.12   Bounnos: Βοῦννος, πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν Βούννιος, ὡς Ἀρτεμίδωρος ἐν πρώτῃ γεωγραφουμένων.

Event Date: -1
§ B182.14   Bouprasion: Βουπράσιον, πόλις καὶ ποταμὸς καὶ χώρα τῆς Ἤλιδος "οἳ δ´ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον". ἦν γὰρ κατοικία τῆς Ἤλιδος ἀξιόλογος, ἥ τις νῦν οὐκ ἔστι. τὸ ἐθνικὸν Βουπρασιεύς καὶ Βουπράσιος, ἀπὸ Βουπρασίου τοῦ ἄρξαντος αὐτῶν, καὶ Βουπρασία τὸ θηλυκόν, καὶ Βουπρασίωνες ὡς Καδμείωνες.

Event Date: -1
§ B182.2  Boura: Βοῦρα, πόλις Ἀχαΐας, θηλυκῶς, ἀπὸ Βούρας θυγατρὸς Ἴωνος τοῦ Ξούθου καὶ Ἑλίκης. τὸ ἐθνικὸν Βουραῖος. Λυκόφρων "Δύμη τε Βουραίοισιν ἡγεμὼν στόλου". ἐκ ταύτης ἦν Πυθέας ζωγράφος, οὗ ἐστιν ἔργον ὁ ἐν Περγάμῳ ἐλέφας, ἀπὸ τοιχογραφίας ὤν, ὡς Φίλων. τὸ θηλυκὸν Βουραία, καὶ πόλις οὕτως, καὶ Βουραϊκός κτητικόν. λέγεται καὶ Βούρειος διὰ διφθόγγου. τὸ δὲ διὰ τοῦ 'ι' ὡς Νύσσα Νύσσιος Βοίβη Βοίβιος.

Event Date: -1
§ B183.6   Bouraia: Βουραία, πόλις Ἰταλίας, ὑπὸ Βουραίου κτισθεῖσα. τὸ ἐθνικὸν Βουραῖος.

Event Date: -1
§ B183.8   Bourchanis: Βούρχανις, νῆσος ἐν τῇ Κελτικῇ, ὡς Στράβων.

Event Date: -1
§ B183.9   Bousai: Βοῦσαι, ἔθνος Μήδων, Ἡρόδοτος πρώτῃ.

Event Date: -1
§ B183.10  Bousiris: Βούσιρις, πόλις Αἰγύπτου. "ἐν ταύτῃ Ἴσιδος μέγιστον ἱερόν. ἵδρυται δ´ ἐν μέσῳ τῆς Αἰγύπτου ἐν τῷ Δέλτα. Ἶσις δ´ ἐστὶ κατὰ τὴν τῶν Ἑλλήνων γλῶσσαν ἡ Δημήτηρ". ὡς δ´ ἄλλοι, ἐκεῖ λέγεται θάψαι τὸν Ὄσιριν Ἶσις ἐμβαλοῦσα εἰς ξυλίνην βοῦν, ὥστε Βουσόσιριν εἶναι τὴν πόλιν. οἱ δ´ ὅτι τοπάρχης ἦν ὁ Βούσιρις ὑπὸ Ὀσίριδος κατασταθείς. ὁ πολίτης Βουσιρίτης.

Event Date: -1
§ B183.17   Bousmadis: Βούσμαδις, Ἰσαυρικὴ πόλις. τὸ ἐθνικὸν Βουσμαδιώτης.

Event Date: -1
§ B183.18   Boutadai: Βουτάδαι, δῆμος τῆς Αἰγηίδος φυλῆς. λέγονται γὰρ δῆμοι πατρωνυμικῶς, ὡς Αἰθαλίδαι Κοθωκίδαι. ἔστι δὲ [ἀπὸ] Βούτου τοῦ Πανδίονος. ὁ δημότης Βουτάδης.

Event Date: -1
§ B183.21  Boutos: Βοῦτος, πόλις Αἰγύπτου. Ἡρωδιανὸς δὲ κώμην αὐτήν φησιν. ἐκαλεῖτο δὲ Βουτώ ἀφ´ ἧς καὶ ἡ Λητὼ Βουτώ, ἧς τινος χρηστήριον ἦν. ἔστι καὶ ἑτέρα Γεδρωσίας. τὸ ἐθνικὸν Βούτιος, τοῦ δὲ Βουτοῦς Βουτοΐτης ἢ Βουτοίτης, ὡς τῆς Σαβοῦς Σαβοΐτης καὶ Σαβοίτης.

Event Date: -1
§ B184.3   Boutrion: Βούτριον, ὡς Ῥήγιον, τῆς Ἰταλίας πόλις. τὸ ἐθνικὸν Βουτρῖνος ὡς Ῥηγῖνος.

Event Date: -1
§ B184.5   Bouphia: Βουφία, κώμη τῆς Σικυωνίας, Ἔφορος εἰκοστῷ τρίτῳ. τὸ ἐθνικὸν Βουφιεύς.

Event Date: -1
§ B184.7   Braisoi: Βραισοί, ἔθνος Μακεδονίας, Διονύσιος ἐν τρίτῃ Βασσαρικῶν.

Event Date: -1
§ B184.9   Brasiai: Βρασιαί, πόλις Λακωνική, Παυσανίας τρίτῳ. ὁ πολίτης Βρασιάτης.

Event Date: -1
§ B184.11   Brauron: Βραυρών, δῆμος τῆς Ἀττικῆς, ἀπὸ Βραυρῶνος ἥρωος, ἀφ´ οὗ καὶ Βραυρωνία ἡ Ἄρτεμις. τὰ τοπικὰ Βραυρωνόθεν Βραυρῶνάδε Βραυρῶνι, ὡς Μαραθῶνι.

Event Date: -1
§ B184.14   Brachia: Βραχία, οὕτως ἡ Ἀραβικὴ θάλασσα καλεῖται. ἐκλήθη δὲ διὰ τὸ ἐν αὐτῇ βράχη εἶναι πλεῖστα. ἔστιν οὖν παρὰ τὸ βράχος. τὸ τοπικὸν Βραχιάτης, Οὐράνιος δὲ Βραχιηνοὺς αὐτοὺς ἔφη.

Event Date: -1
§ B184.18  Brachmanes: Βραχμᾶνες, Ἰνδικὸν ἔθνος σοφώτατον, οὓς καὶ Βράχμας καλοῦσιν. Ἱεροκλῆς δ´ ἐν τοῖς φιλίστορσί φησι "μετὰ ταῦτα σπουδῆς ἄξιον ἐνομίσθη τὸ Βραχμάνων ἰδεῖν φῦλον, ἀνδρῶν φιλοσόφων καὶ θεοῖς φίλων, ἡλίῳ δὲ μάλιστα καθωσιωμένων· ἀπέχονται δὲ σαρκοφαγίας πάσης καὶ ὑπαίθριοι τὸν ἀεὶ χρόνον βιοτεύουσι καὶ ἀλήθειαν τιμῶσιν, χρῶνται δὲ ἐσθῆτι λινῇ τῇ ἐκ πετρῶν· λίθων γὰρ μηρύματα μαλακὰ καὶ δερματώδη συνεκφέρουσιν, ἐξ ὧν ὑφάσματα γίνεται μήτε πυρὶ καιόμενα μήτε ὕδατι καθαιρόμενα, ἀλλ´ ἐπειδὰν ῥύπου καὶ κηλῖδος ἐμπλησθῇ χρωμένων, ἐμβληθέντα εἰς φλόγα λευκὰ καὶ διαφανῆ γίνεται".

Event Date: -1
§ B185.5   Brachyle: Βραχύλη, πόλις Κερήτων. οὗτοι δὲ τοῖς Ἴβηρσιν ὁμοροῦσι. τὸ ἐθνικὸν Βραχυλαῖος.

Event Date: -1
§ B185.7  Brea: Βρέα, πόλις [Θρᾴκης], εἰς ἣν ἀποικίαν ἐστείλαντο Ἀθηναῖοι. τὸ ἐθνικὸν ἔδει Βρεάτης. ἔστι δὲ Βρεαῖος παρὰ Θεοπόμπῳ εἰκοστῷ τρίτῳ.

Event Date: -1
§ B185.10  Brenthe: Βρένθη, πόλις Ἀρκαδίας, καὶ ποταμὸς Βρενθιάτης καὶ τὸ ἐθνικὸν Βρενθαῖος ἢ Βρενθιεύς, ὡς εἰρήσεται [ἐν τῷ] περὶ τοῦ Ὄρθη.

Event Date: -1
§ B185.13   Brentesion: Βρεντέσιον, πόλις παρὰ τὸν Ἀδρίαν, ἀπὸ Βρέντου Ἡρακλέους, ἢ ὡς εὐλίμενος οὖσα· ἑνὶ γὰρ στόματι λιμένες πολλοὶ συγκλείονται. ὡς ἐοικυῖα τοίνυν κεφαλῇ ἐλάφου οὕτως ὠνόμασται· βρέντιον γὰρ παρὰ Μεσσαπίοις ἡ τῆς ἐλάφου κεφαλή, ὡς Σέλευκος ἐν δευτέρῳ γλωσσῶν. τὸ ἐθνικὸν Βρεντεσῖνος.

Event Date: -1
§ B185.19  Brettia: Βρεττία, νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ἔχουσα Βρέττιον ταύτην Ἐλαφοῦσσαν Ἕλληνες, οἱ δὲ Βρεττανίδα καλοῦσι. τὸ ἐθνικὸν ἔδει Βρεττιανός, ὡς Πολύβιος τὸ θηλυκόν "ἐπὶ Βρεττιανὴν τόπων". νῦν δὲ Βρέττιοι λέγονται. εἰσὶ καὶ Βρεττανίδες νῆσοι ἐν τῷ ὠκεανῷ, ὧν τὸ ἐθνικὸν Βρεττανοί. Διονύσιος ὑφελὼν τὸ ἓν 'τ' ἔφη "ὠκεανοῦ κέχυται ψυχρὸς ῥόος, ἔνθα Βρετανοί." καὶ ἄλλοι οὕτως διὰ 'π' Πρετανίδες νῆσοι, ὡς Μαρκιανὸς καὶ Πτολεμαῖος.

Event Date: -1
§ B186.7   Brettos: Βρέττος, πόλις Τυρρηνῶν, ἀπὸ Βρέττου τοῦ Ἡρακλέους καὶ Βαλητίας τῆς Βαλήτου. οἱ οἰκοῦντες Βρέττιοι, καὶ ἡ χώρα Βρεττία καὶ ἡ γλῶσσα. Ἀριστοφάνης "μέλαινα δεινὴ γλῶσσα Βρεττία παρῆν". Ἀντίοχος δὲ τὴν Ἰταλίαν πρῶτόν φησι κληθῆναι Βρεττίαν, εἶτα Οἰνωτρίαν.

Event Date: -1
§ B186.12  Briges: Βρίγες, ἔθνος Θρᾳκικόν. Ἡρόδοτος ἑβδόμῃ "οἱ δὲ Φρύγες, ὡς Μακεδόνες λέγουσι, καλέονται Βρίγες". καὶ Βριγία ἡ Τρωική, τουτέστιν ἡ Φρυγία, ἀπὸ Βρίγου τοῦ κατοικήσαντος ἐν Μακεδονίᾳ. Ἡρωδιανὸς δὲ ἐν πρώτῃ κλίσεως ὀνομάτων Βρίγαντας αὐτούς φησι "τὰ γὰρ εἰς 'γας' λήγοντα ὀνόματα ἰσοσυλλάβως κλίνεται, ὅτε μόνον εἰσὶ κύρια. τοῦτο δέ φημι διὰ τὸ Βρίγας. ἔθνος δέ ἐστι Βρεττανικὸν οἱ ....

Event Date: -1
§ B186.19  Brikinniai: Βρικιννίαι, πόλις Σικελίας. τὸ ἐθνικὸν Βρικιννιάτης.

Event Date: -1
§ B186.20  Brisa: Βρῖσα, ἄκρα Λέσβου, ἐν ᾗ ἵδρυται Διόνυσος Βρισαῖος.

Event Date: -1
§ B186.21   Brousis: Βρουσίς, μοῖρα Μακεδονίας, ἀπὸ Βρούσου, Ἠμαθίου παιδός. τὸ ἐθνικὸν Βροῦσοι ὡς Κόλχοι. τινὲς γράφουσι διὰ τοῦ 'υ'.

Event Date: -1
§ B187.1   Broutobria: Βρουτοβρία, πόλις μεταξὺ Βαίτιος ποταμοῦ καὶ Τουρδιτανῶν· δηλοῖ δὲ Βρουτούπολιν. τὸ γὰρ βρία τοῦτο σημαίνει, ὡς Πολτυμβρία Σηλυμβρία. ὅθεν τὸ ἐθνικὸν Βρουτοβριανός ὡς Σηλυμβριανός Πολτυμβριανός Μεσημβριανός.

Event Date: -1
§ B187.5   Brouttia: Βρουττία, μοῖρα Σικελίας. τὸ ἐθνικὸν Βρούττιοι.

Event Date: -1
§ B187.6   Bryanion: Βρυάνιον, πόλις Θεσπρωτίας. τὸ ἐθνικὸν Βρυάνιος ὡς Βυζάντιος.

Event Date: -1
§ B187.8   Brygias: Βρυγίας, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Βρύγιος.

Event Date: -1
§ B187.9   Brygion: Βρύγιον, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Βρύγιος καὶ Βρυγιεύς.

Event Date: -1
§ B187.11   Brykes and Brykai: Βρύκης καὶ Βρύκαι, ἔθνος Θρᾴκης. λέγονται καὶ Βρυκεῖς καὶ Βρυκήιοι.

Event Date: -1
§ B187.13   Bryllion: Βρύλλιον, πόλις ἐν τῇ Προποντίδι. Ἔφορος δὲ ἐν τῷ εʹ Κίον αὐτήν φησιν εἶναι. τὸ ἐθνικὸν Βρυλλιανός, καὶ τὸ θηλυκὸν Βρυλλίς ἡ χώρα, ἐν ᾗ Δασκύλειόν ἐστι μικρὸν πολισμάτιον.

Event Date: -1
§ B187.17   Bryx: Βρύξ, τὸ ἔθνος, καὶ Βρῦγαι τοῦ Βρύξ τὸ θηλυκὸν Βρυγίς καὶ Βρυγηίς ὡς Καδμηίς. εἰσὶ δὲ Μακεδονικὸν ἔθνος προσεχὲς Ἰλλυριοῖς.

Event Date: -1
§ B188.1   Brysakion: Βρυσάκιον, πόλις τῆς Παρθίνης. οἱ πολῖται Βρυσακοί.

Event Date: -1
§ B188.2   Brysiai: Βρυσιαί, πόλις Ἤλιδος, ὡς Αὐγειαί, διὰ τὸ πληθυντικῶς λέγεσθαι.

Event Date: -1
§ B188.4   Brystakia: Βρυστακία, πόλις Οἰνώτρων. τὸ ἐθνικὸν Βρυστακιάτης.

Event Date: -1
§ B188.5   Bybai: Βύβαι, πόλις κατὰ Πευκετίους. τὸ ἐθνικὸν Βυβαῖος. εἰσὶ δ´ ἔθνος Θρᾳκικόν. τὸ ἐθνικὸν οἱ Βύβαι ὡς Λοκροί καὶ Δελφοί.

Event Date: -1
§ B188.8   Bybassos: Βυβασσός, πόλις Καρίας, ἀπὸ Βυβασσοῦ νομέως περισώσαντος ἀπὸ θαλάσσης καὶ χειμῶνος εἰς Καρίαν ἐκπεσόντα Ποδαλείριον. τὸ ἐθνικὸν Βυβάσσιος. Ἔφορος δὲ Βύβαστόν φησι καὶ Βυβάστιον.

Event Date: -1
§ B188.12   Byblos: Βύβλος, πόλις Φοινίκης ἀρχαιοτάτη πασῶν, Κρόνου κτίσμα, ἀπὸ Βύβλης τῆς Μιλήτου θυγατρός. "Βύβλος δὲ προσηγορεύθη ἐκ τοῦ πάσης ἀρχαίης βίβλου φυλακὴν ἀσινέα ἐν ταύτῃ γενέσθαι. οἱ δὲ ὅτι ἐν αὐτῇ Ἶσις κλαίουσα Ὄσιριν τὸ διάδημα ἔθηκε· τοῦτο δ´ ἦν βύβλινον, [ἀπὸ] βύβλου τῆς φιλύρης τῆς Αἰγυπτίης, ἧς ἀνέτραφε Νεῖλος ἐν τοῖς ἕλεσι". τὸ ἐθνικὸν Βύβλιος καὶ Βυβλιάς. εἰσὶ καὶ Βύβλιοι Σκυθικὸν ἔθνος. ἔστι καὶ Βύβλος ἐν τῷ Νείλῳ πόλις ἀσφαλεστάτη. τὸ ἐθνικὸν Βύβλιος, ἢ Βυβλίτης τῷ τύπῳ τῷ Αἰγυπτιακῷ.

Event Date: -1
§ B189.3  Byzantes: Βύζαντες, Λίβυες περὶ Καρχηδόνα, τῆς Λιβύης ἔθνος, ἀφ´ οὗ ἡ πόλις Βυζάντιον. καὶ Βυζάντιοι οἱ ἐν Λιβύῃ. παρ´ Ἡροδότῳ δὲ κακῶς διὰ τοῦ 'γ' Γύζαντες. Πολύβιος δὲ Βυζακίδα χώραν εἶναί φησι περὶ τὰς Σύρτεις ἐν δωδεκάτῳ "σταδίων μὲν οὖσα τὴν περίμετρον δισχιλίων, τῷ δὲ σχήματι περιφερής". τὸ ἐθνικὸν τῷ τύπῳ Βυζακίτης [ἂν] εἴη, νῦν δὲ Βυζακηνοί λέγονται τῷ δυτικῷ χαρακτῆρι, καὶ ἱμάτια δ´ ἐκεῖθεν Βυζακηνά. ἔστι δὲ διμερὴς ἡ Βυζακία .... Καρχηδόνος ἐνδοτέρω. καὶ δύο ἔθνη Βυζακηνῶν, ὡς ἱστοροῦσι.

Event Date: -1
§ B189.12   Byzantion: Βυζάντιον, τὸ ἐν Θρᾴκῃ βασίλειον, πόλις διασημοτάτη, πρὸς τῇ Προποντίδι, πρὸς τῷ μέρει τῆς Εὐρώπης. χρησμὸς δ´ ἐδόθη ἐρωτησάντων εἰς Δελφοὺς Μεγαρέων τοιοῦτος ὄλβιοι οἳ κείνην πόλιν ἀνέρες οἰκήσουσιν, ἀκτῆς Θρηικίης στενυγρὸν παρ´ ἄκρον στόμα πόντου, ἔνθ´ ἰχθὺς ἔλαφός τε νομὸν βόσκουσι τὸν αὐτόν· στέλλειν δ´ ὡς ὤκιστα καὶ εἰς φρένα πάντα λαβόντα. καὶ οὕτως ἐκτίσθη ἀπὸ Βύζαντος τοῦ Κεροέσσης τῆς Ἰοῦς θυγατρὸς καὶ Ποσειδῶνος, ἢ ὅτι τοῦ στόλου Βύζης ἦν ἡγεμών. καὶ ὅτι οἱ ἐχῖνοι αἰσθητικώτατοι τῶν ἀνέμων ἐκεῖσε. μετωνομάσθη δὲ καὶ Κωνσταντινούπολις καὶ νέα Ῥώμη. τὸ ἐθνικὸν Κωνσταντινοπολίτης, ἄνευ τοῦ 'υ'. τὸ ἐθνικὸν τοῦ Βύζας Βυζάντιος διὰ τοῦ 'ι', τὸ δὲ κτητικὸν διὰ διφθόγγου. τὸ δὲ Βυζάντιος ἐθνικὸν τριγενές. τὸ δὲ κτητικὸν Βυζαντιακός. λέγεται καὶ Βυζαντιάς καὶ Βυζαντίς. ἔστι καὶ ἐπὶ τῆς χώρας Βυζάντεια διὰ διφθόγγου. ἀπὸ δὲ τοῦ Βυζάντιος Βυζαντία Βυζαντιανός· καὶ Βυζαντειανός διὰ διφθόγγου ὡς Ἡρακλειανός. ἔστι καὶ Βυζάντιον ἕτερον ἐν τῇ Ἰνδικῇ.

Event Date: -1
§ B190.11  Byzeres: Βύζηρες, ἔθνος ἐν τῷ Πόντῳ. ἔστι καὶ Βυζηρικὸς λιμήν.

Event Date: -1
§ B190.12   Byllis: Βύλλις, πόλις Ἰλλυρίδος παραθαλασσία, τῶν μετὰ Νεοπτολέμου Μυρμιδόνων κτίσμα. τὸ ἐθνικὸν Βυλλιδεύς.

Event Date: -1
§ B190.14   Bymazos: Βύμαζος, πόλις Παιόνων, Ἔφορος κζʹ.

Event Date: -1
§ B190.15   Bysnaioi: Βυσναῖοι, ἔθνος Βεβρύκων, ἀπὸ Βύσνου βασιλέως αὐτῶν ὑπὸ Ἴλου φονευθέντος.

Event Date: -1
§ B190.17   Byssos: Βυσσός, ἐθνικόν, καὶ ὀξυτόνως, ὡς Ἡρωδιανός. λέγεται καὶ ὁ βυθός. τὸ μέντοι θηλυκὸν βύσσος βαρύνεται, ἀφ´ οὗ καὶ βύσσινον.

Event Date: -1
§ B190.20   Bodone: Βωδώνη, πόλις Περραιβική, ὡς Ἀπολλόδωρος, οἱ δ´ ὀρθῶς Θετταλίας, ἀπὸ Βωδωνοῦ ἥρωος. ὁ πολίτης Βωδωναῖος.

Event Date: -1
§ B190.22  Bola: Βῶλα, ὡς Νῶλα, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Βωλανοί ὡς Νωλανοί.

Event Date: -1
§ B191.1   Bolingai: Βωλίγγαι, ἔθνος Ἰνδικόν. Διονύσιος ιηʹ τῶν Βασσαρικῶν "καὶ τότε Βωλίγγῃσι μετ´ ἀνδράσι Τέκταφος ὦρτο".

Event Date: -1
§ B191.3   Bomoi: Βωμοί, λόφοι Αἰτωλίας. οἱ κατοικοῦντες Βωμιῆς. Θουκυδίδης τρίτῃ "Βωμιῆς καὶ Καλλιῆς ἐπεβοήθησαν". ἀλλ´ ἔστιν ἀπὸ τοῦ Βώμιος, ὡς ἀπὸ τοῦ Χήσιος τὸ Χησιεύς. καὶ βωμός ὁ τόπος τῶν θυσιῶν, ὁ πρὸς τὴν ἐσχάραν διάφορος· ὁ μὲν γὰρ οἰκοδομητός, ἡ δὲ σκαπτή. τὸ τοπικὸν βώμιος καὶ κατὰ παραγωγὴν βωμιαῖος. Σοφοκλῆς Αἰχμαλώτισι "καὶ βωμιαῖον ἐσχάρας λαβὼν [λίθον]".

Event Date: -1
§ B191.10   Bonchis: Βῶγχις, πόλις Αἰθιοπίας πρὸς τῷ τρίτῳ καταρράκτῃ. τὸ ἐθνικὸν Βωγχίτης ὡς Μεμφίτης.

Event Date: -1
§ B191.12   Botachidai: Βωταχίδαι, τόπος Ἀρκαδίας, ἀπὸ Βωτάχου. Νικόλαος εʹ "Ἰοκρίτου δὲ τοῦ Λυκούργου Βώταχος, ἀφ´ οὗ ὁ τόπος Βωταχίδαι ἐν Τεγέᾳ ἐκλήθη".

Event Date: -1
§ G191.15   Gaba: Γάβα, πόλις Γαλιλαίας. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Γαβαηνός, ὡς αὐτὸς Ἰώσηπος.

Event Date: -1
§ G191.17   Gabathe: Γαβάθη, πόλις Γαλιλαίας, ὡς Ἰώσηπος ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Γαβαθηνός, τῷ τύπῳ τῆς χώρας.

Event Date: -1
§ G191.19   Gabala: Γάβαλα, πόλις Φοινίκης, ἣν θηλυκῶς Ἑκαταῖός φησιν. ὁ δὲ Στράβων Συρίας, πλησίον Λαοδικείας. ὁ οἰκήτωρ Γαβαλίτης καὶ θηλυκὸν ἡ Γαβαλῖτις, ἀλλὰ καὶ Γαβαλεύς ὡς Μεγαρεύς. ἔστι καὶ χώρα Ἀραβίας καὶ λέγεται ἡ πρώτη συλλαβὴ διὰ τοῦ 'ε' Γέβαλα, καὶ τὸ ἐθνικὸν Γεβαληνός ὡς Δαυηνός Ἀδαρηνός, τῷ τύπῳ τῶν ἐγχωρίων.

Event Date: -1
§ G192.1   Gabaoupolis: Γαβαούπολις, πόλις τῆς Γαλιλαίας. τὸ ἐθνικὸν Γαβαουπολίτης. Ἰώσηπος ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας "Σάουλος δὲ εἰς Γαβαούπολιν ἔχων ἑξακοσίους ἦλθε."

Event Date: -1
§ G192.4  Gabba: Γάββα, πόλις Συρίας. τὸ ἐθνικὸν Γαββηνός, ὡς Παυσανίας φησί.

Event Date: -1
§ G192.6   Gabioi: Γάβιοι, πόλις Λατίνων. τὸ ἐθνικὸν Γαβῖται. δυνατὸν καὶ Γαβίους, ὡς Διονύσιος ἐν τετάρτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας ἀμφότερα.

Event Date: -1
§ G192.9  Gagai: Γάγαι, πόλις Λυκίας, ἣν καὶ Παλαιὸν τεῖχος καὶ χώραν φησὶν Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν. τὸ ἐθνικὸν Γαγαῖος.

Event Date: -1
§ G192.11  Gangra: Γάγγρα, πόλις [Παφλαγονίας], θηλυκῶς. ἣν Ἀλέξανδρος ἐν τῷ περὶ Παφλαγονίας ἀναγράφει λέγων οὕτως ὅτι "Νικόστρατός φησιν αἰπόλον νέμειν περὶ τοὺς τόπους αἶγας. μίαν δὲ χωριζομένην, ἀπορῶν ὁ αἰπόλος, ὅτι ἐν μὲν τῷ οἴκῳ ἐνδεᾶ ηὕρισκεν, ἐπὶ τῆς νομῆς δὲ πλήρη, ὡμολόγησε τῷ δεσπότῃ. ὁ δ´ ἔφη ἐπιτηρῆσαι τὴν χωριζομένην. ἐπιτηρήσας οὖν εἶδεν ἐπί τινα ὑψηλὸν ὄχθον ἀναβαίνουσαν καὶ πρός τινα πρόσβατον πέτραν πορευομένην, καὶ κάτωθεν ἐρίφων βληχὴν ἤκουσεν· ἐκεῖ συμβέβηκεν ἐντετοκέναι τὴν αἶγα. ἰδὼν οὖν ἐπιτήδειον τόπον πόλιν ἔκτισε καὶ Γάγγραν ὠνόμασεν, ὅτι τοῦτο ἦν ὄνομα τῇ αἰγί". Ἐρατοσθένης δὲ οὐδετέρως τὰ Γάγγρα φησί, καὶ Ἀθήναιος ἐν δειπνοσοφιστῶν τρίτῃ οὕτως. τὸ ἐθνικὸν Γαγγρηνός ὡς Βοστρηνός. ἔστι καὶ Ἀραβίας τῆς εὐδαίμονος Γάγγρα. τὸ ἐθνικὸν δεῖ Γαγγραῖοι ὡς Σαβαῖοι. δυνατὸν δὲ καὶ ἀμφοτέρων ἀμφότερα, ὡς Ἔδεσσα Ἐδεσσαῖος καὶ Ἐδεσσηνός, τῷ τῆς χώρας καὶ τῆς τέχνης.

Event Date: -1
§ G193.3   Gadara: Γάδαρα, πόλις κοίλης Συρίας, ἥ τις καὶ Ἀντιόχεια καὶ Σελεύκεια ἐκλήθη. τὸ ἐθνικὸν Γαδαρεύς, καὶ Γαδαρίς καὶ ἡ γυνὴ καὶ ἡ χώρα. ἐντεῦθεν ἦν Μένιππος ὁ σπουδογελοῖος. ἔστι καὶ Γάδαρα κώμη Μακεδονίας.

Event Date: -1
§ G193.7   Gadda: Γάδδα, χωρίον Ἀραβίας. Γλαῦκος ἐν τετάρτῃ. καὶ θηλυκῶς καὶ οὐδετέρως. τὸ ἐθνικὸν Γαδδηνός.

Event Date: -1
§ G193.9   Gadeira: Γάδειρα, πόλις καὶ νῆσος ἐν τῷ ὠκεανῷ στενὴ καὶ περιμήκης, ὡς οὖσα ταινία τῆς γῆς δειρά. Ἐρατοσθένης δὲ ἡ Γάδειρος φησὶ θηλυκῶς. ὁ πολίτης Γαδειρεύς· οὕτω γὰρ τὰ πέντε βιβλία ἐπιγέγραπται τῶν Πυθαγορικῶν σχολῶν Μοδεράτου Γαδειρέως. λέγεται καὶ Γαδειρίτης, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ. λέγεται καὶ Γαδειραῖος ὡς ἀπὸ τῆς ἡ Γάδειρα εὐθείας, καὶ Γαδειρανοί, καὶ κτητικὸν Γαδειρικός. Εὔπολις ἐν Μαρικᾷ "πότερ´ ἦν τὸ τάριχος Φρύγιον ἢ Γαδειρικόν;"

Event Date: -1
§ G193.17   Gadra: Γάδρα, πόλις Παλαιστίνης. Πορφύριος τρίτῳ φιλοσόφου ἱστορίας. τὸ ἐθνικὸν Γαδρηνός, ὡς Βόστρα Βοστρηνός καὶ Γαγγρηνός.

Event Date: -1
§ G193.2   Gaza: Γάζα, πόλις Φοινίκης, νῦν δὲ Παλαιστίνης πρὸ τῆς Αἰγύπτου. ἐκλήθη καὶ Ἄζα καὶ μέχρι νῦν Σύροι Ἄζαν αὐτὴν καλοῦσιν, ἀπὸ Ἄζωνος τοῦ παιδὸς Ἡρακλέους. μυθολογοῦσι δέ τινες ὑπὸ Διὸς κτισθῆναι καὶ ἐν αὐτῇ ἀπολιπεῖν τὴν ἰδίαν γάζαν, οὕτω τῶν Περσῶν τὰ χρήματα καλούντων. ἐκλήθη δὲ καὶ Ἰώνη ἀπὸ τῆς Ἰοῦς προσπλευσάσης καὶ μεινάσης [αὐτῆς] ἐκεῖ. ἐκλήθη δὲ καὶ Μίνῳα ὅτι Μίνως σὺν τοῖς ἀδελφοῖς Αἰακῷ καὶ Ῥαδαμάνθυι ἰὼν ἐξ αὑτοῦ ταύτην ἐκάλεσεν. ἔνθεν καὶ τὸ τοῦ Κρηταίου Διὸς παρ´ αὐτοῖς εἶναι, ὃν καὶ καθ´ ἡμᾶς ἐκάλουν Μαρνᾶν, ἑρμηνευόμενον Κρηταγενῆ. τὰς παρθένους γὰρ οὕτως Κρῆτες προσαγορεύουσι Μαρνάν. ὁ πολίτης Γαζαῖος. λέγονται καὶ Γαζηνοί παραλόγως, ὡς Παυσανίας. λέγονται καὶ Γαζῖται παρὰ τοῖς ἐγχωρίοις. καὶ οἱ κέραμοι λέγονται Γαζῖται. καί ἐστιν ὅμοιον τῷ Αἰγινῆται καὶ Αἰγιναῖοι κατὰ τὴν διαφοράν, ἐναντίον δὲ τὸ τῶν τύπων· οἱ μὲν γὰρ πολῖται Αἰγινῆται καὶ Γαζαῖοι, οἱ δὲ κέραμοι Γαζῖται καὶ Αἰγιναῖοι. εἰσὶ καὶ διὰ τοῦ 'η' ἔθνος Γαλατῶν χρυσοφοροῦν, ὡς Εὐφορίων. λέγονται καὶ διὰ τοῦ 'α' Γαζᾶται, ὡς πολυίστωρ. ἔστι καὶ Γάζα τείχισμα Θρᾴκης.

Event Date: -1
§ G194.15   Gazaka: Γάζακα, πόλις μεγίστη τῆς Μηδίας, ὡς Κουάδρατος ἐν ὀγδόῳ Παρθικῶν. Ἀρριανὸς δὲ κώμην μεγάλην αὐτήν φησιν ἐν Παρθικῶν τετάρτῳ καὶ ἑνικῶς "τῆς Γαζάκου" λέγων. τὸ ἐθνικὸν Γαζακηνός, ὡς τοῦ Μάζακα Μαζακηνός.

Event Date: -1
§ G194.19   Gazos: Γάζος, πόλις Ἰνδική, κατὰ Διονύσου πολεμήσασα μετὰ Δηριάδου, λινοῦν ἔχουσα τεῖχος, καθὰ [Διονύσιος] ἐν τρίτῃ Βασσαρικῶν Γήρειαν Ῥοδόην τε καὶ οἳ λινοτειχέα Γάζον τοῖόν μιν κλωστοῖο λινοῦ πέρι τεῖχος ἐέργει, ἀστύφελον δηίοισι, καὶ εἰ παγχάλκεοι εἶεν, εὖρος μὲν μάλα δή τι διαμπερὲς ὀργυιῇσιν μετρητὸν πισύρεσσιν, ἀτὰρ μῆκός τε καὶ ἰθύν ὅσσον ἀνὴρ δοιοῖσιν ἐν ἠελίοισιν ἀνύσσει, ἠῶθεν κνέφας ἄκρον ἐπειγόμενος ποσὶν οἷσιν. τὸ ἐθνικὸν Γάζιος.

Event Date: -1
§ G195.7   Gazoros: Γάζωρος, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Γαζώριος· ἡ γὰρ Ἄρτεμις αὐτόθι Γαζωρία τιμᾶται.

Event Date: -1
§ G195.9   Gatheai: Γαθεαί, πόλις Ἀρκαδίας, ἧς οἱ πολῖται Γαθεᾶται. Παυσανίας ὀγδόῳ "Γαθεάτᾳ τῆς Κρωμίτιδος χώρας".

Event Date: -1
§ G195.11   Gaitouloi: Γαιτοῦλοι, ἔθνος Λιβύης. Ἀρτεμίδωρος Γαιτυλίους αὐτούς φησιν. ἡ χώρα Γαιτουλία, ἐν ᾗ μέγιστοι ἀσπάραγοι, πάχος μὲν Κυπρίου καλάμου, μῆκος δὲ ποδῶν δώδεκα, ὡς Ἀθήναιος ἐν δευτέρῳ δειπνοσοφιστῶν.

Event Date: -1
§ G196.3   Galada: Γάλαδα, χώρα Ἀραβίας· καὶ Γαλαδηνή. Ἰώσηπος ἐν τετάρτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας Γαλαδῖτίν φησι.

Event Date: -1
§ G196.5   Galadrai: Γαλάδραι, πόλις Μακεδονίας ἐν Πιερίᾳ. Λυκόφρων "σῆναι Γαλάδρας τὸν στρατηλάτην λύκον". ἔστι καὶ ὄρος Γάλαδρος, ἀπὸ Γαλάδρου τοῦ Ἠμαθίου παιδός. οἱ δὲ ὅτι ὁ Γαλάδρας ἔκτισε τὴν πόλιν. ὁ πολίτης Γαλαδραῖος. Λυκόφρων "καὶ Γαλαδραῖον πέδον". τὸ κτητικὸν ἔδει Γαλαδραϊκόν. Πολύβιος δὲ ἐν τῷ ιγʹ Γαλαδρικόν φησι.

Event Date: -1
§ G196.11   Galarina: Γαλάρινα, πόλις Σικελίας, κτίσμα Μόργου Σικελοῦ. λέγεται καὶ Γαλαρία χώρα. ὁ πολίτης Γαλαρῖνος καὶ Γαλαρίνη καὶ Γαλαριναῖος.

Event Date: -1
§ G196.14   Galatai: Γαλάται, πρὸς νότον τοῖς Παφλαγόσιν, ἀπὸ τῶν ἐν τῇ Κελτικῇ Γαλατῶν, οἳ πλανηθέντες πολὺν χρόνον καὶ καταλαβόντες τὴν χώραν οὕτως ὠνόμασαν. παρήχθη δὲ τὸ Γαλάτης ἐκ τοῦ Γάλλος ὑφέσει τοῦ ἑνὸς 'λ'. καὶ Γαλατία ἡ χώρα.

Event Date: -1
§ G196.18   Galeotai: Γαλεῶται, ἔθνος ἐν Σικελίᾳ ἢ ἐν τῇ Ἀττικῇ, ἀπὸ Γαλεώτου υἱοῦ Ἀπόλλωνος καὶ Θεμιστοῦς, τῆς θυγατρὸς Ζαβίου, τοῦ βασιλέως τῶν Ὑπερβορέων, ὡς εἰρήσεται ἐν τῷ περὶ Τελμησσοῦ. τινὲς δὲ ὅτι Γαλεῶται μάντεων εἶδος Σικελῶν. γαλεός δὲ καὶ ὁ ἀσκαλαβώτης. Φιλύλλιος Αἰγεῖ "ὁ πάππος ἦν μοι γαλεὸς ἀστερίας", ἴσως διὰ τὸ πεποικίλθαι παίζων. καὶ Ἄρχιππος Ἰχθύσιν "τί λέγεις σύ; μάντεις εἰσὶ γὰρ θαλάττιοι; γαλεοί γε πάντων μάντεων σοφώτατοι". φασὶ δὲ τὸν Γαλεώτην ἐξ Ὑπερβορέων Τελμησσὸν [δὲ ἐκ... ἐλθεῖν] οἷς ἔχρησεν ὁ θεὸς ἐν Δωδώνῃ τὸν μὲν ἐπὶ ἀνατολὰς τὸν δ´ ἐπὶ δυσμὰς πλεῖν, ὅπου τε ἂν αὐτῶν θυομένων ἀετὸς ἁρπάσῃ τὰ μηρία ἐνταῦθα βωμὸν ἱδρῦσαι. Γαλεώτης οὖν ἐν Σικελίᾳ καὶ Τελμησσὸς ἐν Καρίᾳ ἦλθεν, ἔνθα Ἀπόλλωνος Τελμησσίου ἱερόν.

Event Date: -1
§ G197.11   Galepsos: Γαληψός, πόλις Θρᾴκης καὶ Παιόνων, Ἑκαταῖος Εὐρώπῃ. Θουκυδίδης τετάρτῃ ἑτέραν λέγει "καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰσύμη". [ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης.] τὰ δὲ εἰς 'ψος' ὑπερδισύλλαβα ὀξύνεται, σκινδαψός (ὀργάνου ὄνομα καὶ κύριον, τίθεται καὶ κατ´ οὐδενὸς ὡς τὸ τραγέλαφος) χεραψός Λυκαψός. ὁ πολίτης Γαλήψιος.

Event Date: -1
§ G197.18   Galilaioi: Γαλιλαῖοι, ἔθνος τῆς Ἰουδαίας.

Event Date: -1
§ G197.19   Gallesion: Γαλλήσιον, πόλις Ἐφέσου, Παρθένιος ἐν ἐπικηδείῳ τῷ εἰς Αὐξίθεμιν. τὸ ἐθνικὸν Γαλλήσιος.

Event Date: -1
§ G198.1   Gallia: Γαλλία, ἐντὸς Ἄλπεων χώρα. οἱ οἰκήτορες Γάλλοι.

Event Date: -1
§ G198.2   Gallos: Γάλλος, ποταμὸς Φρυγίας. οἱ περίοικοι κατὰ μὲν Τιμόθεον Ποταμογαλλῖται, κατὰ δὲ Προμαθίδαν Ποταμογαλληνοί, οὓς παρατίθεται ὁ πολυίστωρ ἐν τῷ περὶ Φρυγίας τρίτῳ· καὶ ὅτι τὸν Γάλλον καὶ τὸν Ἄττιν ἀποκόψαι τὰ αἰδοῖα, καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τηρίαν ποταμὸν καὶ οἰκῆσαι καὶ τὸν ποταμὸν Γάλλον καλέσαι. ἀπ´ ἐκείνου γὰρ τοὺς τεμνομένους τὰ αἰδοῖα γάλλους καλοῦσι.

Event Date: -1
§ G198.9  Gamala: Γάμαλα, κατοικία Συρίας. ὁ οἰκήτωρ Γαμαλεύς. Ἰώσηπος ἐν τετάρτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.

Event Date: -1
§ G198.11  Gambreion: Γάμβρειον, πόλις Ἰωνίας. τὸ ἐθνικὸν Γαμβρειεύς ὡς Σιγειεύς. γράφεται δὲ διὰ διφθόγγου, ὡς δηλοῖ τὸ Γαμβρήιον.

Event Date: -1
§ G198.13   Gandarai: Γανδάραι, Ἰνδῶν ἔθνος. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Γανδάριοι παρ´ αὐτῷ καὶ Γανδαρική ἡ χώρα.

Event Date: -1
§ G198.15   Gandroi: Γάνδροι, ἔθνος Πάρθων ἀντιταχθὲν Διονύσῳ, ὡς Διονύσιος Βασσαρικῶν τετάρτῳ. Ἑκαταῖος δὲ Γανδάρας αὐτοὺς καλεῖ.

Event Date: -1
§ G198.18   Garamantes: Γαράμαντες, ἔθνος Λιβύης. Ἡρόδοτος τετάρτῃ "οἳ πάντα ἄνθρωπον φεύγουσι καὶ παντὸς ὁμιλίαν".

Event Date: -1
§ G198.2   Gargara: Γάργαρα, πόλις τῆς Τρωάδος ἐπὶ τῇ ἄκρᾳ τῆς Ἴδης, Παλαιγάργαρος καλουμένη, ἣν Αἰολικὴν ὀνομάζει Στράβων καὶ Ἑκαταῖος. Ἀλκμὰν δὲ θηλυκῶς τὴν Γάργαρόν φησιν. ἐν ᾗ κατῴκουν Λέλεγες. ὠνομάσθη δ´ ἀπὸ Γαργάρου τοῦ Διός, τοῦ ἐκ τῆς Θεσσαλίας, ἐν Λαρίσσῃ. ἐκεῖ καὶ Διότιμος ὁ Ἀδραμυττηνὸς ἐδίδασκε γράμματα, εἰς ὃν Ἄρατος εἶπεν "αἰάζω ὅτι μοῦνος ἐνὶ πέτρῃσι κάθηται παισὶν Γαργαρέων βῆτα καὶ ἄλφα λέγων". καὶ Γάργαρα ἄκρα. Ἐπαφρόδιτος δέ φησιν ὅτι ἡ μὲν πόλις θηλυκῶς λέγεται, τὸ δ´ ἀκρωτήριον οὐδετέρως. Ἑλλάνικος δὲ Γάργασον ἔφη τὴν πόλιν διὰ τοῦ 'σ', ἀλλ´ οἴομαι σφάλμα εἶναι. ἔστι καὶ Λαμψάκου πολισμάτιον Γάργαρον, ἔστι καὶ ἑτέρα τῆς Ἰταλίας, καὶ τῆς Ἠπείρου ἄλλη. τὸ ἐθνικὸν Γαργαρεύς, καὶ θηλυκῶς Γαργαρίς.

Event Date: -1
§ G199.11   Gargareis: Γαργαρεῖς, ἔθνος ὃ μίγνυται ταῖς Ἀμαζόσιν, ὡς Στράβων ιαʹ. τὸ θηλυκὸν Γαργαρίς κατὰ τέχνην ὡς Μεγαρίς, κατὰ δὲ τὸ ἐπιχώριον Γαργαρηνή.

Event Date: -1
§ G199.14   Garge: Γάργη, πόλις Λιβύης, ὡς πολυίστωρ ἐν τρίτῃ Λιβυκῶν. τὸ ἐθνικὸν Γαργαῖος ὡς Βεργαῖος, τῷ τύπῳ δὲ Γαργίτης.

Event Date: -1
§ G199.16   Gargettos: Γαργηττός, πόλις καὶ δῆμος τῆς Αἰγηίδος φυλῆς. ὁ δημότης Γαργήττιος. Ἐπίκουρος Νεοκλέους Γαργήττιος. τὸ ἐκ τόπου Γαργηττόθεν, καὶ τἆλλα ἀκολούθως, Γαργηττόνδε καὶ Γαργηττοῖ. ὀξύνεται δὲ τὸ Γαργηττός ὡς Ὑμηττός Λυκαβηττός. ἐνταῦθά φασι τὸ τοῦ Εὐρυσθέως κεῖσθαι σῶμα.

Event Date: -1
§ G199.21   Gastronia: Γαστρωνία, χώρα Μακεδονίας, Θεόπομπος νδʹ.

Event Date: -1
§ G200.1   Gaugamela: Γαυγάμηλα, τόπος Περσίδος. Ἀπολλόδωρος ἐν τῷ περὶ γῆς δευτέρῳ.

Event Date: -1
§ G200.3   Gaulos: Γαῦλος, νῆσος πρὸς τῇ Καρχηδόνι. Ἑκαταῖος περιηγήσει. ὁ νησιώτης Γαυλίτης.

Event Date: -1
§ G200.5   Gea: Γέα, πόλις πλησίον Πετρῶν ἐν Ἀραβίᾳ, ὡς Γλαῦκος ἐν Ἀραβικῇ ἀρχαιολογίᾳ. τὸ ἐθνικὸν Γέιος. ἐν Πέτραις δ´ ἐπιχωριάζειν κύριον ὄνομα τὸ Γέσιος. ὅθεν ἦν ὁ περιφανὴς τῶν ἰατρῶν σοφιστής, ἴσως ἐντεῦθεν κεκλημένος. κατὰ ἀναλογίαν δ´ ἔδει Γεάτης ὡς Τεγεάτης. ἔοικε δὲ Γεήσιος προϋπάρχειν, ὡς τὸ Ἰθακήσιος, καὶ κατὰ συγκοπὴν Γέσιος.

Event Date: -1
§ G200.11  Gebala: Γέβαλα, τρίτη μοῖρα τῆς Παλαιστίνης. Ἰώσηπος. τὸ ἐθνικὸν Γεβαληνός ὡς Δαρηνός Ἀδαρηνός. Γεβαληνή τε καὶ Ἀμαληκῖτις ἡ τῶν Ἰδουμαίων χώρα μετωνομάσθη.

Event Date: -1
§ G200.14   Gebeonitai: Γεβεωνῖται, ἔθνος πλησίον Ἱεροσολύμων, ὡς Ἰώσηπος.

Event Date: -1
§ G200.15  Gedrosia: Γεδρωσία, χώρα καὶ Γεδρώσιοι ἔθνος Ἰνδικόν. Διονύσιος περιηγήσει "τῶν δὲ πρὸς ἀντολίην Γεδρωσῶν ἕλκεται αἶα", οὐκ οἶδ´ ὅθεν κλίνας. ἐν δὲ τοῖς τοῦ πολυίστορος διὰ τοῦ 'κ' εὑρέθη ἡ πρώτη συλλαβή, ἀλλ´ ἦν ἀδιόρθωτον τὸ βιβλίον.

Event Date: -1
§ G200.2   Gela: Γέλα, πόλις Σικελίας. ἡ γενικὴ Γέλας. τὸ δὲ Γέλης ἰωνικόν. καλεῖται δὲ ἀπὸ ποταμοῦ Γέλα, ὁ δὲ ποταμὸς ὅτι πολλὴν πάχνην γεννᾷ· ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Σικελῶν γέλαν λέγεσθαι. Πρόξενος δ´ ἐν πρώτῃ τῶν περὶ πόρων Σικελικῶν καὶ Ἑλλάνικος ἀπὸ Γέλωνος τοῦ Αἴτνης καὶ Ὑμάρου. Ἀρισταίνετος δ´ ἐν πρώτῃ τῶν περὶ Φασήλιδα, ὅτι Λάκιος καὶ Ἀντίφημος ἀδελφοὶ ἐλθόντες εἰς Δελφοὺς μαντεύσασθαι, τὴν δὲ Πυθίαν οὐδὲν περὶ ἐκείνων λέγουσαν προστάσσειν τὸν Λάκιον πρὸς ἀνατολὰς ἡλίου πλεῖν. τοῦ δ´ Ἀντιφήμου γελάσαντος τὴν Πυθίαν εἰπεῖν πάλιν "ἐφ´ ἡλίου δυσμῶν", καὶ Γέλαν πόλιν οἰκίσαι. τὸ ἐθνικὸν Γελῶος, οὐ Γελαῖος, ὡς Ἅβρων καὶ ἡ συνήθεια. καὶ ἴσως ἀπὸ τοῦ γέλως τὸ Γελῶος.

Event Date: -1
§ G201.1   Gelonos: Γελωνός, πόλις Σαρματίας τῆς ἐν Εὐρώπῃ, ἀπὸ Γελωνοῦ τοῦ Ἡρακλέους, τοῦ Ἀγαθύρσου ἀδελφοῦ. ὁ οἰκήτωρ ὁμοφώνως. ὀξύνεται δέ. ἔστι δὲ ἡ πόλις ξυλίνη, κειμένη ἐν Βουδίνοις, ἔθνει μεγάλῳ, ὡς Ἡρόδοτος. παρὰ τούτοις ζῷον θαυμάσιον ὃ ὀνομάζεται τάρανδος, καὶ μεταβάλλει τὰς χρόας τῶν τριχῶν καθ´ ὃν ἂν τόπον ᾖ. ἔστι δὲ δυσθήρατον διὰ τὴν μεταβολήν· οἵοις γὰρ ἂν ᾖ τόποις, τοιοῦτος γίνεται τὴν τρίχα. καὶ θαῦμα· ὁ γὰρ χαμαιλέων καὶ ὁ πολύπους τὴν χρόαν μεταβάλλει. τὸ μέγεθος βοός, τοῦ προσώπου τὸν τύπον [ἐοικὸς] ἐλάφῳ, ὡς Ἀριστοτέλης πέμπτῳ θαυμασίων ἀκουσμάτων.

Event Date: -1
§ G202.7   Genea: Γενέα, κώμη Κορίνθου, ὁ οἰκήτωρ Γενεάτης. ἀφ´ οὗ παροιμία "εὐδαίμων ὁ Κόρινθος, ἐγὼ δ´ εἴην Γενεάτης". τινὲς τὰς ἀπὸ ταύτης καλοῦσι Γενειάδας, ὡς Παρθένιος. τινὲς δὲ Τενέα γράφουσι.

Event Date: -1
§ G202.11   Genese: Γενέση, πόλις Λακωνικῆς. τὸ ἐθνικὸν Γενεσαῖος ὡς Τεμεσαῖος. ἄμεινον δὲ διὰ τὴν χώραν Γενεσάτης.

Event Date: -1
§ G202.13   Genetes: Γενήτης, λιμὴν καὶ ποταμὸς [Καππαδοκίας]. Ἀπολλώνιος ἄκραν Γενηταίαν φησί. Σοφοκλῆς ποταμὸν Γένητα φησίν. ἔστιν οὖν ἐκ τῆς Γένητος γενικῆς Γενηταῖος καὶ Γενηταία ἄκρα. καὶ τὸ Γενήτης ἐκ τῆς Γένητος, ὡς τῆς Οἰδίποδος Οἰδιπόδης καὶ τρίποδος τριπόδης. Ἡρωδιανὸς δὲ "ὡς τὸ σεληναία ἁμαξαία" φησί.

Event Date: -1
§ G202.19  Genoa: Γενόα, πόλις τῶν Λιγύρων Ἰταλίας καλουμένη νῦν .... ὡς Ἀρτεμίδωρος. τὸ ἐθνικὸν Γενοάτης.

Event Date: -1
§ G202.21   Genoaioi: Γενοαῖοι, ἔθνος Μολοσσίας, ἀπὸ Γενόου ἄρχοντος αὐτῶν, Ῥιανὸς τετάρτῃ Θεσσαλικῶν.

Event Date: -1
§ G203.1   Genta: Γέντα, πόλις Ἰνδικὴ τῆς ἐκτὸς Γάγγου. τὸ ἐθνικὸν Γενταῖος.

Event Date: -1
§ G203.3  Gentinos: Γεντῖνος, πόλις Τρωάδος, κτίσμα τινὸς τῶν Αἰνείου παίδων. οἱ οἰκοῦντες Γεντίνιοι.

Event Date: -1
§ G203.5   Geraistos: Γεραιστός, κώμη Εὐβοίας, ἐν ᾗ ἱερὸν Ποσειδῶνος, ἀπὸ Γεραιστοῦ τοῦ υἱοῦ τοῦ Διός. καὶ οἱ ἄνθρωποι Γεραίστιοι, καὶ Γεραιστία τὸ θηλυκὸν καὶ Γεραιστίς, καὶ Γεραίστιον οὐδετέρως.

Event Date: -1
§ G203.9   Geraneia: Γεράνεια, πόλις Φρυγίας. ἔστι καὶ ὄρος μεταξὺ Μεγάρων καὶ Κορίνθου, ἀφ´ οὗ ἥλατο Ἰνὼ φεύγουσα τὸν Ἀθάμαντα. τὸ πρωτότυπον Γεράνη, ἐξ ἧς Γεράνεια. τὸ ἐθνικὸν Γερανεύς, ἢ Γερανειάτης τῷ τύπῳ τῆς χώρας.

Event Date: -1
§ G203.13   Geranthrai: Γεράνθραι, πόλις Λακωνικῆς, Παυσανίας τρίτῳ. ὁ πολίτης Γερανθράτης, ὡς αὐτὸς Παυσανίας.

Event Date: -1
§ G203.15   Gerasa: Γέρασα, πόλις τῆς κοίλης Συρίας, τῆς δεκαπόλεως. ἐξ αὐτῆς Ἀρίστων ῥήτωρ ἀστεῖός ἐστιν, ὡς Φίλων, καὶ Κήρυκος σοφιστὴς καὶ Πλάτων νομικὸς ῥήτωρ, πᾶσαν παίδευσιν ὡς μίαν ἀποστοματίζων καὶ ἐν συνηγορίαις καὶ παρεδρευταῖς καὶ θρόνοις τὴν ὀρθότητα τῶν νόμων ἐπιτηδεύων. τὸ ἐθνικὸν Γερασηνός, ὡς Μήδαβα Μηδαβηνός.

Event Date: -1
§ G203.21  Gergis: Γέργις, πόλις Τροίας. καὶ κλίνεται Γέργιθος. λέγεται καὶ ἡ Γέργιθος εὐθεῖα ἀπὸ γενικῆς, ὡς Τροίζηνος. ὁ πολίτης Γεργίθιος, τὸ θηλυκὸν Γεργιθία· ἀφ´ οὗ Γεργιθία ἡ χρησμολόγος Σίβυλλα, ἥ τις καὶ ἐτετύπωτο ἐν τῷ νομίσματι τῶν Γεργιθίων αὐτή τε καὶ σφίγξ, ὡς Φλέγων ἐν Ὀλυμπιάδων αʹ. ἐν δὲ τῷ ἱερῷ τοῦ Γεργιθίου Ἀπόλλωνος Σιβύλλης φασὶν εἶναι τάφον. ἔστι καὶ ἄλλο Γεργίτης καὶ θηλυκῶς Γεργῖτις. ἔστι καὶ Γεργιθεύς.

Event Date: -1
§ G205.3   Geren: Γέρην, πόλις ἢ κώμη Λέσβου, ἀπὸ Γέρηνος τοῦ Ποσειδῶνος. [τὸ ἐθνικὸν ὁμοφώνως] καὶ θηλυκῶς Γερηνίς.

Event Date: -1
§ G205.5   Gerenia: Γερηνία, πόλις Μεσσηνίας, ἔνθα, φασί, Νέστωρ ὁ Πύλιος ἐτράφη ἢ φυγὰς ἤχθη. Ἡσίοδος ἐν αʹ καταλόγων "κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλοὺς ἕνδεκα, δωδέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ ξεῖνος ἐὼν ἐτύχησε παρ´ ἱπποδάμοισι Γερήνοις". ἀπὸ εὐθείας τῆς Γέρηνος. καὶ αὖθις "Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμόεντι Γερήνῳ". ἐξ ἧς εὐθείας, τῆς ἡ Γέρηνος, τὸ Γερηνεύς ὡς τοῦ Ἄλος Ἀλεύς, καὶ ἐξ αὐτοῦ Γερηνία καὶ Γερήνιος.

Event Date: -1
§ G205.13  Germanikeia: Γερμανίκεια, πόλις Εὐφρατησίας. Κουάδρατος ἐν τρίτῃ Παρθικῶν χωρίον αὐτήν φησιν. ὁ πολίτης Γερμανικεύς.

Event Date: -1
§ G205.15   Germara: Γέρμαρα, Κελτικῆς ἔθνος, ὃ τὴν ἡμέραν οὐ βλέπει, ὡς Ἀριστοτέλης περὶ θαυμασίων, τοὺς δὲ Λωτοφάγους καθεύδειν ἑξάμηνον.

Event Date: -1
§ G205.18   Germe: Γέρμη, πόλις Ἑλλησποντία πλησίον Κυζίκου, ἣν Ἡρωδιανὸς Ἀσίας φησίν. ὁ πολίτης Γερμηνός καὶ Γερμηνή.

Event Date: -1
§ G205.2   Gerounion: Γερούνιον, πόλις Ἰταλίας. Κουάδρατος δὲ Γερυνίαν ταύτην καλεῖ. τὸ ἐθνικὸν Γερουνῖνος.

Event Date: -1
§ G206.1   Gerra: Γέρρα, πόλις Χαλδαίων. τὸ ἐθνικὸν Γερραῖος, καὶ θηλυκὸν Γερραία καὶ Γερραΐς ὡς Θηβαΐς.

Event Date: -1
§ G206.3  Gerros: Γέρρος, τόπος καὶ ποταμὸς προσεχὴς τῷ Βορυσθένει. ὁ πολίτης Γέρριος.

Event Date: -1
§ G206.5   Getia: Γετία, ἡ χώρα τῶν Γετῶν. Γέτης γὰρ τὸ ἐθνικόν, οὐ τὸ κύριον. ἔστι δὲ Θρᾳκικὸν ἔθνος. ἔστι καὶ θηλυκῶς Γέτις· οὕτως γὰρ ἐκαλεῖτο ἡ γυνὴ τοῦ Φιλίππου τοῦ Ἀμύντου. καὶ κτητικῶς λέγεται Γετικός, ἀφ´ οὗ Κρίτωνος Γετικά, καὶ θηλυκὸν Γετική. νόμοι δὲ Γετῶν τὸ ἐπισφάζειν τὴν γυναῖκα τῷ ἀνδρὶ καὶ ὅταν ἐπικηρυκεύωνται κιθαρίζειν. Ἀρριανὸς δὲ Γετηνοὺς αὐτούς φησι.

Event Date: -1
§ G206.12   Gephyra: Γέφυρα, πόλις Βοιωτίας. τινὲς δὲ τοὺς αὐτοὺς εἶναι καὶ Ταναγραίους φασίν, ὡς Στράβων καὶ Ἑκαταῖος. ἀφ´ οὗ καὶ Γεφυραία ἡ Δηώ.

Event Date: -1
§ G206.15   Gephyrote: Γεφυρώτη, πόλις Λιβύης. τὸ ἐθνικὸν Γεφυρωταῖος, ἢ Γεφυρωτίτης διὰ τὸν τύπον. Γῆ, ἀπὸ τοῦ γέα κραθέν· ἀφ´ οὗ τὸ γέγειος κτητικὸν πλεονασμῷ τοῦ 'γ'. ἢ παρὰ τὸ γῆ γήιος, ἀφ´ οὗ καὶ γηίτης ὁ αὐτόχθων καὶ γῆν οἰκῶν, καὶ γήινος μετουσιαστικόν. λέγεται καὶ γήπεδον τὸ πρὸς τοῖς οἴκοις ἐν πόλει κηπίον, ὅπερ οἱ τραγικοὶ διὰ τοῦ 'α' φασὶ δωρίζοντες. "διαφέρει γήπεδον οἰκοπέδου· οἰκόπεδον γὰρ οἰκίας ἐστὶ κατερριμμένης ἐδαφος, γήπεδον δὲ τὸ ἐν ταῖς πόλεσι προσκείμενον ταῖς οἰκίαις κηπίον". ἀπὸ τοῦ γῆ γαῖα. ὁ οἰκήτωρ γαιάτης, καὶ γαιήιος κτητικόν, καὶ θηλυκὸν γαιηιάς. καὶ τοῦ γαῖα καὶ τοῦ γραῖα βραχὺ τὸ 'α', ὅτι δισύλλαβα, ὡς Μαῖα Φαῖα.

Event Date: -1
§ G207.8   Gethoussa: Γηθοῦσσα, πόλις Λιβύης. τὸ ἐθνικὸν Γηθουσσαῖος ὡς Σκοτουσσαῖος, ἢ Γηθούσσιος ὡς Πιτυούσσιος, ἢ Γηθουσσίτης διὰ τὸ ἐπιχώριον.

Event Date: -1
§ G207.11   Gelys: Γηλύς, ἔθνος [Παρθίας], οὗ μέμνηται Ἀσίνιος Κουάδρατος ἐν πρώτῳ Παρθικῶν. ὀξύνεται δέ.

Event Date: -1
§ G207.13   Gereia: Γήρεια, πόλις Ἰνδική, τελοῦσα ὑπὸ Δηριάδῃ τῷ βασιλεῖ τῶν Ἰνδῶν πρὸς Διόνυσον πολεμοῦντι. τὸ ἐθνικὸν Γηρείτης.

Event Date: -1
§ G207.16   Ginglymote: Γιγγλυμώτη, Φοινίκης πόλις, ὡς Ἑκαταῖος.

Event Date: -1
§ G207.17   Gigonos: Γίγωνος, πόλις Θρᾴκης προσεχὴς τῇ Παλλήνῃ. ὁ πολίτης Γιγώνιος. ἀπὸ Γίγωνος τοῦ Αἰθιόπων βασιλέως, ὃν ἥττησε Διόνυσος. Ἀρτεμίδωρος δὲ ὁ Ἐφέσιος Γιγωνίδα ταύτην φησίν.

Event Date: -1
§ G208.3   Gilda: Γίλδα, πόλις Λιβύης. τὸ ἐθνικὸν Γιλδίτης, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν.

Event Date: -1
§ G208.5   Giligamai: Γιλιγάμαι, ἔθνος Λιβύης. Ἡρόδοτος τετάρτῳ.

Event Date: -1
§ G208.6  Gindanes: Γινδᾶνες, ἔθνος Λιβυκὸν λωτοφάγον "οἳ τὸν καρπὸν μόνον τοῦ λωτοῦ ἐσθίοντες ζῶσι".

Event Date: -1
§ G208.8  Gindara: Γίνδαρα, κώμη πρὸς τῇ Ἀντιοχείᾳ. τὸ ἐθνικὸν Γινδαρεύς. Κουάδρατος δὲ Γινδάρους ἔφη.

Event Date: -1
§ G208.10   Gitta: Γίττα, πόλις Παλαιστίνης. Πολύβιος ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν Γιτταῖος.

Event Date: -1
§ G208.12  Glanis: Γλάνις, ποταμὸς Κύμης, ὡς Λυκόφρων "Γλάνις δὲ ῥείθροις δέξεται τέγγων χθόνα". καὶ ἀπ´ αὐτοῦ ἰχθὺς γλάνις ὁ καλούμενος γλάνιος. ἔστι καὶ Ἰβηρίας ποταμός. ἔστι καὶ Ἰταλίας τρίτος ποταμὸς περὶ τὸν Τίβεριν ποταμόν.

Event Date: -1
§ G208.16   Glaukia: Γλαυκία, πολίχνιον Ἰωνίας. τὸ ἐθνικὸν Γλαυκιεύς καὶ Γλαυκιώτης. βέλτιον δὲ Γλαύκιος, ὡς τῆς Πλακίας Πλάκιος.

Event Date: -1
§ G209.1   Glaukou demos: Γλαύκου δῆμος, ἐν Λυκίᾳ, ὡς Ἀλέξανδρός φησιν, ἀπὸ Γλαύκου τοῦ ἥρωος. ὁ δημότης Γλαυκοδήμιος.

Event Date: -1
§ G209.3   Glaphyrai: Γλαφύραι, πόλις Θεσσαλίας. Ὅμηρος "Βοίβην καὶ Γλαφύρας". ἀπὸ Γλαφύρου υἱοῦ Μάγνητος κτίσαντος. τὸ ἐθνικὸν Γλαφυρεύς. ἔστι καὶ κώμη Κιλικίας Γλαφύραι, ἀπέχουσα Ταρσοῦ τριάκοντα στάδια πρὸς δύσιν, [ἐν ᾗ πηγὴ ἀπὸ ῥωγάδος καταρρέουσα καὶ συνιοῦσα τῷ εἰς Ταρσὸν εἰσβάλλοντι ποταμῷ· περὶ ἧς Παρθένιος γράφων ἄλλα τε λέγει καὶ ὅτι "παρθένος Κιλίκων ἀνακτορίην ἔχουσα ἀγχέγαμος δ´ ἔπελεν καθαρῷ δ´ ἐπεμαίνετο Κύδνῳ, Κύπριδος ἐξ ἀδύτων πυρσὸν ἀναψαμένη, εἰσόκε μιν Κύπρις πηγὴν θέτο, μῖξε δ´ ἔρωτι Κύδνου καὶ νύμφης ὑδατόεντα γάμον".]

Event Date: -1
§ G209.14   Gletes: Γλῆτες, ἔθνος Ἰβηρικὸν μετὰ τοὺς Κύνητας, Ἡρόδωρος δεκάτῳ.

Event Date: -1
§ G209.16  Glisas: Γλισάς, πόλις Βοιωτίας. ἢ ἀπὸ Γλίσωνος ἢ ἀπὸ Γλίσαντος. τὸ ἐθνικὸν Γλισάντιος.

Event Date: -1
§ G209.18   Gnes: Γνής, ἔθνος οἰκῆσαν τὴν Ῥόδον. ἔνθεν καὶ ἴγνητες οἱ ἰθαγενεῖς. λέγεται γὰρ καὶ μετὰ τοῦ 'ι' ἴγνητες.

Event Date: -1
§ G210.1   Goarene: Γοαρηνή, χώρα Ἀραβίας πλησίον Δαμασκοῦ. λέγεται δὲ καὶ Γοάρεια.

Event Date: -1
§ G210.3  Golgoi: city of Cyprus, from Golgos who led the colony of Sikyonians. It is also called Golgion, neuter; whence Golgian Aphrodite. The ethnic is Golgios, Golgia, and Golgeis. GR: Γολγοί, πόλις Κύπρου, ἀπὸ Γόλγου τοῦ ἡγησαμένου τῆς Σικυωνίων ἀποικίας. λέγεται καὶ Γόλγιον οὐδετέρως. ἀφ´ οὗ Γολγία ἡ Ἀφροδίτη. τὸ ἐθνικὸν Γόλγιος καὶ Γολγία καὶ Γολγηίς.

Event Date: -1
§ G210.7   Gomolitai: Γομολῖται, ἔθνος τῆς Ἰδουμαίας, ἣ ἀπὸ Ἀμαλήκου Ἀμαληκῖτις ἐκλήθη.

Event Date: -1
§ G210.9   Gomphoi: Γόμφοι, πόλις Θεσσαλίας. τὸ ἐθνικὸν ὅμοιον. εὕρηται δὲ Γομφεύς.

Event Date: -1
§ G210.11   Gondrai: Γόνδραι, Θρᾴκιον ἔθνος. λέγεται δὲ παρ´ Ἡρωδιανῷ Κίνδρα καὶ Ῥόνδα.

Event Date: -1
§ G210.13   Goneis: Γονεῖς, πόλις Θρᾴκης. οἱ κατοικοῦντες ὁμοίως. οἱ δὲ Ἀδριανοπολίτας τούτους ἐκάλεσαν.

Event Date: -1
§ G210.15   Gonnoi: Γόννοι, πόλις Περραιβίας, ἀπὸ Γουνέως κληθεῖσα τοῦ ἀπογόνου Κύφου. οὕτως φησὶν Ὅμηρος. ὁ πολίτης Γούνιος καὶ Γουνία ἡ γυνὴ καὶ ἡ χώρα. γράφεται δὲ καὶ χωρὶς τοῦ 'υ'. τοὺς δὲ Περραιβοὺς Αἰολεῖς ὄντας τὰ σύμφωνα διπλοῦν καὶ Περραιβοὺς καλοῦντας ἑαυτοὺς καὶ Γόννον διὰ δύο 'νν' τὴν πόλιν· γόννα γὰρ οἱ Αἰολεῖς τὰ γόνατα. τὸ ἐθνικὸν καὶ Γονατᾶς, ὃ καὶ παράλογον διὰ τὸν τόνον, καὶ Γόννιος.

Event Date: -1
§ G211.4   Gonnoussa: Γοννοῦσσα, πόλις Περραιβίας. τὸ ἐθνικὸν Γοννουσσαῖος.

Event Date: -1
§ G211.5   Gorama: Γόραμα, χώρα τῶν Σκηνιτῶν Ἀράβων. οἱ οἰκήτορες Γοραμηνοί.

Event Date: -1
§ G211.7  Gorgippeia: Γοργίππεια, πόλις Σινδικῆς. τὸ ἐθνικὸν Γοργιππεύς.

Event Date: -1
§ G211.8  Gorgyra: Γόργυρα, τόπος ἐν Σάμῳ, ὡς ἱστορεῖ Δοῦρις, ἐν ᾧ Διόνυσος Γοργυρεὺς τιμᾶται.

Event Date: -1
§ G211.10  Gordieion: Γορδίειον, πόλις τῆς μεγάλης Φρυγίας πρὸς τῇ Καππαδοκίᾳ, ἀπὸ Γορδίου τοῦ πατρὸς Μίδου. τὸ ἐθνικὸν Γορδιεύς, ὡς Κοτιάειον Κοτιαεύς, Δορυλάειον Δορυλαεύς. ἐχρῆν δ´ ἰσοσύλλαβον· ἀλλὰ τὰ παρὰ τοῖς Φρυξὶ σημειώδη.

Event Date: -1
§ G211.14   Gordiou teichos: Γορδίου τεῖχος, πόλις ... Μίδου κτίσμα, τοῦ παιδὸς Γορδίου. ὁ πολίτης Γορδιοτειχίτης.

Event Date: -1
§ G211.16   Gordyaia: Γορδυαία, χώρα Περσική, ἀπὸ Γόρδυος Τριπτολέμου παιδός, τοῦ κατὰ ζήτησιν Ἰοῦς ἐξ Ἄργους ἐλθόντος εἰς Συρίαν. ἔστι δὲ ἡ πόλις παρὰ τὰς ἐκβολὰς τοῦ Τίγριδος. τὸ ἐθνικὸν Γορδυαῖος καὶ Γορδυαία ἡ χώρα καὶ ἡ γυνή, οὐδετέρως Γορδυαῖα ὄρη. εὕρηται καὶ Γορδυάς. καὶ Γορδόχους αὐτούς φασι καὶ Γόρδους.

Event Date: -1
§ G212.1  Gordynia: Γορδυνία, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Γορδυνιάτης.

Event Date: -1
§ G212.2  Gortyn: Γόρτυν, πόλις Κρήτης. οὕτως δὲ διὰ τοῦ 'ν'. ἀπὸ ἥρωος Γόρτυος. ἐκαλεῖτο δὲ καὶ Λάρισσα πρότερον γὰρ ἐκαλεῖτο Ἑλλωτίς (οὕτω γὰρ παρὰ Κρησὶν ἡ Εὐρώπη), εἶτα Λάρισσα εἶτα Κρημνία καὶ ὕστερον Γόρτυς. φασὶ δὲ τὴν αἰτιατικὴν οἱ μὲν δισυλλάβως Γόρτυν, οἱ δὲ τρισυλλάβως "Γόρτυνά τε τειχιόεσσαν". οἱ δὲ Γόρτυναν ὡς ἄμυναν.

Event Date: -1
§ G212.8   Gotthoi: Γότθοι, ἔθνος πάλαι οἰκῆσαν ἐντὸς τῆς Μαιώτιδος. ὕστερον δὲ εἰς τὴν ἐκτὸς Θρᾴκην μετανέστησαν, ὡς εἴρηταί μοι ἐν τοῖς Βυζαντιακοῖς. μέμνηται τούτων ὁ Φωκαεὺς Παρθένιος.

Event Date: -1
§ G212.12   Gounas: Γούνας, κατοικία Συρίας, βαθύγειος καὶ εὔκαρπος. ὅθεν καὶ τοὔνομα, διὰ τὸ γόνιμον. τὸ ἐθνικὸν Γουναΐτης.

Event Date: -1
§ G212.14   Graia: Γραῖα, πόλις Ἐρετρίας. ὁ πολίτης Γραῖος. ἀφαίρεσις γέγονε τῆς ἀρχῆς, ὡς δειχθήσεται ἐν τῷ Ταναγραία.

Event Date: -1
§ G212.16  Graikos: Γραικός, ὁ Ἕλλην, ὀξυτόνως, ὁ Θεσσαλοῦ υἱός, ἀφ´ οὗ Γραικοί οἱ Ἕλληνες. Κεφάλων δὲ καὶ τὸν Γράνικον ποταμὸν ἐντεῦθεν κληθῆναι. τὸ δὲ Γραῖκος τὸ κύριον βαρύνεται. τὸ οὖν ἐθνικὸν ὀξύνεται. λέγεται καὶ Γραικίτης καὶ Γραικίς τὸ θηλυκόν. Γραῖκες δὲ παρὰ Ἀλκμᾶνι αἱ τῶν Ἑλλήνων μητέρες, καὶ παρὰ Σοφοκλεῖ ἐν Ποιμέσιν. ἔστι δὲ ἢ μεταπλασμὸς ἢ τῆς Γραίξ εὐθείας κλίσις ἐστίν. εἰσὶ δὲ καὶ Γραῖκες Αἰολέων, οἱ τὸ Πάριον οἰκοῦντες.

Event Date: -1
§ G213.1   Grammion: Γράμμιον, πόλις ἐν Κρήτῃ. οἱ πολῖται Γραμμῖται καὶ Γραμμίσιοι. εἰσὶ δὲ Γραμμῖται [καὶ] πρὸς τῇ Κελτικῇ ἔθνος.

Event Date: -1
§ G213.3   Grastillos: Γράστιλλος, ἀρσενικῶς, πόλις Μακεδονίας, ὃ καὶ διὰ τοῦ 'π' γράφεται κατὰ τὴν πρώτην συλλαβὴν Πράστιλλος, ὡς Εὔπολις.

Event Date: -1
§ G213.6   Gresinos: Γρησῖνος, πόλις Χερρονήσου. τὸ ἐθνικὸν Γρησίνιος, ὡς Ἀνδροτίων ἕκτῳ Ἀτθίδος.

Event Date: -1
§ G213.8   Grestonia: Γρηστωνία, χώρα Θρᾴκης πρὸς τῇ Μακεδονίᾳ, Θουκυδίδης δευτέρᾳ. ἀπὸ Γράστου τινός. τὸ ἐθνικὸν Γραστῶνες.

Event Date: -1
§ G213.10   Grynoi: Γρῦνοι, πολίχνιον Μυριναίων, οὗ "καὶ ἱερὸν Ἀπόλλωνος καὶ μαντεῖον ἀρχαῖον καὶ ναὸς πολυτελὴς λευκοῦ λίθου", ἐν ᾧ τιμᾶται. Ἑκαταῖος δὲ τὴν πόλιν Γρύνειαν καλεῖ. τὸ ἐθνικὸν Γρυνεύς καὶ Γρυνηίς τὸ θηλυκόν. λέγεται καὶ "Γρύνειος Ἀπόλλων" ὡς Παρθένιος Δήλῳ, καὶ Γρυνήιος καὶ Γρυνικός τὸ κτητικόν, καὶ οὐδετέρως τὰ Γρύνεια.

Event Date: -1
§ G213.16   Groneia: Γρώνεια, πόλις Φωκίδος. τὸ ἐθνικὸν Γρωνεύς, ὡς τῆς Γρυνείας τὸ Γρυνεύς. ἡ γὰρ διὰ τοῦ 'υ' τῆς Τρωάδος ἐστί.

Event Date: -1
§ G213.18   Gyaros: Γύαρος, νῆσος μία τῶν Σποράδων, θηλυκῶς λέγεται. Ἀντίγονος δ´ ὁ Καρύστιός φησιν ὅτι ἐν ταύτῃ οἱ μύες διατρώγουσι τὸν σίδηρον, καὶ ὅτι ἡ ἄχερδος ἐκεῖ θανάσιμόν ἐστι κἂν εἰς ἄλλο δένδρον ἐμπήξῃς ἀφαυαίνει. ποιεῖ δὲ τοῦτο καὶ τῆς θαλαττίας τρυγόνος τὸ κέντρον, καὶ τοὺς ὀδόντας κατασήπει προσαπτόμενον. τὸ ἐθνικὸν Γυαρεύς.

Event Date: -1
§ G214.3  Gyzantes: Γύζαντες, ἔθνος Λιβυκόν, ὡς Ἡρόδοτος ἐν τετάρτῃ καὶ Ἡρωδιανός.

Event Date: -1
§ G214.5   Gytheion: Γύθειον, πόλις Λακωνική. Λυκόφρων "δισσὰς σαλάμβας κἀπὶ Γυθείου πλάκας". τινές φασιν ὅτι Πύθιον ἐκαλεῖτο, κακῶς. ὁ πολίτης Γυθεάτης. καὶ τὸ ἐκ τόπου Γυθείηθεν ἐθνικόν.

Event Date: -1
§ G214.9   Gylakeia: Γυλάκεια, οὕτως ἐκαλεῖτο ἡ τῆς Ἰλλυρίας Ἀπολλωνία, ἀπὸ Γύλακος Κορινθίου. τὸ ἐθνικὸν Γυλακεύς.

Event Date: -1
§ G214.11   Gymnesiai: Γυμνησίαι, δύο νῆσοι περὶ τὴν Τυρσηνίδα, οὐχ ὥς τινες ἑπτά. Λυκόφρων οἱ δ´ ἀμφικλύστους χοιράδας Γυμνησίας σισυρνοδῦται καρκίνοι πεπλωκότες ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον. καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἐθνικὸν Γυμνήσιος καὶ Γυμνησία. καὶ Γυμνησίς, ἀπὸ τῆς Γύμνητος γενικῆς τροπῇ τοῦ 'τ' εἰς 'σ'. ἐκλήθη δὲ τὸ ἔθνος ὅτι τῷ θέρει γυμνοὶ μένουσιν. ἐκλήθησαν δὲ καὶ Βαλιαρίδες ἀφ´ οὗ Βαλιαρεῖς τὸ ἐθνικόν, ὅ ἐστι σφενδονῆται.

Event Date: -1
§ G215.3   Gynaikospolis: Γυναικόσπολις, πόλις Φοινίκων. ὁ πολίτης Γυναικοπολίτης. ἔστι καὶ ἄλλη Αἰγύπτου. Ἀρισταγόρας δέ, οὐ πολλῷ νεώτερος Πλάτωνος, φησὶν ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας, ἢ ὅτι πολεμίων ἐπιπεσόντων καὶ τῶν ἀνδρῶν ἐν γεωργίαις ἀπόντων τὰς γυναῖκας κρατῆσαι τοῦ πολέμου, ἢ ὅτι γυνή τις νομάρχου, περισπωμένων τῶν παίδων αὐτῆς ὑπὸ τοῦ βασιλέως, ἅμα τοῖς παισὶν ὁπλισαμένη κατεδίωξε τὸν βασιλέα καὶ ἐνίκησεν, ἢ ὅτι τῶν Ναυκρατιτῶν ἀναπλεόντων κατὰ τὸν ποταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀποβαίνειν, οὗτοι καταπλαγέντες ὑπὸ ἀνανδρίας οὐ διεκώλυσαν. ταῦτα καὶ Ἀρτεμίδωρός φησιν.

Event Date: -1
§ G215.13   Gynaikon Limen (Harbor of the Women): ἔστι καὶ Γυναικῶν λιμὴν περὶ τὴν λεγομένην Φιδάλειαν, τὸ μεταξὺ Ἀνάπλου καὶ τοῦ Λεωσθενείου. ἔνθα φασὶ τὴν γυναῖκα Βύζαντος Φιδάλειαν διώξασαν ἅμα ταῖς γυναιξὶ τοὺς μετὰ Στροίβου τοῦ ἀδελφοῦ Βύζαντος τῇ πόλει ἐπιθεμένους, τῶν πολιτῶν μὴ παρόντων, νικῆσαι διώξασαν μέχρι τοῦ λιμένος, καὶ οὕτως ὀνομάσαι. ἐθνικὸν τοῦ λιμένος Γυναικολιμενίτης.

Event Date: -1
§ G215.20   Gyrton: Γυρτών, πόλις τῆς Θεσσαλίας καὶ Περραιβίας, ἣν Ὅμηρος Γυρτώνην καλεῖ, ὡς Ἰτώνην καὶ Ἰτῶνα. ἀπὸ Γυρτῶνος τοῦ Φλεγύου ἀδελφοῦ, ὅς τις αὐτὴν ἔκτισεν. ὁ πολίτης Γυρτώνιος.

Event Date: -1
§ G215.24   Gypseis: Γυψηίς, νῆσος Αἰθιοπίας, ὡς Μαρκιανὸς ἐν περίπλων αʹ. τὸ ἐθνικὸν Γυψηίτης.

Event Date: -1
§ G216.1  Gogarene: Γωγαρηνή, χωρίον μεταξὺ Κόλχων καὶ Ἰβήρων τῶν ἀνατολικῶν. τὸ ἐθνικὸν Γωγαρηνός.

Event Date: -1
§ D216.3   Daai: Δάαι, Σκυθικὸν ἔθνος. εἰσὶ δὲ νομάδες. λέγονται καὶ Δάσαι μετὰ τοῦ 'σ'.

Event Date: -1
§ D216.5   Dadikai: Δαδίκαι, ἔθνος Περσικόν, Ἡρόδοτος ἑβδόμῃ.

Event Date: -1
§ D216.6   Dadokerta: Δαδόκερτα, φρούριον μέγα τῆς Ἀρμενίας μεταξὺ Μηδίας. τὸ ἐθνικὸν Δαδοκερτηνός τῷ ἐπιχωρίῳ τύπῳ.

Event Date: -1
§ D216.8   Daidala: Δαίδαλα, πόλις τῆς Ῥοδίας ἢ χωρίον, Στράβων ιδʹ. ἔστι καὶ ὄρος τῆς Λυκίας τὰ Δαίδαλα. ἡ δὲ πόλις ἀπὸ Δαιδάλου τοῦ Ἰκάρου ἡ ἐν Λυκίᾳ. διά τινος γὰρ ἕλους ἐπορεύετο [διὰ] τοῦ Νίνου ποταμοῦ, καὶ ὑπὸ χερσύδρου δηχθέντα τελευτῆσαι καὶ ἐκεῖ ταφῆναι καὶ κτισθῆναι πόλιν φησὶν Ἀλέξανδρος ἐν Λυκιακοῖς. ἔστι καὶ Ἰνδικῆς. καὶ Κρήτης ἄλλη. ὁ πολίτης Δαιδαλεύς ὡς Σαμόσατα Σαμοσατεύς, καὶ Δαιδαλίς τὸ θηλυκόν.

Event Date: -1
§ D216.16   Daidaleia: Δαιδάλεια, πόλις Ἰταλίας, Δαιδάλου κτίσμα, ἥ τις Ἰουλία, νῦν καλεῖται, Ῥωμαίου ἄρχοντος κληρουχήσαντος. τὸ ἐθνικὸν Δαιδαλεύς.

Event Date: -1
§ D216.19   Daidalidai: Δαιδαλίδαι, δῆμος τῆς Κεκροπίδος φυλῆς. ὁ δημότης Δαιδαλίδης. τὰ τοπικὰ ἐκ Δαιδαλιδῶν [ἐν Δαιδαλιδῶν εἰς Δαιδαλιδῶν].

Event Date: -1
§ D216.22   Dakia: Δακία, χώρα πλησίον Βορυσθένους. οἱ Δᾶκοι, οὓς καλοῦμεν Δάους "Γέτας γὰρ τοὺς πρὸς τὸν Πόντον κεκλιμένους καὶ τὴν ἕω, Δάους δὲ τοὺς πρὸς τἀναντία πρὸς Γερμανίαν καὶ τὰς τοῦ Ἴστρου πηγάς". καὶ παρ´ Ἀττικοῖς δὲ τὰ τῶν οἰκετῶν ὀνόματα Δᾶοι καὶ Γέται.

Event Date: -1
§ D216.27   Dalmion: Δάλμιον, πόλις Δαλματίας μεταξὺ Ἰλλυρίας καὶ Ἰταλίας. τὸ ἐθνικὸν ὅμοιον ἢ Δαλμιεύς. "ἴδιον δὲ τῶν Δαλματέων τὸ διὰ ὀκταετηρίδος τῆς χώρας ἀναδασμὸν ποιεῖσθαι". Ἀππιανὸς δὲ τὴν πόλιν Δελμίνιον καλεῖ, Κουάδρατος δὲ Δέλμινον. φασὶ δὲ αὐτοὺς καὶ Δαλμάτας.

Event Date: -1
§ D217.5   Damaioi: Δαμαῖοι, ἔθνος παρὰ τοῖς Ἰχθυοφάγοις, ὡς Ἀπολλόδωρος.

Event Date: -1
§ D217.7   Damaskos: Δαμασκός, πόλις Συρίας, μεσόγειος, ὕπερθε Φοινίκης, παρὰ τὸν Βαρδίνην ποταμόν. ὠνομάσθη δὲ ὅτι εἷς τῶν Γιγάντων Ἀσκὸς ὄνομα ἅμα Λυκούργῳ δήσας τὸν Διόνυσον ἔρριψεν εἰς τὸν ποταμόν, ὃν λύσας Ἑρμῆς τὸν Ἀσκὸν τοῦ δέρματος ἐγύμνωσεν, ὅθεν πρὸς οἶνον ἐπιτήδειον τὸ δέρμα. οἱ δὲ ὅτι Δαμασκὸς Ἑρμοῦ παῖς καὶ νύμφης Ἁλιμήδης ἐξ Ἀρκαδίας εἰς Συρίαν ἦλθε καὶ πόλιν ὁμώνυμον ἔκτισεν. ἄλλοι δὲ ὅτι Δαμασκὸς ἐφατίζετο ἀνήρ, Διονύσου δὲ τὴν Συρίαν ἀμπελόφυτον ποιήσαντος πελέκει ταῦτα ἔκοπτε, Διόνυσος δὲ ὀργισθεὶς ἐδίωξε καὶ ἐξέδειρεν ..... ἐπράχθη Δαρμασκός ..... καὶ οὕτω Δαμασκός κατὰ παραφθοράν. ὁ πολίτης Δαμασκηνός καὶ ἡ χώρα καὶ ἡ πόλις Δαμασκηνή.

Event Date: -1
§ D217.19   Dandarioi: Δανδάριοι, ἔθνος περὶ τὸν Καύκασον, ὡς Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ D217.21   Danthaletai: Δανθαλῆται, ἔθνος Θρᾳκικόν, Θεόπομπος μηʹ.

Event Date: -1
§ D217.22   Danoubion: Δανούβιον, πόλις περὶ τὴν Ῥώμην. τὸ ἐθνικὸν Δανούβιος ἢ Δανουβιεύς.

Event Date: -1
§ D217.24  Danoubis or Danousis: Δάνουβις ἢ Δάνουσις, Ἴστρος ὁ ποταμός, πάλαι Ματόας, καλούμενος. συμφορᾶς δὲ τοῖς Σκύθαις ἐπιπεσούσης οὕτως ἐκλήθη. Ματόας δὲ λέγεται ἐς τὴν Ἑλληνίδα γλῶσσαν ἄσιος. ὅτι πολλάκις περαιούμενοι οὐδὲν ἐπεπόνθεισαν. ὁ δὲ Δάνουσις ἑρμηνεύεται ὥσπερ τοῦ ἁμαρτεῖν ἔχων αἰτίαν.

Event Date: -1
§ D218.5   Daones: Δάονες, ἔθνος τῆς Ἰνδικῆς, ἀπὸ Δάονος.

Event Date: -1
§ D218.6   Darapsa: Δάραψα, πόλις Βακτρίας, ὡς Στράβων. τὸ ἐθνικὸν Δαραψηνός καὶ Δαραψιανός.

Event Date: -1
§ D218.8   Dardai: Δάρδαι, Ἰνδικὸν ἔθνος ὑπὸ Δηριάδῃ πολεμῆσαν Διονύσῳ, ὡς Διονύσιος ἐν γʹ Βασσαρικῶν.

Event Date: -1
§ D218.1  Dardanos: Δάρδανος, πόλις Τρωάδος, ἡ πρότερον Τευκρίς. Μνασέας δέ φησιν ὅτι "Δάρδανος ἐκ σι.... ἐκ τοῦ νεὼ τῆς Ἀθηνᾶς τὸ παλλάδιον ἀράμενος ἀφίκετο εἰς Σαμοθρᾴκην μετὰ Ἁρμονίας καὶ Ἰασίωνος [ἑνὸς] τῶν ἀδελφῶν, κἀκεῖ διάγοντα Κάδμος ὁ Ἀγήνορος ἐφιλοποιήσατο, καὶ ἀποθανούσης Τηλεφάης γαμεῖ τὴν Ἁρμονίαν ὁ Κάδμος καὶ ἀποστέλλει τὸν Δάρδανον εἰς τὴν Ἀσίαν μετὰ τῶν ἑταίρων πρὸς Τεῦκρον τὸν Τρῶα· ὁ δὲ Τεῦκρος ἀναγνωρίσας τὸν Δάρδανον δίδωσιν αὐτῷ τὴν θυγατέρα Βάτειαν καὶ ἀποθνήσκων τὴν βασιλείαν. καὶ πόλιν ᾤκισε Δάρδανον καὶ Δαρδανίαν τὴν χώραν ὠνόμασεν, ἣ Τευκρίς πρότερον ἐκαλεῖτο". αὕτη καὶ Δαρδανία. καὶ Δαρδανική καὶ Δαρδάνιοι καὶ Δαρδανίδαι καὶ [Δάρδανοι].

Event Date: -1
§ D219.4   Daridna: Δάριδνα, κώμη Παφλαγονίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ αὐτῆς. τὸ ἐθνικὸν Δαριδναῖος, ὡς Πύδνα Πυδναῖος.

Event Date: -1
§ D219.6   Darai: Δαραί, ὃ ν[ῦν Δά]ρας φασί, φρούριον Ἀναστασιούπολις λεγόμενον, ὀχυρώτατον. ὁ πολίτης Δαρηνός ὡς Δουσαρά Δουσαρηνός. δύναται καὶ Δαραῖος. εἰσὶ δὲ Δαρραί διὰ δύο 'ρρ' ἔθνος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ.

Event Date: -1
§ D219.10   Daristane: Δαριστάνη, πόλις Περσική. ἔστι καὶ ἔθνος Δαρῖται.

Event Date: -1
§ D219.11   Darieion: Δαρίειον, πόλις τῆς Φρυγίας. τὸ ἐθνικὸν τῷ λόγῳ τῶν Φρυγίων παρὰ μίαν συλλαβὴν Δαριεύς, ὡς Κοτιάειον Κοτιαεύς, [ἢ] τῷ λόγῳ τοῦ Ῥοίτειον καὶ Σίγειον Δαριειεύς.

Event Date: -1
§ D219.14   Darsania: Δαρσανία, πόλις Ἰνδική, ἐν ᾗ αὐθημερὸν ἱμάτιον ἱστουργοῦσι γυναῖκες, ὡς Διονύσιος Βασσαρικῶν τρίτῃ ἢ οἳ Δαρσανίην ναῖον πόλιν εὐρυάγυιαν, ἔνθα τε πέπλα γυναῖκες Ἀθηναίης ἰότητι αὐτῆμαρ κροκόωσιν ἐφ´ ἱστοπόδων τανύουσαι, αὐτῆμαρ δ´ ἐτάμοντο [καὶ ἐξ ἱστῶν] ἐρύσαντο. τὸ ἐθνικὸν Δαρσάνιοι ὡς Καρμάνιοι Ὑρκάνιοι ..μάνιοι.

Event Date: -1
§ D220.6   Darsioi: Δάρσιοι, ἔθνος Θρᾴκιον, Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ D220.7   Daseai: Δασέαι, πόλις Ἀρκαδική, Παυσανίας ὀγδόῳ. τὸ ἐθνικὸν Δασεάτης ὡς Καφυάτης.

Event Date: -1
§ D220.9   Daskylion: Δασκύλιον, πόλις Καρίας ἐπὶ τοῖς ὅροις τῆς Ἐφεσίας, ἀπὸ Δασκύλου τοῦ υἱοῦ Περιαύδου. ἔστι καὶ ἑτέρα πόλις μετὰ τὰ Τρωικὰ κτισθεῖσα. τρίτη τῆς Ἰωνίας, τὸ μέγα λεγόμενον, ὡς μεῖζον τῶν ἄλλων. τετάρτη περὶ Βιθυνίαν. πέμπτη τῆς Αἰολίδος καὶ Φρυγίας. τὸ ἐθνικὸν Δασκυλίτης, ὡς Κύπρος Κυπρίτης. ἔστι καὶ Δασκυλῖτις λίμνη ἢ Δασκυλία, ὥστε καὶ Δασκύλιος ὁ πολίτης. Εὐδαίμων δὲ καὶ Ἀρκάδιος διὰ τῆς 'ει' διφθόγγου γράφουσι τὴν 'λι' συλλαβήν. λέγεται καὶ Δασκυλίς θηλυκόν.

Event Date: -1
§ D220.18   Daskon: Δάσκων, Σικελίας χωρίον. Φίλιστος ἕκτῃ Σικελικῶν "εἰς τὸ Πλημμύριον καὶ Δάσκωνα". τὸ ἐθνικὸν Δασκώνιος ἢ Δασκωνίτης.

Event Date: -1
§ D220.21   Dassaretai: Δασσαρῆται, ἔθνος Ἰλλυρίας, Πολύβιος ὀγδόῳ. καὶ τὸ θηλυκὸν Δασσαρῆτις. λέγονται καὶ Δασσαρηνοί καὶ Δασσαρήτιοι καὶ Δασσαρητῖνος.

Event Date: -1
§ D221.3   Daton: Δᾶτον, πόλις Θρᾴκης, Ἡρόδοτος ἐνάτῃ. πρ.... δὲ τοῦτό φασιν. οἱ οἰκοῦντες Δατήνιοι. τὸ ἐθνικὸν Δατηνός.

Event Date: -1
§ D221.5   Datyleptoi: Δατύλεπτοι, ἔθνος Θρᾴκης, Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ D221.6   Daue: Δαύη, βαρυτόνως, πόλις Ἀραβίας. τὸ ἐθνικὸν Δαυαῖος ἢ Δαυηνός, ᾧ τύπῳ φιληδοῦσιν Ἄραβες. δύναται καὶ Δαυίτης.

Event Date: -1
§ D221.8   Daulis: Δαυλίς, πόλις Φωκίδος, ἐν ᾗ τὰ κατὰ Πρόκνην καὶ Φιλομήλαν. Ὅμηρος "Δαυλίδα καὶ Πανοπῆα". δαῦλον δὲ τὸ δασύ· δασεῖα δὲ ἡ πόλις. οἱ δ´ ὕστερον Δαύλειάν φασι [προπαροξυτόνως καὶ διὰ διφθόγγου]. Παυσανίας δὲ δεκάτῳ "ἀπὸ νύμφης Δαυλίδος". διὸ λέγεται καὶ Δαυλίς. ὁ πολίτης Δαυλιεύς "Δαυλιεῦσι δὲ ἱερὸν Ἀθηνᾶς καὶ ἄγαλμα ἀρχαῖον". τὸ θηλυκὸν Δαυλιάς. λέγεται καὶ Δαύλιος. ἀπὸ δὲ τοῦ Δαυλίς τὸ ἐθνικὸν Δαυλίδιος. ὀξύνεται τὸ Δαυλίς. τὸ δὲ αὖλις αἰολικῶς βαρύνεται.

Event Date: -1
§ D221.17   Daunion: Δαύνιον, πόλις Ἰταλίας. Λυκόφρων "ὑπὲρ Λακίου Δαυνίου τ´ ᾠκισμένην". τὸ ἐθνικὸν Δαύνιοι, καὶ Δαυνία τὸ θηλυκόν, καὶ Δαυνική κατὰ συγκοπὴν ἀπὸ τοῦ Δαυνιᾶται, καὶ Δαυνιατικός. ἔστι καὶ Δαύνιον τεῖχος πόλις Θρᾴκης. ὁ πολίτης Δαυνιοτειχίτης.

Event Date: -1
§ D222.4   Dausara: Δαύσαρα, πόλις περὶ Ἔδεσσαν. ὁ πολίτης Δαυσαρηνός ὡς Αὐαρηνός Ἀδαρηνός.

Event Date: -1
§ D222.6  Daphne: Δάφνη, προάστειον ἐπισημότατον τῆς ἕω Ἀντιοχείας μητροπόλεως. τὸ ἐθνικὸν Δαφνίτης, καὶ Δαφνιτικός κτητικόν. ἔστι καὶ ἄλλη Δάφνη, Λυκίας χωρίον. ἔστι καὶ ἄλλη πλησίον Πηλουσίου. ὅτι παρὰ τῶν ἐκεῖ πολλῶν φυομένων δαφνῶν. οἱ οἰκοῦντες Δαφναῖοι. ἔστι καὶ λιμὴν Δάφνη μαινομένη ἐν τῷ στόματι τοῦ Πόντου ἐν δεξιᾷ ἀναπλέοντι. ἔστι καὶ προάστειον Δάφνη ἐν τῷ στόματι τοῦ Πόντου, ἐν ἀριστερᾷ ἐπὶ τὸν Ἀνάπλουν ἀνιοῦσιν. [ὃ λέγεται Σέργιον.]

Event Date: -1
§ D222.14   Daphnous: Δαφνοῦς, Φωκικὴ πόλις, ἀρσενικῶς λεγομένη. ὁ πολίτης Δαφνούντιος ἢ Δαφνούσιος, καὶ θηλυκῶς Δαφνουσίς. Δάφνουσαν δὲ αὐτήν φησιν Εὐφορίων. τὸ ἐθνικὸν Δαφνουσαῖος ἢ Δαφνούσιος. ἔστι δὲ καὶ Δαφνουσὶς λίμνη πλησίον τοῦ Ὀλύμπου τοῦ Βιθυνοῦ. ἔστι καὶ δῆμος πλησίον τῆς Κῶ ὁ Δαφνοῦς, λεγόμενος, καὶ ὁ δημότης Δαφνούσιος. ἔστι καὶ Δαφνούσιον πρὸς τῷ Ῥηγίῳ πλησίον τῆς Θρᾳκῶν γῆς. ἔστι καὶ Αἰγύπτου κώμη.

Event Date: -1
§ D223.7   Dacharenoi: Δαχαρηνοί, ἔθνος Ἀραβίας, ἀπὸ Ναβάτου προσαγορευθὲν Ναβαταῖον. σημαίνει δὲ τὸ Δαχαρηνοί ἀρσενικούς.

Event Date: -1
§ D223.9   Dedmasa: Δέδμασα, ὡς Πήγασα, πόλις Καρίας. ὁ πολίτης Δεδμασεύς ὡς Πηγασεύς.

Event Date: -1
§ D223.11   Desiloi: Δεσιλοί, ἔθνος Θρᾳκικόν, Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ D223.12   Deipnias: Δειπνιάς, κώμη Θεσσαλίας περὶ Λάρισσαν, ὅπου φασὶ τὸν Ἀπόλλωνα δειπνῆσαι πρῶτον, ὅτε ἐκ τῶν Τέμπεων καθαρθεὶς ὑπέστρεψεν· καὶ τῷ παιδὶ τῷ διακομιστῇ τῆς δάφνης ἔθος εἰς τήνδε παραγενομένῳ δειπνεῖν. Καλλίμαχος δʹ "Δειπνιὰς ἔνθεν μιν δειδέχαται". τὸ ἐθνικὸν Δειπνιεύς ὡς Ἀφροδισιεύς καὶ Ὀρθωσιεύς.

Event Date: -1
§ D223.18   Deirades: Δειράδες, δῆμος τῆς Λεοντίδος φυλῆς, ἀπὸ Δειράδου τινός. ὁ δημότης Δειραδιώτης.

Event Date: -1
§ D223.2  Deire: Δειρή, ἄκρα καὶ πόλις ὁμώνυμος πρὸς τῇ Αἰθιοπίᾳ. Στράβων ιϛʹ. ἔστι καὶ πόλις ... Ἀθηναίων συμμαχική. τὸ ἐθνικὸν Δειραῖος.

Event Date: -1
§ D224.3   Dekeleia: Δεκέλεια, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ἀπὸ Δεκέλου τοῦ ἡγησαμένου τοῖς Διοσκούροις εἰς Ἀφίδνας, ὡς Ἡρόδοτος ἐνάτῳ. ὁ δημότης Δεκελειεύς. τὸ τοπικὸν Δεκελειᾶθεν· τὰ γὰρ ἀπὸ ὀξυτόνων εἰς 'α' ἢ εἰς 'η' γινόμενα διὰ τοῦ 'ηθεν' ἢ 'αθεν' προπερισπᾶται. παρὰ δὲ Καλλιμάχῳ Δεκελειόθεν. Δεκελειᾶζε, Δεκελειᾶσι.

Event Date: -1
§ D224.9   Dekentioi: Δεκέντιοι, ἔθνος Παννονίας, ἀπὸ Δεκεντίου τοῦ Μάγνου παιδός, Μαγνεντίου δ´ ἀδελφοῦ. τὸ θηλυκὸν Δεκεντιάς, ὡς Παρθένιος ὁ Φωκαεύς.

Event Date: -1
§ D224.12   Dekieton: Δεκίητον, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Δεκιῆται, ὡς Ἀρτεμίδωρος ἐν αʹ γεωγραφουμένων.

Event Date: -1
§ D224.14  Delmatia: Δελματία, Ἰταλίας χώρα. οἱ οἰκήτορες Δελματεῖς καὶ Δαλμάται.

Event Date: -1
§ D224.16   Delta: Δέλτα, πόλις πρὸς τῇ Συρίᾳ, καὶ νῆσος Αἰγύπτου, ὡς Ἔφορος, κατ´ Αἰγυπτίους καλουμένη Πτίμυρις ἀπὸ τῆς τοῦ σχήματος ὁμοιότητος. ἐθνικὸν τῆς νήσου Δελτίτης, τῆς δὲ πόλεως Δελτηνός τῷ ἐγχωρίῳ τύπῳ· οὐ γὰρ ἐνετύχομεν.

Event Date: -1
§ D224.2   Delphoi: Δελφοί, πόλις ἐπὶ τοῦ Παρνασσοῦ πρὸς τῇ Φωκίδι, ἔνθα τὸ ἄδυτον ἐκ Πεντελησίων κατεσκεύασται λίθων, ἔργον Ἀγαμήδους καὶ Τροφωνίου. ἔστι καὶ Δελφοῦσσα τοῦ τόπου κρήνη. τὸ ἐθνικὸν ὁμωνύμως τῇ πόλει. τὸ θηλυκὸν Δελφίς. καὶ κτητικὸν Δελφικός. ἐκλήθησαν δὲ Δελφοί ὅτι Ἀπόλλων συνέπλευσε δελφῖνι εἰκασθείς· καὶ ἵδρυται Ἀπόλλωνι ἱερόν. ἔστι καὶ Δελφουσία πόλις Ἀρκαδίας, ὡς Ἀνδροτίων ἐν βʹ Ἀτθίδος. τὸ ἐθνικὸν Δελφουσιάτης τῷ τύπῳ τῆς χώρας.

Event Date: -1
§ D225.5   Delphinion: Δελφίνιον, φρούριον Χίων, ὡς Θουκυδίδης ὀγδόῃ. τὸ ἐθνικὸν Δελφίνιος· προκατελήφθη γὰρ ὁ τύπος τοῦ ἐθνικοῦ· ἢ Δελφινιεύς.

Event Date: -1
§ D225.8   Denthalioi: Δενθάλιοι, πόλις μία τῶν περιμαχήτων Μεσσηνίοις καὶ Λακεδαιμονίοις. τὸ ἐθνικὸν ὅμοιον.

Event Date: -1
§ D225.10   Dexamenai: Δεξαμεναί, μέρος τῆς Ἀμβρακίας, ἀπὸ Δεξαμενοῦ τοῦ Μεσόλου παιδὸς καὶ Ἀμβρακίας τῆς θυγατρὸς Φόρβαντος τοῦ Ἡλίου. τὸ ἐθνικὸν Δεξαμεναῖος, ὡς Ἀριστοτέλης φησὶν ἐν τῇ Ἀμβρακιωτῶν πολιτείᾳ.

Event Date: -1
§ D225.14   Dexaroi: Δέξαροι, ἔθνος Χαόνων, τοῖς Ἐγχελέαις προσεχεῖς, Ἑκαταῖος Εὐρώπῃ. ὑπὸ Ἄμυρον ὄρος οἰκοῦν.

Event Date: -1
§ D225.16   Dera: Δέρα, τόπος Λακωνικῆς. τὸ ἐθνικὸν Δεραῖος ἢ Δερεάτης, ἀφ´ οὗ Δερεάτιδος Ἀρτέμιδος ἱερόν. καὶ τὸν δῆμον δὲ Δειράδας, φασὶ καὶ τοὺς δημότας Δειραδιώτας, ἀπό τινος ἥρωος.

Event Date: -1
§ D225.2   Derbe: Δέρβη, φρούριον Ἰσαυρίας καὶ λιμήν. ὁ κατοικῶν Δερβήτης ὡς Σιδήτης Πυλήτης. λέγεται δ´ ἴσως καὶ Δέρβεια καὶ τὸ ἐθνικὸν Δερβείτης. Καπίτων δὲ Δέρμην φησί. τινὲς δὲ Δέλβειαν ὅ ἐστι τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθος. καὶ Ἀρκεύθη ἡ πόλις.

Event Date: -1
§ D226.1  Derbikkai: Δερβίκκαι, ἔθνος πλησίον τῶν Ὑρκανῶν. Ἀπολλώνιος δὲ δὶς τὸ 'κ' καλῶς γράφει. Κτησίας δὲ Δερβισσοὺς αὐτούς φησιν ἢ Τερβισσούς.

Event Date: -1
§ D226.4   Deraia: Δέραια, πόλις Ἀρκαδίας. τὸ ἐθνικὸν Δεραιεύς ὡς Ἡραιεύς. Ἀρκαδίας γὰρ ἀμφότερα.

Event Date: -1
§ D226.6   Derraioi: Δερραῖοι, Θρᾴκιον ἔθνος. Ἡρόδοτος Δερσαίους αὐτούς φησι.

Event Date: -1
§ D226.8  Derton: Δερτών, πόλις Λιγύρων. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ιαʹ "τὴν καλουμένην Δερτῶνα πόλιν". τὸ ἐθνικὸν Δερτώνιος ὡς Ἀντρώνιος.

Event Date: -1
§ D226.11  Delia: Δηλία, πόλις Καρίας. τὸ ἐθνικὸν Δηλιεύς τῷ τῶν Καρικῶν λόγῳ.

Event Date: -1
§ D226.13  Delion: Δήλιον, πολίχνιον Βοιωτίας ἐν τῇ Τανάγρᾳ καὶ ἱερὸν Ἀπόλλωνος. τὸ ἐθνικὸν Δηλιεύς ὡς Σουνιεύς.

Event Date: -1
§ D226.15  Delos: Δῆλος, νῆσος μία τῶν Κυκλάδων. "Δῆλον ἐκυκλώσαντο καὶ οὔνομα Κυκλάδες εἰσίν". ἢ παρὰ τὰς γονὰς [ἢ μαντείας]. ἱερὸν γὰρ Δῆλος τοῦ Ἀπόλλωνος, τοῦ θεοῦ πρῶτον ἐν αὐτῇ γενομένου. ἢ διὰ τὰς μαντείας· δηλοῦσα γὰρ ἦν τὰ δυσεύρετα. ἐκαλεῖτο δὲ Κύνθος ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ, καὶ Ἀπόλλων Κύνθιος. καὶ Ἀστερία καὶ Πελασγία καὶ Χλαμυδία. τινὲς δὲ ὅτι Ζάκυνθος ἐκαλεῖτο, κακῶς εἰδότες. κεκλῆσθαι δὲ αὐτὴν καὶ Σκυθίδα Νικάνωρ φησίν. ἐξ αὐτοῦ Δήλιος καὶ Δηλία καὶ Δηλιάς. καὶ Δηλίτης ὁ εἰς Δῆλον ἐρχόμενος χορός, Καλλίμαχος τρίτῳ. καὶ Δηλιακός τὸ κτητικόν.

Event Date: -1
§ D227.6  Demetrias: Δημητριάς, πόλις Θεσσαλίας, ἀπὸ Δημητρίου βασιλεύσαντος, [ὃς] καὶ τὰς ὑπὸ τὸ Πήλιον κειμένας πόλεις κατέσκαψε. κεῖται δὲ πρὸς τῷ Παγασιτικῷ κόλπῳ [ἐν μέσῳ Εὐβοίας καὶ τῆς Φωκίδος]. βʹ Μακεδονίας. γʹ Περσίδος πρὸς Ἀρβήλῳ. τὸ ἐθνικὸν Δημητριεύς, ὡς τὸ Ἀφροδισιεύς Ὀρθωσιεύς.

Event Date: -1
§ D227.11   Demetrion: Δημήτριον, τόπος περὶ Θεσσαλίαν περὶ τὸ Κροκωτὸν πεδίον κείμενος παρὰ τὸν Ἄμφρυσον. ἔστι καὶ πόλις Αἰολίδος. ὁ πολίτης Δημητριεύς ὡς Δουλιχιεύς.

Event Date: -1
§ D227.14   Demonesos: Δημόνησος, περὶ Χαλκηδόνα νῆσος, ἀπὸ Δημονήσου τινός. ἔχει δ´ ὁ τόπος κυανοῦ μέταλλον καὶ χρυσοκόλλης. καὶ χρυσίον εὑρίσκεται τίμιον, ὀφθαλμῶν τε φάρμακόν ἐστιν. ὁ νησιώτης Δημονήσιος.

Event Date: -1
§ D228.3   Demos: Δῆμος, παρ´ Ἀθηναίοις ἡ κώμη καὶ ἡ τοῦ πλήθους συλλογή. καὶ τὸν ἕνα δημότην "οὐ μὲν ἔοικε δῆμον ἐόντα". καὶ τὸν τόπον "δήμῳ ἐνὶ Τρώων". καὶ τὸ κατὰ πόλιν πλῆθος ἐν τοῖς ἀρίστοις "εὐνήν τ´ αἰδομένη πόσιος δήμοιό τε φήμην". καὶ τὸ Ἑλλήνων πλῆθος ἔξω τῆς ἰδίας χώρας .... "θεὸς δ´ ὣς τίετο δήμῳ". καὶ τὸ ὅλον ἔθνος. καὶ τόπον ἐν Ἰθάκῃ ὃς καὶ Κροκύλειον καὶ τὸ πᾶν [πλῆθος], ὡς ἐν Σφηξί "τὸν δῆμον ἡμῶν βούλεται διιστάνειν". ὁ οἰκήτωρ δημότης, ἀφ´ οὗ δημόσιος, καὶ δημοτεύομαι ἀντὶ τοῦ οἰκῶ. καὶ δήμιος, καὶ δημότερος συγκριτικόν, οὐκ ἀποκοπῇ, ἀλλ´ ἐκ τοῦ ἐπιθετικοῦ τοῦ "δῆμον ἐόντα παρὲξ ἀγορευέμεν". καὶ δημοτικός καὶ δημοτικώτερος, καὶ δημαγωγός ὁ προεστηκὼς δήμου, καὶ δημοποίητος ὁ εἰσπεποιημένος δημότης ἐξ ἑτέρου τινὸς εὐεργεσίας. καὶ σύνθετα, δημήλατος Αἰσχύλος Ἱκετίσιν "ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ" ὁ ἀπὸ τοῦ δήμου ἐλαθείς. καὶ δημιόπρατον Ἀριστοφάνης Ἱππεῦσιν "ἐπίπαστα λείξας δημιόπραθ´ ὁ βάσκανος".

Event Date: -1
§ D228.20   Dera: Δηρά, γῆς Ἰβηρίας, ἧς ὁ Σικανὸς ποταμός. οἱ οἰκήτορες Δηραῖοι.

Event Date: -1
§ D228.22   Derousioi: Δηρούσιοι, ἔθνος Περσικόν. Ἡρόδοτος αʹ "Πέρσαι δ´ οἱ μὲν Πενθιάδαι οἱ δὲ Δηρούσιοι οἱ δὲ Καρμάνιοι".

Event Date: -1
§ D229.1   Dia: 1. City of Thessaly, founded by Aiakos. 2. [city] in Thrace by Athos; 3. in Euboia; 4. island and polis of the Peloponnese near Skyllaion; 5. in Lusitania near the Ocean; 6. in Italy toward the Alps; 7. In Scythia by the Phasis; 8. in Caria; 9. in Bithynia near the Pontos. There are also four islands called Dia. 1. Naxos; 2. the one near Melos; 3. the one near Amorgos; 4. [island] off Knossos in Crete. The ethnic is Dieus, feminine Dias, whence Athenai Diades. GR: Δῖα, πόλις Θεσσαλίας, Αἰακοῦ κτίσμα. βʹ Θρᾴκης κατὰ τὸν Ἄθω. γʹ Εὐβοίας. δʹ νῆσος καὶ πόλις Πελοποννήσου περὶ τὸ Σκύλλαιον. εʹ Λυσιτανίας περὶ τὸν ὠκεανόν. ϛʹ Ἰταλίας πρὸς ταῖς Ἄλπεσιν. ζʹ Σκυθίας παρὰ τῷ Φάσιδι. ηʹ Καρίας. θʹ Βιθυνίας πρὸς τῷ Πόντῳ. εἰσὶ καὶ δʹ νῆσοι Δῖαι λεγόμεναι. αʹ ἡ Νάξος. βʹ ἡ πρὸς Μήλῳ. γʹ ἡ πρὸς Ἀμοργῷ. δʹ κατὰ Κνωσσὸν Κρήτης. τὸ ἐθνικὸν Διεύς, καὶ τὸ θηλυκὸν Διάς, ὅθεν καὶ Διάδες Ἀθῆναι.

Event Date: -1
§ D229.9   Diabetai: Διαβῆται, νῆσοι περὶ Σύμην. τὸ ἐθνικὸν Διαβαταῖος.

Event Date: -1
§ D229.10   Diabete: Διαβήτη, νῆσος δυσμικωτέρα Σαρδοῦς καὶ Κύρνου. ἐθνικὸν τὸ αὐτό.

Event Date: -1
§ D229.12   Diadochou: Διαδόχου, πόλις Περσικὴ οὐ πόρρω Κτησιφῶντος. τὸ ἐθνικὸν τῆς χώρας Διαδοχηνός.

Event Date: -1
§ D229.14   Diakria: Διακρία, φυλὴ τῆς Ἀττικῆς, ἣν ᾤκει Πάλλας ὁ Πανδίονος υἱός. οἱ δημόται Διακριεῖς.

Event Date: -1
§ D229.16   Dianeis: Διανεῖς, ἔθνος Γαλατικόν, Ἐρατοσθένης ἐν δʹ Γαλατικῶν.

Event Date: -1
§ D229.17  Dias: Διάς, πόλις Λυκίας, ἣν Διάδης ἔκτισε. τὸ ἐθνικὸν Διαδεύς.

Event Date: -1
§ D229.19  Digeroi: Δίγηροι, ἔθνος Θρᾴκιον, Πολύβιος ιγʹ.

Event Date: -1
§ D229.2   Didyma: Δίδυμα, οὐδετέρως, τόπος καὶ μαντεῖον Μιλήτου ἀφιερωμένον Διὶ καὶ Ἀπόλλωνι. εἰσὶ καὶ Κρήτης [ποταμοί.] εἰσὶ καὶ τῆς Θετταλίας. εἰσὶ καὶ δύο νησίδια πρὸς τῇ Σύρῳ. τὸ ἐθνικὸν Διδυμεύς καὶ Διδυμαῖος κτητικόν. εἰσὶ καὶ ὄρη Λαοδικείας ἐγγύς.

Event Date: -1
§ D230.4   Didyme: Διδύμη, μία τῶν Αἰόλου νήσων, ἀπὸ τοῦ σχήματος ὀνομασθεῖσα. ἔστι καὶ πόλις Λίβυσσα. ὁ πολίτης Διδυμαῖος. ἔστι καὶ κώμη Κιλικίας Διδυμαί ὀξυτόνως. Ἀρτεμίδωρος δὲ δύο νησίδια Δίδυμά φησι.

Event Date: -1
§ D230.8   Didymon teichos: Δίδυμον τεῖχος, πόλις Καρίας. οἱ πολῖται Διδυμοτειχῖται.

Event Date: -1
§ D230.10   Dizeros: Δίζηρος, ποταμὸς Ἰλλυρίδος. Λυκόφρων "οἳ πρὸς βαθεῖ νάσσαντο Διζηροῦ πόρῳ". ἴσως ἀπὸ τοῦ δίζησθαι τὴν Μήδειαν ὀνομασθείς. τὸ ἐθνικὸν Διζήριος καὶ Διζηρίτης, ὡς Ἄλωρος Ἀλωρίτης.

Event Date: -1
§ D230.14  Dikaia: Δίκαια, πόλις Θρᾴκης, ἀπὸ Δικαίου τοῦ Ποσειδῶνος υἱοῦ. τὸ ἐθνικὸν Δικαιοπολίτης. εἰ δὲ τῷ τύπῳ θέλοις, Δικαῖος καὶ Δικαία καὶ Δικαιεύς. ἔστι καὶ ἑτέρα ἐν τῷ Τυρρηνικῷ κόλπῳ Ἰώνων ἄποικος. ἡ αὐτὴ δ´ ἐκλήθη Δικαιάρχεια καὶ Ποτίολοι.

Event Date: -1
§ D230.19   Dikaiarcheia: Δικαιάρχεια, πόλις Ἰταλίας. ταύτην δέ φασι κεκλῆσθαι Ποτιόλους. ἐν ᾗ τὸ συμπόσιον ὁ Ἡρωδιανὸς ἔγραψε. πότια δὲ τὰ φρέατα καλοῦσι Ῥωμαῖοι, ὀλῆρε δὲ τὸ ὄζειν· δυσώδη γὰρ τὰ φρέατα εἶχε. τὸ ἐθνικὸν Δικαιαρχεύς ἔδει. ἔστι δὲ καὶ Δικαιαρχείτης ὡς Ζελείτης.

Event Date: -1
§ D231.3   Dikte: Δίκτη, ὄρος Κρήτης. Καλλίμαχος ἐ... τὸ ἐθνικὸν Δικταῖος καὶ Δικταία.

Event Date: -1
§ D231.5   Dindryme: Δινδρύμη, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Δινδρυμαῖος.

Event Date: -1
§ D231.6  Dindyma: Δίνδυμα, ὄρη τῆς Τρωάδος, ἀφ´ ὧν Δινδυμήνη ἡ Ῥέα. ὁ τοπίτης Δινδυμναῖος. καὶ τὴν θεὸν Δινδυμήνην. ὅτι καὶ Δινδυμηνός καὶ Δινδυμηνή καὶ Δινδύμιος καὶ Δινδυμία. ἐκ τόπου Δινδυμόθεν.

Event Date: -1
§ D231.10   Dioboulion: Διοβούλιον, πολίχνιον πλησίον τοῦ Πόντου. τὸ ἐθνικὸν Διοβουλιεύς, ὡς τὰ τῶν Φρυγίων πόλεων ἐθνικά.

Event Date: -1
§ D231.12   Diomeia: Διόμεια, οὐδετέρως, δῆμος τῆς Αἰγηίδος φυλῆς. ὁ δημότης Διομειεύς. Ἡρακλῆς γὰρ ἐπιξενωθεὶς παρὰ Κολλύτῳ ἠράσθη Διόμου τοῦ υἱοῦ αὐτοῦ. οὗ ἀποθεω...

Event Date: -1
§ D231.15  Diomedeia: Διομήδεια, πόλις Δαυνίων, κτίσμα Διομήδους. καὶ νῆσος ἡ Διομήδεια ἐν ᾗ οἱ ἐρωδιοὶ χειροήθεις προσπετόμενοι καὶ εἰς τοὺς κόλπους δύοντες, οὕς φασιν ὅτι τοὺς ἑταίρους Διομήδους ἐκεῖ εἰς ὄρνιθας μετασχηματισθῆναι. ἔστι καὶ τόπος Διομήδεια πλησίον Ἀργυρί[ππων]. τὸ ἐθνικὸν Διομηδεύς. ἄμεινον δὲ Διομήδειος.

Event Date: -1
§ D232.3  Dion: city of Euboia near Kenaion. Homer has "briny Kerinthos and the steep citadel of Dion." There is another [Dion ] in Macedonia where they used to conduct the Olympic contest; the ethnic is Dieus. Pausanias calls them Diastes, in the manner of the Macedonians, like the Lynkestes Orestai. A third [Dion ] is toward Athos, as Thucydides writes. A fourth of Thessaly, a fifth of Pisidia, a sixth of Italy, and seventh of Koile Syria, founded by Alexander, also called Pella, with diseased water; the ethnic is Dienos, as the epigram shows: The Dienan stream sweet water, but if you drink You stop your thirst and straightaway your life. The adjective is Diakos, feminine Dias, as shown by the Athenai called Diades near it. The citizens are Athenaitai. GR: Δῖον, πόλις Εὐβοίας περὶ τὸ Κήναιον. Ὅμηρος "Κήρινθόν τ´ ἔφαλον Δίου τ´ αἰπὺ πτολίεθρον". ἔστι καὶ Μακεδονίας, ἔνθα τὸν Ὀλυμπικὸν ἀγῶνα ἐτέλουν. τὸ ἐθνικὸν Διεύς. Παυσανίας δὲ Διάστας φησί· Μακεδόνων γὰρ ὁ τύπος, Ὀρέσται Λυγκησταί. γʹ ἔστι πρὸς τῷ Ἄθῳ, ὡς Θουκυδίδης. δʹ Θεσσαλίας. εʹ Πισιδίας. ϛʹ Ἰταλίας. ζʹ κοίλης Συρίας, κτίσμα Ἀλεξάνδρου, καὶ Πέλλα· ἧς τὸ ὕδωρ νοσερόν. καὶ τὸ ἐθνικὸν Διηνός, ὡς δηλοῖ τὸ ἐπίγραμμα νᾶμα τὸ Διηνὸν γλυκερὸν ποτόν, ἠνιδὲ πίῃς, παύσει μὲν δίψης, εὐθὺ δὲ καὶ βιότου. τὸ κτητικὸν Διακός. καὶ τὸ θηλυκὸν Διάς, ὡς δηλοῦσιν αἵ γε περὶ ταύτην ἦσαν Διάδες Ἀθῆναι καλούμεναι. οἱ πολῖται Ἀθηναῗται.

Event Date: -1
§ D232.16  Dionysia: Διονυσία, πόλις Ἰταλίας. ἔστι καὶ Διονυσιάς τὸ ἐθνικὸν Διονυσιεύς, ὡς Δημητριάς Δημητριεύς.

Event Date: -1
§ D233.1  Dionysou polis: Διονύσου πόλις, ἐν τῷ Πόντῳ, ἡ πρότερον Κρουνοί ἀπὸ τῆς τῶν ὑδάτων καταρροῆς. Διονυσιακοῦ δὲ προσπεσόντος ὕστερον ἐκ τῆς θαλάττης τοῖς τόποις ἀγάλματος οὕτως ἐκλήθη. εἰσὶ καὶ Κρουνοί χωρίον πρὸς δύσιν τῆς ἐχούσης τοὺς βασιλέας πόλεως. βʹ Φρυγίας, κτίσμα Ἀττάλου καὶ Εὐμενοῦς ξόανον εὑρόντων Διονύσου περὶ τοὺς τόπους. γʹ τῆς Ἰνδικῆς. δʹ Λιβύης. εʹ Θρᾴκης. τὸ ἐθνικὸν Διονυσοπολίτης.

Event Date: -1
§ D233.10   Diope: Διόπη, πόλις Ἀρκαδίας, ὡς Φερεκύδης. τὸ ἐθνικὸν Διοπεύς ἢ Διοπίτης ὡς Σινωπίτης.

Event Date: -1
§ D233.12  Dios hieron: Διὸς ἱερόν, πολίχνιον Ἰωνίας μεταξὺ Λεβέδου καὶ Κολοφῶνος. τὸ ἐθνικὸν Διοσιερίτης, ὡς Φλέγων ἐν πρώτῃ Ὀλυμπιάδων.

Event Date: -1
§ D233.15   Dioskourias: Διοσκουριάς, μία τῶν ἐν Λιβύῃ Λευκῶν νήσων. ὁ νησιώτης Διοσκουρίτης. ἔστι καὶ ἑτέρα περὶ τὸν Πόντον, ἥ τις Σεβαστόπολις καλεῖται. καὶ πρότερον δὲ Αἶα ἐκικλήσκετο, ὡς Νικάνωρ. ὁ πολίτης Διοσκουριεύς. ἔστι καὶ ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ νῆσος Διοσκουρίδου.

Event Date: -1
§ D233.2   Dioskouron kome: Διοσκούρων κώμη, Λιβύης, ἐν ᾗ τὸν Πάριν ἐπιδιώξαντες ἥρπασαν τὴν Ἑλένην οἱ Διόσκουροι [ἣν] ᾤκησαν. ὁ κωμήτης Διοσκουροκωμήτης ὡς Μεγαλοκωμήτης, ἐκ δύο ἓν παράγωγον.

Event Date: -1
§ D234.10   Diospolis: Διόσπολις, ἡ μεγάλη πόλις τῆς Αἰγυπτίας Θηβαΐδος, ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα Ὀσίριδος καὶ Ἴσιδος. πρὶν δὲ ὑπὸ Περσῶν ἀφανισθῆναι, φησὶ Βάτων, ὅτι μυρίας τρισχιλίας κώμας εἶχε καὶ τριάκοντα, ἀνθρώπων δὲ μυριάδας ἑπτακοσίας, ἀρουρῶν δὲ τόπον μεμετρημένον τρισχιλίων καὶ ἑπτακοσίων, ἑκατὸν δὲ πύλας διακεκοσμημένας, τετρακόσια στάδια τὸ μῆκος. εἰσὶ δὲ καὶ ἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέσσαρες, ὧν ἐν τῇ μιᾷ τιθασεύουσι τοὺς κροκοδείλους, ἐν ἄντροις καὶ φρέασι σέβοντες, μηδὲ τοῦ ποταμοῦ γευόμενοι, μηδ´ εἰ σφόδρα λέγοιντο. ϛʹ Λυδίας. ζʹ Παλαιστίνης. ὁ πολίτης Διοσπολίτης.

Event Date: -1
§ D234.12   Diochites: Διοχίτης, κώμη Αἰγύπτου, ἐν ᾗ τέθαπται ... Ὄσιρις. ἐθνικὸν τὸ αὐτὸ Διοχίτης.

Event Date: -1
§ D234.14   Dipaia: Δίπαια, πόλις Ἀρκαδίας. τὸ ἐθνικὸν Διπαιεύς. ἀλλὰ καὶ ἡ πόλις οὕτως.

Event Date: -1
§ D234.16   Dirphys: Δίρφυς, ὄρος Εὐβοίας, ὡς Εὐφορίων. τὸ ἐθνικὸν Δίρφυος. καὶ Διρφύα ἡ Ἥρα τιμᾶται.

Event Date: -1
§ D234.18   Disorai: Δισοραί, ἔθνος Θρᾴκιον, Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ D234.19   Diphroi: Δίφροι, πόλις Φοινίκων. τὸ ἐθνικὸν ὁμώνυμον.

Event Date: -1
§ D234.20   Dionia: Διωνία, πόλις, ἣν συγκαταλέγει ταῖς Κυπρίαις πόλεσι Θεόπομπος πεντεκαιδεκάτῃ Φιλιππικῶν. τὸ ἐθνικὸν Διωνιᾶται ὡς Κυδωνιᾶται.

Event Date: -1
§ D234.23   Doberos: Δόβηρος, πόλις Παιονίας. οἱ πολῖται Δόβηρες.

Event Date: -1
§ D235.1   Doiantos: Δοίαντος, πεδίον Φρυγίας. Ἄκμονα γὰρ καὶ Δοίαντά φασιν ἀδελφούς, ἀφ´ ὧν τὸ Δοιάντειον καὶ Ἀκμόνιον ἄλση.

Event Date: -1
§ D235.3  Dokimeion: Δοκίμειον, πόλις Φρυγίας, ὡς Εὐδαίμων. τὸ ἐθνικὸν Δοκιμεύς κατὰ τέχνην, κατὰ δὲ τὴν συνήθειαν Δοκιμηνός, ἀφ´ οὗ τὰ μάρμαρα οὕτω φασί.

Event Date: -1
§ D235.6   Dolba: Δόλβα, πόλις τῆς Ἀδιαβηνῆς, Ἀρριανὸς ιγʹ Παρθικῶν. τὸ ἐθνικὸν Δολβαῖος καὶ Δολβηνός.

Event Date: -1
§ D235.8   Doliones: Δολίονες, οἱ τὴν Κύζικον οἰκοῦντες, οὓς Δολιέας εἶπεν Ἑκαταῖος. λέγονται καὶ Δολιόνιοι, καὶ θηλυκῶς Δολιονία.

Event Date: -1
§ D235.10   Doliche: Δολίχη, νῆσος πρὸς τῇ Λυκίᾳ, ὡς Καλλίμαχος. Ἀλέξανδρος ἐν τῷ Λυκίας περίπλῳ Δολιχίστην αὐτήν φησιν. ἔστι καὶ Δολίχη πόλις τῆς Κομμαγηνῆς. ἐθνικὸν Δολιχαῖος Ζεύς· οἱ δ´ ἐπιχώριοι Δολιχηνοί λέγονται. τῆς δὲ Λυκιακῆς Δολίχης Δολιχεύς. ὁ γὰρ τύπος συνήθης τοῖς Λυκίοις. τῆς δὲ Δολιχίστης Δολιχιστεύς.

Event Date: -1
§ D235.16  Dolonkoi: Δόλογκοι, ἔθνος Θρᾴκης, ἀπὸ Δολόγκου τοῦ ἀδελφοῦ Βιθυνοῦ. τὸ ἐθνικὸν Δολόγκιος καὶ Δολογκιάς καὶ Δολογκιάδης.

Event Date: -1
§ D235.19  Dolopes: Δόλοπες, ἔθνος Θεσσαλῶν ἔγγιστα, ἀπὸ Δόλοπος. ἡ χώρα Δολοπία καὶ Δολοπηίς.

Event Date: -1
§ D235.21   Dometioupolis: Δομετιούπολις, Ἰσαυρίας πόλις. ὁ πολίτης Δομετιοπολίτης.

Event Date: -1
§ D235.23  Donousia: Δονουσία, νῆσος μικρὰ Ῥόδου, εἰς ἣν Διόνυσος ἐκ Νάξου τὴν Ἀριάδνην μετεκόμισε, τοῦ πατρὸς Μίνω διώκοντος αὐτήν. ἔοικεν οὖν Διονυσία εἶναι, καὶ κατὰ παραφθορὰν Δονουσία. τὸ ἐθνικὸν Δονούσιος.

Event Date: -1
§ D236.3   Dorieion: Δορίειον, Φρυγίας πόλις. τὸ ἐθνικὸν Δοριεύς ὡς Γορδιεύς.

Event Date: -1
§ D236.5  Doriskos: Δορίσκος, πόλις Θρᾴκης καὶ πεδίον. τὸ ἐθνικὸν Δορίσκιος ὡς Βορμίσκιος.

Event Date: -1
§ D236.7   Dorokottoros: Δοροκόττορος, πόλις Γαλατῶν τῶν προσβόρρων. ὁ οἰκῶν Δοροκοττόριος.

Event Date: -1
§ D236.9   Dorylaeion: Δορυλάειον, πόλις Φρυγίας, ὃ καὶ Δορύλαιον Δημοσθένης φησί. τὸ ἐθνικὸν Δορυλαεύς.

Event Date: -1
§ D236.11   Doulichion: Δουλίχιον, μία τῶν Ἐχινάδων νήσων, ἡ καὶ Δολίχα καλουμένη καὶ Ὀξεῖαι, ἣν Θοὰς ὁ ποιητὴς εἶπεν. ἀπὸ Δουλιχίου τοῦ Τριπτολέμου. ὁ πολίτης Δουλιχιεύς καὶ Δουλιχιώτης ἀπὸ τοῦ Δουλιχίη κατὰ τροπὴν καὶ Δουλιχιήτης. καὶ Δουλιχίς. ἐλέγοντο καὶ οἱ ἐν τῷ Δουλιχίῳ Ἐπειοί, ὡς Ἐπαφρόδιτος παρατιθεὶς τὸν Ἀρίσταρχον ἐκδεχόμενον οὕτως.

Event Date: -1
§ D237.5   Doulon polis: Δούλων πόλις, πόλις Λιβύης, Ἑκαταῖος ἐν περιηγήσει. "καὶ ἐὰν δοῦλος εἰς τὴν πόλιν ταύτην λίθον προσενέγκῃ, ἐλεύθερος γίνεται κἂν ξένος ᾖ". ἔστι καὶ ἑτέρα Ἱεροδούλων, ἐν ᾗ εἷς μόνος ἐλεύθερός ἐστι. φασὶ καὶ κατὰ Κρήτην Δουλόπολιν εἶναι χιλίανδρον. σημειωτέον δ´ ὅτι Κρατῖνος ἐν Σεριφίοις πόλιν δούλων φησίν, Ἀπολλωνίου φήσαντος "μὴ δεῖ ταύτας τὰς παραθέσεις ἐναλλάσσειν δίχα ποιητικῆς ἀνάγκης, ὥς φησι Κρατῖνος εἶτα Σάκας ἀφικνῇ καὶ Σιδονίους καὶ Ἐρεμβούς, ἔς τε πόλιν δούλων ἀνδρῶν νεοπλουτοπονήρων". ἔστι καὶ χωρίον ἐν Αἰγύπτῳ Δουλόπολις, ὥς φησιν Ὀλυμπιανός. τὸ ἐθνικὸν Δουλοπολίτης.

Event Date: -1
§ D237.17   Doumatha: Δούμαθα, πόλις Ἀραβίας. ὁ πολίτης Δουμαθηνός, ὡς Γλαῦκος ἐν βʹ Ἀραβικῆς ἀρχαιολογίας.

Event Date: -1
§ D237.19   Doura: Δοῦρα, πόλις Μεσοποταμίας, ὡς Πολύβιος πέμπτῃ. τὸ ἐθνικὸν Δουρηνός.

Event Date: -1
§ D237.21   Douriopos: Δουρίοπος, πόλις Μακεδονίας. Στράβων ἑβδόμῃ. οὕτως καὶ ἡ χώρα.

Event Date: -1
§ D237.23   Dousare: Δουσαρή, σκόπελος καὶ κορυφὴ ὑψηλοτάτη Ἀραβίας. εἴρηται δὲ ἀπὸ τοῦ Δουσάρου. θεὸς δὲ οὗτος παρὰ Ἄραψιν καὶ Δαχαρηνοῖς τιμώμενος. οἱ οἰκοῦντες Δουσαρηνοί ὡς Δαχαρηνοί.

Event Date: -1
§ D238.1   Drabeskos: Δραβῆσκος, Θρᾴκης χωρίον, Θουκυδίδης αʹ. τὸ δ´ ἐθνικὸν Δραβήσκιος.

Event Date: -1
§ D238.3   Drangai: Δράγγαι, ἔθνος Περσικῆς. Στράβων πεντεκαιδεκάτῃ. τὸ θηλυκὸν Δραγγηίς, ἡ χώρα Δραγγηνή, ὡς ἔθος. Σωφηνή γὰρ καὶ Ἀραξηνή.

Event Date: -1
§ D238.6   Dragmos: Δραγμός, πόλις Κρήτης, ὡς Ξενίων ἐν τοῖς Κρητικοῖς. τὸ ἐθνικὸν Δράγμιος, ἢ Δραγμίτης, ὅπερ ἄμεινον.

Event Date: -1
§ D238.8   Drakonon: Δράκονον, ὄρος νήσου τῆς Ἰκαρίας λεγομένης καὶ πόλις. Στράβων ιδʹ. τὸ ἐθνικὸν Δρακόνιος ὡς Μυκόνιος, καὶ Δρακονεύς.

Event Date: -1
§ D238.11   Drakontos nesos: Δράκοντος νῆσος, Λιβύης, ὡς πολυίστωρ ἐν τρίτῳ Λιβυκῶν. ὁ νησιώτης Δρακοντονήσιος ἢ Δρακοντονησίτης.

Event Date: -1
§ D238.13  Drepane: Δρεπάνη, ἡ Φαιακία. τὸ ἐθνικὸν Δρεπανεύς ὡς Σχεριεύς. ἔστι καὶ πόλις Λυκίας Δρεπάνα. ὁ πολίτης ὁμοίως. καὶ Δρέπανα, οὐδετέρως, πόλις Σικελίας. ἔστι καὶ Δρέπανον πόλις Λιβύης. εἰσὶ καὶ νησία δύο παρὰ Λέβινθον. ἔστι καὶ Δρεπάνη Βιθυνίας πρὸς τῷ Ἀστακηνῷ κόλπῳ. ἔστι καὶ ὄρος Αἰθιοπίας. τῆς δὲ Βιθυνίας φησὶν ὠνομάσθαι ὅτι "Δρεπάνην κλείουσιν ἀπὸ Κρονίδαο σιδήρου". τὸ ἐθνικὸν Δρεπανεύς, καὶ θηλυκὸν Δρεπανηίς.

Event Date: -1
§ D239.3   Dresia: Δρεσία, πόλις Φρυγίας. Διονύσιος ἐν Βασσαρικῶν γʹ "Βούδειαν Δρεσίην τε καὶ οἳ μηλώδεα γαῖαν". τὸ ἐθνικὸν Δρεσιεύς.

Event Date: -1
§ D239.6   Drilai: Δρῖλαι, συνοικία τῆς Ποντικῆς, Τραπεζοῦντος οὐ πόρρω, ὡς Ξενοφῶν ἐν ἀναβάσεως πέμπτῳ.

Event Date: -1
§ D239.8   Drilonios: Δριλώνιος, πόλις μεγάλη, ἐσχάτη τῶν Κελτικῶν. τὸ ἐθνικὸν Δριλώνιος, ὡς Θεόπομπος μγʹ.

Event Date: -1
§ D239.10  Drongilon: Δρόγγιλον, χωρίον Θρᾴκης, Θεόπομπος Φιλιππικῶν θʹ. τὸ ἐθνικὸν Δρογγίλιος.

Event Date: -1
§ D239.12   Dryaina: Δρύαινα, πόλις Κιλικίας, κτίσμα Δρυαίνου, ἡ μετονομασθεῖσα Χρυσόπολις, τὸ ἐθνικὸν Δρυαινίτης.

Event Date: -1
§ D239.14   Dryidai: Δρυίδαι, ἔθνος Γαλατικὸν φιλόσοφον, ὡς Λαέρτιος Διογένης ἐν φιλοσόφῳ ἱστορίᾳ.

Event Date: -1
§ D239.16   Dryme: Δρύμη, πόλις Λιβύης, Στράβων ιζʹ. ὁ πολίτης Δρυμαῖος ὡς Βαρκαῖος Κυρηναῖος.

Event Date: -1
§ D239.18  Drymia: Δρυμία, πόλις Φωκίδος. Παυσανίας ιʹ "Δήμητρος δὲ θεσμοφόρου Δρυμίοις ἱερόν ἐστιν ἀρχαῖον". τὸ ἐθνικὸν Δρυμιεύς ἐκ τοῦ θηλυκοῦ καὶ τοῦ οὐδετέρου.

Event Date: -1
§ D239.21   Drymoussa: Δρυμοῦσσα, νῆσος Ἰωνίας, Θουκυδίδης ὀγδόῃ. τὸ ἐθνικὸν Δρυμουσσαῖος.

Event Date: -1
§ D239.23  Dryope: Δρυόπη, πόλις περὶ τὴν Ἑρμιόνα. γράφεται καὶ Δρυόπα, ὁ πολίτης Δρυοπαῖος, ὡς Ἡρόδωρος, ὃν παρατίθησιν Ἐπαφρόδιτος. οἱ δὲ περὶ τὴν Οἴτην Δρύοπες ἀπὸ Δρυόπης τῆς Εὐρυπύλου θυγατρός. ἔστι καὶ Δρυοπία τῶν Δρυόπων περὶ Τραχῖνα. λέγεται καὶ Δρυοπίς καὶ Δρυοπηίς καὶ Δρυοπία.

Event Date: -1
§ D240.3   Drys: Δρῦς, πόλις Θρᾴκης, Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις τῶν Οἰνώτρων. ὁ πολίτης Δρυεύς καὶ Δρυηίς. ἔστι καὶ κώμη Κιλικίας παρὰ τῷ Ἀρῷ ποταμῷ.

Event Date: -1
§ D240.6   Dymanes: Δυμᾶνες, φυλὴ Δωριέων. ἦσαν δὲ τρεῖς, Ὑλλεῖς καὶ Πάμφυλοι καὶ Δυμᾶνες ἐξ Ἡρακλέους. καὶ προσετέθη ἡ Ὑρνηθία, ὡς Ἔφορος αʹ "Αἰγίμιος γὰρ ἦν τῶν περὶ τὴν Οἴτην Δωριέων βασιλεύς. ἔσχε δὲ δύο παῖδας Πάμφυλον καὶ Δυμᾶνα, καὶ τὸν τοῦ Ἡρακλέους Ὕλλον ἐποιήσατο τρίτον, χάριν ἀποδιδοὺς ἀνθ´ ὧν Ἡρακλῆς ἐκπεπτωκότα κατήγαγεν". οἱ οἰκοῦντες Δυμᾶνες. καὶ Δυμανίς τὸ θηλυκόν "στέλλεο νῦν ἔτι τῆλε Δυμανίδος ἠπείροιο". καὶ Δύμαινα. Εὐφορίων Χιλιάσι "δαίμων ..σαιτο φιλοπλοκάμοισι Δυμαίναις". τὰ ἐθνικὰ δὲ τῶν λοιπῶν ἐν τοῖς περὶ αὐτῶν ἐροῦμεν τόποις.

Event Date: -1
§ D240.16   Dyme: Δύμη, πόλις Ἀχαΐας, ἐσχάτη πρὸς δύσιν ὅθεν καὶ Καλλίμαχος ἐν ἐπιγράμμασιν "εἰς Δύμην ἀπιόντα τὴν Ἀχαιῶν ..." καὶ Δύμη ἡ χώρα πάλαι ἐκαλεῖτο, ἡ δὲ πόλις Στράτος, ὕστερον δὲ καὶ ἡ πόλις καὶ ἡ χώρα Δύμη ἐκλήθησαν. λέγεται καὶ πληθυντικῶς, ὡς Ἀπολλόδωρος "τούτων ἀπέχουσα σταδίους ρκʹ ἐσχάτη κεῖται πρὸς δύσιν Δῦμαι". ὁ πολίτης Δυμαῖος. Ἔφορος κδʹ "παραγενομένης δὲ τῆς στρατιᾶς εἰς τὴν Δύμην, πρῶτον μὲν οἱ Δυμαῖοι καταπλαγέντες". καὶ Παυσανίας ζʹ "Οἰβώτᾳ ἀνδρὶ Δυμαίῳ σταδίου μὲν ἀνελομένῳ νίκην". καὶ πάλιν "Δυμαίοις μέν ἐστιν Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα". καὶ ἐν τῷ ηʹ "τὰ δὲ πρὸς Ἀχαΐαν Δυμαίων εἰσὶν ὅμοροι". καὶ Ἀπολλόδωρος ἢ ὁ τὰ τούτου ἐπιτεμνόμενος "τὴν δὲ χώραν ἔχουσι Δυμαῖοι". καὶ Φίλιστος Σικελικῶν αʹ "ἐπὶ τῆς ὀλυμπιάδος ἣν Οἰβώτας [ὁ Δυμαῖος] ἐνίκα στάδιον". καὶ Ἀπολλόδωρος ἐν χρονικῶν αʹ "πόλεμος ἐνέστη τοῖς τε Δυμαίοις ὅθεν ..." καὶ Θεόπομπος μʹ "προστάται δὲ τῆς πόλεως ἦσαν τῶν μὲν Συρακοσίων Ἄθηνις καὶ Ἡρακλείδης, τῶν δὲ μισθοφόρων Ἀρχέλαος ὁ Δυμαῖος". τὸ θηλυκὸν Δυμαία. Εὐφορίων "ἥ τις ἔχεις κληῖδας ἐπιζεφύροιο Δυμαίης", διὰ τὸ πρὸς δύσιν ἐπιζέφυρον. Ἀντίμαχος Καυκωνίδα φησὶν αὐτὴν ἀπὸ Καύκωνος ποταμοῦ, ὡς [τὰς Θήβας] Διρκαίας, ἔνιοι δὲ καὶ Ἀσωπίδας. διαστέλλεται δὲ τῆς Ἠλείας κατὰ τὴν Βουπρασίαν Λαρίσῳ τῷ ποταμῷ. λέγεται καὶ Δύμιος, ὡς Βοίβη Βοίβιος. Ἀντίμαχος ἐν εʹ Θηβαΐδος ἐν δέ νυ τοῖσι μάλα πρόφρων ἐπίκουρος ἀμορβέων ὡμίλης´, εἵως διεπέρσατε Δύμιον ἄστυ.

Event Date: -1
§ D242.5   Dyndason: Δύνδασον, πόλις Καρίας. Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας βʹ "αὖθις δ´ ἐπὶ Δύνδασον καὶ Κάλυνδα ὁρμῆσαι". τὸ ἐθνικὸν Δυνδασεύς ὡς Πηγασεύς.

Event Date: -1
§ D242.8   Dyrbaioi: Δυρβαῖοι, ἔθνος καθῆκον εἰς Βάκτρους καὶ τὴν Ἰνδικήν. Κτησίας ἐν Περσικῶν ιʹ "χώρη δὲ πρὸς αὐτὸν πρόσκειται Δυρβαῖοι, πρὸς τὴν Βακτρίην καὶ Ἰνδικὴν κατατείνοντες. οὗτοι εὐδαίμονες ἄνδρες καὶ πλούσιοι καὶ κάρτα δίκαιοί εἰσι, οὔτε ἀδικέοντες οὔτε ἀποκτιννύοντες ἄνθρωπον οὐδένα. ἐὰν δέ τι εὕρωσι ἐν τῇ ὁδῷ ἢ χρυσίον ἢ ἱμάτιον ἢ ἀργύριον ἢ ἄλλο τι, οὐδὲν ἀποκινήσειαν. οὗτοι οὔτε ἀρτοποιέουσι οὔτ´ ἐσθίουσι οὔτε νομίζουσι ἐὰν μὴ ἱρῶν οὕνεκεν. ἄλφιτα δὲ ποιέουσι λεπτότερα κατάπερ οἱ Ἕλληνες, καὶ ἐσθίουσι μάζας ποῶν".

Event Date: -1
§ D243.3   Dyrrachion: Δυρράχιον, πόλις Ἰλλυρική, [καὶ] Ἐπίδαμνος κληθεῖσα ἀπὸ Ἐπιδάμνου. τούτου θυγάτηρ Μέλισσα, ἧς καὶ τοῦ Ποσειδῶνος ὁ Δυρράχιος· ἀφ´ ἧς ἔστιν ἐν Ἐπιδάμνῳ τόπος Μελισσώνιος, ἔνθα Ποσειδῶν αὐτῇ συνῆλθεν, ὡς Φίλων. [Στράβων δ´ ἐν ηʹ φησί] "μετὰ δὲ τὸν Ῥιζονικὸν Λίσσος ἐστὶ πόλις καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος Κερκυραίων κτίσμα, ἡ νῦν Δυρράχιον ὁμωνύμως τῇ χερρονήσῳ λεγομένη ἐφ´ ἧς ἵδρυται". Δέξιππος δὲ ἐν χρονικῶν ιʹ φησὶν οὕτως "καὶ Μακεδόνων τὴν [πρότερον] μὲν Ἐπίδαμνον, ἐσύστερον δὲ Δυρράχιον μετονομασθεῖσαν, πόλιν τῆς Μακεδονίας μεγάλην καὶ εὐδαίμονα κατὰ κράτος αἱροῦσιν". Ἀλέξανδρος δὲ ἐν Εὐρώπῃ μετὰ τοῦ 'σ' Δυσράχιον αὐτὴν καλεῖ "Δυσραχίου τ´ Ἐπίδαμνος ἐπ´ ἀγχιάλου χθονὸς ἀκτῆς". ἔστι καὶ ἄλλη Λακωνικῆς μία τῶν ρʹ. λέγεται δὲ καὶ ἡ χώρα τῆς Ἰλλυρίας Δυρραχία, Εὐφορίων "ἄστεα Δυρραχίης τε καὶ ἔθνεα Ταυλαντίνων". καὶ δῆλον ὅτι Δυρράχιος τὸ τούτου ἀρσενικόν, ὡς τοῦ Ἀνακτόριον τὸ Ἀνακτόριος, Βυζάντιον Βυζάντιος, Θούριον Θούριος, Κούριον Κούριος. Ἐρατοσθένης γʹ γεωγραφουμένων "ἐχόμενοι δ´ οἰκοῦσι Ταυλάντιοι. πόλις δὲ Ἑλληνὶς Ἐπίδαμνος ἐπὶ χερρονήσου τῆς καλουμένης Δυρραχίου. ποταμοὶ δὲ Δρίλων καὶ Ἀῶος, περὶ οὓς οἱ Κάδμου καὶ Ἁρμονίας τάφοι δείκνυνται". ὅμως δὲ νῦν Δυρραχηνοί λέγονται. οὕτω γὰρ καὶ Βάλακρος ἐν Μακεδονικοῖς φησί "καὶ τούτων αἱ πόλεις Δυρραχηνοῖς τε καὶ Ἀπολλωνιάταις ἐπιδιῄρηνται". καὶ Ἑρέννιος Φίλων ἐν τοῖς Ἰατρικοῖς Δυρραχηνὸν ἀναγράφει Φιλωνίδην οὕτως "Ἀσκληπιάδης ἀκουστὰς ἔσχε Τίτον Αὐφίδιον Σικελὸν καὶ Φιλωνίδην Δυρραχηνὸν καὶ Νίκωνα Ἀκραγαντῖνον". καὶ πάλιν "Φιλωνίδης δὲ ὁ Δυρραχηνὸς ἤκουσε μὲν Ἀσκληπιάδου, ἰατρεύσας δὲ ἐν τῇ πατρίδι ἐνδόξως συνετάξατο βιβλία μέ". λέγει δὲ Παυσανίας ϛʹ περὶ τῆς ἀρχαίας καὶ τῆς νῦν πόλεως οὕτως "Ἐπιδάμνιοι μὲν χώραν ἥν περ καὶ ἐξ ἀρχῆς, πόλιν δὲ οὐ τὴν ἀρχαίαν ἐπὶ ἡμῶν ἔχουσιν, ἐκείνης δ´ ἀφεστηκυῖαν ὀλίγον· ὄνομα δὲ τῇ πόλει [τῇ νῦν] Δυρράχιον ἀπὸ τοῦ οἰκιστοῦ".

Event Date: -1
§ D245.12   Dyspontion: Δυσπόντιον, πόλις Πισαίας, ἀπὸ Δυσπόντου τοῦ Πέλοπος, παρὰ τὴν ὁδὸν τὴν ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν. ἀπὸ ταύτης Ἀντίμαχος ἦν ὀλυμπιονίκης νικήσας [ἐν ὀλυμπιάδι] στάδιον. Φλέγων ἐν ὀλυμπιάδι βʹ "Ἀντίμαχος Ἠλεῖος ἐκ Δυσποντίου στάδιον". καὶ ἐν κζʹ "Δάιππος Κροτωνιάτης πύξ, Ἠλείων ἐκ Δυσποντίου τέθριππον". μέμνηται δ´ αὐτῆς καὶ Τρύφων ἐν παρωνύμοις γράφων οὕτως τὸ ἐθνικόν "οἱ δὲ Δυσποντεῖς οὐ παρὰ τὴν πόλιν Δυσπόντιον καλοῦνται (ἐλέγοντο γὰρ Δυσποντιεῖς), παρὰ δὲ τὸν Πέλοπος υἱὸν Δύσποντον".

Event Date: -1
§ D246.3   Dystos: Δύστος, πόλις Εὐβοίας. Θεόπομπος ἐν Φιλιππικῶν κδʹ "ἀποστήσας δὲ τοὺς ἐν αὐτῇ τῇ περιοικίδι τῶν Ἐρετριέων ἐστράτευσεν ἐπὶ πόλιν Δύστον". τὸ ἐθνικὸν Δύστιος.

Event Date: -1
§ D246.6  Dodone: Δωδώνη, πόλις τῆς Μολοσσίδος ἐν Ἠπείρῳ, καθ´ ἣν Δωδωναῖος Ζεύς "Δωδώνης μεδέων δυσχειμέρου". καὶ Διονύσιος "Δωδώνης ἤπειρος ἀπείριτος ἐκτετάνυσται". Φιλόξενος δὲ ὁ τὴν Ὀδύσσειαν ὑπομνηματίζων δύο φησί, Θετταλικὴν καὶ Θεσπρωτικήν, οὕτως "Δωδώνην νῦν φησι τὴν Θεσπρωτικὴν ἐν ᾗ τὸ μαντεῖον ἐκ τῆς δρυός, ἑτέρα δὲ ἡ Θετταλικὴ ἀφ´ ἧς ὁ Ἀχιλλεὺς καλεῖ τὸν Δία". ἔοικε δὲ οὕτως ἐπιλελῆσθαι τό "ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι". πῶς γὰρ τούτων μέμνηται ἀπὸ τῆς Θετταλικῆς καλῶν αὐτόν; οὕτω δὲ καὶ Ἐπαφρόδιτος ἐν τῇ πʹ τῆς Ἰλιάδος "τιμᾷ τοὺς ἐν Δωδώνῃ ἔχοντας ἐπιφανὲς μαντεῖον ‚τὸν δ´ ἐς Δωδώνην φάτο βήμεναι‛. ἐπικέκληκε δὲ Ἀχιλλεὺς τὸν ἐν τῇ Θεσσαλίᾳ γειτνιῶντα θεόν, ὡς καὶ ὁ Πάνδαρος εὔχεται τῷ Λυκηγενεῖ καὶ ὁ Χρύσης τῷ Σμινθεῖ. τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ Νάιον. Ζηνόδοτος δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο". καὶ Σουίδας δέ φησι Φηγωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ, καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι Βωδωναῖε· πόλιν γὰρ εἶναι Βωδώνην ὅπου τιμᾶται. Κινέας δέ φησι πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι. "ὠνόμασται δὲ κατὰ Θρασύβουλον" ὡς Ἐπαφρόδιτος ὑπομνηματίζων τὸ βʹ Αἰτίων "ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεστόδωρος δὲ ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης. εἰκὸς δὲ ἀπὸ Δώδωνος ποταμοῦ, ὃν παρατίθησιν ὁ τεχνικὸς ἐν τῷ αʹ τῆς καθόλου λέγων οὕτως ‚Δώδων ποταμὸς Ἠπείρου‛. διτταὶ δ´ εἰσὶ Δωδῶναι, αὕτη καὶ ἡ ἐν Θετταλίᾳ, καθάπερ ἄλλοι καὶ Μνασέας". λέγεται καὶ Δωδών, ἧς τὴν γενικὴν Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι "νῦν δ´ οὔτε μ´ ἐκ Δωδῶνος οὔτε Πυθικῶν γυ... τις ἂν πείσειεν". καὶ δοτικήν "Δωδῶνι ναίων Ζεὺς ὁμέστιος βροτῶν". καὶ ἐν Τραχινίαις "ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη". καὶ Καλλίμαχος "τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκὸν ἤγειρον". καὶ τὴν αἰτιατικήν φησιν Εὐφορίων Δωδῶνα ἐν Ἀνίῳ "ἷκτο μὲν ἐς Δωδῶνα Διὸς φηγοῖο προφῆτιν". λήγεται δὲ καὶ εἰς 'ω'· Σιμμίας ὁ Ῥόδιος "Ζηνὸς ἕδος Κρονίδαο μάκαιρ´ ὑπεδέξατο Δωδώ". ἠδύνατο δὲ ἡ Δωδῶνος γενικὴ μετὰ τῆς λοιπῆς κινήσεως καὶ κλίσις εἶναι τῆς Δωδών, εἴπερ ἦν ἐν χρήσει τῆς πόλεως ἡ εὐθεῖα. διόπερ ἔοικεν ὁ τεχνικὸς μεταπλασμὸν ἡγεῖσθαι. τὸ ἐθνικὸν ταύτης ἄρρητον ὡς πεπονθυίας· εἰ δέ τις σχηματίσειεν, ἔσται Δωδώνιος, ὡς Πλευρῶνος Πλευρώνιος, Καλυδῶνος Καλυδώνιος. τῆς μέν τοι Δωδώνης Δωδωναῖος. Ἑκαταῖος Εὐρώπῃ "Μολοσσῶν πρὸς μεσημβρίης οἰκέουσι Δωδωναῖοι". καὶ Ὅμηρος "Ζεῦ ἄνα Δωδωναῖε". καὶ Κρατῖνος Ἀρχιλόχοις "Δωδωναίῳ κυνὶ βωλοκόπῳ τίτθη γεράνῳ προσεοικώς". καὶ τὸ θηλυκὸν Δωδωνίς ἀπὸ τοῦ Δωδώνη, ὡς Παλλήνη Παλληνίς. Ἀπολλώνιος "στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ". καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι "τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδας". Ἀπολλόδωρος δὲ ἐν αʹ περὶ θεῶν τὸν Δωδωναῖον οὕτως ἐτυμολογεῖ "καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες ὅτι δίδωσιν ἡμῖν τὰ ἀγαθά, Πελασγικὸν δὲ ὅτι τῆς γῆς πέλας ἐστίν". ἔστι καὶ Δωδωναῖον χαλκίον παροιμία ἐπὶ τῶν πολλὰ λαλούντων, ὡς μὲν ὁ Δήμων φησίν "ἀπὸ τοῦ τὸν ναὸν τοῦ Δωδωναίου Διὸς τοίχους μὴ ἔχοντα, ἀλλὰ τρίποδας πολλοὺς ἀλλήλων πλησίον, ὥστε τὸν ἑνὸς ἁπτόμενον παραπέμπειν διὰ τῆς ψαύσεως τὴν ἐπήχησιν ἑκάστῳ, καὶ διαμένειν τὸν ἦχον ἄχρις ἄν τις τοῦ ἑνὸς ἐφάψηται". ἡ παροιμία δὲ οὔ φησιν εἰ μὴ χαλκίον ἕν, ἀλλ´ οὐ λέβητας ἢ τρίποδας πολλούς. προσθετέον οὖν τῷ περιηγητῇ Πολέμωνι ἀκριβῶς τὴν Δωδώνην ἐπισταμένῳ. καὶ Ἀριστείδῃ τὰ τούτου μεταγεγραφότι, λέγοντι κατὰ τὴν βʹ "ἐν τῇ Δωδώνῃ στῦλοι δύο παράλληλοι καὶ πάρεγγυς ἀλλήλων. καὶ ἐπὶ μὲν θατέρου χαλκίον ἐστὶν οὐ μέγα τοῖς δὲ νῦν παραπλήσιον λέβησιν, ἐπὶ δὲ θατέρου παιδάριον ἐν τῇ δεξιᾷ χειρὶ μαστίγιον ἔχον, οὗ κατὰ τὸ δεξιὸν μέρος ὁ τὸ λεβήτιον ἔχων κίων ἕστηκεν. ὅταν οὖν ἄνεμον συμβῇ πνεῖν, τοὺς τῆς μάστιγος ἱμάντας χαλκοῦς ὄντας ὁμοίως τοῖς ἀληθινοῖς ἱμᾶσιν αἰωρουμένους ὑπὸ τοῦ πνεύματος συνέβαινε ψαύειν τοῦ χαλκίου καὶ τοῦτο ἀδιαλείπτως ποιεῖν, ἕως ἂν ὁ ἄνεμος διαμένῃ". "καὶ κατὰ μέν τοι τοὺς ἡμετέρους [χρόνους]" φησὶν ὁ Ταρραῖος "ἡ μὲν λαβὴ τῆς μάστιγος [διασέσωσται], οἱ δὲ ἱμάντες ἀποπεπτώκασιν. παρὰ μέντοι τῶν ἐπιχωρίων τινὸς ἠκούσαμεν ὡς, ἐπείπερ ἐτύπτετο μὲν [τὸ χαλκίον] ὑπὸ μάστιγος ἤχει δ´ ἐπὶ πολὺν χρόνον, ὡς χειμερίου τῆς Δωδώνης ὑπαρχούσης, εἰκότως εἰς παροιμίαν περιεγένετο". μέμνηται αὐτῆς Μένανδρος ἐν Ἀρρηφόρῳ ἐὰν δὲ κινήσῃ μόνον τὴν Μυρτίλην ταύτην τίς, ἢ τίτθην καλῇ, πέρας [οὐ] ποιεῖ λαλιᾶς· τὸ Δωδωναῖον ἄν τις χαλκίον, ὃ λέγουσιν ἠχεῖν, ἂν παράψηθ´ ὁ παριών, τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢ ταύτην λαλοῦσαν· νύκτα γὰρ προσλαμβάνει.

Event Date: -1
§ D250.11   Donettinoi: Δωνεττῖνοι, ἔθνος Μολοσσικόν. Ῥιανὸς δʹ Θεσσαλικῶν "αὐτὰρ Δωνεττῖνοι ἰδ´ ὀτρηροὶ Κεραῗνες". καὶ ἐν τῇ ζʹ "ἑπτὰ δὲ Δωνεττῖνοι, ἀτὰρ δυοκαίδεκα Κᾶρες".

Event Date: -1
§ D250.14   Dora: Δῶρα, νῆσος ἐν τῷ Περσικῷ κόλπῳ, καθὰ Στράβων ιϛʹ "τὸν δὲ Μαζήνην ἐπάρχειν νήσου τινὸς τῶν ἐν τῷ Περσικῷ κόλπῳ, καλεῖσθαι δὲ τὴν νῆσον Δῶρα". ὁ νησιώτης Δωρίτης, ὡς τοῦ Στάγειρα Σταγειρίτης Ἄβδηρα Ἀβδηρίτης. οὕτω καὶ Ὦρος. εἰ δὲ τῷ τῆς χώρας τύπῳ χαρακτηρισθῆναι δεῖ, Δωρηνός ὡς Σωφηνός Ἀραξηνός Νισιβηνός.

Event Date: -1
§ D251.6  Dorion: Δώριον, πόλις μία τῶν τριῶν ὧν Ὅμηρος μνημονεύει "καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον". Δικαίαρχος δὲ τέτταρας ταύτας εἶναί φησι, καὶ Πτελέας, οὐ Πτελεόν τὴν μίαν καλεῖ, κατὰ τὸ πρῶτον τοῦ βίου τῆς Ἑλλάδος βιβλίον "τῶν δ´ ἐν τῇ Πελασγιώτιδι χώρᾳ Δωριέων κατοικούντων μέρος τι μετὰ τῶν ἐν ταῖς ἐσχάταις . . . . . . τῶν εἰς Κρήτην
[gap in text of several lines]
γνώμην εἶχον τὴν ἀποικίαν ἐκπέμπειν τοῖς τε Τραχινίοις βουλόμενοι καὶ Δωριεῦσι τιμωρεῖν". Ἡρόδοτος δὲ ἐν τῇ αʹ περὶ τοῦ Δωρικοῦ γένους φησὶ πολυπλάνητον αὐτὸ καλῶν καὶ δεικνὺς οὕτως "τὸ δὲ πολυπλάνητον κάρτα· ἐπὶ μὲν γὰρ Δευκαλίωνος βασιλέος ᾤκεε τὴν Φθιῶτιν, ἐπὶ δὲ Δώρου τοῦ Ἕλληνος τὴν ὑπὸ τὴν Ὄσσαν τε καὶ τὸν Ὄλυμπον χώρην καλεομένην Ἱστιαιῶτιν, ἐκ δὲ Ἱστιαιώτιδος ὡς ἐξανέστη ὑπὸ Καδμείων, ᾤκεεν ἐν Πίνδῳ Μακεδνὸν καλεόμενον, ἐντεῦθεν δὲ αὖτις εἰς τὴν Δρυοπίδα μετέβη, καὶ ἐκ τῆς Δρυοπίδος οὕτως ἐς Πελοπόννησον ἐλθὸν Δωρικὸν ἐκλήθη". καὶ οἱ Κρῆτες Δωριεῖς ἐκαλοῦντο "Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί". περὶ ὧν ἱστορεῖ Ἄνδρων, Κρητὸς ἐν τῇ νήσῳ βασιλεύοντος Τέκταφον τὸν Δώρου τοῦ Ἕλληνος, ὁρμήσαντα ἐκ τῆς ἐν Θετταλίᾳ τότε μὲν Δωρίδος νῦν δὲ Ἱστιαιώτιδος καλουμένης, ἀφικέσθαι εἰς Κρήτην μετὰ Δωριέων τε καὶ Ἀχαιῶν καὶ Πελασγῶν τῶν οὐκ ἀπαράντων εἰς Τυρρηνίαν. μέμνηται τῆς Δωρίδος τῆς Θετταλικῆς Χάραξ ἐν ζʹ τῇδε γράφων περὶ Θεσσαλοῦ τοῦ Αἰάτου, [τοῦ] νικήσαντος τοὺς ἐν Ἄρνῃ Βοιωτούς "ὁ δὲ Θεσσαλὸς οὐδὲ τὴν τετάρτην μοῖραν τῆς ἐπωνυμίας μετέβαλεν, ἀλλ´ Ἱστιαιῶτιν αὐτὴν ὡς πρὶν καλεῖσθαι εἴασε. κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἰλήχει τὰ πρῶτα καὶ Δωρὶς ἀπ´ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἱστιαιῶτις μετωνομάσθη".

Event Date: -1
§ D254.2  Doros: Δῶρος, πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ "μετὰ δὲ ἡ πάλαι Δῶρος, νῦν δὲ Δῶρα καλεῖται". καὶ οὕτως Ἰώσηπος αὐτὴν καλεῖ ἐν εʹ τῆς Ἰουδαϊκῆς ἱστορίας "ἀπὸ μὲν Ἰορδάνου μέχρι Δώρων πόλεως". καὶ πάλιν "Ἀζώτῳ καὶ Δώροις ὁριζόμενοι". καὶ ἐν ϛʹ "εἶναί τι γύναιον ἐν πόλει Δώρῳ". καὶ πάλιν "ὅτε ἤνεγκεν εἰς τὴν Δῶρον". καὶ Κλαύδιος Ἰούλιος ἐν γʹ Φοινικικῶν "μετὰ Καισάρειαν Δῶρα κεῖται βραχεῖα πολίχνη, Φοινίκων αὐτὴν οἰκούντων, οἳ διὰ τὸ ὑπόπετρον τῶν τε αἰγιαλῶν καὶ τὸ πορφύρας γόνιμον συνελθόντες καλιὰς αὐτοῖς ᾠκοδομήσαντο καὶ περιβαλόμενοι χάρακας, ὡς ὑπήκουεν αὐτοῖς τὰ τῆς ἐργασίας, τεμνόμενοι τὰς πέτρας διὰ τῶν ἐξαιρουμένων λίθων τὰ τείχη κατεβάλοντο καὶ τὴν εὔορμον χηλὴν ὅπως [οἷόν] τε ἀσφαλῶς ἔθεντο, ἐπώνυμον αὐτὴν τῇ πατρίῳ γλώσσῃ Δώρ καλοῦντες. οἱ δ´ Ἕλληνες χάριν τοῦ τῆς φωνῆς εὐπροφόρου καλεῖν ἀρκοῦνται Δῶρα τὴν πόλιν. καί τινες ἱστοροῦσι Δῶρον τὸν Ποσειδῶνος οἰκιστὴν αὐτῆς γεγονέναι". καὶ Ἀρτεμίδωρος Δῶρα τὴν πόλιν οἶδεν ἐν ἐπιτομῇ τῶν ιαʹ "συνεχῶς δ´ ἐστὶ Στράτωνος πύργος, εἶτα ἔνι Δῶρα ἐπὶ χερσονησοειδοῦς τόπου κείμενον πολισμάτιον, ἀρχομένου τοῦ ὄρους τοῦ Καρμήλου". καὶ ἐν θʹ γεωγραφουμένων τὸ αὐτό. Ἀπολλόδωρος δὲ Δῶρον καλεῖ ἐν χρονικῶν δʹ "εἰς Δῶρον οὖσαν ἐπιθαλάττιον πόλιν". καὶ Ἀλέξανδρος ἐν Ἀσίᾳ "Δῶρός τ´ ἀγχίαλός τ´ Ἰόπη προύχουσα θαλάσσης". καὶ Χάραξ ιαʹ "Τρύφων ἐν Δώρῳ τῆς κοίλης Συρίας πόλει πολιορκούμενος ὑπ´ Ἀντιόχου ἔφυγεν εἰς Πτολεμαΐδα τὴν Ἄκην λεγομένην". τὸ ἐθνικὸν Δωρίτης, ὃ καὶ ταῖς δύο καταλήξεσιν ἀναλογεῖ, τῇ μὲν Δῶρα Δωρίτης, ὡς Στάγειρα Σταγειρίτης, ὡς εἴρηται, τῆς δὲ Δῶρος ὁμοίως Δωρίτης, [ὡς] Σκίρος Σκιρίτης, χῶρος χωρίτης, μέσος μεσίτης, Κοπτός Κοπτίτης, Δίολκος Διολκίτης. Παυσανίας δὲ ἐν τῇ τῆς πατρίδος αὐτοῦ κτίσει Δωριεῖς αὐτοὺς καλεῖ τῇδε γράφων "Τύριοι Ἀσκαλωνῖται Δωριεῖς Ῥαφανεῶται", ὥστε παρὰ τὴν Δῶρον τὸ Δώριον εἶναι, οὗ ἂν εἴη τὸ Δωριεύς, ὡς τοῦ Χήσιον τὸ Χησιεύς. ἔστι καὶ Καρίας Δῶρος πόλις, ἣν συγκαταλέγει ταῖς πόλεσιν ταῖς Καρικαῖς Κρατερὸς ἐν τῷ περὶ ψηφισμάτων τρίτῳ "Καρικὸς φόρος· Δῶρος, Φασηλῖται".

Event Date: -1
§ D256.14   Dotion: Δώτιον, πόλις Θεσσαλίας, ὅπου μετῴκησαν οἱ Κνίδιοι, ὧν ἡ χώρα Κνιδία. Καλλίμαχος ἐν τοῖς ὕμνοις "οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον". ἐκλήθη δὲ ἀπὸ Δωτίας τῆς Ἐλάτου. Φερεκύδης δὲ ἀπὸ Δώτιος τοῦ Ἀστερίου καὶ Ἀμφικτυόνης τῆς Φθίου. ὡς δὲ Ἀρχῖνος ἀπὸ Δώτου τοῦ Νεώνου τοῦ Ἕλληνος. Μνασέας δέ "ἀπὸ Δώτου τοῦ Πελασγοῦ. ἔστι δὲ τὸ πεδίον αὐτὸ καθ´ ἑαυτὸ ἰδίοις ὄρεσι περιεχόμενον". ὁ πολίτης Δωτιεύς. Σοφοκλῆς Λαρισαίοις "καί μοι τρίτον ῥίπτοντι Δωτιεὺς ἀνὴρ ἀγχοῦ προσῆψεν Ἔλατος ἐν δισκήματι". καὶ ἐν Λημνίαις προτέραις "Φερητίδης τ´ Ἄδμητος ἠδ´ ὁ Δωτιεὺς Λαπίθης Κόρωνος". τὸ θηλυκὸν Δωτηίς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν "αὐδὴν εἰσάμενος Δωτηίδι Νικοτελείῃ". καὶ Δωτιάς, ὡς Ἰλιάς τοῦ Ἰλιεύς. Σοφοκλῆς ἐν Πηλεῖ "βασιλεὺς χώρας τῆς Δωτιάδος". καὶ Ἀπολλώνιος ὁ Ῥόδιος ἐν Ῥόδου κτίσει "ὅσσα τε γαίης ἔργα τε Δωτιάδος πρότεροι κάμον Αἱμονιῆες". καὶ Ἀντίμαχος ἐν βʹ Λύδης "φεύγοντας γαίης ἔκτοθι Δωτιάδος". καὶ οὐδέτερον Δώτιον, Διονύσιος ἐν αʹ Γιγαντιάδος "καὶ κελάδων Σπερχειός, ἔχουσι δὲ Δώτια τέμπεα". καὶ τὸ ἑνικὸν ἐν τῷ βʹ "καὶ κενεὸν βρόντησε λέβης ἀνὰ Δώτιον Ἄργος". ἐκλήθη δὲ Δώτιον ἀπὸ Δώτου τοῦ Πελασγοῦ παιδός, ὡς Ἡρωδιανὸς ἐν ηʹ "Δῶτος ὁ Πελασγοῦ, ἀφ´ οὗ τὸ Δώτιον πεδίον". ἐκ περιττοῦ τοίνυν Ὦρος ἐν τοῖς ἐθνικοῖς τῇδε γράφει "καὶ τὰ περὶ Θάμυριν ἐν Δωρίῳ παριστοροῦντος τοῦ ποιητοῦ, πάλιν Ἡσίοδος Δωτίῳ ἐν πεδίῳ φάσκει αὐτὸν τετυφλῶσθαι". συντάσσει γὰρ τοῦτο τοῖς διχογραφουμένοις πρωτοτύποις τῶν ἐθνικῶν. ἐπάγει γοῦν "οὐ γὰρ ὡς ἡ Καλχηδών καὶ Καρχηδών καὶ τὰ τοιαῦτα λέγεται. ἡ μὲν γὰρ διὰ τοῦ 'λ' περὶ τὸν Πόντον, ἡ δὲ διὰ τοῦ 'ρ' πρὸ τῆς Λιβύης". ἡμεῖς δὲ προὔφθημεν δείξαντες διὰ πολλῶν μαρτυριῶν ἕτερον [τὸ] διὰ τοῦ 'ρ' Δώριον καὶ ἕτερον τὸ διὰ τοῦ 'τ' Δώτιον.

Event Date: -1
§ E259.1   Eares: Ἔαρες, ἔθνος Ἰνδικὸν τῶν μετὰ Δηριάδου Διονύσῳ πολεμησάντων. Διονύσιος ἐν Βασσαρικῶν δʹ "οἱ δὲ θοῶς προγένοντο Διωνύσου κατὰ φήμης ....

Event Date: -1
§ E259.4  Ebora: Ἔβορα, πόλις παρωκεανῖτις μετὰ τὰ Γάδειρα. τὸ ἐθνικὸν Ἐβορεύς.

Event Date: -1
§ E259.6   Ebraioi: Ἐβραῖοι, οὕτως Ἰουδαῖοι ἀπὸ Ἀβράμωνος, ὥς φησι Χάραξ.

Event Date: -1
§ E260.1   Ebron: Ἐβρών, πόλις ἐν Χαναναίᾳ τῆς Ἰουδαίας. τὸ ἐθνικὸν Ἐβρωνηνός.

Event Date: -1
§ E260.3   Engada: Ἔγγαδα, κώμη μεγάλη πλησίον Σοδόμων Ἀραβίας. τὸ ἐθνικὸν Ἐγγαδηνός ὡς Ζοαρηνός, καὶ θηλυκῶς καὶ οὐδετέρως.

Event Date: -1
§ E260.5   Engelanes: Ἐγγελᾶνες, ἔθνος Ἰλλυρίας, οἱ αὐτοὶ τοῖς Ἐγχελέαις, ὡς Μνασέας ἐν γʹ τῶν περιηγήσεων.

Event Date: -1
§ E260.7   Engyon: Ἔγγυον, πόλις Σικελίας. τὸ ἐθνικὸν Ἐγγυῗνος, ὡς Ῥηγῖνος.

Event Date: -1
§ E260.9   Egesta: Ἔγεστα, πόλις Σικελίας, ἔνθα θερμὰ ὕδατα, ὡς Φίλων. ἀπὸ Ἐγέστου τοῦ Τρωός. τὸ ἐθνικὸν Ἐγεσταῖος, καὶ θηλυκῶς.

Event Date: -1
§ E260.11  Egra: Ἔγρα, πόλις Ἀραβίας πρὸς τῷ Ἀιλανίτῃ κόλπῳ. τὸ ἐθνικὸν Ἐγρηνός ὡς Βοστρηνός.

Event Date: -1
§ E260.13   Encheleis: Ἐγχελεῖς, ἔθνος Ἰλλύριον, ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. λέγεται καὶ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέης ἢ Ἐγχελέας. λέγεται καὶ Ἐγχελίς θηλυκῶς. οἱ οἰκοῦντες Ἐγχελεῖς.

Event Date: -1
§ E260.16   Eddana: Ἔδδανα, πόλις πρὸς τῷ Εὐφράτῃ, κατοικία Φοινίκων, ἀπὸ Ἐδδανοῦ ἡγεμόνος. τὸ ἐθνικὸν Ἐδδανεύς.

Event Date: -1
§ E260.18   Edebessos: Ἐδεβησσός, πόλις Λυκίας, ὡς Καπίτων ἐν Ἰσαυρικῶν αʹ. τὸ ἐθνικὸν Ἐδεβησσεύς καὶ Ἐδεβήσσιος.

Event Date: -1
§ E260.2  Edessa: Ἔδεσσα, πόλις Συρίας. διὰ τὴν τῶν ὑδάτων ῥύμην οὕτω κληθεῖσα. ἀπὸ τῆς ἐν Μακεδονίᾳ. [τὸ ἐθνικὸν] κατὰ μὲν τοὺς ἐγχωρίους Ἐδεσσηνός, παρὰ δὲ τοῖς πλείοσιν [τῶν ἀρχαίων] Ἐδεσσαῖος.

Event Date: -1
§ E261.3   Edoumaioi: Ἐδουμαῖοι, ἔθνος Ἀράβιον, ὡς Οὐράνιος ἐν Ἀραβικῶν τετάρτῳ. τινὲς δὲ διὰ τοῦ 'ι' γράφουσιν, ὡς εἰρήσεταί μοι ἐν τῷ 'ι'.

Event Date: -1
§ E261.6   Hedra: Ἕδρα, ἡ καθέδρα. οὕτω λέγονται ἕδραι βουλῆς. ἀφ´ οὗ ἑδρίτης ὁ ἱκέτης.

Event Date: -1
§ E261.8   Ethnestai: Ἐθνέσται, ἔθνος Θεσσαλίας, ἀπὸ Ἐθνέστου τῶν Νεοπτολέμου παίδων ἑνός, ὡς Ῥιανὸς δʹ καὶ εʹ.

Event Date: -1
§ E261.10  Eidomene: Εἰδομενή, πόλις Μακεδονίας, Θουκυδίδης βʹ. τὸ ἐθνικὸν Εἰδομένιος ὡς Κλαζομένιος.

Event Date: -1
§ E261.12   Eizelos: Εἴζηλος, φρούριον Σικελίας. τὸ ἐθνικὸν Εἰζηλῖνος.

Event Date: -1
§ E261.13   Eilesion: Εἰλέσιον, [πόλις Βοιωτίας.] Ὅμηρος "καὶ Εἰλέσιον καὶ Ἐρύθρας". τὸ ἐθνικὸν Εἰλεσιεύς.

Event Date: -1
§ E261.15  Eilethyias: Εἰληθυίας, πόλις Αἰγυπτιακή. τὸ ἐθνικὸν Εἰληθυιοπολίτης.

Event Date: -1
§ E261.17   Einatos: Εἴνατος, πόλις Κρήτης, ὡς Ξενίων φησί. τὸ ἐθνικὸν Εἰνάτιος. τινὲς δὲ ὄρος καὶ ποταμός, ἐν ᾧ τιμᾶσθαι τὴν Εἰλείθυιαν Εἰνατίην.

Event Date: -1
§ E261.20   Eiresidai: Εἰρεσίδαι, δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὁ δημότης Εἰρεσίδης. τὰ τοπικὰ ἐξ Εἰρεσιδῶν, καὶ τὰ λοιπὰ οὕτως.

Event Date: -1
§ E261.22   Ekademeia: Ἐκαδήμεια, ἢ Ἀκαδήμεια, ἀπὸ Ἀκαδήμου. καὶ Ἀθήνησι τόπος, ὁ Κεραμεικός. ὁ ἥρως δὲ διὰ τοῦ 'ε' γράφεται. οἱ δ´ ὅτι Ἔχεμος ὁ Ἀρκὰς συστρατεύσας τοῖς Διοσκούροις ὑποχείριον ἔσχε τὴν Ἀττικήν, ἐξ οὗ Ἐχεμήδειόν φασιν. μὴ βουλόμενοι δὲ σώζεσθαι τὸ ὄνομα Ἀκαδήμειαν ἔφασαν. ὁ δημότης Ἀκαδημαϊκός, τροπῇ καὶ τοῦ τελευταίου 'ε' εἰς 'η'.

Event Date: -1
§ E262.6  Hekale: Ἑκαλή, δῆμος τῆς Λεοντίδος φυλῆς. ὁ δημότης Ἑκάλιος. τὰ τοπικὰ Ἑκαλῆθεν Ἑκαλήνδε Ἑκαλῆσι. καὶ Ἑκάλειος Ζεύς.

Event Date: -1
§ E262.8   Hekatesia: Ἑκατησία, οὕτως ἡ Ἰδριὰς πόλις ἐκαλεῖτο Καρίας. ναὸν γὰρ τεύξαντες οἱ Κᾶρες τὴν θεὸν Λαγινῖτιν ἐκάλεσαν ἀπὸ τοῦ φυγόντος ζῴου ἐκεῖ, καὶ τὰ Ἑκατήσια τελοῦντες οὕτως ὠνόμασαν. ὁ πολίτης Ἑκατήσιος.

Event Date: -1
§ E263.1   Hekatonnesoi: Ἑκατόννησοι, οὕτως περὶ τὴν Λέσβον νησία κʹ, ὡς Στράβων, παρὰ τὸν Ἕκατον τὸν Ἀπόλλωνα· τιμᾶται γὰρ διαφόρως ἐν τοῖς τόποις, Σμινθεύς Κιλλαῖος Γρυνεύς. οἱ οἰκοῦντες Ἑκατοννήσιοι.

Event Date: -1
§ E263.5   Hekatompylos: Ἑκατόμπυλος, πόλις Παρθίας, ἀνατολικωτέρα Περσίδος. τὸ ἐθνικὸν Ἑκατομπύλιος.

Event Date: -1
§ E263.7   Ekbatana: Ἐκβάτανα, ἡ μεγάλη μερὶς τῆς Μηδίας. ἔστι καὶ Συρίας πόλις. τὸ ἐθνικὸν Ἐκβατανηνός ὡς Ταβηνός.

Event Date: -1
§ E263.9   Elaia: Ἐλαία, πόλις τῆς Ἀσίας Αἰολική, Περγαμηνῶν ἐπίνειον, ἣ Κιδαινίς ὠνομάζετο, Μενεσθέως κτίσμα. ἔστι καὶ ἑτέρα Ἰταλίας διὰ τοῦ 'ε' ψιλοῦ Ἐλέα, ἐξ ἧς Ἐλεᾶται. τῆς δὲ προτέρας Ἐλαῗται. ἔστι καὶ πόλις Φοινίκης Ἐλαία μεταξὺ Τύρου καὶ Σιδῶνος, ὡς Φίλων. καὶ Ἐλαία Βιθυνίας ἐπίνειον πλησίον Μυσίας. ἔστι καὶ λιμὴν Αἰθιοπίας καὶ νῆσοι τρεῖς.

Event Date: -1
§ E263.15   Elaieus: Ἐλαιεύς, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ὡς Διονύσιος. Διόδωρος δ´ Ἐλαιοῦς, ἀφ´ οὗ ὁ δημότης Ἐλαιούσιος. τὰ τοπικὰ Ἐλαιουντόθεν καὶ Ἐλαιοῦντάδε καὶ Ἐλαιοῦντι. λέγεται καὶ ἐξ Ἐλαιέως.

Event Date: -1
§ E263.19   Elaiou teichos: Ἐλαίου τεῖχος, πόλις Λυκίας. τὸ ἐθνικὸν Ἐλαιοτειχίτης.

Event Date: -1
§ E263.21  Elaious: city in the Hellespont, ethnic Elaiousios, feminine Elaiousia. There is also an Elaious in Argos. GR: Ἐλαιοῦς, πόλις ἐν Ἑλλησπόντῳ. τὸ ἐθνικὸν Ἐλαιούσιος, καὶ τὸ θηλυκὸν Ἐλαιουσία. ἔστι καὶ Ἄργους Ἐλαιοῦς.

Event Date: -1
§ E263.23  Elaioussa: Ἐλαιοῦσσα, νῆσος Κιλικίας κατὰ τὴν ἤπειρον, ἡ νῦν Σεβαστή πρὸς τῇ Κωρύκῳ. εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι ἑπτά. τὸ ἐθνικὸν Ἐλαιούσσιος.

Event Date: -1
§ E264.3   Elateia: Ἐλάτεια, πόλις μεγίστη Φωκίδος, ἀπὸ Ἐλάτου. ἐστι καὶ Θετταλίας. τὸ ἐθνικὸν Ἐλατεύς. ἔστι καὶ Θεσπρωτίας. ἣν καὶ Ἐλάτριαν φασὶ διὰ τοῦ 'ρ', καὶ τὸ ἐθνικὸν Ἐλατριεύς.

Event Date: -1
§ E264.6   Elauia: Ἐλαύια, φρούριον Σικελίας. Φίλιστος βʹ. τὸ ἐθνικὸν Ἐλαυιάτης [καὶ Ἐλαυίτης], ὡς Ἰαμνιάτης καὶ Ἰαμνίτης.

Event Date: -1
§ E264.8   Elaphonesos: Ἐλαφόνησος, μία τῶν Σποράδων νήσων, ἔχουσα πόλιν ὁμώνυμον. τὸ ἐθνικὸν Ἐλαφονήσιος.

Event Date: -1
§ E264.10   Elbestioi: Ἐλβέστιοι, ἔθνος Λιβύης. Φίλιστος ηʹ "περὶ δὲ τοὺς Λίβυας ..." Ἑκαταῖος Εὐρώπῃ "Ἐλβέστιοι καὶ Μαστιηνοί"

Event Date: -1
§ E264.12   Elbonthis: Ἔλβονθις, πόλις μεταξὺ Αἰγύπτου καὶ Κυρήνης. τὸ ἐθνικὸν Ἐλβονθίτης, ὡς Φλέγων.

Event Date: -1
§ E264.14   Elbo: Ἐλβώ, νῆσος, Ἡρόδοτος δευτέρᾳ. τὸ ἐθνικὸν Ἐλβῷος, ὡς Σαρδῷος.

Event Date: -1
§ E264.16   Elgos: Ἔλγος, πόλισμα Λυδίας, ὡς Ξάνθος ἐν Λυδιακοῖς. τὸ ἐθνικὸν Ἔλγιος καὶ Ἐλγαῖος ὡς Σιγγαῖος.

Event Date: -1
§ E264.18   Elea: Ἐλέα, πόλις Ἰταλίας, ὡς εἴρηται. ἐκαλεῖτο δὲ Ὑέλη, ὠνομάσθη δὲ Ἐλέα ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ, ἡ νῦν Βελέα.

Event Date: -1
§ E264.21   Elegeia: Ἐλέγεια, χωρίον πέραν Εὐφράτου, Ἀρριανὸς ἐν Παρθικῶν ηʹ. τὸ ἐθνικὸν Ἐλεγεύς ὡς Σελευκεύς.

Event Date: -1
§ E265.1   Heleneios: Ἑλένειος, τόπος πρὸς τῷ Κανώβῳ, Ἑκαταῖος περιηγήσει Λιβύης. τὸ ἐθνικὸν Ἑλενειεύς.

Event Date: -1
§ E265.3  Helene: Ἑλένη, νῆσος τῆς Ἀττικῆς, Ἑκαταῖος Εὐρώπῃ. ἐκεῖ γὰρ ἀποβῆναί φασι τὴν Ἑλένην μετὰ τὴν ἅλωσιν Ἰλίου. ἐκαλεῖτο δὲ Μάκρις διὰ τὸ μῆκος. ἔστι καὶ κρήνη Ἑλένη ἐν Χίῳ, ἐφ´ ᾗ Ἑλένη ἐλούσατο. τὸ ἐθνικὸν Ἑλεναῖος ὡς Κασμεναῖος, ἢ Ἑλενίτης ἢ Ἑλένειος.

Event Date: -1
§ E265.8  Eleuthera Kilikia: Ἐλευθέρα Κιλικία, μέρη αὐτῆς ἐν διαφόροις τόποις. οἱ οἰκήτορες Ἐλευθεροκίλικες, νῦν δὲ Ἐλευθερῖται.

Event Date: -1
§ E265.10   Eleutherai: Ἐλευθεραί, πόλις Βοιωτίας, ἀπὸ Ἐλευθῆρος τοῦ Ἀπόλλωνος. ἔστι καὶ Κρήτης ἀπὸ Ἐλευθῆρος ἑνὸς τῶν Κουρήτων, ἥ τις καὶ Σάωρος ἐκαλεῖτο ἀπὸ Σαώρης νύμφης. ἔστι καὶ ἄλλη ἐπὶ τῷ Ἴστρῳ ποταμῷ ἐν τῷ Πόντῳ, διὰ τὸ φυγόντας Αἰήτην τοὺς περὶ Ἰάσονα ἐκεῖ τοῦ φόβου ἐλευθερωθῆναι. ἔστι καὶ πόλις Λυκίας ἀπό τινος νύμφης. ὁ πολίτης Ἐλευθερεύς, ἢ Ἐλευθεραῖος, ὡς Ἡρακλείδης.

Event Date: -1
§ E265.17   Eleutherion: Ἐλευθέριον, πολίχνιον Μυσίας. οἱ οἰκῆται Ἐλευθεριεῖς, ὡς Βουπράσιον Βουπρασιεῖς.

Event Date: -1
§ E266.1   Eleutheris: Ἐλευθερίς, πόλις Βοιωτίας Ὠρωποῦ πλησίον, Κόθου καὶ Ἀίκλου [κτίσμα]. Θεόπομπος μʹ. τὸ ἐθνικὸν Ἐλευθερίτης.

Event Date: -1
§ E266.3   Eleutheriskos: Ἐλευθερίσκος, πόλις Μακεδονίας. Θεαγένης Μακεδονικοῖς. τὸ ἐθνικὸν Ἐλευθερίσκιος ὡς Τριποδίσκιος.

Event Date: -1
§ E266.5   Eleutherna: Ἐλεύθερνα, πόλις Κρήτης, ἀφ´ ἑνὸς τῶν Κουρήτων. οἱ πολῖται Ἐλευθερναῖοι. καὶ Ἐλευθερνεύς.

Event Date: -1
§ E266.7  Eleusis: Ἐλευσίς, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἐλευσίνιος. τὰ τοπικὰ Ἐλευσινόθεν Ἐλευσῖνάδε καὶ Ἐλευσῖνι. λέγεται καὶ Ἐλευσινιακός καὶ Ἐλευσινιάς. ἔστι καὶ Δήμητρος καὶ Κόρης Ἐλευσινίας ἱερόν.

Event Date: -1
§ E266.11   Eleutioi: Ἐλεύτιοι, ἔθνος τῆς Ἰαπυγίας, Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν ὁμοίως.

Event Date: -1
§ E266.13   Elephantine: Ἐλεφαντίνη, πόλις Αἰγύπτου. Παρθένιος δὲ Ἐλεφαντίδα αὐτήν φησιν. τὸ ἐθνικὸν τῆς μὲν προτέρας Ἐλεφαντινίτης, τῆς δ´ Ἐλεφαντίδος Ἐλεφαντίτης.

Event Date: -1
§ E266.15  Eleon: Ἐλεών, πόλις τῆς Ταναγρικῆς.

Event Date: -1
§ E266.17   Elibyrge: Ἐλιβύργη, πόλις Ταρτησσοῦ, Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Ἐλιβύργιος.

Event Date: -1
§ E266.19  Helike: Ἑλίκη, πόλις Πελοποννήσου. Ὅμηρος "οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγάς". ἀπὸ Ἑλίκα τοῦ Λυκάονος, ἢ Ἑλίκης τῆς Ἴωνος μὲν γυναικός Σελινοῦντος δὲ τοῦ Ποσειδῶνος θυγατρός. ὁ πολίτης Ἑλικώνιος ἀπὸ τοῦ κτιστοῦ Ἑλικῶνος, καὶ Ἑλικωνία τὸ θηλυκόν. ἴσως δὲ τοῦτο ἀπὸ τοῦ ὄρους γέγονεν. ἔστω οὖν Ἑλικεύς, ἢ Ἑλικωνίτης· ἴσως ἀπὸ τοῦ Ἑλικώνιος· ἢ Ἑλικήσιοι. [ἔστι καὶ ἄλλη Θετταλική.]

Event Date: -1
§ E267.5  Elimia: Ἐλιμία, πόλις Μακεδονίας, Στράβων ἑβδόμῳ. ἀπὸ Ἐλύμου τοῦ ἥρωος ἢ ἀπὸ Ἑλένου ἢ ἀπὸ Ἐλύμα τοῦ Τυρρηνῶν βασιλέως. τὸ ἐθνικὸν Ἐλιμιώτης. Ἀλέξανδρος δ´ ἐν Εὐρώπῃ Ἐλίμειον φησί, διὰ μακροῦ τὴν 'μει' συλλαβήν, τὴν δὲ 'λι' διὰ βραχέος τοῦ 'ι'.

Event Date: -1
§ E267.10   Elinoi: Ἔλινοι, ἔθνος Θεσπρωτικόν, Ῥιανὸς δʹ Θεσσαλικῶν. καὶ Ἐλινία ἡ χώρα. ἔστι καὶ Σικελίας πόλις. τὸ ἐθνικὸν Ἐλινῖνος.

Event Date: -1
§ E267.12   Elixoia: Ἐλίξοια, νῆσος Ὑπερβορέων, οὐκ ἐλάσσων Σικελίας, ὑπὲρ ποταμοῦ Καραμβύκα. οἱ νησιῶται Καραμβῦκαι ἀπὸ τοῦ ποταμοῦ, ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης.

Event Date: -1
§ E267.15   Elisykoi: Ἐλίσυκοι, ἔθνος Λιγύων, Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ E268.1   Hella: Ἕλλα, χωρίον Ἀσίας, Ἀττάλου βασιλέως ἐμπόριον. Πολύβιος ιϛʹ. τὸ ἐθνικὸν Ἑλλαῖος.

Event Date: -1
§ E268.3   Hellas: Ἑλλάς, πόλις Θεσσαλίας. "πολλαὶ Ἀχαΐδες εἰσὶν ἀν´ Ἑλλάδα τε Φθίην τε". ἐκτίσθη ὑπὸ Ἕλληνος, οὐ τοῦ Δευκαλίωνος, ἀλλὰ τοῦ Φθίου καὶ Χρυσίππης τῆς Ἴρου. ὁ δὲ Φθῖος ἦν Ἀχαιοῦ. ἔστι καὶ ἄλλη πόλις Ἑλλάς κοίλης Συρίας. τὸ ἐθνικὸν Ἕλλην ὁμοίως τῷ πρωτοτύπῳ, καὶ Ἑλληνίς τὸ θηλυκόν, καὶ Ἑλληνικός, καὶ Ἑλλαδικός ἀπὸ τῆς Ἑλλάδος.

Event Date: -1
§ E268.9   Hellenikon: Ἑλληνικόν, καὶ Καρικόν, τόποι ἐν Μέμφιδι, ἀφ´ ὧν Ἑλληνομεμφῖται καὶ Καρομεμφῖται, ὡς Ἀρισταγόρας.

Event Date: -1
§ E268.11   Hellenopolis: Ἑλληνόπολις, πόλις Βιθυνίας. μετὰ τὸν ἀνοικισμὸν Βισάλθης. τὸ ἐθνικὸν Ἑλληνοπολίτης.

Event Date: -1
§ E268.13   Hellespontos: Ἑλλήσποντος, ἡ χώρα ἡ παρακειμένη τῷ κόλπῳ, ἀπὸ Ἕλλης. οἱ οἰκήτορες Ἑλλησπόντιοι καὶ Ἑλλησποντία καὶ Ἑλλησποντίς. ἔστι δ´ ἀπὸ δύο παρηγμένον, ὡς παρ´ ὠκεανὸν παρωκεανῖτις, παρὰ ποταμῷ παραποτάμιος.

Event Date: -1
§ E268.17   Ellopia: Ἐλλοπία, χωρίον Εὐβοίας, καὶ αὐτὴ ἡ νῆσος, ἀπὸ Ἔλλοπος τοῦ Ἴωνος. τὸ ἐθνικὸν Ἐλλοπιεύς. ἐλέγετο καὶ ἡ περὶ Δωδώνην χώρα Ἐλλοπία, ἧς οἱ οἰκήτορες Ἑλλοί καὶ Σελλοί. Ὅμηρος "ἀμφὶ δὲ Σελλοί". ἔστι καὶ πόλις περὶ Δολοπίαν, καὶ χώρα περὶ Θεσπιάς.

Event Date: -1
§ E269.1  Ellopion: Ἐλλόπιον, πόλις Αἰτωλίας. Πολύβιος ιαʹ. τὸ ἐθνικὸν Ἐλλοπιεύς.

Event Date: -1
§ E269.3   Elmantike: Ἐλμαντική, πόλις Ἰβηρίας τῆς ἐκτὸς Ἴβηρος ποταμοῦ. Πολύβιος γʹ. τὸ ἐθνικὸν Ἐλμαντικός.

Event Date: -1
§ E269.5   Helos: Ἕλος, πόλις Λακωνική. "καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον". παρὰ τὸ ἐν ἕλει εἶναι. οἱ πολῖται Εἵλωτες. τῇ ἐκτάσει καὶ τῷ γένει καὶ τῇ προσθέσει τοῦ 'ι' διαφέρει. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται, καὶ ἡ χώρα Εἱλωτία, καὶ θηλυκόν Εἱλωτίς, καὶ κτητικὸν Εἱλωτικός. ἔστι καὶ Ἕλος Αἰγύπτου.

Event Date: -1
§ E269.11   Helouroi: Ἕλουροι, Σκυθικὸν ἔθνος, περὶ ὧν Δέξιππος ἐν χρονικῶν ιβʹ.

Event Date: -1
§ E269.13  Elousa: Ἐλοῦσα, πόλις τῆς νῦν μὲν Παλαιστίνης τρίτης, πάλαι δ´ Ἀραβίας. τὸ ἐθνικὸν Ἐλουσηνός.

Event Date: -1
§ E269.15   Elpia: Ἐλπία, πόλις ἐν Δαυνίοις, κτίσμα Ῥοδίων. τὸ ἐθνικὸν Ἐλπιανός.

Event Date: -1
§ E269.17   Elymaia: Ἐλυμαία, χώρα Ἀσσυρίων πρὸς τῇ Περσικῇ, τῆς Σουσίδος ἐγγύς. οἱ οἰκοῦντες Ἐλυμαῖοι.

Event Date: -1
§ E269.19   Elymnion: Ἐλύμνιον, νῆσος Εὐβοίας, πόλιν ἔχουσα. λέγεται καὶ Ἐλυμνία. τὸ ἐθνικὸν Ἐλύμνιος ἢ Ἐλυμνιεύς. τῆς δ´ Ἐλυμνίας Ἐλυμνιάτης.

Event Date: -1
§ E270.1   Elyros: Ἔλυρος, πόλις Κρήτης, ὡς Ξενίων ἐν Κρητικοῖς. ὁ πολίτης Ἐλύριος.

Event Date: -1
§ E270.3   Eloros: Ἔλωρος, πόλις Σικελίας, ἀπὸ Ἐλώρου ποταμοῦ τοῦ κατὰ Πάχυνον, ὃς λέγεται τιθασοὺς ἰχθῦς ἔχειν, ἀπὸ χειρὸς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῃ. ἔστι καὶ Μακεδονίας ἄλλη. ὁ πολίτης Ἐλωρίτης. Θουκυδίδης δὲ ἐν ἑβδόμῃ καὶ Ἐλωρίνην ὁδόν φησι.

Event Date: -1
§ E270.8   Embaton: Ἔμβατον, τόπος τῆς Ἐρυθραίας. Θεόπομπος Ἑλληνικῶν ὀγδόῃ.

Event Date: -1
§ E270.10   Emisa: Ἔμισα, πόλις Φοινίκης Λιβανουσίας, ὡς Λάρισα. καὶ Ἐμισαῖος τὸ ἐθνικόν, ὡς Λαρισαῖος. Διονύσιος δὲ ὁ ποιητὴς συνέστειλε τὸ 'ι'. φησὶ γὰρ "τῆς δὲ πρὸς ἀντολίης Ἐμίσων πόλιν", καὶ ἔοικε κλίνειν τὰ Ἔμισα· ἡ χρῆσις δὲ θηλυκῶς. ἔν τισι δὲ Ἔμεσα εὕρηται, ἀφ´ οὗ Ἐμεσηνός.

Event Date: -1
§ E270.15   Emporion: Ἐμπόριον, πόλις Κελτική, κτίσμα Μασσαλιωτῶν. δευτέρα Μακεδονίας. τρίτη Σικελίας. τετάρτη Καμπανίας. ὁ πολίτης Ἐμπορίτης.

Event Date: -1
§ E270.18  Enetoi: Ἐνετοί, Ὅμηρος "ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων". ᾤκουν δὲ περὶ Παφλαγονίαν. λέγονται καὶ Ἐνετίδες ἵπποι. ἦν δὲ καὶ κτητικὸν [Ἐνετικός]. ἔστι καὶ πόλις Ἐνετός, ἀφ´ ἧς ἦν Μύρμηξ ὁ διαλεκτικὸς φιλόσοφος, ὡς Διογένης ἐν δευτέρῳ φιλοσόφου ἱστορίας.

Event Date: -1
§ E271.1  Enispe: Ἐνίσπη, πόλις Ἀρκαδίας "καὶ ἠνεμόεσσαν Ἐνίσπην". νῦν δ´ οὐκ ἔστι. φασὶ δὲ ἢ τῆς Κλειτορίας γῆς εἶναι ἢ τῆς Ψωφῖδος. τὸ ἐθνικὸν Ἐνισπαῖος ἢ Ἐνισπίτης ἢ Ἐνισπεύς.

Event Date: -1
§ E271.4   Enna: Ἔννα, πόλις Σικελίας, κτίσμα Συρακοσίων, μετὰ οʹ ἔτη Συρακουσῶν. ὁ πολίτης Ἐνναῖος καὶ Ἐνναία.

Event Date: -1
§ E271.6  Enope: Ἐνόπη, πόλις τῆς Μεσσηνίας. Ὅμηρος "Καρδαμύλην Ἐνόπην". τὸ ἐθνικὸν Ἐνοπεύς ὡς Ῥοδοπεύς. μέμνηται αὐτῆς καὶ Παυσανίας τρίτῳ.

Event Date: -1
§ E271.9   Entella: Ἔντελλα, πόλις Σικελίας, Ἔφορος ιϛʹ. ἦσαν δ´ οἱ οἰκοῦντες Καμπανοὶ τὸ γένος, σύμμαχοι Καρχηδονίων. τὸ ἐθνικὸν Ἐντελλῖνος.

Event Date: -1
§ E271.12   Entribai: Ἐντριβαί, ἔθνος Θρᾴκης, Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ E271.13   Hexgyon: Ἕξγυον, πόλις Σικελίας, γραφὴν ἀττικῶς ἔχουσα ὡς τὸ ἕξκλινος. λέγεται δ´ οὕτως διὰ τὸ ἓξ ἀγυιὰς ἔχειν.

Event Date: -1
§ E271.15   Eordaiai: Ἐορδαῖαι, δύο χῶραι, Μυγδονίας [καὶ Μακεδονίας]. εἰσὶ καὶ ἄλλαι δύο, ἡ μὲν Ἰβηρίας ἡ δὲ Θρᾴκης, ἀπὸ Ἐορδοῦ τινος. ὁ οἰκήτωρ Ἐορδαῖος. ὀξύνεται δὲ τὸ Ἐορδός, ὡς Ἡρωδιανὸς ἕκτῃ. ἐκλήθησαν καὶ Ἐορδισταί ἀπὸ τοῦ ἐορδίζω, ὡς Λυδός λυδίζω.

Event Date: -1
§ E272.5  Epakria: Ἐπάκρια, μία τῶν ἐπὶ Κέκροπος συνοικισθεισῶν δώδεκα πόλεων, διὰ τὸ ληίζεσθαι ὑπὸ Καρῶν [τὴν χώραν.] τὸ ἐθνικὸν Ἐπακριεύς.

Event Date: -1
§ E272.8   Eparitai: Ἐπαρῖται, ἔθνος Ἀρκαδίας. ἡ δὲ πόλις αὐτῶν Ἔπαρις ἔδει, οὐχ εὕρηται δέ. περὶ δὲ τοῦ ἔθνους Ξενοφῶν καὶ Ἔφορος καὶ Ἀνδροτίων φασίν.

Event Date: -1
§ E272.11   Epeioi: Ἐπειοί, οἱ Ἠλεῖοι, ἀπὸ Ἐπειοῦ βασιλέως. τὸ θηλυκὸν Ἐπειάς καὶ Ἐπειίς. λέγονται καὶ πατρωνυμικῶς Ἐνδυμιωνιάδαι.

Event Date: -1
§ E273.3   Epidamnos: Ἐπίδαμνος, πόλις Ἰλλυρίας, ἐπὶ χερρονήσου τῆς καλουμένης Δυρραχίου. ἔστι δ´ ἑτέρα ἐν τῷ Ἰονίῳ κόλπῳ. τὸ ἐθνικὸν Ἐπιδάμνιος. εὕρηται παρὰ Παρθενίῳ καὶ διὰ διφθόγγου. τὸ θηλυκὸν Ἐπιδαμνιάς.

Event Date: -1
§ E273.7   Epidauros: Ἐπίδαυρος, πόλις πρὸς τῷ Ἄργει, θηλυκῶς λεγομένη. τὸ γὰρ "ἀμπελόεντ´ Ἐπίδαυρον" μετὰ ἀρσενικοῦ ἐπιθέτου θηλυκόν ἐστιν, ὡς τὸ "ψολόεντος ἐχίδνης" παρὰ Νικάνδρῳ. τινὲς δὲ Λειμήρην αὐτήν φασι, τὴν λειμῶνας ἔχουσαν. ἐκαλεῖτο καὶ Μειλισσία καὶ Αἱμηρά διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν. εἶτα Ἐπίταυρος καὶ Ἐπίδαυρος, τινὲς δὲ Λιμηρὰν Λακωνικὴν λέγουσι, μίαν τῶν ἑκατόν, διὰ τὸ πολλοὺς ἔχειν λιμένας. ὁ πολίτης Ἐπιδαύριος, τὸ θηλυκὸν Ἐπιδαυρία καὶ Ἐπιδαυρίς. καὶ Ἐπιδαυριώτης φασίν.

Event Date: -1
§ E274.5   Epieikidai: Ἐπιεικίδαι, δῆμος τῆς Κεκροπίδος φυλῆς. ὁ δημότης Ἐπιεικίδης. τὰ τοπικὰ ἐξ Ἐπιεικιδῶν ἐν Ἐπιεικιδῶν [εἰς Ἐπιεικιδῶν].

Event Date: -1
§ E274.8   Epikephisia: Ἐπικηφισιά, δῆμος τῆς Οἰνηίδος φυλῆς. ὁ δημότης Ἐπικηφίσιος. τὰ τοπικὰ Ἐπικηφισιᾶθεν [Ἐπικηφισιάνδε καὶ Ἐπικηφισιᾶσι].

Event Date: -1
§ E274.11   Epileukadioi: Ἐπιλευκάδιοι, πόλις μετὰ Ἀκαρνανίαν, Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Ἐπιλευκάδιος ὁμοίως.

Event Date: -1
§ E274.13   Epipolai: Ἐπιπολαί, χωρίον ἀπόκρημνον προσεχὲς Συρακούσαις. Θουκυδίδης ἕκτῃ. τὸ ἐθνικὸν Ἐπιπολαῖος τῷ κοινῷ τύπῳ.

Event Date: -1
§ E274.15   Epitalion: Ἐπιτάλιον, πόλις τῆς Τριφυλίας, Πολύβιος τετάρτῃ. τὸ ἐθνικὸν Ἐπιταλιεύς.

Event Date: -1
§ E274.17  Epiphaneia: Ἐπιφάνεια, πόλις Συρίας κατὰ Ῥαφανέας ἐν μεθορίοις Ἀράδου, ἀφ´ ἧς Εὐφράτης ὁ στωικὸς φιλόσοφος. δευτέρα Κιλικίας. τρίτη Βιθυνίας. τετάρτη κατὰ Τίγριν. ἐκλήθη δὲ καὶ Ἀρκεσίκερτα, ὅ ἐστιν Ἀρκεσίου κτίσμα. ὁ πολίτης Ἐπιφανεύς.

Event Date: -1
§ E274.22   Epouia: Ἐπουία, πόλις, ἡ νῦν Ἀμβρακία, ἡ πρότερον Παραλία, καὶ οἱ οἰκοῦντες Παράλιοι.

Event Date: -1
§ E275.1   Heptakometai: Ἑπτακωμῆται, βάρβαροι τὸ Σκυδίσην οἰκοῦντες ὄρος. τινὲς δὲ τούτων ἐκαλοῦντο καὶ Βύζηρες.

Event Date: -1
§ E275.3   Epope: Ἐπώπη, οὕτως ἡ Ἀκροκόρινθος ἐκαλεῖτο διὰ τὸ Σίσυφον ἐκεῖ ἰδεῖν τὴν Αἰγίνης ἁρπαγὴν ὑπὸ Διός. τὸ ἐθνικὸν Ἐπωπεύς καὶ Ἐπωπίτης.

Event Date: -1
§ E275.6   Erbessos: Ἐρβησσός, Σικελίας πόλις. τὸ ἐθνικὸν Ἐρβησσῖνος. Φίλιστος Σικελικῶν βʹ.

Event Date: -1
§ E275.8   Herbita: Ἕρβιτα, πόλις Σικελίας, Ἔφορος κηʹ. τὸ ἐθνικὸν Ἑρβιταῖος.

Event Date: -1
§ E275.10  Ergetion: Ἐργέτιον, πόλις Σικελίας, Φίλιστος Σικελικῶν δευτέρᾳ. τὸ ἐθνικὸν Ἐργετῖνος καὶ Αἴτνη Ἐργετίνη.

Event Date: -1
§ E275.12   Erebidai: Ἐρεβίδαι, μέρος Λωτοφάγων, Φίλιστος ὀγδόῳ.

Event Date: -1
§ E275.13   Eremboi: Ἐρεμβοί, ἔθνος Ἀράβων. Ὅμηρος "καὶ Σιδονίους καὶ Ἐρεμβούς". τούτους δέ φησι τοὺς Τρωγλοδύτας, ἀπὸ τοῦ εἰς τὴν ἔραν βαίνειν. λέγονται καὶ Ἐρεμβαῖοι καὶ θηλυκὸν Ἐρεμβίς.

Event Date: -1
§ E275.17   Eresos: Ἔρεσος, πόλις Λέσβου, ἀπὸ Ἐρέσου τοῦ Μάκαρος, ἐξ ἧς Θεόφραστος Ἀριστοτέλους γνώριμος καὶ διάδοχος ὁ ἐπιφανέστατος, ὃς Τύρταμος ἐλέγετο καὶ διὰ τὸ τῆς φράσεως θεσπέσιον Θεόφραστος ἐκλήθη. τὸ ἐθνικὸν Ἐρέσιος ὡς Ἐφέσιος, καὶ Ἐρεσία καὶ Ἐρεσιεύς.

Event Date: -1
§ E276.3   Eretria: Ἐρέτρια, πόλις Εὐβοίας. Ὅμηρος "Χαλκίδα τ´ Εἰρέτριάν τε". ἐκαλεῖτο δὲ Μελανηίς ἀπὸ Μελανέως τοῦ Εὐρύτου πατρός. οὕτω δ´ ἐκλήθη ἀπὸ Ἐρετριέως τοῦ Φαέθοντος υἱοῦ. τοῦτον δ´ εἶναι ἕνα τῶν Τιτάνων. ἔστι καὶ Θεσσαλίας. ὁ πολίτης Ἐρετριεύς. καὶ κλίνεται Ἐρετριέως καὶ Ἐρετριῶς ὡς Στειριῶς. καὶ Ἐρετρίς θηλυκὸν καὶ Ἐρετριάς. καὶ Ἐρέτριος καὶ Ἐρετριαῖος καὶ Ἐρετριακός.

Event Date: -1
§ E276.10   Ereuates: Ἐρευάτης, πόλις Λυκίας, ἀπὸ Ἐρεύας τῆς καὶ Ἐλευθερᾶς. τὸ ἐθνικὸν Ἐρευάτης.

Event Date: -1
§ E276.12   Eremos: Ἔρημος, καὶ νῆσός ἐστιν ἐρήμη. ἐρήμη δ´ ἐστὶ γῆ μεμονωμένη, ἀφ´ ἧς ἐρημαῖος καὶ ἐρημαία.

Event Date: -1
§ E276.14   Ertha: Ἔρθα, πόλις Παρθίας ἐπὶ τῷ Εὐφράτῃ, ὡς Γλαῦκος ἐν Ἀραβικῶν δευτέρῳ. τὸ ἐθνικὸν Ἐρθηνός.

Event Date: -1
§ E276.16   Erikeia: Ἐρίκεια, δῆμος Ἀθήνησι τῆς Αἰγηίδος φυλῆς. ὁ δημότης Ἐρικειεύς. τὰ τοπικὰ Ἐρικείαθεν Ἐρίκειάνδε Ἐρικείασιν.

Event Date: -1
§ E276.18   Erikoussa: Ἐρικοῦσσα, μία τῶν Αἰόλου νήσων, ἀπὸ τοῦ φυτοῦ καλουμένη, ὡς τὸ Φοινικοῦσσα. τὸ ἐθνικὸν Λιπαραῖοι ἐξ Ἐρικούσσης, καὶ πάλιν Λιπαραῖοι ἐκ Φοινικούσσης. πάντες γὰρ οἱ οἰκοῦντες Αἰόλου νήσους ἐκαλοῦντο κοινῶς μὲν Λιπαραῖοι, ἰδικῶς δὲ ἐξ ἑκάστης τοπικῶς, ὡς καὶ ἐν ἑτέροις δείξομεν τοῦτο φυλαττόμενον.

Event Date: -1
§ E277.5   Erimon: Ἔριμον, πόλις Οἰνώτρων ἐν μεσογείῳ, ὡς Ἑκαταῖος.

Event Date: -1
§ E277.6  Erineos: Ἐρινεός, πόλις Δωριέων ὑπὸ τὸν Παρνασσόν. λέγεται καὶ Ἐρινειός, ἔστι καὶ Θετταλίας ἄλλη καὶ Ἀχαΐας. ὁ πολίτης Ἐρινεάτης καὶ Ἐρινεεύς.

Event Date: -1
§ E277.9   Eriniates: Ἐρινιάτης, κώμη Μεγαρίδος, Παυσανίας αʹ. ὁ οἰκήτωρ Ἐρινιάτης διὰ τὸ προκατειληφός.

Event Date: -1
§ E277.11   Herkynion: Ἑρκύνιον, ὄρος Ἰταλίας, ἀφ´ οὗ Ἑρκυνίς ἡ χώρα καὶ Ἑρκύνιος τὸ κτητικόν. Ἀλέξανδρος Εὐρώπῃ.

Event Date: -1
§ E277.13   Hermion: Ἑρμιών, .... καὶ Ἑρμιόνη, ἀπὸ τῆς Ἑρμιόνος γενικῆς, ὡς ἀπὸ τῆς κάλυκος ἡ Καλύκη καὶ τῆς χιτῶνος ἡ Χιτώνη καὶ ἡγεμόνος Ἡγεμόνη. ἐκαλεῖτο δὲ καὶ Λακέρεια, Ἑρμιών δὲ ἀπὸ τοῦ τὸν Δία καὶ τὴν Ἥραν ἐνταῦθα ἀπὸ Κρήτης ἀφικομένους ὁρμισθῆναι, καὶ τροπῇ τοῦ 'ο' εἰς 'ε', ὅθεν καὶ ἱερὸν Ἥρας παρθένου ἦν ἐν αὐτῇ. τὸ ἐθνικὸν Ἑρμιονεύς, καὶ Ἑρμιονίς τὸ θηλυκόν.

Event Date: -1
§ E277.2   Hermos: Ἕρμος, ὡς ἕρκος οὐδετέρως, δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὁ δημότης Ἕρμειος. τὸ εἰς τόπον εἰς Ἕρμους ἢ Ἑρμόσε, τὸ ἐν τόπῳ ἐν Ἕρμει.

Event Date: -1
§ E278.1   Hermotymbieis: Ἑρμοτυμβιεῖς, μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῃ. οἱ αὐτοὶ Καλασίρεις.

Event Date: -1
§ E278.3   Hermou pedion: Ἑρμοῦ πεδίον, τόπος πλησίον Κύμης, Ἔφορος ὀκτωκαιδεκάτῃ. ὁ τοπίτης Ἑρμοπεδιεύς καὶ Ἑρμοπεδιανός καὶ ὅσα πεδίου ἐθνικά.

Event Date: -1
§ E278.6  Hermoupolis: Ἑρμούπολις, Αἰγύπτου πόλις. Ἡρωδιανὸς δύο εἶναι λέγει, καὶ μεγάλην καὶ μικράν. καὶ γʹ κατ´ Αἴγυπτον. καὶ δʹ κατὰ Θμοῦιν. καὶ εʹ ἐπὶ τοῦ ποταμοῦ. καὶ ϛʹ ἐν Κῷ τῇ νήσῳ. καὶ ζʹ ἐν Ἀρκαδίᾳ. ὁ πολίτης Ἑρμεοπολίτης καὶ Ἑρμοπολίτης.

Event Date: -1
§ E278.10  Hermonassa: Ἑρμώνασσα, νῆσος μικρά, πόλιν ἔχουσα, ἐν τῷ Κιμμερίῳ Βοσπόρῳ, Ἰώνων ἄποικον, ὡς ὁ περιηγητής. ταύτην ὁ Σκύμνος καὶ Ἑρμώνειαν καλεῖ. Στράβων ἐν ἑβδόμῃ Ἑρμώνακτος κώμην φησί. Μένιππος δὲ χωρίον Τραπεζοῦντος ἐν περίπλῳ τῶν δύο πόντων. Ἑκαταῖος δὲ καὶ Θεόπομπος πόλιν αὐτήν φασιν. ἀπὸ Ἑρμωνάσσης τὸ ἐθνικὸν Ἑρμωνασσαῖος ἢ Ἑρμωνάσσιος ὡς Συρακόσσιος.

Event Date: -1
§ E278.17  Hermonthis: Ἕρμωνθις, πόλις Αἰγύπτου, ὡς Μώμεμφις Μένουθις Θέρμουθις. ἀφ´ ἧς Ζεὺς Ἑρμωνθίτης καὶ Ἀπόλλων. Στράβων ἑπτακαιδεκάτῳ. ἀφ´ ἧς καὶ νομὸς Ἑρμωνθίτης. ἔστι δ´ ἐκεῖ καὶ Ἴσιδος ἱερόν.

Event Date: -1
§ E279.1   Hernikes: Ἕρνικες, ἔθνος Λατίνων. Διονύσιος ὀγδόῳ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας.

Event Date: -1
§ E279.3   Eroiadai: Ἐροιάδαι, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἐροιάδης, τὰ τοπικὰ ἐξ Ἐροιαδῶν εἰς Ἐροιαδῶν ἐν Ἐροιαδῶν.

Event Date: -1
§ E279.6  Erytheia: Ἐρύθεια, νῆσος Γηρυόνου ἐν τῷ ὠκεανῷ, ἀπὸ Ἐρυθείας τῆς Γηρυόνου, ἧς καὶ Ἑρμοῦ Νῶραξ, ὡς Παυσανίας. λέγεται δὲ καὶ Ἐρύθη κατὰ συναλοιφήν, ὡς τὸ Ἀγάμμεια Ἀγάμμη, καὶ Ζέλεια Ζέλη, Μαντίνεια Μαντίνη. ὁ νησιώτης Ἐρυθεύς ὡς Μαντινεύς, ἢ Ἐρυθείτης, ἢ κατὰ περίφρασιν ὁ κατοικῶν τὴν Ἐρύθειαν .... ὡς Ὅμηρος Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν, [οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δ´ ἀνιόντος].

Event Date: -1
§ E279.14   Erythinoi: Ἐρυθῖνοι, πόλις Παφλαγονίας. λέγεται δὲ παρὰ τὸ ἔρευθος. Ἀπολλώνιος ["αἰπεινούς τε παρὲξ ἐνέοντ´ Ἐρυθίνους". καὶ Ὅμηρος] "καὶ ὑψηλοὺς Ἐρυθίνους". τὸ ἐθνικὸν ὅμοιον.

Event Date: -1
§ E279.17  Erythra: Ἐρυθρά, ἡ θάλασσα, ἀπὸ Ἐρύθρου τοῦ ἥρωος, Οὐράνιος δ´ ἐν Ἀραβικῶν δευτέρᾳ ἀπὸ τῶν παρακειμένων ὀρῶν "ἃ ἐρυθρὰ δεινῶς εἰσι καὶ πορφυρᾶ, καὶ ἐπὴν βάλλῃ εἰς αὐτὰ ὁ ἥλιος τὴν αὐγήν, καταπέμπει εἰς τὴν θάλασσαν σκιὰν ἐρυθράν· καὶ ὄμβρῳ δὲ κατακλυσθέντων τῶν ὀρέων κάτω συρρέοντι εἰς θάλασσαν, οὕτω γίγνεται ἡ θάλασσα τὴν χρόαν". τὸ ἐθνικὸν Ἐρυθραῖος καὶ Ἐρυθραία καὶ Ἐρυθραῖον. καί ἐστιν ἄκρα Ἐρυθρά τῆς Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῃ γεωγραφουμένων.

Event Date: -1
§ E280.6  Erythra bolos: Ἐρυθρὰ βῶλος, πόλις Αἰγύπτου, Ἡρόδοτος δευτέρᾳ. τὸ ἐθνικὸν Ἐρυθροβωλίτης.

Event Date: -1
§ E280.8   Erythrai: Ἐρυθραί, πόλις Ἰώνων, Ἑκαταῖος Ἀσίᾳ. ἐκαλεῖτο δὲ Κνωπούπολις, ἀπὸ Κνώπου. ἔστι καὶ Λιβύης ἄλλη, καὶ ἄλλη Λοκρίδος. ἔστι καὶ Βοιωτίας, καὶ Κύπρου ἄλλη, ἡ νῦν Πάφος, ὁ πολίτης Ἐρυθραῖος. καὶ τοπικῶς Ἐρυθραίηθεν. ἐχρημάτιζε δὲ καὶ Ναυκράτης Ἐρυθραῖος, ὁ Ὅμηρον ὑπομνηματίσας.

Event Date: -1
§ E280.14  Eryke: Ἐρύκη, Σικελικὴ πόλις. Φίλιστος Σικελικῶν δευτέρᾳ. τὸ ἐθνικὸν Ἐρυκαῖος.

Event Date: -1
§ E280.16  Erymanthos: Ἐρύμανθος, ὄρος καὶ ποταμός. "ἢ κατὰ Τηύγετον περιμήκετον ἢ Ἐρύμανθον". ἐν τούτοις τοῖς ὄρεσι λέων οὐ γεννᾶται. ὅθεν Ὅμηρος περὶ τῆς Ἀρτέμιδός φησι "τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι", καὶ οὐ λέουσι. τὸ ἐθνικὸν Ἐρυμάνθιος, καὶ θηλυκὸν Ἐρυμανθίς, ὡς Βοιωτός Βοιωτίς. ἔστι καὶ οὐδέτερον Ἐρυμάνθιον.

Event Date: -1
§ E281.1   Erymnai: Ἐρυμναί, πόλις Λυκίας. Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν. τὸ ἐθνικὸν Ἐρυμναῖος.

Event Date: -1
§ E281.3  Eryx: Ἔρυξ, πόλις Σικελίας. ἀρσενικῶς, ἀπὸ Ἔρυκος τοῦ Ἀφροδίτης καὶ Βύτου. τὸ ἐθνικὸν Ἐρυκῖνος. καὶ Ἐρυκίνη Ἀφροδίτη ἐν Ῥώμῃ καὶ Σικελίᾳ.

Event Date: -1
§ E281.6   Erystheia: Ἐρύσθεια, πόλις Κύπρου, ἐν ᾗ Ἀπόλλων τιμᾶται Ὑλάτης. Διονύσιος Βασσαρικῶν τρίτῃ οἵ τ´ ἔχον Ὑλάταο θεοῦ ἕδος Ἀπόλλωνος, Τέμβρον Ἐρύσθειάν τε καὶ εἰναλίην Ἀμαμασσόν.

Event Date: -1
§ E281.1   Erysiche: Ἐρυσίχη, πόλις Ἀκαρνανίας, ἥ τις ὕστερον Οἰνιάδαι ὠνομάσθη. καὶ τινὲς δὲ τὴν χώραν τῶν Οἰνιαδῶν πᾶσαν Ἐρυσίχην ὠνόμασαν ἀπὸ Ἐρυσίχης τῆς Ἀχελῴου θυγατρός. τὸ ἐθνικὸν Ἐρυσιχαῖος, περὶ οὗ πολὺς λόγος τοῖς ἀρχαίοις. ὁ τεχνικὸς γὰρ καὶ Ἡρωδιανός φασιν ὅτι σεσημείωται τὸ Ἐρυσίχαιος προπαροξυνόμενον ἐν τοῖς ἐθνικοῖς. μήποτε οὖν τὸ χαῖον ἐγκεῖσθαι, ὅ ἐστιν ἡ βουκολικὴ ῥάβδος, καὶ τὸν ἐρύσω μέλλοντα. διχῶς οὖν ἔσται, ὥς ἐστι δῆλον παρ´ Ἀλκμᾶνι ἐν ἀρχῇ τοῦ δευτέρου τῶν παρθενείων ᾀσμάτων· φησὶ γάρ οὐκ ἦς ἀνὴρ ἄγροικος οὐδέ σκαιὸς οὐδὲ παρὰ σοφοῖσιν, οὐδὲ Θεσσαλὸς γένος, οὐδ´ Ἐρυσιχαῖος [οὐδὲ ποιμήν]. εἰ γὰρ τῷ "Θεσσαλὸς γένος" συναπτέον, ἐθνικόν ἐστι καὶ προπερισπάσθω· Ἡρωδιανὸς ἐν ταῖς καθόλου προσῳδίαις καὶ Πτολεμαῖος ἔφη· εἰ δὲ τῷ "οὐδὲ ποιμὴν" συνάψειέ τις λέγων ἢ "ἐρυσιχαῖος τὸ οὐδὲ ποιμήν", πρόδηλον ὡς προπαροξυνθήσεται καὶ δηλοῖ τὸν βουκόλον ἢ τὸν αἰπόλον, πρὸς ὃ τὸ ποιμὴν ἁρμόδιον ἐπαχθήσεται. ὁ πολίτης Ἐρυσιχαῖος, οὗ θηλυκὸν Ἐρυσιχίς. τὸ αὐτὸ καὶ ἐπὶ τῆς χώρας.

Event Date: -1
§ E282.8   Herchia: Ἑρχιά, δῆμος τῆς Ἀττικῆς, τῆς Αἰγηίδος φυλῆς, ἀπὸ Ἑρχίου τοῦ ξενίσαντος Δήμητραν. τρισυλλάβως δὲ τοὺς Ἑρχιᾶς φασιν. ὁ δημότης Ἑρχιεύς. καὶ Ἰσοκράτης Ἑρχιεὺς ἦν. τὰ τοπικὰ Ἑρχιᾶθεν Ἑρχιᾶζε καὶ Ἑρχιᾶσιν.

Event Date: -1
§ E282.12   Hesdetes: Ἕσδητες, ἔθνος Ἰβηρικόν, Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ E282.13  Hesperia: Ἑσπερία, ἡ δύσις καὶ τὸ δυτικὸν μέρος. τὸ ἐθνικὸν Ἑσπέριος καὶ Ἑσπεριώτης, καὶ ἑσπερίτης ὁ δυτικὸς παρὰ τὴν ἑσπέραν, τὴν δύσιν.

Event Date: -1
§ E282.16   Hesperis: Ἑσπερίς, πόλις Λιβύης, ἡ νῦν Βερενίκη, ὁ πολίτης Ἑσπερίτης. Καλλίμαχος ἐν τοῖς ἐπιγράμμασιν.

Event Date: -1
§ E283.1  Hestiaia: Ἑστίαια, πόλις Εὐβοίας. Ὅμηρος "πολυστάφυλόν θ´ Ἑστίαιαν". ἀπὸ τῆς περὶ τὸν Ὄλυμπον Ἑστιαίας. τὸ ἐθνικὸν Ἑστιαιεύς. λέγεται καὶ τρισυλλάβως. ἔστι καὶ ἄλλη Ἀκαρνανίας. ὁ πολίτης Ἑστιαιώτης, [καὶ Ἑστιαιῶτις] ἡ Θετταλικὴ μοῖρα, καὶ Ἑστιαιεύς.

Event Date: -1
§ E283.6   Etaieis: Ἐταιεῖς, διὰ διφθόγγου, ὡς Διπαιεῖς. ἔστι δὲ πόλις Λακωνική. τὸ ἐθνικὸν ὁμοίως.

Event Date: -1
§ E283.8  Eteonos: Ἐτεωνός, πόλις Εὐβοίας. Ὅμηρος "πολύκνημόν τ´ Ἐτεωνόν", ἀπὸ Ἐτεωνέως. καλεῖται δὲ νῦν Σκάρφη, κεῖται δ´ ἐπὶ λόφου. τὸ ἐθνικὸν Ἐτεώνιος ὡς Σικυώνιος. ἐκ τόπου Ἐτεωνόθεν.

Event Date: -1
§ E283.12  Eua: Εὖα, πόλις Ἀρκαδίας, Θεόπομπος ἐν ἕκτῳ. τὸ ἐθνικὸν Εὐαῖος.

Event Date: -1
§ E283.14  Euaimon: Εὐαίμων, πόλις Ὀρχομενίων, Θεόπομπος ἐν ἕκτῳ. τὸ ἐθνικὸν Εὐαιμόνιος.

Event Date: -1
§ E283.16   Eualenoi: Εὐαληνοί, ἔθνος [Ἀραβίας], περὶ οὗ φησι Γλαῦκος ἐν δευτέρῳ περὶ Ἀραβίας.

Event Date: -1
§ E283.18   Eubioi: Εὔβιοι, ἔθνος Λιγυστικόν. εἴρηται ἐν τῷ περὶ τῶν Ἀρβαξανῶν.

Event Date: -1
§ E283.2  Euboia: Εὔβοια, νῆσος μία τῶν ἑπτά, παραμήκης, ἣ καὶ Μάκρις, ἀπὸ Εὐβοίας. Ἡρόδοτος. ἔστι καὶ τόπος ἐν Ἄργει. ἔστι καὶ πόλις ἐν Μακεδονίᾳ, εἰς ἣν οἱ ἀπὸ τῆς νήσου εἰς Ἰλλυριοὺς ἀποβάντες Ἄβαντες ἐκλήθησαν. τὸ ἐθνικὸν τῆς νήσου Εὐβοιεύς, καὶ Εὐβοιίς τὸ θηλυκόν. καὶ Εὐβοεύς χωρὶς τοῦ 'ι', καί τοι τὰ ἀπὸ τῶν εἰς 'α' παραγόμενα εἰς 'ευς' φυλάττει τὴν παραλήγουσαν· διὸ καὶ τὸ Ἀλεξάνδρεια οὐ προϋπάρχει τοῦ Ἀλεξανδρεύς, ἔδει γὰρ Ἀλεξανδρειεύς, ἀλλ´ ἀπὸ τοῦ Ἀλέξανδρος, ὡς Ταρσός Ταρσεύς. ἔστι καὶ Εὐβοϊκός κτητικόν.

Event Date: -1
§ E284.10   Eugeia: Εὔγεια, χωρίον Ἀρκαδίας, Θεόπομπος πεντηκοστῷ ἕκτῳ. τὸ ἐθνικὸν Εὐγείτης ὡς Ζελείτης, ἢ Εὐγεώτης ὡς Μαρεώτης.

Event Date: -1
§ E284.12   Eudeipne: Εὐδείπνη, νῆσος Λιβυφοινίκων, Ἑκαταῖος περιηγήσει Λιβύης. τὸ ἐθνικὸν Εὐδειπναῖος ὡς Λερναῖος.

Event Date: -1
§ E284.14   Euelgeia: Εὐέλγεια, πόλις ... Ἑκαταῖος περιηγήσει. ὁ πολίτης Εὐελγεύς.

Event Date: -1
§ E284.16   Euergetai: Εὐεργέται, Σκυθικὸν ἔθνος, Στράβων. ὃ καὶ Ἀριμασποί ἐλέγετο. ἐκεῖ γὰρ τῶν ἐπὶ τῆς Ἀργοῦς χειμῶνος πνεύσαντος διασωθῆναι τὸ σκάφος καὶ οὕτως κληθῆναι.

Event Date: -1
§ E284.19   Euesperides: Εὐεσπερίδες, πόλις Λιβύης, καὶ ἑνικῶς λεγομένη. λέγεται καὶ χωρὶς τοῦ 'ευ' μορίου Ἑσπερίς, τὸ ἐθνικὸν Εὐεσπερίτης.

Event Date: -1
§ E284.22   Euthenai: Εὐθηναί, πόλις Καρίας. τὸ ἐθνικὸν καθ´ ἡμᾶς Εὐθηναῖος, κατ´ ἐκείνους δὲ Εὐθηνεύς. Πολέμων δὲ καὶ Εὐθηνίτας φησίν.

Event Date: -1
§ E285.3   Euhippe: Εὐίππη, δῆμος Καρίας. ὁ οἰκήτωρ Εὐιππεύς.

Event Date: -1
§ E285.4   Eukarpeia: Εὐκάρπεια, δῆμος τῆς μικρᾶς Φρυγίας. ἱστορεῖ Μητροφάνης, τὸν βότρυν ἐκεῖ τοσοῦτον γίνεσθαι τὸ μέγεθος, ὅσον ἅμαξαν ἀπ´ αὐτοῦ σχισθῆναι κατὰ μέσον. καὶ οὕτως ἐκλήθη διὰ τὸ εὔφορον. περὶ αὐτῆς γὰρ οἱ βάρβαροι ἔλεγον ὅτι Δήμητρι καὶ Διονύσῳ Ζεὺς τὴν χώραν τὴν τῶν Εὐκαρπέων δοίη. ἔστι καὶ Εὐκαρπία φρούριον Σικελίας ἐν τοῖς λεγομένοις ... Τίμαιος· καὶ γενέσθαι ἐν τούτῳ Λαΐδα, τὴν ἐπὶ κάλλει διαβεβοημένην ἑταίραν, ἣν οἱ πολλοὶ Κορινθίαν φασί. τὴν δὲ Λαΐδα τινὲς [ἐξ] Ὑκάρων λέγουσι καὶ Ὑκαρικὸν ἀνδράποδον, ὡς Συνέσιος ἐν ἐπιστολῇ. τὸ ἐθνικὸν Εὐκαρπεύς. δυνατὸν δὲ τὸ τῆς Σικελίας Εὐκαρπιανός καὶ Εὐκαρπιάτης καὶ Εὐκαρπίτης.

Event Date: -1
§ E285.16   Eukratidia: Εὐκρατιδία, πόλις Βάκτρων, παρὰ τὸν Εὐκρατίδαν. Στράβων ἑνδεκάτῳ.

Event Date: -1
§ E286.1  Eumeneia: Εὐμένεια, πόλις Φρυγίας, Ἀττάλου καλέσαντος ἀπὸ Εὐμενοῦς τοῦ Φιλαδέλφου· ἢ Ὕλλος καλῶς μείνας ὠνόμασεν οὕτω. δευτέρα Καρίας. τρίτη ἐπὶ Ὑρκανίᾳ. ὁ πολίτης Εὐμενεύς. τὸ ἐθνικὸν ἀπὸ Εὐμενείας.

Event Date: -1
§ E286.5   Eunai: Εὐναί, πόλις Καρίας, ἐν ᾗ ποταμὸς Εὐναῖος. τὸ ἐθνικὸν Εὐναῖος. ἔστι καὶ πόλις Ἄργους Εὐναία, ἣν ᾤκουν Κυνούριοι. τὸ ἐθνικὸν ὅμοιον, ἢ καὶ Εὐναιάτης.

Event Date: -1
§ E286.8   Eupalia: Εὐπαλία, πόλις Λοκρίδος, ἣν Εὐπάλιον Ἀρτεμίδωρός φησι. τὸ ἐθνικὸν Εὐπαλιεύς.

Event Date: -1
§ E286.10   Eupatria: Εὐπατρία, πόλις Λυδῶν. οἱ πολῖται Εὐπατρίδαι, μᾶλλον δὲ Εὐπατρεῖς. Ξάνθος ἐν γʹ Λυδιακῶν.

Event Date: -1
§ E286.12   Euporia: Εὐπορία, πόλις Μακεδονίας, ἣν Ἀλέξανδρος ταχέως νικήσας ἔκτισε καὶ ὠνόμασε διὰ τὸ εὔπορον. τὸ ἐθνικὸν Εὐποριεύς.

Event Date: -1
§ E286.15   Eupyridai: Εὐπυρίδαι, δῆμος Λεοντίδος φυλῆς. ὁ δημότης Εὐπυρίδης. τρικώμους δὲ τούτους ἐκάλουν, Εὐπυρίδας Κρωπίδας Πήληκας. τὰ τοπικὰ ἐξ Εὐπυριδῶν εἰς Εὐπυριδῶν καὶ ἐν Εὐπυριδῶν.

Event Date: -1
§ E286.19   Euryampos: Εὐρύαμπος, πόλις Μαγνησίας. ὁ πολίτης Εὐρυάμπιος. Λυκόφρων "Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων".

Event Date: -1
§ E286.21   Euryelos: Εὐρύηλος, οὕτως ἡ ἀκρόπολις τῶν Ἐπιπολῶν. πολίχνιον δὲ τοῦτο Συρακουσῶν ἀπόκρημνον. τὸ ἐθνικὸν Εὐρυήλιος.

Event Date: -1
§ E286.23  Eurymedon: Εὐρυμέδων, ποταμὸς Παμφυλίας καὶ τόπος κατὰ Ταρσόν. τὸ ἐθνικὸν Εὐρυμεδόντιος. ἀπὸ δὲ Εὐρυμήδους Εὐρυμηδούντιος.

Event Date: -1
§ E287.1   Eurymenai: Εὐρυμεναί, πόλις Θεσσαλίας, Ἑκαταῖος Εὐρώπῃ. ὁ πολίτης Εὐρυμένιος ὡς Κλαζομένιος.

Event Date: -1
§ E287.3   Eurytanes: Εὐρυτᾶνες, ἔθνος Αἰτωλικόν. Λυκόφρων "μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεώς". ὡς τὸ Αἰνιάν.

Event Date: -1
§ E287.5  Euromos: Εὔρωμος, πόλις Καρίας, ἀπὸ Εὐρώμου τοῦ Ἰδριέως Καρός. τὸ ἐθνικὸν Εὐρωμεύς. Ἀπολλώνιος ἑπτακαιδεκάτῳ Καρικῶν.

Event Date: -1
§ E287.8   Europe: Εὐρώπη, ἡ χώρα, ἐκ τῆς Φοίνικος θυγατρὸς [ἢ] τοῦ Ἀγήνορος. λέγεται καὶ Εὐρώπεια, καὶ διὰ τοῦ 'ι' Εὐρωπία παρὰ Σοφοκλεῖ Αἰχμαλώτισι "καὶ νησιώτας καὶ μακρὰς Εὐρωπίας". καὶ Εὐριπίδης ἐν Θησεῖ "σχεδὸν παρ´ αὐτοῖς κρασπέδοις Εὐρωπίας". ὁ οἰκῶν Εὐρωπαῖος, καὶ θηλυκὸν καὶ οὐδέτερον, καὶ Εὐρωπίς.

Event Date: -1
§ E287.14   Europos: Εὐρωπός, πόλις Μακεδονίας, ἀπὸ Εὐρωποῦ τοῦ Μακεδόνος καὶ Ὠρειθυίας τῆς Κέκροπος. ἔστι καὶ Συρίας ἄλλη. τὸ ἐθνικὸν Εὐρωπαῖος. ἔστι καὶ ἄλλη Καρίας, ἣν Ἰδριάδα ἀπὸ Ἰδριέως τοῦ Χρυσάορος. τὸ ἐθνικὸν Εὐρώπιος ὡς Ὠρώπιος.

Event Date: -1
§ E287.19  Eutaia: Εὔταια, πόλις Ἀρκαδίας, Ξενοφῶν Ἑλληνικῶν ἕκτῳ. τὸ ἐθνικὸν Εὐταιεύς, ὡς Ἡραιεύς Φωκαιεύς.

Event Date: -1
§ E287.21   Eutresis: Εὔτρησις, κώμη [Βοιωτίας]. Ὅμηρος "Κώπας Εὔτρησίν τε". κεῖται δὲ παρὰ τὴν ὁδὸν τὴν ἐκ Θεσπιῶν εἰς Πλαταιὰς ἀπάγουσαν, ἣν ἐτείχισε Ζῆθος καὶ Ἀμφίων. ἐκλήθη δὲ Εὔτρησις διὰ τὸ πολλαῖς αὐτὴν πρότερον χρήσασθαι ῥύμαις, ὡς Ἐπαφρόδιτος. ὁ κωμήτης Εὐτρησίτης, ἀφ´ οὗ Ἀπόλλων Εὐτρησίτης· καὶ ἱερὸν αὐτοῦ καὶ μαντεῖον ἐνδοξότατον. τὸ γὰρ Εὐτρήσιοι πόλις Ἀρκαδίας καὶ οὐκ ἐθνικόν. ἔστι δὲ καὶ εἰς τόπον ἐπίρρημα Εὔτρησίνδε, ὡς Μενέλαος.

Event Date: -1
§ E288.5   Euphranta: Εὔφραντα, πόλις Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. τὸ ἐθνικὸν Εὐφρανταῖος.

Event Date: -1
§ E288.7   Euphratis: Εὐφρατίς, ἡ Συρία, ἀπὸ τοῦ παρακειμένου ποταμοῦ. ἐλέγοντο αὐτὸς καὶ Ἀράξης ἀδελφοί, ῥέοντες ἐξ ὄρους Ἀρμενίας. τὸ ἐθνικὸν Εὐφρατίτης ὡς Προσωπίτης.

Event Date: -1
§ E288.10   Euonymeia: Εὐωνύμεια, πόλις Καρίας. τὸ ἐθνικὸν Εὐωνυμεύς. ἔστι καὶ δῆμος Ἀθηναίων. ἀπὸ Εὐωνύμου τοῦ Γῆς καὶ Οὐρανοῦ ἢ Κηφισοῦ. ὁ δημότης Εὐωνυμεύς. τὰ τοπικὰ ἐξ Εὐωνυμέων [εἰς Εὐωνυμέων ἐν Εὐωνυμέων.] λέγεται καὶ ὁ δῆμος Εὐώνυμος.

Event Date: -1
§ E288.15   Euonymitai: Εὐωνυμῖται, ἔθνος Αἰγύπτιον πρὸς τῇ Αἰθιοπίᾳ, Ἀλέξανδρος Αἰγυπτιακῶν πρώτῳ.

Event Date: -1
§ E288.17   Ephesos: Ἔφεσος, πόλις Ἰωνίας ἐπιφανεστάτη καὶ λιμὴν ἐν κόλπῳ. Ἡρόδοτος δὲ Λυδίας αὐτήν φησιν. ἐκαλεῖτο δὲ Σμύρνα ἀπὸ Σμύρνης τῆς Ἀμαζόνος. ἐκαλεῖτο δὲ καὶ Σάμορνα καὶ Τρηχεῖα καὶ Ὀρτυγία καὶ Πτελέα, ἧς ὁ πολίτης Πτελεαῖος. ἦν δὲ καὶ Ἀρτέμιδος ἱερὸν ἐκεῖ. καὶ Πτελεάτης ὁ πολίτης. τὸ ἐθνικὸν τοῦ Σάμορνα Σαμορναῖος. ἐκλήθη δὲ ἀπὸ μιᾶς τῶν Ἀμαζόνων, ἣν καὶ βασίλισσαν καὶ πρόπολον Ἀρτέμιδος εἶναί φασιν. ἐσχηκέναι δὲ καὶ θυγατέρα Ἀμαζώ, ἀφ´ ἧς αἱ Ἀμαζόνες. ἡ δὲ πόλις ἐν κοίλῳ τόπῳ κατοικισθεῖσα χειμῶνος κατεκλύσθη καὶ μυρίων ἀποθανόντων Λυσίμαχος τὴν πόλιν μετέθηκεν ἔνθα νῦν, καὶ Ἀρσινόην αὐτὴν ἀπὸ τῆς γυναικὸς Ἀρσινόης ὠνόμασεν, οὗ τελευτήσαντος ἡ προτέρα κλῆσις ἀνελήφθη. φέρεται δὲ Δούριδος ἐπίγραμμα τοῦ Ἐλαΐτου εἰς τὸν κατακλυσμὸν οὕτως ἠέριαι νεφέλαι, πόθεν ὕδατα πικρὰ πιοῦσαι νυκτὶ σὺν ἀστεμφεῖ πάντα κατεκλύσατε, οὐ Λιβύης, Ἐφέσου δὲ τὰ μυρία κεῖνα ταλαίνης αὔλια καὶ μακρῶν ἐξ ἐτέων κτέανα; ποῦ δὲ σαωτῆρες τότε δαίμονες ἔτραπον ὄμμα; αἰαῖ τὴν Ἰάδων πολλὸν ἀοιδοτάτην. κεῖνα δὲ κύμασι πάντα κυλινδομένοισιν ὁμοῖα εἰς ἅλα σὺν ποταμοῖς ἔδραμε πεπταμένοις. ἔστι καὶ Ἔφεσος νῆσος ἐν τῷ Νείλῳ, καὶ Χίος καὶ Λέσβος καὶ Κύπρος καὶ Σάμος καὶ ἄλλαι, ὡς Ἑκαταῖος. τὸ ἐθνικὸν Ἐφέσιος. εὕρηται καὶ Ἐφέσεια διὰ διφθόγγου. οὕτω γὰρ ἐν Ἀλεξάνδρῳ Σοφοκλῆς. λέγεται καὶ Ἐφεσίτης, ὡς Ἅβρων φησί, καὶ Ἐφεσεύς, ὡς Ταρσός Ταρσεύς, Ἁλικαρνασσός Ἁλικαρνασσεύς.

Event Date: -1
§ E290.3  Ephyra: Ἐφύρα, πόλις Ἠπείρου, ἀπὸ Ἐφύρου τοῦ Ἄμβρακος τοῦ Θεσπρωτοῦ τοῦ Λυκάονος τοῦ Πελασγοῦ τοῦ γηγενοῦς τοῦ Ἀρκάδος. ἐκ ταύτης Ἀστυόχη, ἡ μήτηρ Τληπολέμου, ὥς φησιν Ὅμηρος. ἦν δὲ αὕτη μεταξὺ Πύλου καὶ Ἤλιδος, ὡς Παρμενίσκος φησίν. ἠγνόησε δ´ ὅτι μυχὸς ἡ Κόρινθός ἐστι Γλαύκῳ πρὸς ἀνατολὰς οἰκοῦντι ὡς ἂν τῆς Εὐρώπης οὖσα δυτικωτάτη. κέκληται δὲ ἀπὸ Κορίνθου. Ὅμηρος οὖν τὸ Ἐφύρη ἐπὶ τῆς Κορίνθου ἔφη. ἔστι καὶ ἄλλη Ἐφύρη Κράννουν λεγομένη, ὥς φησι Κινέας ὁ ῥήτωρ καὶ Ἐπαφρόδιτος. δευτέρα περὶ Θεσσαλίαν. τρίτη Οἰνόη, καὶ νῆσος οὐ μακρὰν ἀπέχουσα Μήλου. ὁ πολίτης Ἐφυραῖος. ἔστι καὶ Ἀρκαδίας ἄλλη. ἔστι [καὶ Θεσσαλίας] καὶ Ἰταλίας κατὰ Καμπανίαν. ἔστι καὶ κώμη Αἰτωλίας Ἐφύρα. τὸ ἐθνικὸν Ἔφυρος. τὸ κτητικὸν τῆς Θεσπρωτίας Ἐφύριος. καὶ Ἐφύρηθεν ἀπὸ τόπου ἐπίρρημα.

Event Date: -1
§ E291.7  Echelidai: Ἐχελίδαι, δῆμος τῆς Ἀττικῆς, ἀπὸ Ἐχέλου ἥρωος. οὕτως δ´ ἀπὸ Ἕλους τόπου μεταξὺ ὄντος τοῦ Πειραιέως καὶ τοῦ τετρακώμου Ἡρακλείου, ἐν ᾧ τοὺς γυμνικοὺς ἀγῶνας ἐτίθεσαν τοῖς παναθηναίοις. ὁ δημότης Ἐχελίδης. τὰ τοπικὰ ἐκ τῆς γενικῆς τῶν πληθυντικῶν.

Event Date: -1
§ E292.5   Echetia: Ἐχετία, πόλις Ἰταλίας. ὁ πολίτης Ἐχετιανός ὡς Καρδιανός.

Event Date: -1
§ E292.7  Echetla: Ἐχέτλα, πόλις Σικελίας. ὁ πολίτης Ἐχετλάτης.

Event Date: -1
§ E292.8   Echetra: Ἐχέτρα, πόλις Ἰταλίας. διαφέρει Οὐολουσκοῖς. τὸ ἐθνικὸν Ἐχετρανός. Διονύσιος δεκάτῳ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας.

Event Date: -1
§ E292.10   Echinai: Ἐχῖναι, νῆσοι περὶ τὴν Αἰτωλίαν, αἷς Ἀχελῷος ὁ ποταμὸς προσβάλλει ἰλύν. λέγονται καὶ Ἐχινάδες διὰ τὸ τραχὺ καὶ ὀξύ, παρὰ τὸν ἐχῖνον, ἢ διὰ τὸ πλῆθος ἔχειν ἐχίνων. Ἀπολλόδωρος δὲ ἀπὸ Ἐχίνου μάντεως. τὸ ἐθνικὸν τοῦ Ἐχῖναι Ἐχιναῖος, τοῦ δ´ Ἐχινάδες Ἐχιναδεύς ὡς Ἀρκάδος Ἀρκαδεύς, ἢ Ἐχινάδιος.

Event Date: -1
§ E292.16   Echinos: Ἐχῖνος, πόλις Ἀκαρνανίας, Ἐχίνου κτίσμα. Ῥιανὸς "Ἐχίονος ἄστυ" ταύτην εἶπεν. ὁ πολίτης Ἐχιναῖος, ὡς χέρσος χερσαῖος καὶ Ἄπειρος Ἀπειραῖος Κύφος Κυφαῖος. καὶ ἀπὸ τοῦ Ἐχιναῖος Ἐχιναιεύς, ὡς Κρηταῖος Κρηταιεύς. τινὲς δὲ καὶ Ἐχινοῦντα φασὶ τὴν αὐτήν.

Event Date: -1
§ Z293.3   Zabida: Ζάβιδα, κώμη ἐν τῷ μεσογείῳ τῆς εὐδαίμονος Ἀραβίας. Οὐράνιος Ἀραβικῶν τρίτῃ.

Event Date: -1
§ Z293.5   Zabioi: Ζάβιοι, ἔθνος Ἰνδικόν, πολεμῆσαν μετὰ Δηριάδου Διονύσῳ.

Event Date: -1
§ Z293.7   Zankle: Ζάγκλη, πόλις Σικελίας, Ἑκαταῖος Εὐρώπῃ. οἱ μὲν ἀπὸ Ζάγκλου τοῦ γηγενοῦς ἢ ἀπὸ κρήνης Ζάγκλης, οἱ δὲ διὰ τὸ ἐκεῖ Κρόνον τὸ δρέπανον ἀποκρύψαι, ᾧ τὰ τοῦ πατρὸς ἀπέκοψεν αἰδοῖα. Νίκανδρος ἐν τῷ ηʹ Σικελίας "καί τις καὶ Ζάγκλης ἐδάη Δρεπανηίδος ἄστυ." τὸ γὰρ δρέπανον οἱ Σικελοὶ ζάγκλον καλοῦσι. τὸ ἐθνικὸν Ζαγκλαῖος, καὶ Ζαγκλαϊκός τὸ κτητικόν.

Event Date: -1
§ Z293.14   Zagystis: Ζάγυστις, χωρίον Λιβύης, Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. τὸ ἐθνικὸν Ζαγυστῖται.

Event Date: -1
§ Z293.16   Zadrame: Ζαδράμη, βασίλειον τῶν Κιναιδοκολπιτῶν, περὶ οὗ ἐροῦμεν ἐν τῷ 'κ'. εἰσὶ δὲ ἔθνος τῆς εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς "Ζαδραμιτῶν [καὶ] Κιναιδοκολπιτῶν". τὸ ἐθνικὸν Ζαδραμαῖος.

Event Date: -1
§ Z293.2   Zaia: Ζαῖα, πόλις Βοιωτίας ἀρχαιοτάτη, Ἡρωδιανός. καὶ διὰ τοῦ 'ε' καὶ διὰ τῆς 'αι' διφθόγγου. τὸ ἐθνικὸν Ζαιάτης ὡς Βοιάτης.

Event Date: -1
§ Z294.1  Zacantha: Ζάκανθα, πόλις Ἰβηρίας, ἣν καθεῖλεν Ἀννίβας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τρίτῳ. τὸ ἐθνικὸν Ζακανθαῖος.

Event Date: -1
§ Z294.3  Zakynthos: Ζάκυνθος, πόλις, ἀπὸ Ζακύνθου τοῦ Δαρδάνου. ἀρσενικῶς Ὅμηρος καὶ θηλυκῶς "καὶ ὑλήεσσα Ζάκυνθος" καὶ "ὑλήεντα Ζάκυνθον". δευτέρα Ἰβηρίας. τρίτη Λιβύης, ἣν καὶ Ζακυνθίαν τινὲς ἀνέγραψαν. ὁ πολίτης τῆς Ζακύνθου Ζακύνθιος καὶ Ζακυνθία, τῆς δὲ Ζακυνθίας Ζακυνθιανός ὡς Ἀδριανός, ἢ Ζακυνθιεύς ὡς Ἀκανθιεύς Οἰχαλιεύς.

Event Date: -1
§ Z294.9  Zarex: Ζάρηξ, πόλις Λακωνικὴ πρὸς τῇ θαλάσσῃ. καὶ ἥρως Ἀθηναῖος, ὡς Παυσανίας ἐν πρώτῳ "ἔστι καὶ Ἱπποθόωντος ἡρῷον, ἀφ´ οὗ τὴν φυλὴν ὀνομάζουσι [καὶ πλησίον Ζάρηκος".] τὸ ἐθνικὸν Ζαρήκιος ἀπὸ τῆς γενικῆς, ὡς Θρᾴκιος.

Event Date: -1
§ Z294.13   Zareta: Ζάρητα, κρήνη ὑπὲρ τῆς Καλχηδονίας θαλάσσης, μικροὺς τρέφουσα κροκοδείλους, οἳ καλοῦνται Ζαρήτιοι.

Event Date: -1
§ Z294.15  Zariaspa: Ζαρίασπα, ἢ Ζαριάσπη, πόλις Βακτριανή, Στράβων ἑνδεκάτῃ. ἣ ἐκαλεῖτο καὶ Βάκτρα Χάραξ δὲ οὐδετέρως τὰ Ζαρίασπα. οἱ οἰκοῦντες Ζαριασπηνοί ἐγχωρίως. ἀπὸ δὲ τοῦ Ζαριάσπη Ζαριασπεύς.

Event Date: -1
§ Z294.19   Zauekes: Ζαύηκες, ἔθνος Λιβύης, Ἡρόδοτος δʹ. "Ζαύηκες ἔθνος" Ἑκαταῖος ἐν περιηγήσει Ἀσίας.

Event Date: -1
§ Z294.21   Zebeke: Ζεβέκη, πόλις τῆς Γαλιλαίας. Ἰώσηπος Ἰουδαϊκῆς ἀρχαιολογίας πέμπτῳ. τὸ ἐθνικὸν Ζεβεκηνός, ὡς αὐτός. σημαίνει δὲ τὸ ὄνομα κύριος.

Event Date: -1
§ Z295.1   Zeirenia: Ζειρηνία, πόλις Θρᾴκης, Θεόπομπος Φιλιππικῶν γʹ. τὸ ἐθνικὸν Ζειρηνιάτης ὡς Κυδωνιάτης.

Event Date: -1
§ Z295.3   Zeleia: Ζέλεια, πόλις Τρωάδος. "οἳ δὲ Ζέλειαν ἔναιον" Ὅμηρος. ἀπὸ Ζελείου ἥρωος. οἱ δὲ Ζέλην αὐτήν φασι. παρὰ Ποσειδίππῳ δ´ εὕρηται διὰ τοῦ 'ι' [Ζελίη]. τὸ ἐθνικὸν Ζελείτης. Ἡρωδιανὸς δὲ Ζελειατῶν φησιν. ἔστι γὰρ Ζελειάτης καὶ Ζελείτης. ἔστι καὶ Ζέλεια φρούριον Κυζίκου, ὡς Διογένης ἐν τρίτῃ [περὶ] Κυζίκου. τὸ ἐθνικὸν ὅμοιον. Ποσείδιππος δὲ Πάνδαρον παρὰ τῷ Σιμοῦντι τετάφθαι φησίν "οὐδὲ Λυκαονίη δέξατό σε Ζελίη, ἀλλὰ προχοαὶ Σιμόεντος ... διὰ τοῦτό σοι Ἕκτωρ σῆμα καὶ ἀγχέμαχοι θέντο Λυκαονίδαι".

Event Date: -1
§ Z295.12   Zeugma: Ζεῦγμα, πόλις Συρίας ἐπὶ τῷ Εὐφράτῃ, ὃν Ἀλέξανδρος ζεύξας ἁλύσεσι διεβίβασε τὰ στρατόπεδα. τὸ ἐθνικὸν οἱ μὲν ἐπιχώριοι Ζευγματεύς, δεῖ δὲ Ζευγματίτης ὡς Ἀσκαλωνίτης, ὡς καὶ Πρωτέας ὁ γραμματικὸς Ζευγματίτης.

Event Date: -1
§ Z295.16   Zephyrion: Ζεφύριον, ἡ Ἁλικαρνασσὸς τῆς Καρίας οὕτως ἐκαλεῖτο. καὶ πόλις Κιλικίας. τὸ ἐθνικὸν Ζεφυριώτης. ἔστι καὶ Σκυθίας χωρίον. ἔστι καὶ Ἰταλίας Ζεφύριον, ἀφ´ οὗ Λοκροὶ Ἐπιζεφύριοι. ἔστι καὶ ἄκρα τῆς Αἰγύπτου, ἀφ´ ἧς ἡ Ἀφροδίτη καὶ Ἀρσινόη Ζεφυρῖτις, ὡς Καλλίμαχος. τὸ οὖν Ζεφυρίτης ἀπὸ τοῦ Ζεφυριώτης, συγκοπῇ τοῦ 'ω', ὡς τὸ Θρονίτης. Ἀρκάδιος δὲ διὰ διφθόγγου γράφει.

Event Date: -1
§ Z296.4   Zebyttis: Ζήβυττις, πόλις Λιβύης, Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Ζηβυττίτης.

Event Date: -1
§ Z296.6  Zela: Ζῆλα, τόπος Ἀρμενίας, [ἐν] ᾧ Ἀρτέμιδι Σάκαια [τελοῦσιν]. οὐδετέρως, Στράβων ιαʹ. ἔστι καὶ Ποντικὴ Ζῆλα λεγομένη καὶ αὐτὴ οὐδετέρως. ἔστι καὶ Ζήιλα τρισυλλάβως, πόλις Καππαδοκίας, ἣν ἔκτισεν ὁ Νικομήδους υἱὸς Ζηίλας. ὁ πολίτης Ζηλίτης.

Event Date: -1
§ Z296.11  Zelos: Ζῆλος, πόλις τῶν ἑσπερίων Αἰθιόπων, Στράβων ἑπτακαιδεκάτῃ. ὁ πολίτης Ζηλίτης.

Event Date: -1
§ Z296.13   Zenodotion: Ζηνοδότιον, πόλις Ὀσροηνῆς πλησίον Νικηφορίου, Ἀρριανὸς Παρθικῶν δευτέρῳ. τὸ ἐθνικὸν Ζηνοδότιος καὶ Ζηνοδοτιεύς, καὶ Ζηνοδοτηνός ἐπιχωρίως.

Event Date: -1
§ Z296.16   Zeranioi: Ζηράνιοι, ἔθνος Θρᾴκης, Θεόπομπος εἰκοστῷ πέμπτῳ. καὶ Ζηρανία ἐπὶ τῆς χώρας, Ἔφορος εἰκοστῷ ἑβδόμῳ.

Event Date: -1
§ Z296.18   Zerynthos: Ζήρυνθος, πόλις καὶ ἄντρον Ἑκάτης ἐν Θρᾴκῃ. Λυκόφρων "Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς [θεᾶς]". ὁ πολίτης Ζηρύνθιος καὶ Ζηρυνθιάς.

Event Date: -1
§ Z297.1  Zipoition: Ζιποίτιον, πόλις Βιθυνίας, ἀπὸ Ζιποίτου βασιλέως. τὸ ἐθνικὸν Ζιποίτιος.

Event Date: -1
§ Z297.3   Zoara: Ζόαρα, πόλις Περσική. οἱ οἰκοῦντες Ζοαρᾶται. Διονύσιος καὶ Ζοάρους αὐτούς φησιν ἐν τρίτῳ Βασσαρικῶν. ἔστι καὶ κώμη μεγάλη ἢ φρούριον ἐν Παλαιστίνῃ ἐπὶ τῇ Ἀσφαλτίτιδι καλουμένῃ θαλάσσῃ Ζόαρα οὐδετέρως. δηλοῖ δὲ τῇ Ἑβραίων φωνῇ τὸ μικρόν. ὅπου ὁ Λὼτ ἔφυγε καὶ ἐσώθη ἀπὸ τῆς Σοδομιτικῆς ὀργῆς. οἱ πολῖται τοῦ χωρίου Ζοαρηνοί διὰ τὸν ἐγχώριον τύπον καὶ Ζοαρᾶται· οἱ γὰρ δύο τύποι Ἀράβιοι.

Event Date: -1
§ Z297.11   Zoiteion: Ζοίτειον, πόλις Ἀρκαδίας, Παυσανίας ηʹ. λέγεται καὶ Ζοίτεια ἀπὸ Ζοιτέως. τὸ ἐθνικὸν παρὰ τὸ Ζοίτειον Ζοιτειεύς, παρὰ δὲ τὴν Ζοίτειαν Ζοιτεύς.

Event Date: -1
§ Z297.14   Zombis: Ζομβίς, πόλις τῆς Μηδίας.

Event Date: -1
§ Z297.15   Zouchis: Ζοῦχις, πόλις Λιβύης περὶ τὴν Σύρτιν. Στράβων ἑπτακαιδεκάτῃ. ὁ πολίτης Ζουχίτης.

Event Date: -1
§ Z297.17   Zygaina: Ζύγαινα, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. τὸ ἐθνικὸν Ζυγαινίτης, καὶ κτητικὸν Ζυγαινιτικός.

Event Date: -1
§ Z297.19   Zygantis: Ζυγαντίς, πόλις Λιβύης. Ἑκαταῖος Ἀσίας περιηγήσει. οἱ πολῖται Ζύγαντες, οἵ τινες τὰ ἄνθη συλλέγοντες μέλι ποιοῦσιν, ὥστε μὴ λείπεσθαι τοῦ ὑπὸ τῶν μελισσῶν γινομένου, ὡς Εὔδοξος ὁ Κνίδιος ἐν ἕκτῳ γῆς περιόδου.

Event Date: -1
§ Z298.3   Zygoi: Ζυγοί, πρὸς τῷ τῆς Ἀσίας Βοσπόρῳ, Στράβων ἑνδεκάτῃ. τούτων ἔοικε καὶ ἡ Ζυγόπολις παρὰ Τραπεζοῦντα, Στράβων δωδεκάτῃ. τοῦ Ζυγοί τὸ ἐθνικὸν Ζυγιανός.

Event Date: -1
§ Z298.6   Zobidai: Ζωβίδαι, ἔθνος πλησίον Καρμανίας. Κουάδρατος ἐν Παρθικῶν δευτέρῳ.

Event Date: -1
§ Z298.8  Zone: Ζώνη, πόλις Κικόνων. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Ζωναῖος.

Event Date: -1
§ Z298.10   Zoster: Ζωστήρ, τῆς Ἀττικῆς ἰσθμός, ὅπου φασὶ τὴν Λητὼ λῦσαι τὴν ζώνην [καὶ] καθεῖσαν ἐν τῇ λίμνῃ λούσασθαι. ἐνταῦθα θύουσιν Ἁλαεῖς Λητοῖ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι Ζωστηρίῳ. ὁ τοπίτης Ζωστήριος. τιμᾶται καὶ Ζωστηρία Ἀθηνᾶ ἐν Λοκροῖς τοῖς Ἐπικνημιδίοις.

Event Date: -1
§ H298.15   Edoi: Ἠδοί, ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ H298.16   Edyme: Ἠδύμη, πόλις Καρίας. τὸ ἐθνικὸν Ἠδυμαῖος.

Event Date: -1
§ H298.17   Edonoi: Ἠδωνοί, ἔθνος Θρᾴκης, ἀπὸ Ἠδωνοῦ τοῦ Μύγδονος ἀδελφοῦ. καὶ τὸ θηλυκὸν Ἠδωνή καὶ Ἠδωναί. λέγεται καὶ Ἠδωνεύς καὶ Ἠδωνιάτης.

Event Date: -1
§ H298.20   Eetioneia: Ἠετιώνεια, οὕτως ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα, ἀπὸ Ἠετίωνος. τὸ ἐθνικὸν Ἠετιώνειος.

Event Date: -1
§ H298.22   Eion: Ἠιών, πόλις ἐν χερρονήσῳ, ὡς Θουκυδίδης. τὸ ἐθνικὸν Ἠιονεύς. ἔστι καὶ ἄλλη πρὸς τῇ Πιερίᾳ. τὸ ἐθνικὸν ταύτης Ἠιονίτης.

Event Date: -1
§ H299.3   Elakataion: Ἠλακαταῖον, ὄρος Θεσσαλίας, ὅπου καὶ Διὸς Ἠλακαταίου ἱερόν. τὸ ἐθνικὸν Ἠλακαταιεὺς Ζεύς. καὶ Ἠλακατεύς.

Event Date: -1
§ H299.5  Elektrides nesoi: Ἠλεκτρίδες νῆσοι, ἐν αἷς εἰσι δύο ἀνδριάντες Δαιδάλου καὶ Ἰκάρου. "ταύτας δὲ τὰς νήσους φασὶ καὶ τὸν Ἠριδανὸν ποταμὸν προσκεχωκέναι. ἔστι δὲ καὶ λίμνη πλησίον τοῦ ποταμοῦ ὕδωρ ἔχουσα θερμόν, ὀσμὴ δὲ ἀπ´ αὐτῆς βαρεῖα καὶ χαλεπὴ ἀποπνεῖ, καὶ οὔτε ζῷον πίνει ἐξ αὐτῆς οὔτε ὄρνεον ὑπερίπταται, ἀλλὰ πίπτει καὶ ἀποθνήσκει. ἔστι δὲ ὁ κύκλος στάδιοι διακόσιοι, τὸ [δὲ] εὖρος [ἕως δέκα]. καὶ μυθολογοῦσι Φαέθοντα κεραυνωθέντα πεσεῖν ἐκεῖ. εἶναι δὲ ἐκεῖ καὶ αἰγείρους πολλάς, ἐξ ὧν πίπτει τὸ καλούμενον ἤλεκτρον, ὅμοιον κόμμι διὰ τὸ σκληρύνεσθαι ὡς λίθον". οἱ κατοικοῦντες Ἠλεκτρῖται πρὸς τὸν τύπον [τῶν εἰς 'ις'], Ἠλεκτρῖνοι διὰ τὸ ἐπιχώριον.

Event Date: -1
§ H300.9  Heliaia: Ἡλιαία, δικαστήριον Ἀθηναίων, παρὰ τὸ "ἁλέες δεῦτε" παράγωγον ἁλία καὶ ἡλιαία. ἔστι δὲ τὸ μέγα δικαστήριον, τὸ ἐκ τῶν τεττάρων ἠλισμένον δικαστηρίων, ἐκ τοῦ πεντακοσίων καὶ τετρακοσίων καὶ διακοσίων καὶ ἑκατόν. οἱ δὲ ἐκφερόμενοι ἐλέγοντο ἡλιασταί. ἐκ γὰρ τοῦ ἅλις ἁλία γίνεται. καὶ ὡς βία βιάζω καὶ αἰτία αἰτιάζω, οὕτως ἁλία ἁλιάζω, καὶ ἁλιαστής ὡς δικαστής, καὶ ἡλιαστής, καὶ κτητικὸν ἡλιαστικός παρὰ τὸ ἡλιαστής.

Event Date: -1
§ H300.17  Helioupolis: Ἡλιούπολις, πόλις Αἰγύπτου, ἣν ἔκτισεν Ἀκτὶς ὁ Ἡλίου [καὶ] Ῥόδης. Ἡρόδοτος δευτέρᾳ. ἔστι καὶ Θρᾴκης. καὶ τῆς Ἀρωματοφόρου, ἀπὸ τῆς Αἰγυπτίας. καὶ δʹ ἐν Σάρδεσι. καὶ ἡ Κόρινθος Ἡλιούπολις ἐλέγετο, εἶτα Πάγος, καὶ οὕτως Ἐφύρη. ἔστι καὶ ἐν Φοινίκῃ. ὁ πολίτης Ἡλιοπολίτης.

Event Date: -1
§ H301.10  Elis: Ἦλις, πόλις πρὸς τῇ [Αἰγυπτίᾳ] Ὀλυμπίᾳ, ἀπὸ Ἠλίου τοῦ Ταντάλου παιδός. ἔστι καὶ ἄλλη Ἀρκαδίας. καὶ τρίτη Ἱσπανίας. ὁ πολίτης ἀπὸ τῆς Ἤλιδος γενικῆς ἀναλόγως Ἠλίδειος ὡς Ἀδωνίδειος καὶ Εὐπολίδειος κτητικῷ τύπῳ, καὶ καθ´ ὕφεσιν τοῦ 'δ' Ἠλίειος καὶ Ἠλεῖος. ἀφ´ οὗ "Ἀλεῖος ὁ Ζεύς". Τρύφων δέ φησιν ὅτι Ἠλίεος καὶ Ἠλέϊος καὶ Ἠλεῖος. Ὅμηρος δ´ Ἐπειοὺς αὐτούς φησι. καὶ κτητικῶς λέγεται Ἠλιακός. λέγονται καὶ πατρωνυμικῶς Ἠλιάδαι. λέγεται καὶ Ἠλιδία ὡς Ψωφιδία καὶ Ἀρκαδία, ἀπὸ γενικῆς, καὶ ἐπίρρημα Ἠλιδίαθεν. τὸ δὲ Ἠλεῖος καὶ θηλυκῶς φασιν.

Event Date: -1
§ H301.11  Elone: Ἠλώνη, πόλις Περραιβική. Ὅμηρος "Ὄρθην Ἠλώνην τε". νῦν δὲ Λειμώνη, διὰ τὸν ἐν αὐτῇ λειμῶνα. τὸ ἐθνικὸν Ἠλωναῖος.

Event Date: -1
§ H301.14  Emathia: Ἠμαθία, πόλις καὶ χωρίον. ἡ νῦν Μακεδονία. καὶ Ἠμαθίς ἡ χώρα.

Event Date: -1
§ H302.1  Hemeroskopeion: Ἡμεροσκοπεῖον, πόλις Κελτιβήρων, Φωκαέων ἄποικος. Ἀρτεμίδωρος δευτέρῳ λόγῳ γεωγραφουμένων.

Event Date: -1
§ H302.3   Hemikynes: Ἡμίκυνες, ἔθνος οὐ πόρρω Μασσαγετῶν καὶ Ὑπερβορέων. [Σιμμίας] ἐν Ἀπόλλωνι Ἡμικύνων τ´ ἐνόησα [γένος] περιώσιον ἀνδρῶν, τοῖς ὤμων καθύπερθεν ἐυστρεφέων κύνεος κράς τέτραφε γαμφηλῇσι περικρατέεσσιν ἐρυμνός. τῶν μέν θ´ ὥστε κυνῶν ὑλακὴ πέλει, οὐδέ τι τοίγε ἄλλων ἀγνώσσουσι βροτῶν ὀνομάκλυτον αὐδήν. καὶ Ἡσίοδος.

Event Date: -1
§ H302.11  Heniocheia: Ἡνιοχεία, χώρα παρὰ τῷ Καυκάσῳ. οἱ οἰκήτορες Ἡνίοχοι. Στράβων ἑνδεκάτῃ.

Event Date: -1
§ H302.13  Epeiros: Ἤπειρος, ἡ γενικὴ χώρα. οἱ μὲν γὰρ εἰς δύο τὴν γῆν, οἱ δὲ εἰς τρία, οἱ δὲ εἰς τέσσαρα διεμέρισαν. ἐξ αὐτῆς Ἠπειρώτης καὶ Ἠπειρωτικός.

Event Date: -1
§ H302.16   Epion: Ἤπιον, πόλις Τριφυλίας, ἣν Ἠλεῖοι προσελάβοντο. τὸ ἐθνικὸν Ἠπιεύς.

Event Date: -1
§ H302.18   Heraia: Ἥραια, ἄκρα οὕτω λεγομένη καταντικρὺ Καλχηδόνος. ταύτην δ´ ἐν τῇ συνηθείᾳ Ἠερίαν φασί τινες, κακῶς. ἄλλοι δὲ Ἤριον μυθοποιοῦντες ὡς ἐκεῖσε ὀρύξαντες τάφους χύτρας εὗρον καὶ ὀστᾶ. πειστέον δὲ μᾶλλον τῷ Βιθυνῷ Δημοσθένει ἐν τῷ δʹ βιβλίῳ ἔστι δέ [τις] προπάροιθε κλυτῆς Καλχηδόνος ἄκρη Ἥραια, τρήχουσα, πολυσπιλάς. ἔνδοθι δ´ αὐτῆς λαΐνεον περὶ τεῖχος ἰὼν κοιλαίνεται εἴσω κόλπος ἁλός· φαίης κεν ἰδὼν βαθυδινέα πάντῃ ἔμμεναι, εἱαμενὴ δὲ καὶ οὐ βυθός ἐστι θαλάσσης. ἔνθα τε νῆας ἦγον, ὀιόμενοι σκέπας εἶναι αὐτοφυοῦς ὅρμοιο, κακῷ δ´ ἐνέκυρσαν ἑτοίμῳ. καὶ ἄλλοι οὕτως. ἔστι καὶ πόλις Ἀρκαδίας, ἣ ἐλέγετο Σολογοργός. κεῖται δὲ κατὰ Μεσσήνην πρὸς Πελοπόννησον. τὸ ἐθνικὸν Ἡραιεύς. λέγεται καὶ χωρὶς τοῦ 'ι' ὡς Νικαεύς.

Event Date: -1
§ H303.13  Heraion: Ἥραιον, πόλις Θρᾴκης, Ἡρόδοτος τετάρτῃ. τὸ δὲ τεῖχος Ἡραῖον. οἱ πολῖται Ἡραῖοι. τοῦ δὲ Ἡραίου τείχους Ἡραιοτειχίτης.

Event Date: -1
§ H303.16   Herakleia:
1. Famous city of Thrace in the Pontos. (Herakleia Pontika)
2. City of Sicily (Heraclea Minoa)
3. of Lydia;
4. of Libya;
5. of Sardinia;
6. of Italy (Herculaneum);
7. of Keltika;
8. of Thessaly;
9. of Karia (Heraclea ad Latmum);
10. in the Lydian Taurus;
11. between Skythia and India;
12. island in the Karpathian sea;
13. of Syria;
14. of Phoenicia;
15. of Pieria (Herakleion)
;16. polis and island (Herakleia);
17. of Crete (Heraklion);
18. Pisaean [Herakleia];
19. of Karia, the so-called Salbakian, inland;
20. polis toward the Kymaia of Aiolis (Herakleia;
21. polis of Akarnania (Herakleia);
22. island in the Atlantic;
23. of Macedonia, built by Amyntas the son of Philip (Herakleia).
The ethnic is Herakleus and Herakleiotes and Herakleotis. Also Herakleion and Herakleotikon. GR: Ἡράκλεια, πόλις Θρᾴκης ἐν τῷ Πόντῳ διάσημος. βʹ Σικελίας. γʹ Λυδίας. δʹ Λιβύης. εʹ Σαρδοῦς. ϛʹ Ἰταλίας. ζʹ Κελτικῆς. ηʹ Θεσσαλίας. θʹ Καρίας. ιʹ ἐν τῷ Λυδίῳ Ταύρῳ. ιαʹ μεταξὺ Σκυθίας καὶ Ἰνδικῆς. ιβʹ νῆσος ἐν τῷ Καρπαθίῳ πελάγει. ιγʹ Συρίας. ιδʹ Φοινίκης. ιεʹ Πιερίας. ιϛʹ πόλις καὶ νῆσος ... ιζʹ Κρήτης. ιηʹ Πισαϊκή. ιθʹ Καρίας, ἡ λεγομένη Ἀλβάκιος, μεσόγειος. κʹ πόλις πρὸς τῇ Κυμαίᾳ τῆς Αἰολίδος. καʹ Ἀκαρνανίας πόλις. κβʹ νῆσος ἐν τῷ Ἀτλαντικῷ. κγʹ Μακεδονίας, Ἀμύντου τοῦ Φιλίππου κτίσμα. τὸ ἐθνικὸν Ἡρακλεύς καὶ Ἡρακλειώτης καὶ Ἡρακλεώτης. καὶ Ἡράκλειον καὶ Ἡρακλεωτικόν.

Event Date: -1
§ H304.6   Herakleoboukoloi: Ἡρακλεοβουκόλοι, Αἰγυπτιακὴ συνοικία.

Event Date: -1
§ H304.7  Herakleoupolis: Ἡρακλεούπολις, πόλις Αἰγυπτία, ἐξ ἧς Θεοφάνης ὁ φυσικός. βʹ πλησίον Πηλουσίου. γʹ κατὰ τὸ Κανωβικὸν στόμα. οἱ πολῖται Ἡρακλεοπολῖται.

Event Date: -1
§ H304.10  Eretos: Ἠρητός, πόλις Σαβίνων. τὸ ἐθνικὸν Ἠρητῖνος.

Event Date: -1
§ H304.11  Hero: Ἡρώ, πόλις Αἰγυπτία, ἣ Αἷμος ἐκλήθη διὰ τὸ τὸν Τυφῶνα ἐνταῦθα κεραυνῷ βληθῆναι καὶ αἷμα ῥυῆναι. Στράβων δὲ Ἡρώων πόλιν αὐτὴν καλεῖ. ὁ πολίτης ταύτης Ἡρωοπολίτης, τῆς δὲ πρώτης Ἡρῷος ὡς Κῷος.

Event Date: -1
§ H304.15   Esionia: Ἠσιονία, ἡ Σάρδεων χώρα, ἡ καὶ Ἀσία, τὸ ἐθνικὸν Ἠσιονεύς.

Event Date: -1
§ H304.17   Essos: Ἠσσός, πόλις Λοκρίδος. τὸ ἐθνικὸν Ἤσσιος. Θουκυδίδης τρίτῃ.

Event Date: -1
§ H305.1   Etis: Ἦτις, δῆμος Λακωνικῆς, καὶ τῆς Κρήτης πόλις, ὅθεν ἦν Μύσων εἷς τῶν ἑπτὰ σοφῶν χρηματίζων Ἠτεῖος, οὗ μέμνηται Πλάτων ἐν τῷ Πρωταγόρᾳ Χηνέα τοῦτον εἰπών. Δίδυμος δὲ συμποσιακῶν δεκάτῳ Ἠτεῖον αὐτὸν καλεῖ.

Event Date: -1
§ H305.5   Hephaistiadai: Ἡφαιστιάδαι, δῆμος Ἀκαμαντίδος φυλῆς, ἐν ᾧ ἦν Ἡφαίστου ἱερόν. ὁ δημότης Ἡφαιστιάδης. τὰ τοπικὰ ἐξ Ἡφαιστιαδῶν καὶ τὰ λοιπά.

Event Date: -1
§ H305.8  Hephaistias: City in Lemnos. The ethnic Hephaistieus. Charax in the 12th book of his Chronicles says "the Myrinaians, ignoring the Pelasgian promises, shut the gates against Miltiades, and he besieged them. The tyrant of the Hephaisteians [Hermon], fearing the power of the [Persians], said that as a favor to the Athenians, his friends, that he would fulfil the promise undertaken by the Pelasgians, and gave up the city without a fight." GR: Ἡφαιστιάς, πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Ἡφαιστιεύς. Χάραξ δ´ ἐν δεκάτῳ χρονικῶν φησιν ὅτι "Μυριναῖοι τῶν Πελασγικῶν ὑποσχέσεων οὐ φροντίσαντες ἀπέκλεισαν τῷ Μιλτιάδῃ τὰς πύλας, κἀκεῖνος πολιορκίᾳ παρεστήσατο αὐτούς. τῶν δ´ Ἡφαιστιέων τύραννος [Ἕρμων, τῶν Περς]ῶν φοβηθεὶς τὴν δύναμιν, ἔφη χαριζόμενος τοῖς Ἀθηναίοις φίλοις οὖσιν ἐμπεδοῦν τὰ ὁμολογηθέντα ὑπὸ τῶν Πελασγῶν, καὶ ἀμαχεὶ παρέδωκε τὴν πόλιν".

Event Date: -1
§ H305.16   Hephaistou nesoi: Ἡφαίστου νῆσοι, τῆς Ἀδιαβηνῆς. Ἀρριανὸς ιγʹ Παρθικῶν. τὸ ἐθνικὸν Ἡφαιστονησιώτης. [Ἡφαίστου πόλις, πόλις ... τὸ ἐθνικὸν Ἡφαιστοπολίτης.]

Event Date: -1
§ Th306.1   Thalamai: Θαλάμαι, πόλις τῆς Μεσσηνίας. Θεόπομπος τριακοστῷ δευτέρῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Θαλαμᾶται.

Event Date: -1
§ Th306.3  Thalassa: Θάλασσα, τὸ ἐθνικὸν θαλασσαῖος καὶ θαλασσεύς καὶ θαλάσσιος.

Event Date: -1
§ Th306.5   Thalpousa: Θάλπουσα, πόλις τῆς Ἀρκαδίας τοῦ Ὀρχομενοῦ. τὸ ἐθνικὸν Θαλπούσιος.

Event Date: -1
§ Th306.7   Thamanaioi: Θαμαναῖοι, ἔθνος Πέρσαις ὑπήκοον. Ἡρόδοτος τρίτῃ.

Event Date: -1
§ Th306.8   Thamia: Θαμία, πόλις Θεσσαλίας. Ῥιανὸς ιδʹ Θεσσαλικῶν. καὶ Θαμίεια. τὸ ἐθνικὸν Θαμιεύς.

Event Date: -1
§ Th306.10   Thamna: Θάμνα, πόλις Παλαιστίνης. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἱστορίας. οἱ πολῖται Θαμνῖται.

Event Date: -1
§ Th306.12   Thamouda: Θαμουδά, Ναβαταίων γείτων τῶν Ἀραβίων. Οὐράνιος Ἀραβικῶν τρίτῃ. ὁ οἰκήτωρ Θαμουδηνός.

Event Date: -1
§ Th306.14  Thasos: Θάσος, νῆσος πρὸς τῇ Θρᾴκῃ, πόλιν ὁμώνυμον ἔχουσα, ἔνθα Τηλέφη ἡ τῆς Εὐρώπης θνήσκει μήτηρ. ἀπὸ Θάσου. "δέκα δὲ γενεαῖς Ἡρακλέους καὶ Θάσος παλαίτερος, εἴπερ ἀπὸ Ἀγήνορος Προῖτος ἦν, Ἀγήνορος δὲ Βῆλος ἀδελφὸς ἦν, Βήλου δ´ Αἴγυπτος, οὗ Λυγκεύς, οὗ Ἄβας, οὗ Δανάη, ἧς Περσεύς, οὗ Ἀλκαῖος, οὗ Ἀμφιτρύων, οὗ Ἡρακλῆς". ὅτι δὲ καὶ Ἀερία ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ πατρὶ τοῦ Ἀρχιλόχου· ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω, νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.

Event Date: -1
§ Th307.3   Thaumakia: Θαυμακία, πόλις Μαγνησίας. Ὅμηρος "οἳ δ´ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο". ἀπὸ Θαυμάκου τοῦ Ποίαντος πατρός, ἀφ´ οὗ νῆσος. δευτέρα πόλις κατὰ τὸν Μαλιακὸν κόλπον. οἱ ἔνοικοι Θαυμακοί καὶ "Θαυμακίης ἱερὸν Ἀρτέμιδος".

Event Date: -1
§ Th307.8   Thaumasion: Θαυμάσιον, ὄρος Ἀρκαδίας, ἐν ᾧ τὸν λίθον ὁ Κρόνος κατέπιεν. οἱ ἐνοικοῦντες Θαυμάσιοι.

Event Date: -1
§ Th307.10  Thapsakos: Θάψακος, πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ. Θεόπομπος ἐν Φιλιππικῶν τρίτῳ. ὁ πολίτης Θαψακηνός.

Event Date: -1
§ Th307.12   Thapsipolis: Θαψίπολις, πλησίον Καρχηδόνος. τὸ ἐθνικὸν Θαψιπολίτης. Κουάδρατος δωδεκάτῳ Ῥωμαϊκῆς [χιλιάδος].

Event Date: -1
§ Th308.1  Thapsos: Θάψος, πόλις Λιβύης. Στράβων ἑπτακαιδεκάτῳ. ἔστι καὶ Σικελίας. ἔστι δὲ χερσόνησος ἐν στενῷ ἰσθμῷ, ὡς Θουκυδίδης. τὸ ἐθνικὸν Θάψιος.

Event Date: -1
§ Th308.4  Thea: Θέα, πόλις Λακωνικῆς. Φιλόχορος τρίτῳ. [οἱ πολῖται] Θεεῖς.

Event Date: -1
§ Th308.6   Theangela: Θεάγγελα, πόλις Καρίας. ὁ πολίτης Θεαγγελεύς.

Event Date: -1
§ Th308.7   Thebetha: Θεβηθά, φρούριον Μεσοποταμίας. Ἀρριανὸς ἑνδεκάτῃ. ὁ οἰκήτωρ Θεβηθηνός, ὡς Ἄμαθα Ἀμαθηνός.

Event Date: -1
§ Th308.9  Theisoa: Θεισόα, πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ. ὁ πολίτης Θεισοάτης ὡς Λυκοάτης.

Event Date: -1
§ Th308.11   Thelamouza: Θελαμοῦζα, φρούριον τῆς παρ´ Εὐφράτην Ἀραβίας, ὡς Κουάδρατος ἐν Παρθικῶν ἑβδόμῃ. τὸ ἐθνικὸν Θελαμουζαῖος.

Event Date: -1
§ Th308.13   Thembriemos: Θεμβρίημος, πόλις Καρίας, ἀπὸ Θεμβρίμου. ὁ πολίτης Θεμβριμεύς.

Event Date: -1
§ Th308.15   Themiskyra: Θεμίσκυρα, πόλις, ἥ ἐστιν ἀντίον Θερμώδοντος, καὶ ἡ χώρα. οἱ οἰκοῦντες Θεμισκύριοι. λέγεται καὶ Θεμισκύρειαι.

Event Date: -1
§ Th309.1   Themissos: Θεμισσός, πόλις Καρίας, ἣν ἔκτισε Δάδας. ἀπὸ Θεμισσοῦ παιδός, ὃν λύκοι διεχρήσαντο. ὁ πολίτης Θεμισσεύς.

Event Date: -1
§ Th309.3  Themisonion: Θεμισώνιον, χωρίον Φρυγίας. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ. τὸ ἐθνικὸν Θεμισώνιος.

Event Date: -1
§ Th309.5   Thenai: Θεναί, πόλις Κρήτης. τινὲς δὲ Ἀρκαδίας. οἱ δὲ ὄρος. τὸ ἐθνικὸν Θεναῖος καὶ Θεναία καὶ Θενεῖς.

Event Date: -1
§ Th309.7  Theudosia: Θευδοσία, Ταυρικὴ πόλις παραλία. Στράβων ζʹ. τὸ ἐθνικὸν Θευδοσιανός καὶ Θευδοσιεύς.

Event Date: -1
§ Th309.9   Theoupolis: Θεούπολις, ἡ μεγίστη τῆς ἕω πόλις, ἥτις ἐξ Ἀντιοχείας μετὰ τὸν σεισμὸν ὠνομάσθη ἀπὸ Ἰουστινιανοῦ. ὁ πολίτης Θεουπολίτης. ἔστι καὶ ἐν Αἰγύπτῳ Θεόπολις. ὁ πολίτης ὁμοίως.

Event Date: -1
§ Th309.13   Therapnai: Θεράπναι, πόλις Λακωνική, ἥν τινες Σπάρτην φασίν. ἔστι καὶ τόπος ἔχων ναὸν τῶν Διοσκούρων, διὰ τὸ ἐκεῖσε τούτους τιμᾶσθαι. θεραπεύειν γὰρ τιμᾶν σημαίνει καὶ ὁ ναὸς τὴν οἰκίαν, ἔνθα θεοὶ θεραπεύονται. τὸ ἐθνικὸν Θεραπναῖος καὶ Θεραπναία καὶ Θεραπναῖον.

Event Date: -1
§ Th309.18  Therma: Θέρμα, χωρίον Σικελίας. Φίλιστος τρίτῳ. τὸ ἐθνικὸν Θερμαῖος. ἔστι καὶ Βιθυνίας Θέρμα τὰ μὲν Πύθια τὰ δὲ ἐν Προύσῃ βασιλικὰ λεγόμενα, τὰ δὲ ἐν Καππαδοκίᾳ, τὰ δὲ ἐν Συρίᾳ, τὰ δὲ Δορυλαείου. οἱ οἰκοῦντες Θερμηνοί.

Event Date: -1
§ Th309.22  Therme: Θέρμη, πόλις Θρᾴκης. Ἀπολλόδωρος δὲ Μακεδονίας φησὶ καὶ Θουκυδίδης. ὁ πολίτης Θερμαῖος. ἔστι καὶ Θερμαῖος κόλπος.

Event Date: -1
§ Th310.3   Thermos: Θέρμος, πολίχνιον Αἰτωλίας, ὡς Πολύβιος. τὸ ἐθνικὸν Θέρμιος, καὶ τὸ κτητικὸν Θερμικός.

Event Date: -1
§ Th310.5   Thermydra: Θέρμυδρα, λιμὴν τῆς μιᾶς τῶν ἐν Ῥόδῳ πόλεων. τὸ ἐθνικὸν Θερμυδρεύς.

Event Date: -1
§ Th310.7   Therne: Θέρνη, πόλις Θρᾴκης. τὸ ἐθνικὸν Θερναῖος.

Event Date: -1
§ Th310.8   Thersitai: Θερσῖται, ἔθνος Ἰβηρικόν. Πολύβιος ἐν τρίτῳ.

Event Date: -1
§ Th310.9  Thespeia: Θέσπεια, πόλις Βοιωτίας. Ὅμηρος "Θέσπειαν Γραῖάν τε". Θεσπιάδου κτίσμα, [κατὰ δέ τινας Θεσπίου] τοῦ Τεύθραντος τοῦ Πανδίονος. γράφεται καὶ διὰ τοῦ 'ι' καὶ ἐκτείνεται. καὶ συστέλλεται παρὰ Κορίννῃ. καὶ ἐπίγραμμα τῶν ἀναιρεθέντων ὑπὸ τῶν Περσῶν. ἦν δὲ Φιλιάδου Μεγαρέως· ἄνδρες τοί ποτ´ ἔναιον ὑπὸ κροτάφοις Ἑλικῶνος, λήματι τῶν αὐχεῖ Θεσπιὰς εὐρύχορος. πληθυντικῶς δὲ Θεσπιαί ὀξυτόνως. καὶ θαῦμα πῶς τὸ ἑνικὸν διὰ διφθόγγου γράφεται. δευτέρα Θεσσαλίας. τρίτη ἐν Σαρδοῖ. ὁ πολίτης Θεσπιεύς καὶ Θεσπιάς καὶ Θεσπίς.

Event Date: -1
§ Th310.19   Thesprotia: Θεσπρωτία, πόλις καὶ χώρα ἔξω τοῦ Ἀμβρακικοῦ κόλπου. τὸ ἐθνικὸν Θεσπρωτός καὶ Θεσπρωτίς. καὶ Θεσπρωτιακός.

Event Date: -1
§ Th310.21   Thessalia: Θεσσαλία, ἀπὸ Θεσσαλοῦ, ἡ πρότερον Πελασγία, ἐν ταύτῃ οὐκ ἔξεστι πελαγροὺς κτείνειν· τοὺς γὰρ τῆς χώρας ὄφεις ἀναιροῦσιν. ὁ πολίτης Θεσσαλιώτης καὶ Θετταλιώτης καὶ Θετταλός καὶ Θετταλίς. ἔστι καὶ θετταλίς ὑπόδημά τι ποιόν, ὡς Λύσιππος ἐν Βάκχαις. τὸ Θεττάλη δρᾶμα Μενάνδρου βαρύνεται παρὰ Ἀττικοῖς, εἰς ἰδιότητα τεθέν. λέγεται καὶ θετταλίζω ὡς δωρίζω, ἀφ´ οὗ τὸ ἐντεθετταλίσμεθα παρὰ τῷ Εὐπόλιδι ἐν Μαρικᾷ, τουτέστι χλαμύδα Θετταλικὴν φοροῦμεν. Θετταλικὸν περόνημα.

Event Date: -1
§ Th311.6  Thessalonike: Θεσσαλονίκη, πόλις Μακεδονίας, ἥτις ἄρα ἐκαλεῖτο Ἁλία, Κασάνδρου κτίσμα .... ἢ ὅτι Φίλιππος τοῦ Ἀμύντου ἐκεῖ Θετταλοὺς νικήσας οὕτως ἐκάλεσε. Λούκιος δὲ ὁ Ταρραῖος περὶ Θεσσαλονίκης βιβλίον ἔγραψεν, ὅς φησιν ὅτι Φίλιππος θεασάμενος κόρην εὐπρεπῆ καὶ εὐγενῆ (Ἰάσονος γὰρ ἦν ἀδελφιδῆ) ἔγημε, καὶ τεκοῦσα τῇ εἰκοστῇ ἡμέρᾳ τῆς λοχείας τέθνηκεν. ἀναλαβὼν οὖν ὁ Φίλιππος τὸ παιδίον ἔδωκε Νίκῃ τρέφειν καὶ ἐκάλεσε Θεσσαλονίκην· ἡ γὰρ μήτηρ τοῦ παιδίου Νικασίπολις ἐκέκλητο. Στράβων δὲ Θεσσαλονίκειαν αὐτήν φησι. τὸ ἐθνικὸν Θεσσαλονικεύς.

Event Date: -1
§ Th312.7   Thestideion: Θεστίδειον, πόλις Θεσσαλική. Ἑλλάνικος δὲ δίχα τοῦ 'σ' φησίν, ἀπὸ Θέτιδος. ἔστι καὶ λίμνη Θρᾴκης, παρ´ ᾗ Νῦσα χωρίον. τὸ ἐθνικὸν Θεστιδεύς.

Event Date: -1
§ Th312.10   Thestis: Θέστις, πόλις Ἀράβων. καὶ ἄλλη Λιβύης. ὁ πολίτης ἑκατέρας Θεστίτης. [ἐκ δὲ τῆς Λιβυκῆς Κορνοῦτος φιλόσοφος Θεστίτης χρηματίζων.]

Event Date: -1
§ Th312.13   Thestoros: Θέστωρος, ὡς Κύτωρος, πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ δευτέρᾳ. τὸ ἐθνικὸν Θεστώριος.

Event Date: -1
§ Th312.15   Thebes: Θήβη, πόλις Βοιωτίας διάσημος, ἀπὸ Θήβης τῆς Προμηθέως. ὁ πολίτης Θηβαῖος καὶ Θηβαιεύς καὶ Θηβαΐς καὶ ἡ χώρα καὶ ἡ γυνή. ἔστι καὶ ἄλλη Αἰγυπτία, περὶ ἧς Καλλίμαχός φησιν ὅτι "κατὰ τὰς Αἰγυπτίας Θήβας ἐστὶ σπήλαιον, ὃ ταῖς μὲν ἄλλαις ἡμέραις πληροῦται ἀνέμου, κατὰ δὲ τὰς τριακάδας οὐ πνεῖ παντελῶς". τρίτη Θεσσαλίας τῆς Φθιώτιδος. τετάρτη ἐν Κιλικίᾳ, Ὑποπλακία, πλησίον τῆς Τροίας, ἧς ὁ πολίτης Θηβαΐτης. πέμπτη Ἰωνίας κατὰ Μίλητον. ἕκτη ἐν τῇ Ἀττικῇ. ἑβδόμη τῆς Καταονίας. ὀγδόη Ἰταλίας. ἐνάτη Συρίας. τὸ κτητικὸν Θηβαϊκός καὶ Θηβαϊκή. τὰ τοπικὰ Θήβηθεν Θήβαζε Θήβησιν.

Event Date: -1
§ Th313.7   Thegonion: Θηγώνιον, πόλις Θεσσαλίας. Ἑλλάνικος πρώτῃ Δευκαλιωνείας. τὸ ἐθνικὸν Θηγώνιος.

Event Date: -1
§ Th313.9   Themakos: Θημακός, δῆμος τῆς Ἐρεχθηίδος φυλῆς, ὡς δὲ Φρύνιχος, τῆς Πτολεμαΐδος. ὁ δημότης Θημακεύς. τὸ τοπικὸν Θημακόθεν Θημακόνδε Θημακοῖ.

Event Date: -1
§ Th313.12  Thera: Θήρα, νῆσος τῶν Σποράδων, κτίσμα Μεμβλιάρου, ἑνὸς τῶν μετὰ Κάδμου. ἐν ᾗ τοὺς ἐτῶν νʹ θνήσκοντας οὐκ ἐθρήνουν, οὐδὲ τοὺς ἑπτά. ἔστι καὶ Ῥόδου πόλις ταπεινή. καὶ Καρίας ἄλλη. καὶ τῆς Σογδιανῆς ἄλλη. ὁ οἰκήτωρ Θηραῖος καὶ Θηραία. καὶ Θηραϊκός. τὸ δὲ Θηράσιος ξένον. Θηρασία γὰρ νησίον, ὡς εἰρήσεται.

Event Date: -1
§ Th313.18   Therasia: Θηρασία, νῆσος ἐν τῷ μεταξὺ πόρῳ Κρήτης καὶ Κυρηναίας. τὸ 'α' μακρόν "μεταξὺ τῆς Θήρας τε καὶ Θηρασίας". ὁ νησιώτης Θηράσιος.

Event Date: -1
§ Th314.1   Thibais: Θιβαΐς, τόπος πρὸς τῷ Πόντῳ, ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ὑφ´ Ἡρακλέους ἀναιρεθεισῶν κληθεῖσα. πεσεῖν γάρ φησι τὰς μάλιστα διαφερούσας, Τράλλαν τε καὶ Ἰσοκράτειαν καὶ Θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. ὁ τοπίτης Θίβιος, ὡς ἀπὸ τῆς Θίβης εὐθείας. ἔστι δὲ ἔθνος βασκαντικὸν καὶ φθοροποιόν, ὡς Δίδυμος ἐν δευτέρῳ συμποσιακῶν "θανατοῖ δὲ τὸ πνεῦμα αὐτῶν οἷς ἂν πλησιάζῃ. καὶ τὰ σώματα αὐτῶν εἰς θάλασσαν ῥιφέντα οὐ καταδύουσιν".

Event Date: -1
§ Th314.9   Thibros: Θίβρος, πόλις [Καρίας]. Λυκόφρων "οἳ Θίβρον οἰκήσουσι Σάτνιόν τ´ ὄρος". τὸ ἐθνικὸν Θίβριος.

Event Date: -1
§ Th314.11   Thinge: Θίγγη, πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. τὸ ἐθνικὸν Θίγγιος.

Event Date: -1
§ Th314.13   This: Θίς, πόλις Αἰγυπτία πλησίον Ἀβύδου. ὁ πολίτης Θινίτης. Ἀλέξανδρος Αἰγυπτιακῶν πρώτῳ.

Event Date: -1
§ Th314.15  Thisbe: Θίσβη, πόλις Βοιωτίας. Ὅμηρος "πολυτρήρωνά τε Θίσβην". ἀπὸ Θίσβης τῆς Ἀσωποῦ. λέγεται καὶ πληθυντικῶς. ὁ πολίτης Θισβαῖος. καὶ ὁ λιμὴν δὲ τῶν Θισβαίων, ὥς φησιν Ἐπαφρόδιτος, καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες. Ἰσμηνίας δὲ ὁ αὐλητὴς Θισβεύς ἐχρημάτιζε, καὶ ὁ Ἐρετριέων αὐλητὴς Θισβεύς.

Event Date: -1
§ Th315.3  Thmouis: Θμοῦις, πόλις Αἰγύπτου, ὡς Ξόϊς Σάϊς. ὁ πολίτης Θμουίτης.

Event Date: -1
§ Th315.5   Thorai: Θοραί, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Θοραιεύς. τὰ τοπικὰ Θόραθεν Θόραζε Θόρασι.

Event Date: -1
§ Th315.7   Thorikos: Θορικός, δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. ὁ δημότης Θορίκιος καὶ Θορικεύς. τὰ τοπικὰ ἐκ Θορικοῦ Θορικόνδε Θορικοῖ.

Event Date: -1
§ Th315.10  Thornax: Θόρναξ, ὄρος τῆς Λακωνικῆς. Νικόλαος δʹ. τὸ ἐθνικὸν Θορνάκιος, ὡς Νάρυξ Ναρύκιος.

Event Date: -1
§ Th315.12   Thoule: Θούλη, νῆσος μεγάλη ἐν τῷ ὠκεανῷ ὑπὸ τὰ Ὑπερβόρεια μέρη, ἔνθα τὴν θερινὴν ἡμέραν ὡρῶν εἴκοσιν ὁ ἥλιος ἰσημερινῶν ποιεῖ, τὴν δὲ νύκτα τεσσάρων, τὰς δὲ χειμερινὰς τοὐναντίον. τὸ ἐθνικὸν Θουλαῖος, ἴσως δὲ καὶ Θουλίτης.

Event Date: -1
§ Th315.16   Thourioi: Θούριοι, πόλις Ἰταλίας, ἡ πρότερον Σύβαρις, ἀπὸ Θουρίας πηγῆς· ὕστερον δὲ Κωπιαί λέγεται καὶ Θουρία, καὶ Θούριον ὡς ἐν τῷ Ἡροδότου ἐπιγράμματι Ἡρόδοτον Λύξεω κρύπτει κόνις ἥδε θανόντα, Ἰάδος ἀρχαίης ἱστορίης πρύτανιν, Δωρίδος ἐκ πάτρης βλαστόντ´ ἄπο· τῶν γὰρ ἄτλητον μῶμον ὑπεκπροφυγὼν Θούριον ἔσχε πάτρην. τὸ ἐθνικὸν ὁμωνύμως Θούριοι, καὶ Θουριακοί, καὶ Θουρῖνος οἶνος, ὡς Στράβων. καὶ ὤφειλε δὲ παρὰ τὸ Θούριος Θουριανός, ὡς Πάριον Παριανός, ἢ παρὰ τὴν Θουρίαν, ὡς Ὀλβιανός. [ἔστι καὶ Μεσσηνίας πόλις.] Παυσανίας δὲ Ἄνθειαν αὐτήν φησι. καὶ τὸ ἐθνικὸν Θουριᾶται καὶ Θουριάς τὸ θηλυκὸν καὶ Θουριεύς. τινὲς δὲ Θουνίαν καὶ Θουνιάτας.

Event Date: -1
§ Th316.9   Thraike: Θρᾴκη, [ἀπὸ Θρᾳκὸς βασιλέως τοῦ πάλαι ἐν αὐτοῖς τελευτήσαντος, ἢ] ἀπὸ Θρᾴκης νύμφης Τιτανίδος, ἀφ´ ἧς καὶ Κρόνου Δόλογκος. ἔστι δὲ ἡ Θρᾴκη χώρα, ἣ Πέρκη ἐκαλεῖτο καὶ Ἀρία, τὸ ἐθνικὸν Θρᾷξ καὶ Θρᾷσσα. καὶ Θρᾷττα ἀττικῶς, καὶ ἡ ἀπὸ Θρᾴκης δούλη καὶ εἶδος ἰχθύος καὶ ὀρνέου. τὸ θηλυκὸν Θρᾳκία ἀπὸ τοῦ Θρᾴκιος καὶ Θρᾴκιον. τὸ δὲ Θραΐκιος λέγεται καὶ διὰ μακροῦ τοῦ 'ι' "ἀνέρα δὲ Τροίη Θρηίκιον οὔτε φορήσει". τὸ ἐθνικόν φασι καὶ Θρέικες, καὶ θηλυκῶς Θρέισσα. καὶ θρᾳκιστί τὸ ἐπίρρημα, ὡς ἀπὸ τοῦ θρᾳκίζω.

Event Date: -1
§ Th317.3   Thraikon kome: Θρᾳκῶν κώμη, πλησίον Ἀντιοχείας. τὸ ἐθνικὸν κατὰ τέχνην Θρᾳκοκωμήτης.

Event Date: -1
§ Th317.5   Thrambos: Θράμβος, ἀκρωτήριον Μακεδονίας. τὸ τοπικὸν Θραμβούσιος. ὁ γὰρ διὰ τοῦ 'σιος' τύπος δύο συλλαβαῖς, εἰ μή τις βραχεῖα παραγωγὴ γένοιτο, τοῦ πρωτοτύπου περιττεύει. σεσημείωται τὸ Περκώσιος καὶ Κριθώσιος ἀπὸ τοῦ Περκώτη καὶ Κριθώτη.

Event Date: -1
§ Th317.1   Thria: Θρῖα, δῆμος τῆς Οἰνηίδος φυλῆς. λέγεται καὶ Θριώ, ὁ δημότης Θριάσιος, καὶ Θριάσιον πεδίον, ἔστι δὲ ὡς Τίθρας Τιθράσιος. τὰ πλεῖστα δὲ διὰ τοῦ 'ω', Θριῶθεν Θριῶζε καὶ Θριᾶσιν. ἀπὸ δὲ τοῦ Θριαί Θριαῖος. λέγεται δὲ καὶ Θριασικός. θριαί δὲ αἱ μαντικαὶ ψῆφοι, ἃς εὗρεν Ἀθηνᾶ· ἀχθόμενος δὲ τοὺς τοῦ Ἀπόλλωνος .... ἄπιστον ὁ Ζεὺς ἐποίησε τὴν διὰ τῶν θριῶν μαντικὴν εὐδοκιμοῦσαν. διὸ καὶ Ἀπόλλων ἔφη "πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες". ἔστι δὲ καὶ δῆμος Θρίων ἀπὸ Θρίαντος.

Event Date: -1
§ Th318.5   Thrinke: Θρίγκη, πόλις περὶ τὰς στήλας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Θριγκαῖος ὡς Τρικκαῖος.

Event Date: -1
§ Th318.7   Thrious: Θριοῦς, πόλις πάλαι τῆς Ἀχαΐας, νῦν δὲ τῆς Ἠλείας, ὅμορος Πάτραις, ἀπὸ Θριοῦντος Ἀθηναίου, ὃν Θησεὺς ἔπεμψε μετὰ στρατιᾶς συμμαχήσειν Ἡρακλεῖ. τὸ ἐθνικὸν Θριούντιος καὶ Θριάσιος.

Event Date: -1
§ Th318.11   Thronion: Θρόνιον, πόλις Λοκρῶν. Ὅμηρος "Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα". τὸ ἐθνικὸν Θρόνιος καὶ Θρονίτης καὶ Θρονιεύς. τὸ δὲ Θρονίτης ἀπὸ τοῦ Θρονιώτης.

Event Date: -1
§ Th318.14   Thryanda: Θρύανδα, πόλις Λυκίας. ὁ πολίτης Θρυανδεύς.

Event Date: -1
§ Th318.15   Thryon: Θρύον, πόλις τῆς Μεσσηνίας, ἐκ τῶν ἐν αὐτῇ φυομένων θρύων ὁμωνύμως τῷ φυτῷ λεγομένη. λέγεται δὲ ἀπὸ τοῦ φυτοῦ Θρυόεις καὶ Θρυόεσσα, κεῖται δ´ ἡ πόλις περὶ τὸν Ἀλφειόν. ὁ πολίτης Θρυοέντιος καὶ Θρυούντιος, ἐκ δὲ τῆς Θρυοέσσης Θρυουσσαῖος ὡς Σκοτουσσαῖος. καὶ Θρυούσιος ὡς Πιτυούσιος, καὶ Θρυίτης ὡς λικνίτης.

Event Date: -1
§ Th318.21  Thyamis: Θύαμις, κώμη ὑπὸ Σεμιράμιδος κτισθεῖσα παρὰ τὴν Ἀραχωσίαν. τὸ ἐθνικὸν Θυαμίτης.

Event Date: -1
§ Th319.10   Thyateira: Θυάτειρα, πόλις Λυδίας, ἡ πρότερον Πελόπεια καὶ Σεμίραμις. ἀπὸ Σελεύκου τοῦ Νικάτορος Λυσιμάχῳ πολεμοῦντος, καὶ ἀκούσαντος ὅτι θυγάτηρ αὐτῷ γέγονε, τὴν πόλιν ἐκάλεσε Θυγάτειρα καὶ ἔδει θηλυκῶς· νῦν δὲ οὐδετέρως φασίν. ἐκαλεῖτο δὲ καὶ Μυσῶν ἐσχάτη. βουλομένων δὲ κτίσαι πόλιν τῶν Μυσῶν, ἀνεῖλεν ὁ θεός, οὗ ἂν ὁραθείη ἔλαφος τετοξευμένη καὶ τροχάζουσα κτίσαι, εὑρόντας δ´ ὀνομάσαι διὰ τὸ θύειν καὶ τροχάζειν τὴν ἔλαφον. τὸ ἐθνικὸν Θυατειρηνός, ὡς Γάγγρα Γαγγρηνός. ἀφ´ οὗ Νίκανδρος γραμματικὸς Θυατειρηνὸς [ἢ Κολοφώνιος].

Event Date: -1
§ Th319.11   Thyela: Θυέλα, πόλις Οἰνωτρίας, ἐν ᾗ μοῖρα Φωκαέων ᾤκησεν, ὡς Ἡρόδοτος πρώτῳ. τὸ ἐθνικὸν Θυελαῖος.

Event Date: -1
§ Th319.13   Thyessos: Θυεσσός, πόλις Λυδίας, ὀξυτόνως. ἀπὸ Θυεσσοῦ καπήλου. ἔστι καὶ Πισιδίας, ἧς τὸ ἐθνικὸν Θυεσσεύς.

Event Date: -1
§ Th319.15   Thymaitadai: Θυμαιτάδαι, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Θυμαιτάδης. τὰ τοπικὰ ἐκ Θυμαιταδῶν καὶ τὰ ὅμοια.

Event Date: -1
§ Th319.17   Thymbra: Θύμβρα, πόλις Τρῳάδος, Δαρδάνου κτίσμα, ἀπὸ Θύμβρου φίλου αὐτοῦ. οὗ ποταμὸς Θύμβρις, ἀφ´ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, [ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς.] λέγεται καὶ διὰ τοῦ 'ζ' Ζυμβραῖος. λέγεται καὶ Θύμβριος. Ἑλλάνικος δὲ Δύμβριός φησι διὰ τοῦ 'δ' καὶ Δυμβριεύς.

Event Date: -1
§ Th319.22   Thymbrara: Θύμβραρα, πόλις Ἀσίας τῷ Πακτωλῷ συνεχής, ὡς Ξενοφῶν. τὸ ἐθνικὸν Θυμβραρεύς ἔδει. Ξενοφῶν δὲ Θυμβραραῖός φησι.

Event Date: -1
§ Th320.3  Thymbris: Θύμβρις, ποταμὸς Ῥώμης, ὃς καὶ Τίβερις, τὸ ἐθνικὸν Θύμβριος καὶ Θυμβριάς.

Event Date: -1
§ Th320.5   Thymiateria: Θυμιατηρία, πόλις Λιβύης. τὸ ἐθνικὸν Θυμιατήριος.

Event Date: -1
§ Th320.6   Thyne: Θύνη, πόλις Λιβύης, ὡς ὁ πολυίστωρ Ἀλέξανδρος. ὁ πολίτης Θυναῖος ὡς Δωδωναῖος.

Event Date: -1
§ Th320.8  Thynia: Θυνία, ἡ χώρα τῶν Θυνῶν. τὸ ἐθνικὸν Θυνός ὁμοφώνως τῷ οἰκιστῇ τῆς Θυνίας, ὡς Θετταλός Ἰταλός.

Event Date: -1
§ Th320.10   Thynias: Θυνιάς, νῆσος πρὸς τῷ στόματι τοῦ Πόντου καὶ ἄκρα. τὸ ἐθνικὸν Θυνιάδιος ὡς Ψωφίδιος, καὶ Θυνιαδεύς. λέγεται καὶ Θυνή καὶ Θυνίς καὶ Θυνηίς.

Event Date: -1
§ Th320.13   Thyraion: Θυραῖον, πόλις Ἀρκάδων, κτίσμα Ὑψοῦντος παιδὸς Λυκάονος. τὸ ἐθνικὸν Θυραῖος ὡς Νυμφαῖος. καὶ Θυραιόθεν τοπικῶς.

Event Date: -1
§ Th320.16  Thyrea: Θυρέα, περὶ ἧς Ἀργεῖοι καὶ Λακεδαιμόνιοι ἐπολέμησαν. ἔστι δὲ τῆς Κυνουρίας γῆς, μεθορία δὲ τῆς Ἀργείας καὶ Λακωνικῆς. λέγεται καὶ πληθυντικῶς. [καὶ] κατὰ συναίρεσιν Θυρῆ, οἱ οἰκοῦντες Θυρεᾶται ὡς Τεγεᾶται, καὶ θηλυκῶς Θυρεᾶτις. ἔστι καὶ Ἀκαρνανίας Θύριον διὰ τοῦ 'ι'. τὸ ἐθνικὸν Θυριεύς ὡς Σουνιεύς. Ἀνδροτίων δὲ Θούριος φησί.

Event Date: -1
§ Th320.22  Thyssagetai: Θυσσαγέται, ἔθνος περὶ τὴν Μαιῶτιν λίμνην, ὡς Ἡρόδοτος.

Event Date: -1
§ Th320.24   Thokneia: Θώκνεια, πόλις Ἀρκαδίας, ἀπὸ Θώκνου. Παυσανίας ὀγδόῳ. ὁ πολίτης Θωκνεύς.

Event Date: -1
§ Th320.26  Thonis: Θῶνις, πόλις Αἰγύπτου, ἀπὸ Θῶνος βασιλέως τοῦ ξενίσαντος Μενέλαον. κεῖται δὲ κατὰ τὸ στόμα τὸ Κανωβικόν. ὁ πολίτης Θωνίτης.

Event Date: -1
§ Th321.3  Thorax: Θώραξ, πόλις Αἰτωλίας. ἔστι καὶ Μαγνησίας. τὸ ἐθνικὸν Θωρακίτης.

Event Date: -1
§ I321.5   Iabis: Ἴαβις, πόλις [τῆς Γαλαδίτιδος], Ἰώσηπος. λέγεται καὶ Ἰαβισσός, ἐθνικὸν τῆς Ἰάβιδος Ἰαβιδίτης, τῆς δὲ Ἰαβισσοῦ Ἰαβισσηνός.

Event Date: -1
§ I321.8   Ianxouatis: Ἰαγξούατις, πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Ἰαγξουατίτης· Αἰγυπτίων γὰρ καὶ Αἰθιόπων ὁ χαρακτήρ.

Event Date: -1
§ I321.10   Iazabatai: Ἰαζαβάται, ἔθνος παρὰ Μαιῶτιν, οὓς Σαυρομάτας φησὶν Ἔφορος.

Event Date: -1
§ I321.12  Iazyges: Ἰάζυγες, ἔθνος Εὐρωπαῖον, ὡς Μαρκιανὸς ἐν περίπλῳ.

Event Date: -1
§ I321.13   Iathrippa: Ἰάθριππα, πόλις Ἀραβίας πλησίον τῆς Ἔγρας. ὁ οἰκήτωρ Ἰαθριππηνός· ἐπιχώριος γὰρ ὁ τύπος, ὡς Μηδαβηνός.

Event Date: -1
§ I321.15   Iaitia: Ἰαιτία, πόλις Σικελίας. Φίλιστος Σικελικῶν δευτέρῳ. τὸ ἐθνικὸν Ἰαιτῖνος.

Event Date: -1
§ I321.17  Ialysos: Ἰαλυσός, πόλις ἐν Ῥόδῳ καὶ ἐν Σκυθίᾳ καὶ ἐν τῷ Ἀδρίᾳ. ὁ πολίτης Ἰαλύσιος καὶ Ἰηλύσιος καὶ Ἰαλυσιάς.

Event Date: -1
§ I321.19   Iamai: Ἰάμαι, ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ.

Event Date: -1
§ I321.2   Iamnia: Ἰάμνια, πολίχνιον Φοινίκης. Στράβων δὲ κώμην φησίν "ἀπὸ Ἰάμνου, ἢ ὅτι ἰάμνους ἐκάλουν τοὺς καθύγρους καὶ τεθηλότας τόπους". τὸ ἐθνικὸν ἔδει Ἰαμνιάτης. ἔστι δὲ καὶ Ἰαμνίτης καθ´ ὕφεσιν τοῦ 'α'. τὰ γοῦν καθ´ ὕφεσιν τοῦ 'α' διὰ διφθόγγου εἰσὶ πλὴν τοῦ Ἰαμνίτης καὶ τοῦ Δαυνίτης.

Event Date: -1
§ I322.5   Iamoi: Ἴαμοι, Σκυθίας ἔθνος ... ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ.

Event Date: -1
§ I322.7   Iapis: Ἰαπίς, χαράδρα Ἀττικὴ εἰς Μέγαρα ἀπάγουσα, ὡς Καλλίμαχος Ἑκάλῃ.

Event Date: -1
§ I322.9  Iapodes: Ἰάποδες, ἔθνος Κελτικὸν πρὸς τῇ Ἰλλυρίᾳ, Διονύσιος ἑκκαιδεκάτῳ.

Event Date: -1
§ I322.11  Iapygia: Ἰαπυγία, δύο πόλεις, μία ἐν τῇ Ἰταλίᾳ καὶ ἑτέρα ἐν τῇ Ἰλλυρίδι, ὡς Ἑκαταῖος. τὸ ἐθνικὸν Ἰᾶπυξ καὶ Ἰαπύγιος καὶ Ἰαπυγία.

Event Date: -1
§ I322.14  Iardanos: Ἰάρδανος, ποταμὸς Λυδίας. Ὅμηρος "Ἰαρδάνου ἀμφὶ ῥέεθρα". οἱ οἰκοῦντες Ἰαρδάνιοι.

Event Date: -1
§ I322.16  Ias: Ἰάς, Ἰλλυρίας μέρος. οἱ οἰκοῦντες Ἰᾶται. λέγεται καὶ Ἰωνικοί.

Event Date: -1
§ I322.18  Iasos: Ἴασος, πόλις Καρίας ἐν ὁμωνύμῳ νήσῳ κειμένη, ἡ καὶ ὀξυτόνως λεγομένη. ὁ πολίτης αὐτῆς Ἰασεύς, ἀφ´ οὗ Χοιρίλος ἐὼν Ἰασεύς. Ἴασος δὲ τὸ Ἄργος καὶ Ἰάσιοι οἱ κατοικοῦντες.

Event Date: -1
§ I322.21  Iaon: Ἰάων, καὶ Ἰήων, καὶ ῥῆμα ἰαονίζω, ἀφ´ οὗ τὸ ἰαονιστί ἐπίρρημα. ἐκ δὲ τοῦ Ἰάων τὸ Ἰάν. λέγεται καὶ θηλυκῶς Ἰάς καὶ Ἰαονίς.

Event Date: -1
§ I323.3   Ibaioi: Ἰβαῖοι, οἱ καὶ Ἰβηνοί, ἔθνος Κελτικῆς. Ἰβηνοὶ δ´ εἰσὶ καὶ Λυδίας, οἳ καὶ Ἰαονῖται λέγονται. [Ἰβηρίαι δύο, ἡ μὲν πρὸς ταῖς Ἡρακλείαις στήλαις, ἀπὸ Ἴβηρος ποταμοῦ, οὗ μέμνηται Ἀπολλόδωρος ἐν τῇ περὶ γῆς βʹ ἐντὸς δὲ Πυρήνης Ἴβηρ τ´ ἐστὶν μέγας ποταμὸς φερόμενος ἐνδοτέρω. ταύτης δὲ πολλά φασιν ἔθνη διαιρεῖσθαι, καθάπερ Ἡρόδωρος ἐν τῇ δεκάτῃ τῶν καθ´ Ἡρακλέα γέγραφεν ἱστορίᾳ οὕτως "τὸ δὲ Ἰβηρικὸν γένος τοῦτο, ὅπερ φημὶ οἰκέειν τὰ παράλια τοῦ διάπλου, διώρισται ὀνόμασιν ἓν γένος ἐὸν κατὰ φῦλα· πρῶτον μὲν οἱ ἐπὶ τοῖς ἐσχάτοις οἰκέοντες τὰ [πρὸς] δυσμέων Κύνητες ὀνομάζονται, ἀπ´ ἐκείνων δὲ ἤδη πρὸς βορέην ἰόντι Γλῆτες, μετὰ δὲ Ταρτήσιοι, μετὰ δὲ Ἐλβυσίνιοι, μετὰ δὲ Μαστιηνοί, μετὰ δὲ Κελκιανοί, ἔπειτα δὲ ἤδη ὁ Ῥοδανός". διῃρεῖτο δὲ ἡ Ἰβηρία εἰς [ἐπαρχίας] δύο, νῦν δὲ εἰς τρεῖς, ὡς Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς "πρότερον μὲν οὖν ἡ Ἰβηρία εἰς δύο [ἐπαρχίας] διῄρητο ὑπὸ Ῥωμαίων, νυνὶ δὲ εἰς τρεῖς, Βαιτίκην Λουσιτανίαν καὶ Ταρρακωνησίαν". Ἀρτεμίδωρος δὲ ἐν τῇ βʹ τῶν γεωγραφουμένων οὕτω διαιρεῖσθαί φησιν "ἀπὸ δὲ τῶν Πυρηναίων ὀρῶν ἕως τῶν κατὰ Γάδειρα τόπων καὶ ἐνδοτέρω συνωνύμως Ἰβηρία τε καὶ Ἱσπανία καλεῖται. διῄρηται δὲ ὑπὸ Ῥωμαίων εἰς δύο ἐπαρχίας .... διατείνουσα ἀπὸ τῶν Πυρηναίων ὀρῶν ἅπασα μέχρι τῆς Καινῆς Καρχηδόνος καὶ τῶν τοῦ Βαίτιος πηγῶν, τῆς δὲ δευτέρας ἐπαρχίας τὰ μέχρι Γαδείρων καὶ Λουσιτανίας". ἡ δ´ ἑτέρα Ἰβηρία πρὸς Πέρσας ἐστί. τὸ ἐθνικὸν Ἴβηρες ὡς Πίερες Βύζηρες. Διονύσιος "ἀγχοῦ στηλάων μεγαθύμων ἔθνος Ἰβήρων". καὶ Ἀριστοφάνης Τριφάλητι "μανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀριστάρχου πάλαι". καὶ "τοὺς Ἴβηρας οὓς χορηγεῖς μοι βοηθῆσαι δρόμῳ". καὶ Ἀρτεμίδωρος ἐν δευτέρῳ τῶν γεωγραφουμένων "γραμματικῇ δὲ χρῶνται τῇ τῶν Ἰταλῶν οἱ παρὰ θάλατταν οἰκοῦντες τῶν Ἰβήρων". καὶ ἀπὸ τῆς Ἴβηρος γενικῆς Ἰβηρίς τὸ θηλυκόν "Ἑλληνίς, οὐκ Ἰβηρίς" Μένανδρος Ἀσπίδι. λέγεται καὶ Ἰβηρικός. [ Διονύσιος] "πόντος μὲν πρώτιστος Ἰβηρικὸς ἀρχομένοισιν". λέγεται δὲ καὶ Ἰβηρίτης. Παρθένιος ἐν Λευκαδίᾳ "Ἰβηρίτῃ πλεύσει ἐν αἰγιαλῷ". ἀπὸ τῆς γενικῆς Ἴβηρος εὐθεῖα, ὡς τῆς φύλακος ὁ φύλακος. Ἀπολλώνιος ἐν τοῖς παρωνύμοις φησίν "ἀπὸ γενικῶν εὐθεῖαι παράγονται, τῶν μὲν ὑπὲρ δύο συλλαβὰς ὁμοίως τῇ εὐθείᾳ κατὰ τὸν τόνον προπαροξυνόμεναι, καὶ ἢ ἐν ἁπλῷ σχήματι ἢ ἐν συνθέτῳ. ἁπλοῦν μὲν οὖν μάρτυρ μάρτυρος ὁ μάρτυρος, Χάροψ Χάροπος ὁ Χάροπος ‚Χαρόποιό τ´ ἄνακτος‛, Τροίζην Τροίζηνος ὁ Τροίζηνος ‚υἱὸς Τροιζήνοιο‛, Ἴβηρ Ἴβηρος ὁ Ἴβηρος". ἀφ´ οὗ παρὰ Κουαδράτῳ ἐν Ῥωμαϊκῆς χιλιάδος εʹ ἐστὶν Ἰβήροισιν οὕτως "καί τοι Λίγυσί θ´ ἅμα καὶ Ἰβήροισι πολεμέοντες". τὸ αὐτὸ καὶ Ἅβρων ἐν παρωνύμοις φησί. καὶ "αὐτὸς Ἴβηρος τραγοπώγων" ἐν Μαλθακοῖς εἴρηται Κρατίνου. λέγονται οἱ Ἴβηρες ὑδροποτεῖν, ὡς Ἀθήναιος ἐν δειπνοσοφιστῶν βʹ οὕτως "Φύλαρχος μὲν ἐν τῇ ζʹ καὶ τοὺς Ἴβηράς φησιν ὑδροποτεῖν πάντας, καίτοι πλουσιωτάτους πάντων ἀνθρώπων τυγχάνοντας. κέκτηνται γὰρ ἄργυρον καὶ χρυσὸν πλεῖστον. μονοσιτεῖν τε αὐτοὺς ἀεὶ λέγει διὰ μικρολογίαν, ἐσθῆτάς τε φορεῖν πολυτελεστάτας".]

Event Date: -1
§ I326.1   Ibylla: Ἴβυλλα, πόλις Ταρτησσίας. τὸ ἐθνικὸν Ἰβυλλῖνος. παρ´ οἷς μέταλλα χρυσοῦ καὶ ἀργύρου.

Event Date: -1
§ I326.3   Igne: Ἴγνη, πόλις πλησίον Πριάπου. τὸ ἐθνικὸν Ἰγναῖος καὶ Ἰγναία.

Event Date: -1
§ I326.5   Ignetes: Ἴγνητες, οἳ καὶ χωρὶς τοῦ 'ι' λέγονται, ὡς εἴρηται ἐν τῷ 'γ'.

Event Date: -1
§ I326.6   Idalion: Ἰδάλιον, πόλις Κύπρου. χρησμὸς γὰρ ἐδόθη ... ὅπου ἴδοι τὸν ἥλιον ἀνίσχοντα, πόλιν κτίσαι. ὁ οὖν Χαλκήνωρ περιών ... τὶς τῶν σὺν αὐτῷ ἔφη "εἶδον βασιλεῦ τὸν ἅλιον". ἀφ´ οὗ ὠνομάσθαι τὴν πόλιν. τὸ ἐθνικὸν Ἰδαλεύς.

Event Date: -1
§ I326.10  Ide: Ἴδη, Τροίας ὄρος. Ὅμηρος "Ἴδηθεν μεδέων". ἀπὸ Ἴδης τινὸς βασιλίσσης, ὡς Χάραξ. οἱ οἰκοῦντες Ἰδαῖοι, καὶ Ἰδηίδαι ἀπὸ τῆς Ἰδηίς εὐθείας θηλυκῆς.

Event Date: -1
§ I326.13   Idomenai: Ἰδομεναί, πόλις Μακεδονίας. ὁ πολίτης Ἰδομένιος ὡς Κλαζομένιος.

Event Date: -1
§ I326.15   Idoumaioi: Ἰδουμαῖοι, ἔθνος Ἑβραίων, ἀπὸ ἀδώμου (ἄδωμα γὰρ οἱ Ἑβραῖοι τὸ ἐρυθρὸν καλοῦσιν), ὅτι ξανθὸν βρῶμα δοὺς αὐτῷ ὁ ἀδελφὸς τὰ πρωτεῖα εἰλήφει.

Event Date: -1
§ I326.18   Idrias: Ἰδριάς, πόλις τῆς Καρίας, ἡ πρότερον Χρυσαορίς, ἀπὸ Ἰδρίεω παιδὸς Καρός. ὁ οἰκῶν Ἰδριεύς καὶ Ἰδριάς τὸ θηλυκόν.

Event Date: -1
§ I326.21   Idyma: Ἴδυμα, πόλις Καρίας, οὗ καὶ Ἴδυμος ποταμός. τὸ ἐθνικὸν Ἰδυμεύς καὶ Ἰδύμιος. λέγεται καὶ Ἰδύμη ἡ πόλις.

Event Date: -1
§ I327.1   Idyros: Ἴδυρος, πόλις καὶ ποταμὸς Παμφυλίας. Ἑκαταῖος. ἣ καὶ Ἰδυρίς ὀξυτόνως. τὸ ἐθνικὸν Ἰδυρίτης, τῷ τύπῳ τῶν εἰς 'ις'.

Event Date: -1
§ I327.3  Hiera kome: Ἱερὰ κώμη, δῆμος Καρίας. Πολύβιος ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν Ἱεροκωμήτης.

Event Date: -1
§ I327.5   Ieramai: Ἰεραμαί, πόλις Καρίας. τὸ ἐθνικὸν Ἰεραμεύς.

Event Date: -1
§ I327.6  Hiera island: Ἱερὰ νῆσος, ἐν τῷ Κρητικῷ πελάγει, ὡς Χάραξ. ἔστι καὶ Αἰγύπτου Ἱερὰ νῆσος, ὁ οἰκήτωρ Ἱερονησίτης ἢ Ἱερονήσιος.

Event Date: -1
§ I327.8   Hierapolis: Ἱεράπολις, μεταξὺ Φρυγίας καὶ Λυδίας πόλις, θερμῶν ὑδάτων πολλῶν πλήθουσα, ἀπὸ τοῦ ἱερὰ πολλὰ ἔχειν. βʹ Κρήτης. γʹ Συρίας, ἣ καὶ Ἱερόπολις διὰ τοῦ 'ο'. δʹ Καρίας. τὸ ἐθνικὸν Ἱεροπολῖται, ἀφ´ οὗ Νικάνωρ, ὁ νέος Ὅμηρος, καὶ Πόπλιος καὶ Σαραπίων στωικοὶ καὶ ἄλλοι πλεῖστοι Ἱεροπολῖται.

Event Date: -1
§ I328.4   Hierapytna: Ἱεράπυτνα, πόλις Κρήτης, ἡ πρότερον Κύρβα εἶτα Πύτνα εἶτα Κάμιρος εἶθ´ οὕτως Ἱεράπυτνα. τὸ ἐθνικὸν Ἱεραπύτνιος.

Event Date: -1
§ I328.7   Ierasa: Ἰέρασα, χωρίον Λιβύης. ἡ δὲ σύμπασα γῆ ἐκείνη ἐλέγετο Κυρήνη.

Event Date: -1
§ I328.9   Hieraphe: Ἱεράφη, ὡς Ἀνάφη, νῆσος Λιβύης. Ἑκαταῖος περιηγήσει.

Event Date: -1
§ I328.10   Hierichous: Ἱεριχοῦς, πόλις μεταξὺ Ἱεροσολύμων καὶ Ἰορδάνου ποταμοῦ. ἡ γενικὴ Ἱεριχοῦντος. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. εὕρηται καὶ δοτικὴ Ἱεριχοῖ ἀπὸ τῆς Ἱεριχώ, τὸ ἐθνικὸν Ἱεριχούντιος.

Event Date: -1
§ I328.14  Ierne: Ἰέρνη, νῆσος ἐν τῷ πέρατι πρὸς δυσμαῖς. τὸ ἐθνικὸν Ἰερναῖος ὡς Λερναῖος.

Event Date: -1
§ I328.16   Hieros kolpos: Ἱερὸς κόλπος, πλησίον Ἀράδου πόλεως. ὁ οἰκῶν Ἱεροκολπίτης.

Event Date: -1
§ I328.18   Hierosolyma: Ἱεροσόλυμα, ἡ μητρόπολις τῆς Ἰουδαίας, ἣ Σόλυμα ἐκαλεῖτο, ἀπὸ τῶν Σολύμων ὀρῶν. ὁ πολίτης Ἱεροσολυμίτης.

Event Date: -1
§ I328.20   Ietai: Ἰεταί, φρούριον Σικελίας, θηλυκῶς. Φίλιστος ἕκτῃ. τὸ ἐθνικὸν Ἰεταῖος καὶ Ἰεταία.

Event Date: -1
§ I328.22   Ithake: Ἰθάκη, νῆσος πρὸς τῇ Κεφαλληνίᾳ, ἀπὸ Ἰθάκου [ἥρωος], ἀφ´ ἧς Ὀδυσσεύς. ἔστι καὶ Συρίας ὑπὸ τὸν Εὐφράτην. τὸ ἐθνικὸν Ἰθακήσιος καὶ Ἰθακησία καὶ "Ἴθακος Ὀδυσσεύς" ὁμοφώνως τῷ οἰκιστῇ.

Event Date: -1
§ I329.1  Ithome: Ἰθώμη, πόλις Θεσσαλίας τῆς Πελασγιώτιδος. Ὅμηρος "οἵ τ´ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν". ἔστι καὶ Μεσσήνης. ἀπὸ Ἰθώμου βασιλέως. καλεῖται δὲ ὁ τόπος τῆς Θετταλικῆς Θούμαιον ἀποβολῇ τοῦ 'ι' καὶ τροπῇ τοῦ 'ω' εἰς τὴν 'ου' δίφθογγον [Θούμαιον]. τὸ ἐθνικὸν Ἰθωμαῖος καὶ Ἰθωμαία καὶ Ἰθωμήτης διὰ τοῦ 'η', καὶ δωρικῇ τροπῇ Ἰθωμάτας, ἀφ´ οὗ ὁ πολίτης Ἰθωμάτας καὶ Ζεὺς Ἰθωμάτας. καὶ ἑορτὴ Ἰθωμαῖα. καὶ Ἰθωμαιΐς.

Event Date: -1
§ I329.9   Ikaria: Ἰκαρία, δῆμος τῆς Αἰγηίδος φυλῆς, ἀπὸ Ἰκαρίου τοῦ πατρὸς Ἠριγόνης. ὁ δημότης Ἰκαριεύς. τὰ τοπικὰ Ἰκαριόθεν Ἰκαρίαζε Ἰκαριοῖ.

Event Date: -1
§ I329.12   Ikaros: Ἴκαρος, νῆσος μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Μάκρις καὶ Δολίχη καὶ Ἰχθυόεσσα, βʹ ἔστι καὶ πόλις .... γʹ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. ὁ πολίτης Ἰκάριος "πόντου Ἰκαρίοιο". καὶ θηλυκὸν Ἰκαρία.

Event Date: -1
§ I329.16   Ikonion: Ἰκόνιον, πόλις Λυκαονίας πρὸς τοῖς ὅροις τοῦ Ταύρου. φασὶ δ´ ὅτι ἦν τις Ἀννακός, ὃς ἔζησεν ὑπὲρ τὰ τριακόσια ἔτη. τοὺς δὲ πέριξ μαντεύσασθαι, ἕως τίνος βιώσεσθαι. ἐδόθη δὲ χρησμός, ὅτι τούτου τελευτήσαντος πάντες διαφθαρήσονται. οἱ δὲ Φρύγες ἀκούσαντες ἐθρήνουν σφοδρῶς. ὅθεν καὶ παροιμία "τὸ ἐπὶ Ἀννακοῦ κλαύσειν" ἐπὶ τῶν λίαν οἰκτιζομένων. γενομένου δὲ τοῦ κατακλυσμοῦ ἐπὶ Δευκαλίωνος πάντες διεφθάρησαν. ἀναξηρανθείσης δὲ τῆς γῆς ὁ Ζεὺς ἐκέλευσε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾷ εἴδωλα ἀναπλάσαι ἐκ τοῦ πηλοῦ, καὶ προσκαλεσάμενος τοὺς ἀνέμους ἐμφυσῆσαι πᾶσιν ἐκέλευσε καὶ ζῶντα ἀποτελέσαι. διὰ οὖν τὰς εἰκόνας ἐκεῖ διαγραφῆναι Ἰκόνιον κληθῆναι. καὶ ἔδει διὰ διφθόγγου. ὁ πολίτης Ἰκονιεύς.

Event Date: -1
§ I330.8   Ikos: Ἴκος, νῆσος τῶν Κυκλάδων προσεχὴς τῇ Εὐβοίᾳ. ὁ νησιώτης Ἴκιος. ἔγραψε δὲ Φανόδημος Ἰκιακά.

Event Date: -1
§ I330.10   Ilaraugatai: Ἰλαραυγᾶται, οἱ Ἴβηρες. Ἑκαταῖος Εὐρώπῃ. καὶ Ἰλαραυγάτης ποταμός.

Event Date: -1
§ I330.12   Ilaris: Ἴλαρις, πόλις Λυκίας, ὡς Πολύχαρμος ἐν Λυκιακοῖς. τὸ ἐθνικὸν Ἰλαρεύς.

Event Date: -1
§ I330.14  Ilattia: Ἰλαττία, πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῳ. τὸ ἐθνικὸν Ἰλάττιος.

Event Date: -1
§ I330.16  Ilerda: Ἴλερδα, πόλις πρὸς τῇ Πυρήνῃ Ἰβηρίας. ὁ πολίτης Ἰλερδίτης.

Event Date: -1
§ I330.18  Ilion: Ἴλιον, πόλις Τρῳάδος, ἀπὸ Ἴλου, ἣν οἱ Τρῶες Ἄτην ἐκάλουν καὶ Ἄτης λόφον, δευτέρα ἐν τῇ Προποντίδι παρὰ Ῥυνδάκῳ ποταμῷ. τρίτη Μακεδονίας, Ἑλένου κτίσμα. τετάρτη Θεσσαλίας. πέμπτη Θρᾴκης κατὰ Βιζύην. τὸ ἐθνικὸν Ἰλιεύς "Ἰλιεὺς ὁ Ἀπόλλων ἐν Τροίᾳ", καὶ θηλυκὸν Ἰλιάς, καὶ Ἴλιος καὶ Ἰλία. καὶ Ἰλιακός. οὐδετέρως δὲ παρὰ πᾶσι τὸ Ἴλιον, παρ´ Ὁμήρῳ δὲ θηλυκῶς. τὸ γὰρ "Ἴλιον αἰπύ" νοθεύει Ἀρίσταρχος.

Event Date: -1
§ I331.4   Ilissos: Ἰλισσός, ποταμὸς τῆς Ἀττικῆς, ἐν ᾧ τιμῶνται αἱ Μοῦσαι Ἰλισσίδες, ὡς Ἀπολλόδωρος.

Event Date: -1
§ I331.6  Illyria: Ἰλλυρία, χώρα πλησίον τοῦ Παγγαίου, ἀπὸ Ἰλλυρίου τοῦ Κάδμου παιδός. οἱ οἰκήτορες Ἰλλυριοί καὶ Ἰλλυρίς καὶ Ἰλλυριάς καὶ Ἰλλυρία καὶ Ἰλλύριον. καὶ ἰλλυρίζω ἰλλυριστί Ἰλλυρικός.

Event Date: -1
§ I331.10   Ilourgeia: Ἰλούργεια, πόλις Ἰβηρίας, Πολύβιος ἑνδεκάτῃ. τὸ ἐθνικὸν Ἰλουργεύς.

Event Date: -1
§ I331.12   Imbrasos: Ἴμβρασος, ἡ Σάμος, ἀπὸ τοῦ ποταμοῦ. τὸ ἐθνικὸν Ἰμβράσιος καὶ Ἰμβρασία.

Event Date: -1
§ I331.14   Imbros: Ἴμβρος, νῆσός ἐστι Θρᾴκης, ἱερὰ Καβείρων καὶ Ἑρμοῦ, ὃν Ἴμβραμον λέγουσιν οἱ Κᾶρες. ἔστι καὶ πόλις. οἱ οἰκοῦντες Ἴμβριοι.

Event Date: -1
§ I331.17  Himera: Ἱμέρα, πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ Λιβύης. ὁ πολίτης Ἱμεραῖος. ἔστι καὶ ποταμὸς Ἱμέρας ὡς Νικάνωρ.

Event Date: -1
§ I331.20   Imyra: Ἴμυρα, πόλις Φοινίκης. ὁ πολίτης Ἰμυρεύς.

Event Date: -1
§ I331.21   Impheis: Ἰμφεῖς, ἔθνος προσεχὲς τοῖς Περραιβοῖς. Ἑκαταῖος Εὐρώπῃ "οἰκέουσιν Ἰμφέες, Περραιβοί".

Event Date: -1
§ I331.23   Inachia: Ἰναχία, ἡ Πελοπόννησος, οὐ μόνον τὸ Ἄργος. ἀπὸ Ἰνάχου τοῦ ποταμοῦ. τὸ ἐθνικὸν Ἰνάχειος διὰ διφθόγγου, ὡς Αἰσχύλος Προμηθεῖ δεσμώτῃ πῶς δ´ οὐ κλύω τῆς οἰστροδινήτου κόρης τῆς Ἰναχείης, ἣ Διὸς θάλπει κέαρ. καὶ οὐδέτερον "σύ τ´ Ἰνάχειον σπέρμα τοὺς ἐμοὺς λόγους". καὶ διὰ τοῦ 'ι' Ἰνάχιον, καὶ Ἰναχίτης καὶ Ἰναχιεύς.

Event Date: -1
§ I332.7   Indara: Ἰνδάρα, Σικανῶν πόλις. Θεόπομπος. τὸ ἐθνικὸν Ἰνδαραῖος ὡς Ἱμεραῖος.

Event Date: -1
§ I332.9   Indike: Ἰνδική, πόλις Ἰβηρίας πλησίον Πυρήνης. τινὲς δὲ Βλαβέρουραν αὐτήν φασιν. τὸ ἐθνικὸν Ἰνδικῆται.

Event Date: -1
§ I332.11  Indos: Ἰνδός, ποταμός, ἀφ´ οὗ Ἰνδοί, ἀφ´ οὗ Ἰνδικός καὶ Ἰνδική "καὶ Ἰνδικὸν οἶδμα θαλάσσης". λέγεται καὶ Ἰνδῷος.

Event Date: -1
§ I332.13   Inyssos: Ἰνυσσός, πόλις Αἰγύπτου προσεχὴς τῷ Κασίῳ ὄρει. Ἡρόδοτος.

Event Date: -1
§ I332.15   Insobares: Ἰνσόβαρες, ἔθνος Κελτικὸν πρὸς τῷ Πάδῳ. Πολύβιος. οὓς καὶ Ἴνσοβρας φησίν.

Event Date: -1
§ I332.17   Insobroi: Ἴνσοβροι, ἔθνος Ἰταλικόν. Πολύβιος ιϛʹ.

Event Date: -1
§ I332.18   Inykon: Ἴνυκον, πόλις Σικελίας. Ἡρόδοτος δὲ Ἴνυκα αὐτήν φησιν ἀπὸ τοῦ Ἴνυξ, ἔοικε δ´ ἐσφάλθαι. ἀφ´ οὗ Ἰνυκῖνος οἶνος. ἴδιος γὰρ ὁ τύπος τῶν Σικελῶν. Ἰνυκῖνος οὖν δεῖ.

Event Date: -1
§ I333.1   Ixiai: Ἰξίαι, πληθυντικῶς, χωρίον τῆς Ῥόδου ἀπὸ Ἰξοῦ λιμένος. καὶ Ἴξιος Ἀπόλλων, ὡς Ἀρτεμίδωρος δεκάτῳ γεωγραφουμένων.

Event Date: -1
§ I333.4   Ixias: Ἰξιάς, πόλις Οἰνώτρων ἐν μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ "ἐν δὲ Ἰξιὰς πόλις, ἐν δὲ Μενεκίνη πόλις".

Event Date: -1
§ I333.6   Ixibatai: Ἰξιβάται, ἔθνος πρὸς τῷ Πόντῳ προσεχὲς τῇ Σινδικῇ. Ἑκαταῖος Ἀσίᾳ.

Event Date: -1
§ I333.8   Ionion pelagos: Ἰόνιον πέλαγος, τὸ περὶ τὴν Ἰταλίαν, [ἀπὸ τῆς Ἰοῦς], Αἰσχύλος Προμηθεῖ δεσμώτῃ. οἱ δὲ ἀπὸ Ἰονίου Ἰλλυριοῦ ἢ ἀπὸ Ἴονος Ἰταλοῦ. ἐκαλεῖτο δὲ καὶ Ἀδρίας ὁ Ἰόνιος κόλπος. [καὶ] τὸ ἀπὸ Γάζης μέχρις Αἰγύπτου. Ἰώνη γὰρ καὶ ἡ Γάζα ἐκαλεῖτο ἀπὸ Ἰοῦς, βοῦν ἔχουσα πλησίον ἐν τῇ εἰκόνι.

Event Date: -1
§ I333.13   Iope: Ἰόπη, πόλις Φοινίκης πλησίον Ἰαμνίας ὡς Φίλων, ὡς δὲ Διονύσιος Παλαιστίνης. Φοινίκη γὰρ καὶ ἡ Παλαιστίνη. ἐκλήθη δὲ ἀπὸ Ἰόπης τῆς Αἰόλου θυγατρός, τῆς γυναικὸς Κηφέως τοῦ κτίσαντος καὶ βασιλεύσαντος, τοῦ καταστερισθέντος, οὗ ἐστι γυνὴ Κασσιέπεια. οἱ Ἕλληνες κακῶς φασιν. ἀφ´ οὗ Κηφῆνες οἱ Αἰθίοπες. ἔστι καὶ Θεσσαλίας ἄλλη. τὸ ἐθνικὸν τῆς προτέρας Ἰοπίτης. λέγεται καὶ Ἰοπία διὰ τοῦ 'ι', καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. ἐκ δὲ τοῦ Ἰόπεια διὰ διφθόγγου Ἰοπεύς καὶ Ἰοπείτης, καὶ Ἰοπίς θηλυκὸν παρὰ Χάρακι.

Event Date: -1
§ I334.4   Ios: Ἴος, νῆσος τῶν Κυκλάδων, ἀπὸ Ἰώνων οἰκησάντων, ὅθεν ἦν Ὁμήρου μήτηρ, ὡς ὁ χρησμός Ὄλβιε καὶ δύσδαιμον, ἔφυς γὰρ ἐπ´ ἀμφοτέροισι, πατρίδα δίζηαι, μητρὶς δέ τοι, οὐ πατρὶς ἔστιν. ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα δέξεται, ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι. ἐκαλεῖτο δὲ καὶ Φοινίκη ἡ Ἴος. ἔστι καὶ Λυδίας. ὁ πολίτης Ἰήτης καὶ Ἰέτης.

Event Date: -1
§ I334.12  Ioudaia: Ἰουδαία, Ἀλέξανδρος ὁ πολυίστωρ, ἀπὸ τῶν παίδων Σεμιράμιδος Ἰούδα καὶ Ἰδουμαία, ὡς δὲ Κλαύδιος Ἰούλιος, ἀπὸ Οὐδαίου Σπάρτων ἑνὸς ἐκ Θήβης μετὰ Διονύσου ἐστρατευκότος. τὸ ἐθνικὸν Ἰουδαίους, τινὲς δὲ Ἰδουμαίους φασίν.

Event Date: -1
§ I334.16   Iouernia: Ἰουερνία, νῆσος Πρετανικὴ τῶν δύο ἐλάσσων. τὸ ἐθνικὸν Ἰουερνιάτης.

Event Date: -1
§ I335.1   Iouerne: Ἰουέρνη, πόλις ἐν τῷ Πρετανικῷ. τὸ ἐθνικὸν Ἰούερνοι.

Event Date: -1
§ I335.2   Iouleis: Ἰουλεῖς, οἱ Ῥωμαῖοι, ἀπὸ τοῦ βασιλέως ἀφ´ οὗ καὶ ὁ μήν, ἢ ἀπὸ Ἰουλίδος. τὸ ἐθνικὸν Ἰουλεύς καὶ Ἰουλιάς τὸ θηλυκόν, [καὶ] Ἰουλίς.

Event Date: -1
§ I335.5   Ioulis: Ἰουλίς, πόλις ἐν Κέῳ τῇ νήσῳ, ἀπὸ Ἰουλίδος κρήνης. ἀφ´ ἧς Σιμωνίδης ἐστὶν ὁ μελοποιὸς καὶ Βακχυλίδης ὁ ἀδελφιδοῦς ἐκείνου καὶ Ἐρασίστρατος ἰατρὸς μετὰ ταῦτα, καὶ Ἀρίστων ὁ περιπατητικός. οὗτοι Ἰουλιῆται. παρ´ οἷς νόμος ἐτέθη, ὡς Μένανδρος καλὸν τὸ Κείων νόμιμόν ἐστι, Φανία, ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς. προσέταττε γὰρ τοὺς ὑπὲρ ἑξήκοντα ἔτη κωνειάζεσθαι, τοῦ διαρκεῖν τοῖς ἄλλοις τὴν τροφήν. τὸ ἐθνικὸν Ἰουλιεύς καὶ Ἰουλιήτης ὡς πολιήτης.

Event Date: -1
§ I335.15   Hipana: Ἵπανα, πόλις περὶ Καρχηδόνα, ὡς Πολύβιος πρώτῳ. τὸ ἐθνικὸν Ἱπανεύς, ὡς Τύανα Τυανεύς.

Event Date: -1
§ I335.17   Ipnos: Ἴπνος, ἣν Ἰπνέαν τινές, Λοκρῶν τῶν Ὀζολῶν. τὸ ἐθνικὸν Ἰπνεύς.

Event Date: -1
§ I335.19   Ipnous: Ἰπνοῦς, χωρίον ἐν Σάμῳ, ἐν ᾧ ἱερὸν Ἥρας Ἰπνουντίδος. λέγεται δὲ καὶ Ἰπνουσία.

Event Date: -1
§ I336.1  Hippola: Ἱππόλα, πόλις ἀρχαία Λακωνική. Παυσανίας τρίτῳ. τὸ ἐθνικὸν Ἱππολαΐτης, καὶ θηλυκὸν Ἱππολαῗτις.

Event Date: -1
§ I336.3   Hipponesos: Ἱππόνησος, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ. τὸ ἐθνικὸν Ἱππονήσιος.

Event Date: -1
§ I336.5   Hippos: Ἵππος, νῆσος Ἐρυθραίας. Θεόπομπος τεσσαρακοστῷ δευτέρῳ. ἔστι καὶ πόλις Σικελίας. ἔστι καὶ Παλαιστίνης. τὸ ἐθνικὸν Ἵππιος καὶ Ἱππῖνος καὶ Ἱππηνός.

Event Date: -1
§ I336.8   Hippotamadai: Ἱπποταμάδαι, δῆμος Οἰνηίδος φυλῆς. ὁ δημότης Ἱπποταμάδης. τὰ τοπικὰ ἐξ Ἱπποταμαδῶν εἰς Ἱπποταμαδῶν ἐν Ἱπποταμαδῶν.

Event Date: -1
§ I336.11   Hippouakra: Ἱππουάκρα, πόλις Λιβύης. ὁ πολίτης Ἱππουακρίτης.

Event Date: -1
§ I336.12   Hippou kome: Ἵππου κώμη, Λυκίας κώμη, διὰ τὸ ὁδοιπόρων τινῶν ἐκεῖ ἵππον ἀποθανεῖν. οἱ οἰκοῦντες Ἱπποκωμῆται.

Event Date: -1
§ I336.14   Hippouriskos: Ἱππουρίσκος, νῆσος Καρίας. τὸ ἐθνικὸν Ἱππουρίσκιος ὡς Δορίσκιος Τριποδίσκιος.

Event Date: -1
§ I336.16  Hippon: Ἱππών, Λιβύης πόλις. Πολύβιος δωδεκάτῳ.

Event Date: -1
§ I336.17   Hipponion: Ἱππώνιον, πόλις Βρεττίων, ἀπὸ ἥρωος, ἣ μετωνομάσθη ὑπὸ Ῥωμαίων Οὐίβων Οὐαλεντία, τὸ ἐθνικὸν Ἱππωνιάτης. τοῦτο δὲ τὸ ἐθνικὸν ὡς ἀπὸ τοῦ Ἱππωνία· ἀπὸ γὰρ τοῦ Ἱππώνιον ἔδει Ἱππώνιος ἢ Ἱππωνιεύς.

Event Date: -1
§ I337.1   Ira: Ἰρά, ὄρος Μεσσηνίας. Ῥιανὸς ἐν Μεσσηνιακῶν πρώτῳ. ἔστι καὶ πόλις Μαλιέων ἀπὸ Ἴρου. ἔστι καὶ πόλις Λέσβου. καὶ ἡ παρ´ Ὁμήρῳ "Καρδαμύλην τ´ Ἐνόπην τε καὶ Ἰρήν". τὸ ἐθνικὸν Ἰριεύς τῶν Μαλιέων.

Event Date: -1
§ I337.5  Irasa: Ἴρασα, τόπος Λιβύης, εἰς ὃν μετήγαγον Βάττον οἱ Λίβυες, ὡς Ἡρόδοτος τετάρτῃ. τὸ ἐθνικὸν Ἰρασεύς, ὡς Μύλασα Μυλασεύς.

Event Date: -1
§ I337.8   Iros: Ἶρος, πόλις Θεσσαλίας. Λυκόφρων "Ἶρόν τε καὶ Τραχῖνα καὶ Περραιβικήν". ὁ πολίτης Ἰρώτης ὡς Ἠπειρώτης Μαλλώτης.

Event Date: -1
§ I337.11   Is: Ἴς, πόλις Περσική. Ἡρόδοτος πρώτῃ. ἔνθα καὶ ποταμὸς Ἴς "ἔνθεν ἡ ἄσφαλτος ἐς τὸ ἐν Βαβυλῶνι τεῖχος ἐκομίσθη".

Event Date: -1
§ I337.13  Isauria: Ἰσαυρία, μεταξὺ Λυκαονίας καὶ Κιλικίας πρὸς τῷ Ταύρῳ. καὶ πόλις [Ἴσαυρα οὐδετέρως], Χάραξ δὲ θηλυκῶς. τὸ ἐθνικὸν Ἰσαυρεύς καὶ Ἴσαυρος.

Event Date: -1
§ I338.1   Isbos: Ἴσβος, Ἰσαυρίας πόλις. τὸ ἐθνικὸν Ἰσβώτης, ὡς Μαλλός Μαλλώτης.

Event Date: -1
§ I338.3   Iseion: Ἰσεῖον, πόλις Αἰγύπτου, ἀπὸ Ἴσιδος. οἱ οἰκοῦντες μετάβολοι· τοιοῦτοι γὰρ ἦσαν. πωλοῦσι δὲ μόνοις τοῖς ἐμπόροις ἀθρόα τὰ φορτία παρὰ τῶν τεχνιτῶν ἀγοράζοντες αὐτὰ κατ´ ὀλίγα καὶ κοτυλίζουσι τοῖς ἐγχωρίοις. προπερισπᾶται δέ, ὡς Ἰρεῖον καὶ Νεμεσεῖον καὶ τῶν ὅσα μὴ τῆς γενικῆς τὸ 'δ' ἐφύλαξαν τεμενικῶν· τοιοῦτος γὰρ ὁ τύπος.

Event Date: -1
§ I338.9   Isepos: Ἴσηπος, ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ I338.10  Isthmos: Ἰσθμός, ἡ Ἁλικαρνασσός, τῆς Καρίας πόλις. ὁ πολίτης Ἴσθμιος. ἔστι καὶ Κορίνθου Ἰσθμός, ἐν ᾗ Ἴσθμιος ὁ Ποσειδῶν. καὶ νίκη Ἰσθμιάς καὶ Ἰσθμιάδες σπονδαί. λέγονται καὶ Ἰσθμιῶται.

Event Date: -1
§ I338.14   Isindos: Ἴσινδος, πόλις Ἰωνίας. ὁ πολίτης Ἰσίνδιος αἰνετιτάς. λέγεται καὶ Ἴσινδα· τὸ ἐθνικὸν Ἰσίνδιος. καὶ χωρίον Ἰσινδία καὶ Ἴσινδα.

Event Date: -1
§ I338.17   Ismaela: Ἰσμάηλα, τῆς Ἀραβίας χωρίον. οἱ οἰκοῦντες Ἰσμαηλῖται.

Event Date: -1
§ I338.18  Ismaros: Ἴσμαρος, πόλις Θρᾴκης τῶν Κικόνων. Ὅμηρος. ὁ πολίτης Ἰσμάριος, καὶ Ἰσμαρικός τὸ κτητικόν. ἔστι καὶ Ἰσμαρὶς λίμνη. Ἡρόδοτος ζʹ.

Event Date: -1
§ I338.21  Ismene: Ἰσμήνη, ἡρωὶς καὶ κώμη Βοιωτίας. ὁ κωμήτης Ἰσμήνιος καὶ Ἰσμηναῖος καὶ Ἰσμηνεύς καὶ Ἰσμηνίτης. ἔστι καὶ Ἰσμηνός ποταμὸς Βοιωτίας, ἀφ´ οὗ Ἰσμήνιος ὁ Ἀπόλλων καὶ Ἰσμηνία.

Event Date: -1
§ I339.10   Hispaniai: Ἱσπανίαι, [ἀπὸ Ἱσπάνου γίγαντος οὕτω λεγομένου.] δύο τῆς Ἰταλίας ἐπαρχίαι, ἡ μὲν μεγάλη ἡ δὲ μικρά. [ταύτης ἐμνήσθη Χάραξ ἐν ιʹ χρονικῶν "ἐν Ἱσπανίᾳ τῇ μικρᾷ τῇ ἔξω Λουσιτανῶν πάλιν ἀποστάντων ἐπέμφθη ὑπὸ Ῥωμαίων στρατηγὸς ἐπ´ αὐτοὺς Κύϊντος". ὁ αὐτὸς ὁμοῦ περὶ τῶν δύο "Κύϊντος ὁ τῶν Ῥωμαίων πολέμαρχος ἐν ἀμφοτέραις ταῖς Ἱσπανίαις, ἡσσώμενος δὲ ὑπὸ Οὐιριάθου σπονδὰς πρὸς αὐτὸν ἐποιήσατο". ταύτην κεκλῆσθαί φησιν Ἰβηρίαν ἐν Ἑλληνικῶν γʹ "τὴν δὲ Ἱσπανίαν Ἕλληνες τὰ πρῶτα Ἰβηρίαν ἐκάλουν, οὔπω ξύμπαντος τοῦ ἔθνους τὴν προσηγορίαν μεμαθηκότες, ἀλλ´ ἀπὸ μέρους τῆς γῆς, ὅ ἐστι πρὸς ποταμὸν [Ἴβηρα] Ἰβηρίαν καὶ ἀπ´ ἐκείνου ὀνομάζονται, τὴν πᾶσαν οὕτω καλοῦντες. ὕστερον δέ φασιν αὐτὴν μετακεκλῆσθαι Πανίαν".]

Event Date: -1
§ I339.14  Issa: City in Lesbos, called Himera, or Pelasgia and Issa from Issa the daughter of Makar.There is also an island with a city of the same name [Issa] off Dalmatia and Illyria; and the feminine form Issa on Lesbos in the Herakles of Parthenios. GR: Ἴσσα, πόλις ἐν Λέσβῳ, κληθεῖσα Ἱμέρα, εἶτα Πελασγία καὶ Ἴσσα ἀπὸ τῆς Ἴσσης τῆς Μάκαρος. ἔστι καὶ νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ Δελματίαν καὶ Ἰλλυρίαν .... ἔστι καὶ θηλυκὸν Ἰσσάς ἐπὶ τῆς Λέσβου παρὰ Παρθενίῳ ἐν Ἡρακλεῖ.

Event Date: -1
§ I339.18  Issedones: Ἰσσηδόνες, ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. Ἀλκμὰν δὲ μόνος Ἐσσηδόνας αὐτούς φησιν. εὑρίσκεται δὲ ἡ δευτέρα παρ´ ἄλλοις διὰ τοῦ 'ε'. λέγονται καὶ Ἰσσηδοί τρισυλλάβως. ἔστι καὶ Ἰσσηδών πόλις.

Event Date: -1
§ I340.1  Issos: Ἰσσός, πόλις μεταξὺ Συρίας καὶ Κιλικίας, ἐν ᾗ Ἀλέξανδρος Δαρεῖον ἐνίκησεν, ἣ ἐκλήθη διὰ τοῦτο Νικόπολις ἀπ´ αὐτοῦ. καὶ ὁ Ἰσσικὸς κόλπος. ὁ πολίτης Ἰσσαῖος, ὡς Νεῖλος Νειλαῖος. ἐκεῖ δὲ καὶ ποταμὸς Πίναρος ὀνομαζόμενος.

Event Date: -1
§ I340.5  Issorion: Ἰσσώριον, ὄρος τῆς Λακωνικῆς, ἀφ´ οὗ ἡ Ἄρτεμις Ἰσσωρία. τὸ ἐθνικὸν Ἰσσώριος.

Event Date: -1
§ I340.7   Istiaia: Ἰστίαια, πόλις Εὐβοίας. Ὅμηρος "πολυστάφυλόν τ´ Ἰστίαιαν". ἡ δὲ διὰ τοῦ 'ι' ἰωνικὴ γραφή ἐστι. νῦν δὲ καλεῖται Ὠρεός .... ὁ πολίτης Ἰστιαιεύς. Ἔφορος δὲ τὸ ἐθνικὸν Ἑστιαῖός φησι. καὶ Ἱστιώτης ὁ τῆς Θετταλικῆς. τῆς δὲ Εὐβοίας ἀδιάφορος κατὰ τὴν γραφὴν καὶ διὰ τοῦ 'ι' καὶ διὰ τοῦ 'ε' ψιλοῦ.

Event Date: -1
§ I340.13   Histos: Ἱστός, νῆσος Λιβύης, Οὐδενόη λεγομένη ὑπὸ Λιβύων, ὑπὸ δὲ Φοινίκων Κέλλα ῥαφσάθ, ὃ ἑρμηνεύεται ἱστὸς νεώς. νηὶ γάρ ἐστι παραπλήσιος. τὸ ἐθνικὸν Ἵστιος, τῷ λόγῳ τῶν εἰς 'ος' δισυλλάβων ἐπὶ νήσων, Ἴμβριος Ἄνδριος.

Event Date: -1
§ I340.17   Istria: Ἰστρία, χώρα κατὰ τὸν Ἰόνιον κόλπον. οἱ οἰκοῦντες Ἴστροι καὶ Ἴστριοι.

Event Date: -1
§ I340.19   Istriana: Ἰστριανά, πόλις παρὰ τὴν Περσικὴν θάλασσαν, ὡς Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς. τὸ ἐθνικὸν Ἰστριανηνός ἢ Ἰστριανίτης.

Event Date: -1
§ I340.22  Istroi: Ἴστροι, ἔθνος ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν [Ἴστρος], καὶ κτητικὸν Ἰστρικός, ὡς τὸ Ταῦροι Ταυρικός.

Event Date: -1
§ I341.3  Istros: Ἴστρος, πόλις Κρήτης, ἣν Ἀρτεμίδωρος Ἰστρῶνά φησι. δευτέρα πόλις Ἴστρος ἐν τῷ Πόντῳ. τὸ ἐθνικὸν Ἴστριος καὶ Ἰστριεύς. Ἀρριανὸς δὲ Ἰστρίαν ὡς Ὀλβίαν αὐτήν φησι. τὸ ἐθνικὸν ταύτης Ἰστριανός ὡς Ὀλβιανός, καὶ κατὰ τροπὴν Ἰστριηνὸς λιμήν καὶ Ἰστριανίς, θηλυκῶς. τρίτη νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ τὸ Τριόπιον τῆς Κνιδίας. τετάρτη πόλις τῆς Ἰαπυγίας, ὡς Ἔφορος εἰκοστῷ ἐνάτῳ.

Event Date: -1
§ I341.10  Istone: Ἰστώνη, ὄρος προσεχὲς τῇ Κερκύρᾳ. Θουκυδίδης τρίτῃ. τὸ ἐθνικὸν Ἰστωναῖος ὡς Τορωναῖος.

Event Date: -1
§ I341.12   Italia: Ἰταλία, ἡ χώρα, ἀπὸ Ἰταλοῦ, ἡ πρὶν Αὐσονία καὶ Αὐσονίς. τὸ ἐθνικὸν Ἰταλός καὶ Ἰταλίς. ἀπὸ δὲ τοῦ Ἰταλία τὸ Ἰταλιώτης ὡς Κιλικιώτης Φθιώτης. τί δὲ διαφέρει τὸ Ἰταλός τοῦ Ἰταλιώτου, ἐν τῷ περὶ Σικελίας εἰρήσεται. τὸ θηλυκὸν Ἰταλιῶτις. καὶ Ἰταλιεύς, ὡς τοῦ Αὐσονία τὸ Αὐσονιεύς. καὶ ἰταλιάζειν ῥῆμα. καὶ Ἰταλικός τὸ κτητικὸν καὶ Ἰταλιωτικός. ἔστι καὶ Ἰταλικόν χωρίον Σικελίας. ἔστι καὶ Ἰταλίκη πόλις Ἰβηρίας. τὸ ἐθνικὸν Ἰταλικήσιος καὶ Ἰταλικησία. ἐκαλεῖτο ἡ χώρα καὶ Οἰνωτρία καὶ Ἑσπερία.

Event Date: -1
§ I341.21   Itanos: Ἰτανός, πόλις ἐν Κρήτῃ, ἀπὸ Ἰτανοῦ Φοίνικος, ἢ τῶν Κουρήτων ἑνὸς μιγάδος. οἱ πολῖται Ἰτάνιοι. ἔστι καὶ ἄκρα.

Event Date: -1
§ I342.1  Itea: Ἰτέα, δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὁ δημότης Ἰτεαῖος. Ἀνδροτίων δὲ τρισυλλάβως ἔφη.

Event Date: -1
§ I342.3   Ityke: Ἰτύκη, πόλις Λιβύης, Τυρίων ἄποικος. τὸ ἐθνικὸν Ἰτυκαῖος. ἀφ´ οὗ Διονύσιος ὁ Ἰτυκαῖος ῥιζοτομικῶν πρώτῳ.

Event Date: -1
§ I342.5   Iton: Ἴτων, πόλις Θεσσαλίας "Ἴτωνά τε μητέρα μήλων". οἱ ἐγχώριοι ὀξυτόνως αὐτήν φασιν Ἰτών, τινὲς δὲ Σιτῶνα αὐτήν φασι διὰ τὸ σιτοφόρον. λέγεται καὶ ἡ Ἴτωνος ἀπὸ Ἰτώνου ἥρωος, ἀφ´ οὗ καὶ Ἰτωνία ἡ Ἀθηνᾶ. ἥ τις καὶ Ἰτώνη. τὸ ἐθνικὸν Ἰτωναῖος καὶ Ἰτωναία ἡ Ἀθηνᾶ. ἔστι καὶ πόλις Ἰτώνη, ἐν Ἠπείρῳ, καὶ Ἰταλίας, καὶ Βοιωτίας, καὶ Λυδίας. ὁ πολίτης Ἰτώνιος καὶ Ἰτωνία, καὶ Ἰτωνία ἡ Ἀθηνᾶ, καὶ Ἰτωνιάς καὶ Ἰτωνίς. καὶ χώρα Ἰτώνη ὑπὸ τὸν Αἷμον, ὡς Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ I342.14   Ichana: Ἴχανα, πολίχνιον τῆς Σικελίας, διὰ τὸ τῇ αὐτοῦ ἁλώσει πολλὰ προσλιπαρῆσαι τοὺς Συρακουσίους. ἰχανᾶν δὲ τὸ ἐπιθυμεῖν. τὸ ἐθνικὸν Ἰχανῖνος.

Event Date: -1
§ I342.17   Ichnai: Ἴχναι, πόλις Μακεδονίας. Ἡρόδοτος ἑβδόμῃ. Ἐρατοσθένης δὲ Ἄχνας αὐτήν φησι. Φιλητᾶς δ´ ἄλλην φησὶ διὰ τοῦ 'α'. τὸ ἐθνικὸν Ἰχναῖος καὶ Ἰχναία ἡ Θέμις. διωκομένη γὰρ ὑπὸ τοῦ Διὸς κατελήφθη ἐν τοῖς τῶν Ἰχναίων τόποις, καὶ ἀπὸ τοῦ διωχθῆναι κατ´ ἴχνος ὠνομάσθη. ἔστι καὶ ἑτέρα τῆς ἀνατολικῆς πόλις.

Event Date: -1
§ I343.1   Ipsikouroi: Ἰψίκουροι, ἔθνος Λιγυστικόν. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ "ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοὶ καὶ Εὔβιοι, Λίγυες τὸ γένος".

Event Date: -1
§ I343.4   Iolkos: Ἰωλκός, πόλις Θεσσαλίας. "Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν". ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, ἀφ´ οὗ τὸ Ἀμυρικὸν πεδίον Λαρισαίων. τὸ ἐθνικὸν Ἰώλκιος καὶ Ἰωλκία καὶ Ἰωλκίς καὶ Ἰωλκιάς.

Event Date: -1
§ I343.8   Iolon: Ἴωλον, ὄρος Περραιβίας. οἱ οἰκοῦντες Ἴωλοι. Ὅμηρος "τῷ δ´ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί" .... "τῷ δ´ ἄρ´ Ἴωλοι ἕποντο μενεπτόλεμοί τε Περαιβοί".

Event Date: -1
§ I343.11  Ione: Ἰώνη, οὕτως ἐκαλεῖτο ἡ Ἀντιόχεια ἡ παρὰ Δάφνην, ἣν ᾤκησαν Ἀργεῖοι. τὸ ἐθνικὸν Ἰωνίτης ἢ Ἰωναῖος ὡς Κλεωναῖος "Κλεωναίοιο χάρωνος".

Event Date: -1
§ I343.14  Ionia: Ἰωνία, οὕτως ἡ Ἀττικὴ πρότερον, ἀπὸ Ἴωνος τοῦ Ἀπόλλωνος καὶ Κρεούσης τῆς Ἐρεχθέως. "οὕτω μὲν οἱ Ἀθηναῖοι. ἐν μέν τοι Δωριεῦσιν Αἰτωλοί, ἐν δὲ Αἰολεῦσι Βοιωτοί, ἐν δὲ τοῖς Ἴωσιν Ἀθηναῖοι". ὁ οἰκῶν Ἴων καὶ Ἰωνίς καὶ Ἰάς καὶ Ἰωνικός καὶ ἰωνίζω ῥῆμα.

Event Date: -1
§ I343.19   Ionidai: Ἰωνίδαι, δῆμος τῆς Ἀττικῆς, τῆς Αἰγηίδος φυλῆς. ὁ δημότης Ἰωνίδης. τὰ τοπικὰ ἐξ Ἰωνιδῶν εἰς Ἰωνιδῶν ἐν Ἰωνιδῶν.

Event Date: -1
§ I344.3   Iopis: Ἰωπίς, ὀξυτόνως, Λακωνικὴ χώρα. Ἡρωδιανὸς τετάρτῃ.

Event Date: -1
§ I344.4   Iotapata: Ἰωτάπατα, πόλις Συρίας. Ἰώσηπος ἐν τρίτῳ. καὶ θηλυκῶς Ἰωταπάτη, τὸ ἐθνικὸν Ἰωταπατηνός.

Event Date: -1
§ K344.6  Kabalis: Καβαλίς, πόλις πλησίον Κιβύρας πρὸς νότον Μαιάνδρου. [Στράβων τρισκαιδεκάτῃ.] ἡ γενικὴ Καβαλίδος. ὁ πολίτης Καβαλεύς. Ἑκαταῖος Ἀσίᾳ. καὶ θηλυκῶς, ὡς Στράβων ἐν τῇ εἰρημένῃ "ἀπόγονοι δὲ Λυδῶν οἱ Κιβυρᾶται τῶν κατασχόντων τὴν Καβαλίδα". ὁ δὲ πολυίστωρ Ἀλέξανδρος Καβάλισσαν φησὶ τὸ θηλυκόν. εἶναι δὲ τὸ γένος αὐτὴν Ὀλβίαν.

Event Date: -1
§ K344.12   Kabassos: Καβασσός, πόλις ἐν Καππαδοκίᾳ, πατρὶς Ὀθρυονέως. Ὅμηρος "Καβησσόθεν ἔνδον ἐόντα". Ἑκαταῖος δ´ ὁ Μιλήσιος Καβησσὸν, πόλιν εἶναί φησιν ὑπερβάντι τὸν Θρᾴκιον Αἷμον. καὶ συμφωνεῖ καὶ ἡ τοῦ γάμου ἐλπὶς τῶν Θρᾳκῶν ἀκολασίᾳ. Ἑλλάνικος δὲ τῆς Λυκίας πόλιν Καβησσόν, Ἀπίων δὲ ἀληθέστερόν φησι κώμην εἶναι Καππαδοκίας μεταξὺ Ταρσοῦ καὶ Μαζάκων. Μάζακα δὲ ἡ Καππαδοκίας ἐκαλεῖτο Καισάρεια. ἐθνικῶς ἀρκεῖ τὸ Ὁμηρικὸν Καβησσόθεν. πολλὰ γὰρ τοιαῦτα, ὡς τὸ Καμειρόθεν, τὰ τοπικὰ ἐθνικῶς. δύναται δὲ Καβήσσιος ἢ Καβησσίτης.

Event Date: -1
§ K345.7   Kabeiria: Καβειρία, πόλις τῆς κάτω Ἀσίας, ἧς τὴν γῆν Καβείριοι ᾤκουν. εἰσὶ καὶ Καβείριοι ἔθνος Βοιωτίας, ὡς Παυσανίας ἐνάτῳ. καὶ Κάβειρος Καβειρία, ἀφ´ οὗ τὸ Καβειραῖος καὶ Καβειραία καὶ Καβειρίτης. καὶ Καβείριον, τούτου τὸ ἐθνικὸν Καβείριος, ὡς τὸ Βυζάντιον Βυζάντιος, καὶ Καβειρία τὸ θηλυκόν. καὶ Καβειριεύς. καὶ νύμφαι Καβειρίδες, ἀπὸ Καβειροῦς τῆς Πρωτέως καὶ Ἀγχινόης, ἀφ´ ἧς καὶ Ἡφαίστου Κάδμιλος. ἔστι δὲ ἡ μὲν Καβειρίς παρὰ τὸ Κάβειρος, ἡ δὲ Καβειριάς παρὰ τὸ Καβείριος. τὸ κτητικὸν Καβειρικός καὶ Καβειρική, καὶ καβειριάζεσθαι ῥῆμα.

Event Date: -1
§ K345.17  Kabellion: Καβελλιών, πόλις Μασσαλίας. Ἀρτεμίδωρος ἐν πρώτῃ γεωγραφουμένων. τὸ ἐθνικὸν κατὰ τὸν ἐπιχώριον τύπον Καβελλιωνήσιος ὡς Ταρρακωνήσιος, κατὰ δὲ τὸν Ἑλληνικὸν Καβελλιωνίτης ὡς Ταρρακωνίτης.

Event Date: -1
§ K346.1  Kabyle: Καβύλη, πόλις Θρᾴκης οὐ πόρρω τῆς τῶν Ἀστῶν χώρας. Πολύβιος τρισκαιδεκάτῃ. τὸ ἐθνικὸν Καβυληνός ὡς Ἀρτακηνός.

Event Date: -1
§ K346.4  Kadmeia polis: Καδμεία πόλις, Θηβῶν ἀκρόπολις, ἀφ´ ἧς οἱ Θηβαῖοι Καδμεῖοι καὶ Καδμείωνες καὶ Καδμεῖαι, καὶ τὸ τεῖχος Καδμεία.

Event Date: -1
§ K346.7   Kadoi: Κάδοι, πόλις Μυσίας. Στράβων ιβʹ "καὶ Δορυλάειον πόλις καὶ Κάδοι". τὸ ἐθνικὸν Καδηνός.

Event Date: -1
§ K346.9   Kadousioi: Καδούσιοι, ἔθνος μεταξὺ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Πόντου. Στράβων ἑνδεκάτῃ.

Event Date: -1
§ K346.11   Kadrema: Κάδρεμα, πόλις Λυκίας, ἄποικος Ὀλβίων. ἑρμηνεύεται δὲ σίτου φρυγμὸς ἡ πόλις. τὸ ἐθνικὸν Καδρεμεύς.

Event Date: -1
§ K346.13   Kathaia: Κάθαια, πόλις Ἰνδική. τιμῶσι δὲ τοὺς καλοὺς ἐπὶ τοσοῦτον, ὥστε βασιλέα τὸν κάλλιστον αἱροῦνται. ὁ πολίτης Καθαιαῖος.

Event Date: -1
§ K346.16  Kaikinon: Καικῖνον, χωρίον Ἰταλικόν. Φίλιστος δευτέρῳ Σικελικῶν.

Event Date: -1
§ K346.17   Kainine: Καινίνη, πόλις Σαβίνων, ἡ ὑπὸ Ῥωμύλου ἁλοῦσα. τὸ ἐθνικὸν Καινινῆται.

Event Date: -1
§ K346.19   Kainoi: Καινοί, ἔθνος Θρᾴκιον. Ἀπολλόδωρος ἐν χρονικῶν τετάρτῳ.

Event Date: -1
§ K346.21  Kainys: Καινύς, νῆσος πλησίον Πελωριάδος, τῆς κατὰ Σικελίαν ἄκρας, πρὸς δύσιν νεύουσα. ἔστι καὶ πόλις Ἰταλίας Καινύσιον.

Event Date: -1
§ K347.3  Kaire: Καιρή, πόλις Τυρρηνίας. τὸ ἐθνικὸν Καιριτανός. εἴρηται ἐν τῷ περὶ Ἀγύλλης.

Event Date: -1
§ K347.5  Kaisareia: Καισάρεια, μητρόπολις τῆς Καππαδοκίας, ἡ πρὶν Εὐσέβεια καὶ Μάζακα, ὡς Στράβων. ἔστι καὶ Παλαιστίνης. καὶ τρίτη πρὸς τῇ Πανεάδι. τὸ ἐθνικὸν Καισαρεύς. εἰσὶ δὲ καὶ ἄλλαι τούτῳ τῷ ὀνόματι προσαγορευόμεναι.

Event Date: -1
§ K347.9  Kalabria: Καλαβρία, χώρα πλησίον τῆς Ἰταλίας. ὁ οἰκήτωρ Καλαβρός, καὶ Καλαβρά θηλυκὸν καὶ Καλαβρίς.

Event Date: -1
§ K347.11   Kalathe: Καλάθη, πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἔφορος δὲ Καλάθουσαν αὐτήν φησιν. ἔστι καὶ τοῦ Πόντου Καλάθουσα, ὁ πολίτης τῆς Καλάθης Καλαθῖνος ὡς Ἀγαθῖνος, τῆς δὲ Καλαθούσης Καλαθούσιος ὡς Νύσιος.

Event Date: -1
§ K347.16   Kalamai: Καλάμαι, πόλις Πελοποννήσου. Παυσανίας τετάρτῳ.

Event Date: -1
§ K347.17   Kalamenthe: Καλαμένθη, ἥ τις καὶ Καλαμίνθη, πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. κρεῖττον οὖν ὡς Ἡρόδοτος διὰ τοῦ 'ι' πόλις Φοινίκων.

Event Date: -1
§ K347.20   Kalarna: Κάλαρνα, πόλις Μακεδονίας, ὡς Λούκιος ὁ Ταρραῖος. τὸ ἐθνικὸν Καλαρναῖος.

Event Date: -1
§ K347.22   Kalasiris: Καλάσιρις, μοῖρα Αἰγύπτου. Ἡρόδοτος δευτέρῳ. οἱ καὶ Καλασίριοι καὶ Καλασιρίαι.

Event Date: -1
§ K347.24   Kalatiai: Καλατίαι, γένος Ἰνδικόν. Ἑκαταῖος Ἀσίᾳ.

Event Date: -1
§ K347.25   Kalaureia: Καλαύρεια, νησίδιον πρὸς τῇ Κρήτῃ, [κύκλον ἔχουσα] ὅσον τριάκοντα σταδίων, ἀπὸ Καλαύρου τοῦ Ποσειδῶνος. ἐκαλεῖτο καὶ Εἰρήνη, ὁ πολίτης Καλαυρείτης.

Event Date: -1
§ K348.3   Kalbios: Κάλβιος, κρήνη Λυκίας, ἣν καὶ Καλαινόν φασι. τινὲς δὲ αὐτὴν καὶ διὰ τοῦ 'μ' φασί.

Event Date: -1
§ K348.5   Kale akte: Καλὴ ἀκτή, πόλις Σικελῶν. Εὔδοξος τετάρτῳ γῆς περιόδου. ἔστι δὲ [ὡς] Μεγάλη κώμη. ἐκ τῶν δύο δὲ ἡ παραγωγή, Μεγαλοκωμήτης Καλακτίτης ἢ Καλοακτίτης διὰ τοῦ 'ι'. ἐπεὶ καὶ παρὰ τὸ Ἀκτή Ἀκτίτης [καὶ Ἀττικός· Ἀκτή γὰρ ἡ Ἀττική]. ἢ Καλοακταῖος καὶ Καλοακταία θηλυκόν, ἢ Καλοάκτιος ὡς Πανάκτιος καὶ ἐπάκτιος.

Event Date: -1
§ K348.11   Kaleros: Κάληρος, οὕτως ἐκαλεῖτο ἡ Ἀλωπεκόννησος ἀπὸ Καλήρου βασιλέως, Ἀλωπεκόννησος δὲ ὅτι ἐκεῖ εἶδον σκύμνους φέρουσαν καὶ κατατιθεῖσαν ἀλώπεκα. τινὲς δ´ ὅτι δεκάληρος ἐκαλεῖτο ἡ πόλις.

Event Date: -1
§ K348.15   Kalesia: Καλησία, πόλις Αὐσονική. Διονύσιος πεντακαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Καλησιανός, ὡς αὐτός.

Event Date: -1
§ K348.17   Kallatebos: Καλλάτηβος, πόλις Λυδίας. Ἡρόδοτος ἑβδόμῃ. τὸ ἐθνικὸν Καλλατήβιος.

Event Date: -1
§ K348.19   Kallatis: Κάλλατις, πολίχνιον ἐν τῇ παραλίᾳ τοῦ Πόντου, Στράβων ἑβδόμῃ. ὡς κάλαθος εὑρέθη ἐοικὼς τοῖς θεσμοφοριακοῖς. ὁ πολίτης Καλλατιανός, ὡς Τραλλιανός Σαρδιανός· ἀφ´ οὗ Ἴστρος Καλλατιανὸς περὶ τραγῳδίας γράψας καλὸν βιβλίον. ἔοικε δ´ εἶναι ἀπὸ τοῦ Καλλατία ὡς Ὀλβιανός, εἰ μὴ ἀπὸ τῆς ἰωνικῆς γενικῆς γέγονε τῆς Καλλάτιος.

Event Date: -1
§ K349.5   Kalliai: Καλλίαι, πόλις μία τῆς ἐν Ἀρκαδίᾳ τριπόλεως. ὁ πολίτης Καλλιεύς, ὡς Παυσανίας. ἔστι καὶ χωρίον πλησίον Τάραντος.

Event Date: -1
§ K349.8   Kalliaros: Καλλίαρος, πόλις Λοκρῶν, ἀπὸ Καλλιάρου τοῦ Ὁδοιδόκου καὶ Λαονόμης, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας, Στράβων δ´ ἐν ἐνάτῃ παρὰ τὸ εὐήροτον αὐτὴν εἶναί φησι.

Event Date: -1
§ K349.11   Kalliara: Καλλίαρα, οὐδετέρως. τὸ ἐθνικὸν Καλλιαρεῖς ὡς Μεγαρεῖς.

Event Date: -1
§ K349.12  Kalliope: Καλλιόπη, πόλις Παρθυαίων. Πολύβιος δεκάτῳ. τὸ ἐθνικὸν Καλλιοπεύς, ὡς Παρθενόπη Παρθενοπεύς.

Event Date: -1
§ K349.14  Kallipolis: Καλλίπολις, πολίχνιον Λαμψάκου ἐν τῇ περαίᾳ τῆς Χερρονήσου ἐπ´ ἀκτῆς κειμένη, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Βιθυνίας. δευτέρα κατὰ τὸν Ἀνάπλουν. τρίτη πόλις Σικελίας. τετάρτη πόλις Καρίας. οἱ πολῖται πασῶν Καλλιπολῖται.

Event Date: -1
§ K349.18   Kalpe: Κάλπη, πόλις Βιθυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν. ἔστι καὶ λιμὴν Κάλπης, τὸ ἐθνικὸν Καλπεύς ὡς Σινωπεύς. καὶ Καλπῖνος ἔστιν ὡς Πεύκη Πευκῖνος. τοῦ δὲ λιμένος ὡς Καλπολιμενίτης. .... καὶ τὴν πόλιν Κάρπειαν .... τινὲς τούτους Καρπητανοὺς ὡς Καλπειανούς φασι.

Event Date: -1
§ K350.4  Kalybe: Καλύβη, πόλις Θρᾴκης, ἄποικος Μακεδόνων. τὸ ἐθνικὸν Καλυβῖται ἢ Καλυβεῖς, ὡς τῆς Ἀλύβης Ἀλυβεῖς.

Event Date: -1
§ K350.6  Kalydna: Κάλυδνα, νῆσος. καὶ πόλις Θήβης, ἀπὸ Καλύδνου παιδὸς Οὐρανοῦ. λέγεται καὶ Καλυδνός, ὁ πολίτης Καλυδναῖος, καὶ Καλυδνίς τὸ θηλυκόν, καὶ Καλυδνεὺς ὁ Ἀπόλλων καὶ Καλύδνιος, ὡς Ἀνδροτίων ἕκτῃ Ἀτθίδος.

Event Date: -1
§ K350.10  Kalydon: Καλυδών, Αἰτωλίας πόλις, ἀπὸ Καλυδῶνος τοῦ Ἐνδυμίωνος ἢ τοῦ Αἰτωλοῦ. τὸ ἐθνικὸν Καλυδώνιος καὶ Καλυδωνία.

Event Date: -1
§ K350.12  Kalymna: Κάλυμνα, νῆσος, ἣν ὁ Σκήψιος πληθυντικῶς Καλύμνας φησί. τὸ ἐθνικὸν Καλύμνιος, ὡς Στράβων δεκάτῳ τὸ Καλύμνιον μέλι ἐκεῖ εἶναί φησι. λέγεται καὶ Καλυμνία. τὸ ἐθνικὸν Καλυμνιάτης.

Event Date: -1
§ K350.16   Kalynda: Κάλυνδα, πόλις Καρίας, ὡς Καρύανδα. τὸ ἐθνικὸν Καλυνδεύς. Ἡρόδοτος ὀγδόῃ.

Event Date: -1
§ K350.18   Kalytis: Κάλυτις, πόλις Συρίας. Ἡρόδοτος δευτέρᾳ. ὁ οἰκήτωρ Καλυτίτης, καὶ τὸ θηλυκὸν Καλυτίς, διὰ τὸ προειλῆφθαι τὸν χαρακτῆρα.

Event Date: -1
§ K351.1   Kamara: Καμάρα, πόλις Κρήτης. καὶ ὁ πολίτης [Καμαρίτης], ὡς Ξενίων ἐν Κρητικοῖς φησιν. ἥτις Λατώ ἐλέγετο.

Event Date: -1
§ K351.3   Kamarenoi: Καμαρηνοί, νῆσοι Ἀραβίων. Ἑκαταῖος ἐν περιηγήσει. οἱ οἰκοῦντες ὁμοίως τῷ πρωτοτύπῳ Καμαρηνοί.

Event Date: -1
§ K351.5   Kamaria: Καμαρία, πόλις Ἰταλική. "Ἀλβανῶν ἀπόκτισις" Διονύσιος [δευτέρῳ] Ῥωμαϊκῆς ἀρχαιολογίας. οἱ οἰκήτορες Καμαρῖνοι.

Event Date: -1
§ K351.8   Kamarina: Καμάρινα, πόλις Σικελίας. καὶ λίμνη, ἀφ´ ἧς ἡ παροιμία "μὴ κίνει Καμάριναν, ἀκίνητος γὰρ ἀμείνων". ὁ πολίτης Καμαριναῖος.

Event Date: -1
§ K351.11   Kambysene: Καμβυσηνή, καὶ Ξερξήνη, ἀπὸ Καμβύσου καὶ Ξέρξου, Περσικαὶ χῶραι. τὸ ἐθνικὸν τὸ αὐτό.

Event Date: -1
§ K351.13   Kamikos: Καμικός, πόλις Σικελίας, ἐν ᾗ Κώκαλος ἦρχεν ὁ Δαιδάλου. Χάραξ δὲ Ἴνυκον ταύτην φησίν. ὁ πολίτης Καμίκιος, καὶ θηλυκῶς.

Event Date: -1
§ K351.16   Kamiros: Κάμιρος, πόλις ἐν Ῥόδῳ, ἀπὸ τοῦ παιδὸς Κερκάφου τοῦ Ἡλιάδου καὶ Κυδίππης. ἀπὸ Κερκάφου δὲ αἱ Ῥόδιαι γυναῖκες Κερκαφίδες. ἦσαν δὲ τρεῖς, ὡς Ὅμηρός φησι "Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμιρον". ὁ πολίτης Καμιρεύς. Πείσανδρος ὁ διασημότατος ποιητὴς Καμιρεὺς ἦν. λέγεται καὶ Καμιρίτης καὶ Καμιραῖος, καὶ θηλυκῶς.

Event Date: -1
§ K351.22   Kammania: Καμμανία, μοῖρα Θεσπρωτίας. μετωνομάσθη δὲ Κεστρινία, ἐξ ἧς Κάδμος ὁ ποταμός. Κεστρῖνος δὲ κτίσμα Κεστρίνου τοῦ υἱοῦ Ἑλένου τοῦ Πριαμίδου. οἱ οἰκήτορες Καμμανοί, ὡς τῆς Καμπανίας Καμπανοί.

Event Date: -1
§ K352.3   Kampos: Κάμπος, κτίσμα Καμπάνου, ἀφ´ οὗ ἐκλήθησαν [Καμπανοί.] τὸ θηλυκὸν Καμπανίς καὶ Καμπανή.

Event Date: -1
§ K352.5   Kanatha: Κάναθα, πόλις πρὸς τῇ Βόστρᾳ Ἀραβίας. τὸ ἐθνικὸν Καναθηνός. ἔν τισι δὲ καὶ διὰ τοῦ 'ι' γράφεται.

Event Date: -1
§ K352.7   Kanai: Κάναι, πολίχνιον [Εὐβοϊκὸν ἢ] Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆς Λέσβου. ἔστι καὶ ὄρος Κάνη καὶ πόλις καὶ λίμνη. ἔστι καὶ πόλις τῆς Τρῳάδος. Στράβων ιγʹ. εἰσὶ καὶ Κάνναι διὰ δύο 'νν', πλησίον Καρχηδόνος. τὸ ἐθνικὸν Καναῖος καὶ Καναία. ἔστι καὶ πόλις Κάναι τοῦ Τίγρητος ποταμοῦ. Καναῖος Ζεύς οὐ μόνον ἀπὸ τοῦ Καναίου, ἀλλὰ καὶ ἀπὸ τῆς Κάνης.

Event Date: -1
§ K353.5   Kanastron: Κάναστρον, ἄκρον Θρᾴκης καὶ Μακεδονίας. τὸ ἐθνικὸν Καναστραῖος. Σοφοκλῆς δὲ ὑπομνηματίζων τὰ ἀργοναυτικά "Καναστραῖον" φησίν "ἀκρωτήριον τῆς Παλλήνης". ἀλλ´ ἐναντιοῦται τὰ ἐθνικά, εἰ μὴ καὶ τοῦτο ἐκλάβοιμεν παραπλησίως τῷ Λέχαιον καὶ Λεχαῖος, καὶ Λύκειον τὸ γυμνάσιον καὶ Λυκεῖος Ἀπόλλων, καὶ Νύμφαιον καὶ Νυμφαῖος.

Event Date: -1
§ K353.11   Kandasa: Κάνδασα, ὡς Μύλασα Πήγασα, φρούριον Καρίας. Πολύβιος ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν Κανδασεύς καὶ Κανδασίς.

Event Date: -1
§ K354.1   Kandara: Κάνδαρα, χωρίον Παφλαγονίας "ὡς ἀπὸ σχοίνων τριῶν Γάγγρων, καὶ Θάριβα κώμη". οἱ οἰκήτορες Κανδαρηνοί. καὶ Ἥρας Κανδαρηνῆς ἱερόν.

Event Date: -1
§ K354.4  Kandyba: Κάνδυβα, οὐδετέρως, πόλις Λυκίας. ἀπὸ Κανδύβου παιδὸς Δευκαλίωνος. τὸ ἐθνικὸν Κανδυβεύς.

Event Date: -1
§ K354.6   Kanthelia: Κανθηλία, πόλις περὶ Καρχηδόνα. Ἑκαταῖος Ἀσίᾳ. Ἡρόδοτος.

Event Date: -1
§ K354.8   Kanthele: Κανθήλη, πόλις Λιβυφοινίκων. καὶ Ἑκαταῖος οὕτω.

Event Date: -1
§ K354.9   Kantabria: Κανταβρία, χώρα. Στράβων τρίτῃ. οἱ οἰκήτορες Κανταβροί, ὡς τῆς Καλαβρίας Καλαβροί.

Event Date: -1
§ K354.11   Kantanos: Κάντανος, πόλις Κρήτης, ὡς Ξενίων ἐν περιορίου Κρητικοῦ τόπου. τὸ ἐθνικὸν Καντάνιος.

Event Date: -1
§ K355.1  Kanysion: Κανύσιον, μεγίστη τῶν Ἰταλιωτίδων πόλεων. Στράβων ἕκτῃ. τὸ ἐθνικὸν Κανυσῖνος ἢ Κανυσίτης, ὡς Στράβων.

Event Date: -1
§ K355.3   Kanytis: Κάνυτις, πόλις Συρίων μεγάλη, ὡς Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Κανυτίτης.

Event Date: -1
§ K355.5   Kanopos: Κάνωπος, οὕτως ἔδει γράφεσθαι [διὰ τοῦ 'π'. γράφεται δὲ ὅμως] διὰ τοῦ 'β'. Στράβων ἑπτακαιδεκάτῃ "Κάνωβος δ´ ἔστι πόλις ἐν εἴκοσι καὶ ἑκατὸν σταδίοις ἀπὸ Ἀλεξανδρείας πεζῇ ἰοῦσιν, ἀπὸ Κανώβου κυβερνήτου Μενελάου, ἀποθανόντος αὐτόθι". καὶ ἱερὸν Ποσειδῶνος Κανώβου. καὶ νῆσος. τὸ ἐθνικὸν Κανωβίτης, καὶ τὸ κτητικὸν Κανωβικός, καὶ Κανωβικὴ διῶρυξ καὶ τὸ Κανωβικὸν στόμα. καὶ Κανωβίς θηλυκόν. ἔστι καὶ Λιβύης τόπος Κάνωπος.

Event Date: -1
§ K355.13   Kaous: Καοῦς, κώμη τῆς ἐν Ἀρκαδίᾳ Τελφουσίας γῆς. ὁ πολίτης Καούσιος· ἐκεῖ γὰρ οὕτως Ἀσκληπιὸς τιμᾶται Καούσιος, ὡς Παυσανίας ὀγδόῳ.

Event Date: -1
§ K355.16   Kapai: Κάπαι, πόλις Ἑλλησποντία. Ἀνδροτίων γʹ Ἀτθίδος. τὸ ἐθνικὸν Καπαῖος ὡς Ναπαῖος.

Event Date: -1
§ K355.18   Kapetolion: Καπετώλιον, ἐν Ῥώμῃ λόφος Ταρπαῖος πάλαι λεγόμενος. περὶ δὲ τῆς γραφῆς τοῦ τεμενικοῦ ὁ Εὐδαίμων διὰ τοῦ 'ι' φησίν "Εἰρηναῖος προπαροξύνει διὰ τοῦ 'ι' γράφων". Ἡρωδιανὸς δὲ Καπετωλίειον ἐν ἓξ συλλαβαῖς, καὶ ἐν συναιρέσει Καπετώλειον. τὸ δὲ Καπετωλεῖα ἐπὶ τοῦ ἀγῶνος προπερισπᾶται. ὅσα γὰρ ἔχει προϋπάρχοντα εἰς 'ος' καθαρόν, παραληγόμενα ἢ μόνῳ τῷ 'ι' ἢ προηγουμένου αὐτοῦ τοῦ 'α' ὥστε εἶναι πρὸ τέλους τὴν 'αι' δίφθογγον, προπερισπᾶται, ἢ καὶ ὅσα κτητικά. Ἀσκληπιεῖον, Ἀσκληπιός γάρ· Πτολεμαεῖον, Πτολεμαῖος γάρ· Ὀλυμπιεῖα τὰ Ἀθήνησιν, Ὀλύμπιος γάρ. τὸ δὲ τέμενος Καπετώλιον καὶ Καπετώλιος Ζεὺς διὰ τοῦ 'ι'. τὸ ἐθνικὸν Καπετωλῖνος.

Event Date: -1
§ K356.9   Kapinna: Καπίννα, Τυρρηνικὴ πόλις. λέγεται καὶ πληθυντικῶς. τὸ ἐθνικὸν Καπιννάτης [καὶ Καπιννήτης], ὡς Αἰγινάτης καὶ Αἰγινήτης. τὸ κτητικὸν Καπιννάτιος.

Event Date: -1
§ K356.12   Kappadokia: Καππαδοκία, χώρα τῇ Κιλικίᾳ πρόσχωρος, ὥς φησι Μένιππος "ἀπὸ Σινώπης εἰς Εὔαρχον ποταμόν, ὃς ὁρίζει Παφλαγονίαν καὶ Καππαδοκίαν ..." τὸ ἐθνικὸν Καππάδοξ καὶ Καππάδοκος. καὶ Καππαδόκης· Ἡρόδοτος δέ φησιν. ὁ κτιστὴς Καππάδοκος εἴρηται ὑπὸ Μενάνδρου. λέγεται καὶ Καππαδόκισσα, ὡς Αἰθιόπισσα καὶ πανδόκισσα. διῄρητο δ´ οὐχ ὡς νῦν εἰς πρώτην καὶ δευτέραν, ἀλλ´ εἰς μείζονα καὶ ἐλάττονα, καὶ μικρὰν καὶ μεγάλην.

Event Date: -1
§ K357.1   Kaprie: Καπρίη, νῆσος Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. λέγονται καὶ Καπριαί, τὸ ἐθνικὸν Καπριάτης. ἐντεῦθεν ἦν Βλαῖσος σπουδογελοίων ποιητὴς Καπριάτης.

Event Date: -1
§ K357.4   Kapya: Καπύα, πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κάπυος τοῦ Τρωικοῦ. τὸ ἐθνικὸν Καπυανός ὡς Ἀσιανός.

Event Date: -1
§ K357.6   Karallis: Κάραλλις, ἢ Καράλλεια, Ἰσαυρικὴ πόλις. τὸ ἐθνικὸν Καραλλεώτης. ἔστι καὶ Κάραλις δι´ ἑνὸς 'λ' Λιβυκὴ πόλις, καὶ ἐθνικὸν αὐτοῦ Καραλιτανός.

Event Date: -1
§ K357.9   Karambykai: Καραμβύκαι, ἔθνος Ὑπερβορέων, ἀπὸ ποταμοῦ Καραμβύκα, ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης.

Event Date: -1
§ K357.11   Karana: Κάρανα, πόλις Γαλατίας, ὑπὸ Ῥωμαίων συνοικισθεῖσα. τὸ ἐθνικὸν Καρανίτης καὶ Καρανῖτις τὸ θηλυκόν.

Event Date: -1
§ K357.13   Karbanis: Καρβανίς, .... γέγονε καὶ ἀπὸ γενικῆς εὐθεῖα ὁ Κάρβανος. ἔστι καὶ Κάρβανα πόλις Λυκίας, καὶ τὸ ἐθνικὸν Καρβανεύς.

Event Date: -1
§ K357.15   Kardamyle: Καρδαμύλη, [πόλις Μεσσηνίας.] Ὅμηρος "Καρδαμύλην Ἐνόπην τε". Ἡρόδοτος δὲ Λακωνικὴν αὐτήν φησιν. ἔοικε δ´ ἑτέρα εἶναι πλησίον Χίου. τὸ ἐθνικὸν Καρδαμυλίτης ὡς Σινωπίτης. παρὰ δὲ τῶν ἐγχωρίων Σκαρδαμυλίτης λέγεται. ἔστι δὲ καὶ Καρδαμυλησσός κώμη.

Event Date: -1
§ K358.1   Kardessos: Καρδησσός, πόλις Σκυθίας. Ἑκαταῖος Εὐρώπῃ. ὁ πολίτης Καρδήσσιος καὶ Καρδησσεύς.

Event Date: -1
§ K358.3   Kardia: Καρδία, πόλις τῆς ἐν Θρᾴκῃ Χερρονήσου. Ἑρμοχάρους δὲ τοῦ κτιστοῦ θύοντος κόρακα τὴν καρδίαν ἁρπάσαντα καὶ ἀναπτάντα εἰς τόνδε τὸν χῶρον μεθεῖναι, καὶ διὰ τοῦτο οὕτως ἐκλήθη. ἢ ὅτι τῇ Σκυθῶν γλώττῃ οὕτως κεκλῆσθαι. ὁ πολίτης Καρδιανός ὡς Ἀσιανός.

Event Date: -1
§ K358.8   Kardouchoi: Καρδοῦχοι, ἔθνος Μηδίας, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τρίτῃ "ἐς Καρδούχους ἄγει". τούτους δέ φησιν οἰκεῖν ἀνὰ τὰ ὄρη καὶ πολεμικοὺς εἶναι καὶ βασιλέως οὐκ ἀκούειν. καὶ Σοφαίνετος ἐν Κύρου ἀναβάσει φησὶ περὶ αὐτῶν.

Event Date: -1
§ K358.12   Kardytos: Καρδυτός, ὡς Βηρυτός, πόλις Σύρων μεγάλη, ὡς Ἑκαταῖος ἐν περιηγήσει Ἀσίας. τὸ ἐθνικὸν Καρδύτιος ὡς Βηρύτιος.

Event Date: -1
§ K358.14  Karene: Καρήνη, πόλις Μυσίας. Ἡρόδοτος ἑβδόμῃ. τὸ ἐθνικὸν Καρηναῖος, ὡς Κρατερὸς γʹ περὶ ψηφισμάτων "Γρυνεῖς Πιταναῖοι Καρηναῖοι".

Event Date: -1
§ K358.17   Karthaia: Κάρθαια, μία τῆς ἐν Κέῳ τετραπόλεως, ἀπὸ Καρθίου τελευτήσαντος ἐκεῖ. οἱ οἰκοῦντες Καρθαεῖς. Πολύβιος ιϛʹ. ἔστι καὶ Ἰβηρίας Καρταία, περὶ ἧς Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων.

Event Date: -1
§ K358.21  Karia: Καρία, ἡ χώρα. τὸ ἐθνικὸν Κάρ, ὁμωνύμως τῷ οἰκιστῇ. τὸ θηλυκὸν κατὰ τέχνην [Καῖρα, καὶ ἐν διαλύσει] Κάιρα. ἡ χρῆσις δὲ τὴν 'ει' δίφθογγον ἔχει. Ἀπολλώνιος δὲ διὰ τοῦ 'ι' φησὶ μακροῦ, ὡς ἐν τῷ εʹ περὶ παθῶν καὶ ἐν τῷ περὶ γενῶν. ἡ δὲ ἔκτασις ἀναγκαία διὰ τὴν παραλήγουσαν. τὰ γὰρ εἰς 'α' βραχὺ λήγοντα παρασχηματιζόμενα ἐκτείνει τὴν παραλήγουσαν φύσει ἢ θέσει. Ἡρωδιανὸς δὲ ἐν μὲν τῇ ὀρθογραφίᾳ ἀμφιβολεῖ, ἐν δὲ τῇ καθόλου χρήσει ἑπόμενος διὰ διφθόγγου φησίν, ὑπομνηματίζων δὲ τὸ περὶ γενῶν Ἀπολλωνίου διὰ τοῦ 'ι' μακροῦ. "ἔστι γὰρ ὅτε μετὰ τὴν διαίρεσιν ἔκτασις γίγνεται, ὀίομαι ὄιγον ὄιδα παρ´ Αἰολεῦσιν, ἀντὶ τοῦ οἶδα. ἡ χρῆσις δὲ διὰ διφθόγγου κατὰ συνεκδρομὴν τοῦ σώτειρα ὀλέτειρα". λέγεται καὶ Κάριος· οὕτως γὰρ ὁ Ζεὺς παρὰ Μυλασεῦσι τιμᾶται. τὸ θηλυκὸν Καρία. ἐκαλεῖτο δὲ καὶ ἡ Μεγάρων ἀκρόπολις Καρία ἀπὸ Καρὸς τοῦ Φορωνέως, καὶ ὁ οἰκήτωρ Κάριος. ἔστι καὶ Καρίνη. ἔστι καὶ Καριάτης. ἔστι καὶ Καριᾶτις, καὶ Καρίς ἀπὸ τῆς Καρός γενικῆς. Καρίς δὲ ἐλέγετο ἡ Κῶς, ὡς Ἑλλάνικος. ἔστι καὶ Φρυγίας πόλις Καρίς καὶ Καρίδες. τὸ ἐθνικὸν Καριδεύς ὡς Ἀρκαδεύς, τὸ ἀπὸ τῆς τέχνης Καρίτης. τῶν Καρῶν τὸ κτητικὸν Καρικός. Ἡρόδοτος ἐν πρώτῃ "τὸ Καρικὸν ἔθνος δοκιμώτατον".

Event Date: -1
§ K359.20   Karikon: Καρικόν, τόπος ἰδιάζων ἐν Μέμφιδι, ἔνθα Κᾶρες οἰκήσαντες, ἐπιγαμίας πρὸς Μεμφίτας ποιησάμενοι, Καρομεμφῖται ἐκλήθησαν.

Event Date: -1
§ K359.23   Karikon teichos: Καρικὸν τεῖχος, πόλις Λιβύης ἐν ἀριστερᾷ τῶν Ἡρακλείων στηλῶν, ὡς Ἔφορος πέμπτῃ. τὸ ἐθνικὸν Καρικοτειχίτης.

Event Date: -1
§ K360.1  Karkinitis: Καρκινῖτις, πόλις Σκυθική. Ἑκαταῖος Εὐρώπῃ. οἱ κατοικοῦντες Καρκινῖται.

Event Date: -1
§ K360.3  Karmania: Καρμανία, χώρα τῆς Ἰνδικῆς. Στράβων πεντεκαιδεκάτῃ. τὸ ἐθνικὸν Καρμάνιοι καὶ θηλυκῶς καὶ οὐδετέρως. καὶ Καρμανοί καὶ Καρμανίς. ἔστι καὶ Κάρμανα νῆσος ἢ ἀπὸ τῶν Καρμανῶν.

Event Date: -1
§ K360.7   Karmelos: Κάρμηλος, ὄρος δυσχείμερον. τὸ ἐθνικὸν Καρμήλιος, ὡς Μῆλος Μήλιος. καὶ κύριον ἐντεῦθεν. τὸ ἐθνικὸν παραπλήσιον.

Event Date: -1
§ K360.10   Karmina: Κάρμινα, νῆσος Ἰνδική. τὸ ἐθνικὸν ὤφειλε Καρμιναῖος, εὕρηνται δὲ Καρμῖνοι.

Event Date: -1
§ K360.12   Karnana: Κάρνανα, πόλις Μιναίων ἔθνους πλησίον Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Καρνανᾶται. Οὐράνιος δὲ Καρνανίαν καὶ Καρνανίτας φησί.

Event Date: -1
§ K360.15   Karne: Κάρνη, πόλις Φοινίκης, ἀπὸ Κάρνου τοῦ Φοίνικος, ὡς Ἴστρος φησίν. ὁ πολίτης Καρνίτης. Λυκόφρων "ὄλοιντο ναῦται πρῶτα Καρνῖται κύνες". ἔστι δὲ ἄλλη Αἰολίδος, ἧς τὸ ἐθνικὸν Καρναῖος, τὸ κτητικὸν Κάρνιος τριγενές. Ἀρτεμίδωρος δ´ ἐν τῷ δεκάτῳ βιβλίῳ φησίν "ἔστι Κάρνος καὶ συνεχῶς Πάλτος, εἶτα Γάβαλα πόλις". καὶ ἀναλογεῖ τὸ Καρνίτης.

Event Date: -1
§ K360.21   Karnia: Καρνία, πόλις Ἰωνίας. Νικόλαος τετάρτῳ.

Event Date: -1
§ K360.22  Karnos: Κάρνος, νῆσος Ἀκαρνανίας. Ἀρτεμίδωρος βʹ γεωγραφουμένων. τὸ ἐθνικὸν Κάρνιος.

Event Date: -1
§ K361.1   Karopolis: Καρόπολις, πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. τὸ ἐθνικὸν Καροπολίτης.

Event Date: -1
§ K361.3   Karos kepoi: Καρὸς κῆποι, χωρίον Θρᾴκης. Θεόπομπος νʹ. τὸ ἐθνικὸν Καροκηπίτης, ὡς αὐτός.

Event Date: -1
§ K361.5   Karouentos: Καρουεντός, πόλις Λατίνων. Διονύσιος βʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. ἔν τισι δὲ γράφεται Καρυεντός καὶ τὸ ἐθνικὸν Καρυεντανός.

Event Date: -1
§ K361.8  Karpathos: Κάρπαθος, νῆσος πλησίον τῆς Κῶ. Ὅμηρος ["Κράπαθόν τε Κάσον τε καὶ Κῶν". Διονύσιος δὲ Κρήτης,] "Κάρπαθος αὖτ´ ἐπὶ τῇσι ποτὶ ζόφον, [ἐγγύθι δ´ αὐτῆς Κρήτη τιμήεσσα".] ὁ οἰκήτωρ Καρπάθιος καὶ Καρπαθία, καὶ Καρπάθιον.

Event Date: -1
§ K361.13   Karpasia: Καρπασία, πόλις Κύπρου, ἣν Πυγμαλίων ἔκτισεν, ὡς Ἑλλάνικος ἐν τοῖς Κυπριακοῖς. Διονύσιος δὲ διὰ διφθόγγου Κραπάσειαν, αὐτήν φησιν ἐν τρίτῳ Βασσαρικῶν "ἠδ´ ὁπόσοι Κινύρειον ἰδ´ αἰπεινὴν Κραπάσειαν". ἔστι καὶ νῆσος Καρπασία κατὰ τὴν ἄκραν τὴν Σαρπηδονίαν. Ξεναγόρας δὲ Κάρπαθον αὐτήν φησι. Δημήτριος δ´ ὁ Σαλαμίνιος Καρβασίαν φησίν, ὅτι πρὸς τὸν καλούμενον κάρβαν ἄνεμον κεῖσθαι δοκεῖ. ὁ πολίτης Καρπασεώτης ὡς Μαρεώτης. καὶ τὸ κτητικὸν Καρπασεωτικός καὶ Καρπασεωτικὴ ἄκρα. Θεόπομπος ἐν δεκάτῳ Καρπασεῖς αὐτούς φησιν, ἴσως ἀπὸ τοῦ Κάρπασος, ὡς Ἀντίοχος Ἀντιοχεύς, ἀφ´ οὗ Καρπάσεια.

Event Date: -1
§ K361.24   Karpeia: Καρπηία, εἴρηται ἐν τῷ Κάλπη, ὅτι τινὲς Κάρπειαν τὴν πόλιν φασὶ καὶ Καρπητανοὺς τὸ ἐθνικόν.

Event Date: -1
§ K362.1   Karpesioi: Καρπήσιοι, ἔθνος Ἰβηρικὸν τῶν ἐκτὸς Ἴβηρος ποταμοῦ.

Event Date: -1
§ K362.2   Karrai: Κάρραι, πόλις Μεσοποταμίας, ἀπὸ Καρρᾶ ποταμοῦ Συρίας. τὸ ἐθνικὸν Καρρηνός ἢ καὶ Καρραῖος. ἔστι καὶ πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ.

Event Date: -1
§ K362.5   Karya: Καρύα, χωρίον τῆς Λακωνικῆς. Θεόπομπος νεʹ. ὁ οἰκήτωρ Καρυάτης καὶ θηλυκὸν Καρυᾶτις καὶ Καρυαῖος καὶ Καρυεύς. καὶ Καρυᾶτις μέλισσα ἀντὶ τοῦ Λακωνική. Καρύα γὰρ αὐτόθι τόπος.

Event Date: -1
§ K362.9   Karyanda: Καρύανδα, πόλις καὶ λιμὴν ὁμώνυμος πλησίον Μύνδου καὶ Κῶ. Ἑκαταῖος Καρύανδαν αὐτήν φησι. τὸ ἐθνικὸν Καρυανδεύς ὡς Ἀλαβανδεύς. ἐντεῦθεν ἦν καὶ Σκύλαξ ὁ παλαιὸς λογογράφος.

Event Date: -1
§ K362.13  Karystos: Κάρυστος, πόλις ὑπὸ τῇ Ὄχῃ ὄρει τῆς Εὐβοίας. ἀπὸ Καρύστου τοῦ Χείρωνος. Θεοδωρίδας Χειρωνίαν αὐτήν φησι. κεῖται δ´ ἡ πόλις πρὸς τῷ Μυρτῴῳ πελάγει ὑπὸ τῷ ὄρει Ὄχῃ. ἐκλήθη δὲ τὸ ὄρος ἀπὸ τῆς [ἐκεῖ ὀχείας, ἤτοι] τῶν θεῶν μίξεως Διὸς καὶ Ἥρας, ἢ διὰ τὸ τὰ πρόβατα κυΐσκεσθαι ὀχευόμενα ἐν τῷ τόπῳ· οἱ γὰρ Ἀχαιοὶ τὴν τροφὴν ὀχήν φασι. λέγεται καὶ ἀρσενικῶς ὁ Ὄχης. ἐν ταύτῃ τῇ πόλει γίνεται "λίθος ἡ ξαινομένη καὶ ὑφαινομένη, ὥστε τὰ ὕφη χειρόμακτρα γίνεσθαι, ῥυπωθέντα δὲ εἰς φλόγα βάλλεσθαι καὶ ἀποκαθαίρεσθαι τὸν πίνον τῇ πλύσει παραπλησίως". ἐκαλεῖτο δὲ καὶ Αἰγαία ἀπὸ Αἰγαίωνος τοῦ δυναστεύοντος, ἀφ´ οὗ καὶ τὸ πέλαγος Αἰγαῖον. ἔστι καὶ Κάρυστος τόπος τῆς Αἴγυος πρὸς Ἀρκαδίαν, ἀφ´ οὗ Καρύστιον οἶνον Ἀλκμὰν ἔφη, καθὰ Στράβων δεκάτῃ. τῆς προτέρας τὸ ἐθνικὸν Καρύστιος "ἐν ᾧ τὸ λατόμιον τῶν Καρυστίων κιόνων". καὶ θηλυκὸν Καρυστία.

Event Date: -1
§ K363.7   Karchedon: Καρχηδών, μητρόπολις Λιβύης, διασημοτάτη πόλις. Χαλκηδών δὲ τῆς Βιθυνίας διὰ τοῦ 'λκ'. ἀπὸ Καρχηδόνος Φοίνικος. ἐκαλεῖτο δὲ καινὴ πόλις καὶ Καδμεία καὶ Οἴνουσα καὶ Κακκάβη. τούτῳ δὲ κατὰ τὴν οἰκείαν αὐτῶν λέξιν ἵππου κεφαλὴ δηλοῦται. ἔστι δὲ καὶ ἄλλη Καρχηδών πόλις Ἰβηρίας, ἐκαλεῖτο δὲ καὶ αὐτὴ καινὴ πόλις ἔστι δὲ καὶ Ἀρμενίας Καρχηδών ὡς Εὐτρόπιός φησιν. ὁ πολίτης "Καρχηδόνιος σοφὸς Μάγων" καί "Κλειτόμαχος, ὁ Διογνήτου, ὃς ἐκαλεῖτο Ἀσδρούβας, φιλόσοφος ἀκαδημαϊκός, διάδοχος Καρνεάδου τῆς Κυρηναίου σχολῆς, ὃς κηʹ ἐτῶν ἐλθὼν Ἀθήναζε ἄμοιρος ἦν τῶν πρώτων στοιχείων καὶ ταῦτα μανθάνων ἠκροάσατο Καρνεάδου".

Event Date: -1
§ K363.18   Kasion: Κάσιον, ὄρος καὶ πόλις Αἰγύπτου πρὸς τῷ Πηλουσίῳ. ἐκλήθη δὲ ἀπὸ τῆς Κυκλάδος νήσου ἢ ἀπὸ Κάσου τοῦ Κλεόχου, ἀφ´ οὗ καὶ Κασίου Διὸς ἱερόν. ὁ πολίτης Κασιώτης ὡς Πηλουσιώτης, καὶ θηλυκὸν Κασιῶτις, καὶ τὸ κτητικὸν Κασιωτικός, ἀφ´ οὗ ἐν τῇ συνηθείᾳ τὰ Κασιωτικὰ ἱμάτια.

Event Date: -1
§ K364.1  Kasmene: Κασμένη, πόλις Σικελίας. Ἡρόδοτος ζʹ. ὁ πολίτης Κασμεναῖος καὶ Κασμεναία.

Event Date: -1
§ K364.3   Kasos: Κάσος, μία τῶν Κυκλάδων. "οἳ δ´ ἄρα Νίσυρόν τ´ εἶχον Κράπαθόν τε Κάσον τε". ἐκαλεῖτο δ´ Ἄμφη καὶ Ἀστράβη, κέκληται δὲ ἀπὸ τοῦ Κάσου τοῦ Κλεόχου πατρός. ἀπῴκισται δὲ τῆς νήσου καὶ τὸ ἐν Συρίᾳ ὄρος Κάσιον. ἔστι καὶ ἑτέρα Περσίδος καὶ πόλις. καὶ τὸ ἐθνικὸν Κάσιος.

Event Date: -1
§ K364.8   Kaspapyros: Κασπάπυρος, πόλις Γανδαρική. Σκυθῶν δὲ ἀκτή. Ἑκαταῖος Ἀσίᾳ.

Event Date: -1
§ K364.1   Kaspeiros: Κάσπειρος, πόλις Πάρθων προσεχὴς τῇ Ἰνδικῇ. Ἡρόδοτος γʹ. τὸ ἐθνικὸν Κάσπειροι, ὡς Διονύσιος ἐν γʹ Βασσαρικῶν "ἐν δέ τε Κάσπειροι ποσσικλυτοί, ἐν δ´ Ἀριηνοί". καὶ πάλιν Κοσσαῖος γενεὴν Κασπειρόθεν, οἵ ῥά τε πάντων Ἰνδῶν ὅσσοι ἔασιν ἀφάρτερα γούνατ´ ἔχουσιν· ὅσσον γάρ τ´ ἐν ὄρεσσιν ἀριστεύουσι λέοντες, ἢ ὁπόσον δελφῖνες ἔσω ἁλὸς ἠχηέσσης, αἰετὸς εἰν ὄρνισι μεταπρέπει ἀγρομένοισιν, ἵπποι τε πλακόεντος ἔσω πεδίοιο θέοντες, τόσσον ἐλαφρότατοισι περιπροφέρουσι πόδεσσιν Κάσπειροι μετὰ φῦλα τά τ´ ἄφθιτος ἔλλαχεν ἠώς. ἔδει οὖν ὡς Στάγειρος Σταγειρίτης, οὕτως Κάσπειρος Κασπειρίτης. ἀλλ´ οἱ βάρβαροι Ἑλληνικὴν ἀναλογίαν οὐ φυλάττουσι.

Event Date: -1
§ K365.3  Caspian Sea: Κασπία θάλασσα, οἱ ἐξ αὐτῆς Κάσπιοι καὶ Κάσπιον ὄρος καὶ Κάσπιοι ἄνδρες καὶ Κασπία γῆ καὶ Κάσπιον. λέγεται καὶ Ὑρκανία ἡ Κασπία. τινὲς δὲ ταύτας διακρίνουσι. "φασὶ δὲ τὴν ἔξω θάλατταν οἱ πολλοὶ τῶν βαρβάρων ὠκεανόν, οἱ δὲ τὴν Ἀσίαν οἰκοῦντες μεγάλην θάλατταν, οἱ δ´ Ἕλληνες Ἀτλαντικὸν πέλαγος ...." γίνεται δὲ Κασπιανός ἐκ τοῦ Κασπία ὡς Καρδιανός.

Event Date: -1
§ K365.10   Kasandreia: Κασάνδρεια, πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ἥ ποτε Ποτίδαια, λεγομένη, ἀπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου. ὁ πολίτης Κασανδρεύς. Ποσείδιππος δὲ κωμῳδίας ποιητὴς υἱὸς ἦν Κυνίσκου Κασανδρέως.

Event Date: -1
§ K365.14   Kassanitai: Κασσανῖται, ἔθνος ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς θαλάσσης. Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς "ἐντεῦθεν ἐκδέχεται τὸ τῶν Κασσανιτῶν ἔθνος".

Event Date: -1
§ K365.17   Kassanoros: Κασσάνωρος, πόλις Αἰγυπτία, ἧς μέμνηται Ἔφορος κϛʹ. τὸ ἐθνικὸν Κασσανωρίτης.

Event Date: -1
§ K365.19   Kassitera: Κασσίτερα, νῆσος ἐν τῷ ὠκεανῷ, τῇ Ἰνδικῇ προσεχής, ὡς Διονύσιος ἐν Βασσαρικοῖς. ἐξ ἧς ὁ κασσίτερος.

Event Date: -1
§ K365.21  Kassope: Κασσώπη, πόλις ἐν Μολοσσοῖς, ἐπώνυμος τῇ Κασσωπίᾳ χώρᾳ. τὸ ἐθνικὸν Κασσωπαῖος καὶ Κασσώπιος καὶ Κασσωπία. ἀπὸ τοῦ Κασσώπιος Κασσωπιάς ὡς Ἑλικωνιάς. Ἡρόδωρος δὲ Κασσωποὺς αὐτούς φησιν, ἴσως κακῶς. πάντες δὲ διὰ δύο 'σσ', Ἡρωδιανὸς δὲ μόνος δι´ ἑνὸς 'σ'.

Event Date: -1
§ K366.3  Kastabala: Καστάβαλα, Κιλικίας [καὶ Φοινίκης] πόλις. Στράβων ιβʹ. ὁ πολίτης Κασταβαλεύς. [ἐνταῦθα Ἀρτέμιδος ἱερόν,] ἣ καὶ Περασία ἐκαλεῖτο.

Event Date: -1
§ K366.6  Kastalia: Κασταλία, πόλις Κιλικίας. Θεαγένης ἐν Καρικοῖς. τὸ ἐθνικὸν Κασταλιώτης. ὁ τύπος τοῖς Κίλιξι συνήθης.

Event Date: -1
§ K366.8   Kastalon: Κασταλών, μεγίστη πόλις Ὠρητανίας, ὡς Ἀρτεμίδωρος τρίτῳ γεωγραφουμένων. τὸ ἐθνικὸν Κασταλωνίτης ὡς Ἀσκαλωνίτης Ταρρακωνίτης.

Event Date: -1
§ K366.11   Kastanaia: Κασταναία, [πόλις Θετταλίας.] Εὔδοξος δὲ διὰ τοῦ 'θ' φησί. [Λυκόφρων] "καὶ Κασταναίαν ἀκτέριστον ἐν πέτραις". τὸ ἐθνικὸν Κασταναῖος. ἔστι καὶ Καστανία διὰ τοῦ 'ι' πόλις πλησίον Τάραντος. τὸ ἐθνικὸν Καστανιάτης.

Event Date: -1
§ K366.15   Kastax: Κάσταξ, Κάστακος, ὡς Νάρυξ Νάρυκος, πόλις Ἰβηρίας. τὸ ἐθνικὸν Καστακαῖος ὡς Ναρυκαῖος. ὁ Ἀππιανός φησι.

Event Date: -1
§ K366.17   Kastnion: Κάστνιον, ὄρος ἐν Ἀσπένδῳ τῆς Παμφυλίας. τὸ ἐθνικὸν Κάστνιος καὶ Κάστνιον, ἐξ οὗ καὶ Καστνιήτης. ἔδει δὲ Καστνιώτης ὡς Πηλιώτης.

Event Date: -1
§ K366.20   Kastolou pedion: Καστωλοῦ πεδίον, Δωριέων, ὡς Ξενοφῶν. ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριεῖς οἱ Λυδοί φασιν. ἦν δὲ πόλις ἐν Λυδίᾳ Καστωλός. τὸ ἐθνικὸν Καστώλιος ὡς Σπαρτώλιος. καὶ τὸ κτητικὸν Καστωλικός.

Event Date: -1
§ K366.24   Kasorion: Κασώριον, τὸ πορνεῖον. Ἀριστοφάνης "ἐν κασωρίοισι λείχων". ὁ οἰκήτωρ κασωρίτης, καὶ θηλυκῶς κασωρῖτις καὶ κασωρίς.

Event Date: -1
§ K367.3  Katabathmos: Κατάβαθμος, τόπος ἐν Λιβύῃ μεταξὺ τοῦ Ἄμμωνος καὶ τοῦ Παραιτονίου. ὁ οἰκήτωρ Καταβαθμίτης, ὡς Φελλός Φελλίτης.

Event Date: -1
§ K367.6   Katakekaumene: Κατακεκαυμένη, χώρα τῆς Ἐφεσίας. Στράβων τρισκαιδεκάτῳ. τὸ ἐθνικὸν Κατακεκαυμενίτης "ἄδενδρος ἅπασα πλὴν τῆς ἀμπέλου τῆς τὸν Κατακεκαυμενίτην φερούσης οἶνον. εἰκάζουσι δέ τινες ἐκ κεραυνοβολιῶν καὶ πρηστήρων συμβῆναι". ἔστι καὶ νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ.

Event Date: -1
§ K367.11   Katane: Κατάνη, πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ "μετὰ δὲ Κατάνη πόλις, ὑπὲρ δὲ ὄρος Αἴτνη". ἀπὸ δὲ τῆς Κατάνης Χαρώνδας, ὁ διάσημος τῶν Ἀθήνησι νομοθετῶν. κέκληται δὲ οὕτως, ἐπειδὴ κατέβη πρὸς τὸν Ἀμενανὸν ποταμὸν ἡ Θεοκλέους τοῦ Χαλκιδέως ναῦς, ἣν Δωριεῖς χωρὶς τοῦ 'υ' νᾶν φασιν, ἢ ὅτι τῆς Αἴτνης κατατεθείσης τὰ ἄνω κάτω γέγονεν. ἔστι καὶ ἄλλη κατέναντι τῆς Λέσβου πληθυντικῶς λεγομένη. τὸ ἐθνικὸν Καταναῖος καὶ θηλυκῶς καὶ οὐδετέρως.

Event Date: -1
§ K367.19   Kataneira: Κατάνειρα, οὐδετέρως, πόλις ... ὡς Θεόπομπος λεʹ Φιλιππικῶν. ὁ οἰκητὴς Κατανειρεύς ὡς Μεγαρεύς.

Event Date: -1
§ K367.21  Kataonia: Καταονία, μοῖρα ἐσχάτη τοῦ Ταύρου. Στράβων δὲ Καππαδοκίας ταύτην φησίν. οἱ οἰκοῦντες Κατάονες, ὡς τῆς Λυκαονίας Λυκάονες.

Event Date: -1
§ K368.3   Katannoi: Καταννοί, ἔθνος πρὸς τῇ Κασπίᾳ θαλάσσῃ. Ἑκαταῖος Ἀσίᾳ.

Event Date: -1
§ K368.5  Katre: Κάτρη, πόλις Κρήτης, τὸν Ἰωνικὸν ἔχουσα τρόπον, ὡς Ἡρωδιανὸς περὶ τῆς Ὀλύκρης γράφων. τὸ ἐθνικὸν Κατραῖος ὡς Ἀσκραῖος.

Event Date: -1
§ K368.8   Kattabania: Κατταβανία, κατοικία τῆς εὐδαίμονος Ἀραβίας. Στράβων ἑκκαιδεκάτῃ "φέρει δὲ [τὸν] λιβανωτὸν ἡ Κατταβανία, σμύρναν δὲ ἡ Χατραμωτῖτις". τὸ ἐθνικὸν Κατταβανεύς.

Event Date: -1
§ K368.11   Kattouza: Κάττουζα, πόλις Θρᾴκης, ἐν ᾗ κατῴκουν οἱ Πυγμαῖοι. οἱ οἰκήτορες Κάττουζοι. ὅθεν δὲ τὰς γεράνους ὁρμᾶν, τὸ χωρίον Ῥακώλην προσαγορεύεσθαι. ὑπὸ δὲ Καρῶν Τουσσύλοι ἐκαλοῦντο.

Event Date: -1
§ K368.15   Kaudion: Καύδιον, ὡς Ῥήγιον, πόλις Ἰταλίας. Διονύσιος ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Καυδῖνος, ὡς αὐτός φησι, καὶ Καυδίνα θηλυκόν.

Event Date: -1
§ K368.18   Kauindana: Καυίνδανα, Ἰσαυρίας κώμη. Καπίτων Ἰσαυρικῶν ἕκτῳ. ὁ κωμήτης Καυινδανεώτης.

Event Date: -1
§ K368.2  Kaukasos: Καύκασος, τὸ ὄρος, ὃ καὶ Παροπάνισον καλοῦσι, τῶν κατὰ τὴν Ἀσίαν ὀρῶν μέγιστον. τὸ ἐθνικὸν Καυκάσιος καὶ Καυκασία θηλυκῶς ἐπὶ τῆς χώρας, ἀφ´ οὗ τὸ Καυκασιανός ὡς Κασπιανός. καὶ οὐδετέρως Καυκάσιον. λέγεται καὶ διὰ τοῦ 'ι' Καύκασις, ἐξ οὗ τὸ Καυκασίτης, ὡς τὸ Ὀασίτης τῆς Ὀάσιος.

Event Date: -1
§ K369.5   Kaukoneia: Καυκώνεια, χώρα τῶν Καυκώνων. γέγονε δὲ ἀπὸ τῆς Καύκωνος γενικῆς, ὡς Μάρων Μάρωνος Μαρώνεια, Χαίρωνος Χαιρώνεια, Βύζαντος Βυζάντεια. τὸ ἐθνικὸν Καυκωνείτης ὡς Ζελείτης. ἐκλήθη δὲ ἀπὸ βασιλέως Καύκωνος ἢ ἀπὸ ποταμοῦ. ὤφειλε δὲ Καυκώνιος ἀπὸ τῆς Καύκωνος γενικῆς, ὡς Ἀντρώνιος. λέγεται καὶ Καυκωνίς καὶ Καυκωνιάς καὶ Καυκωνίτης.

Event Date: -1
§ K369.12   Kaulikoi: Καυλικοί, ἔθνος κατὰ τὸν Ἰόνιον κόλπον. Ἑκαταῖος Εὐρώπῃ. κέκληται δ´ ἀπὸ ὄρους, ὃ Ἀπολλώνιος μετὰ τοῦ 'α' Καυλιακόν φησι.

Event Date: -1
§ K369.15   Kaulonia: Καυλωνία, πόλις Ἰταλίας, ἣν Αὐλωνίαν Ἑκαταῖος καλεῖ, διὰ τὸ μέσην αὐλῶνος εἶναι. ἀπὸ γὰρ τῆς Αὐλῶνος ὕστερον μετωνομάσθη Καυλωνία, ὡς ἀπὸ Μετάβου ἥρωος τὸ Μεταπόντιον καὶ Ἐπίδαυρος Ἐπίταυρος καὶ αἱ Κλαζομεναί Πλαζομεναί. ἔστι καὶ ἄλλη Σικελίας. ἔστι καὶ ἄλλη Λοκρῶν. ὁ πολίτης Καυλωνιάτης ὡς Ἀπολλωνιάτης, καὶ θηλυκὸν Καυλωνιᾶτις, καὶ Καυλώνιος.

Event Date: -1
§ K370.1  Kaunos: Καῦνος, πόλις Καρίας, ἀπὸ Καύνου, οὗ ἡ ἀδελφὴ Βυβλὶς ἐρασθεῖσα φεύγοντος ἐκείνου [ἀπήγξατο]. ὅθεν ἡ παροιμία ὁ Καύνιος ἔρως. ἔστι δὲ νοσώδης, ὅθεν καὶ Στρατόνικος ὁ κιθαριστὴς ἰδὼν ἐπιμελῶς χλωροὺς τοὺς Καυνίους ἔφη "οἵηπερ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν". ἔστι καὶ ἄλλη πόλις ἐν Κρήτῃ. τὸ ἐθνικὸν Καύνιος καὶ Καυνία καὶ Καυναῖος.

Event Date: -1
§ K370.8   Kaystrion pedion: Καΰστριον πεδίον, τῆς Ἐφεσίας, ἀπὸ Καΰστρου ποταμοῦ, ὃς διὰ τὸ ἔχειν τὴν Κατακεκαυμένην χώραν πλησίον ἐκλήθη. τὸ ἐθνικὸν Καϋστριανός καὶ Καϋστριανή τὸ θηλυκόν. λέγονται καὶ Καΰστριοι.

Event Date: -1
§ K370.12   Kaphereus: Καφηρεύς, ἐπίνειον Εὐβοίας, ὅς τις Καθηρεύς ἐκαλεῖτο, ὅτι τοὺς πλέοντας ἐκεῖ καθῄρουν οἱ Εὐβοεῖς. τὸ ἐθνικὸν ὁμοφώνως. καὶ τὸ θηλυκὸν Καφηρίς, καὶ κτητικὸν Καφήριος.

Event Date: -1
§ K370.15   Kaphyai: Καφύαι, πόλις Ἀρκαδίας, ἀπὸ Κάπυος τοῦ πατρὸς Ἀγχίσου ἢ ἀπὸ Κηφέως. ὁ πολίτης Καφυεύς καὶ Καφυάτης ὡς Καρυάτης.

Event Date: -1
§ K370.18   Kapsa: Κάψα, πόλις Χαλκιδικῆς χώρας κατὰ Παλλήνην, ὁμοροῦσα τῷ Θερμαίῳ κόλπῳ. ὁ πολίτης Καψαῖος.

Event Date: -1
§ K371.1   Kebranitai: Κεβρανῖται, ἔθνος τῆς εὐδαίμονος Ἀραβίας. Οὐράνιος Ἀραβικῶν τρίτῳ.

Event Date: -1
§ K371.3   Kebrenia: Κεβρηνία, χώρα τῆς Τρῳάδος, ἀπὸ Κεβριόνου τοῦ Πριάμου. Δίδυμος δὲ Κεβρῆνα τὴν πόλιν φησίν. Ἡρωδιανὸς δὲ ἀπὸ Κεβρῆνος ποταμοῦ. ὁ οἰκήτωρ Κεβρηνός καὶ Κεβρηνεύς καὶ Κεβρήνιος.

Event Date: -1
§ K371.7   Kenchreai: Κεγχρεαί, πόλις Τρῳάδος, ἐν ᾗ διέτριψεν Ὅμηρος μανθάνων τὰ κατὰ τοὺς Τρῶας. δευτέρα πόλις καὶ ἐπίνειον Κορίνθου. τρίτη Ἰταλίας. τὸ ἐθνικὸν Κεγχρεάτης ὡς Κορσεάτης. λέγεται καὶ Κέγχρειος ὁ Ποσειδῶν ἀπὸ τοῦ υἱοῦ ἥρωος Κεγχρίου.

Event Date: -1
§ K371.12   Kedreai: Κεδρεαί, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Κεδρεάτης καὶ Κεδραῖος τρισυλλάβως. καὶ Κεδρεατικός.

Event Date: -1
§ K371.14   Kedrossoi: Κεδρωσσοί, ἔθνος πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. τὸ ἐθνικὸν Κεδρωσσεῖς.

Event Date: -1
§ K371.16   Keiriadai: Κειριάδαι, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Κειριάδης. τὰ τοπικὰ ἐκ Κειριαδῶν εἰς Κειριαδῶν ἐν Κειριαδῶν.

Event Date: -1
§ K371.19  Kekropia: Κεκροπία, χώρα καὶ Κεκροπίς φυλή, ἀπὸ Κέκροπος. λέγεται καὶ Κεκρόπιος καὶ Κεκροπία καὶ Κεκροπίτης τὸ ἐθνικὸν καὶ θηλυκὸν Κεκροπῖτις, καὶ τὸ ἐκ τόπου ἐπίρρημα Κεκροπίαθεν. ἔστι καὶ Κεκροπίς χώρα Θρᾴκης. ἔστι καὶ δῆμος Θεσσαλονίκης. οἱ δημόται Κεκρόπιοι.

Event Date: -1
§ K372.1   Kekryphaleia: Κεκρυφάλεια, ἄκρα τις, περὶ ἣν ἐνίκησαν Αἰγινήτας Ἀθηναῖοι. τινὲς δὲ νῆσον αὐτήν φασι Πελοποννήσου. τὸ ἐθνικὸν Κεκρυφαλεύς.

Event Date: -1
§ K372.4   Keladone: Κελαδώνη, πόλις Λοκρίδος, ὡς Διονύσιος Γιγαντιάδος πρώτῳ. τὸ ἐθνικὸν Κελαδωναῖος.

Event Date: -1
§ K372.6   Kelaithoi: Κέλαιθοι, ἔθνος Θεσπρωτικὸν προσεχὲς τῇ Θετταλίᾳ. Ῥιανὸς δʹ. λέγονται καὶ Κελαιθεῖς.

Event Date: -1
§ K372.8   Kelaithra: Κελαίθρα, πόλις Βοιωτίας Ἄρνης πλησίον, ἀπὸ Κελαίθρου. [Κηφηνία ...] [Κίκονες, ἔθνος Θρᾳκικόν, οὐ μακρὰν οἰκῆσαν τῶν Μαρωνειτῶν, ὡς δηλοῖ ... "Εὐάνθης δ´ οἴκησεν ἐν Κικονίῃ ἵνα Μαρώνεια καλέεται".]

Event Date: -1
§ K372.10   Kinaidokolpitai: [Κιναιδοκολπῖται, ἔθνος τῆς εὐδαίμονος Ἀραβίας ...]

Event Date: -1
§ K372.15   Korakos petra: Κόρακος πέτρα, τόπος ἐν Ἰθάκῃ. Ὅμηρος. ὁ ταύτην οἰκῶν Κορακοπετραῖος.

Event Date: -1
§ K373.1   Korakonnesos: Κορακόννησος, .... Ἀλέξανδρος τρίτῳ Λιβυκῶν. τὸ ἐθνικὸν Κορακοννησίτης.

Event Date: -1
§ K373.3   Korax: Κόραξ, ὄρος μεταξὺ Καλλιπόλεως καὶ Ναυπάκτου. Πολύβιος εἰκοστῷ. τὸ ἐθνικὸν Κοράκιος, ὡς Ἄτραξ Ἀτράκιος.

Event Date: -1
§ K373.5   Koraxoi: Κοραξοί, ἔθνος Κόλχων πλησίον Κώλων. Ἑκαταῖος Ἀσίᾳ. Κοραξικὸν τεῖχος καὶ Κοραξικὴ χώρα.

Event Date: -1
§ K373.7   Kordytos: Κορδυτός, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Κορδύτιος.

Event Date: -1
§ K373.9  Koressos: Κορησσός, πόλις τῆς Ἐφεσίας .... διὰ τὸ τὴν Λητὼ τεκοῦσαν καὶ τὴν Ἄρτεμιν κομίζουσαν γενομένην κατὰ τὸν τόπον, οὗ νῦν βωμὸς αὐτῆς, τῆς δὲ πυθομένης τίνος ἐστὶν ὁ τόπος, κόρη σός εἰπεῖν. τὸ ἐθνικὸν Κορησσίτης. καὶ ἴσως ἀπὸ τοῦ Κόρησσις. λέγεται καὶ Κορησσεύς. καὶ Κορησσία πολίχνιον τῆς Κέω καὶ ἐπίνειον.

Event Date: -1
§ K373.15   Korinthos: Κόρινθος, πόλις ἔσω τοῦ ἰσθμοῦ τῆς Πελοποννήσου. Ἑκαταῖος Εὐρώπῃ. ἡ αὐτὴ ἐκαλεῖτο Ἐφύρα ἀπὸ Ἐφύρας τῆς Μύρμηκος τῆς Ἐπιμηθέως γυναικός. ἐκαλεῖτο δὲ ἡ Ἀκροκόρινθος Ἐπώπη διὰ τὸ Σίσυφον ἐντεῦθεν ἐπιδεῖν τὴν τῆς Αἰγίνης ὑπὸ Διὸς ἁρπαγήν. εἶτα Ἡλίου πόλις διὰ τὸ ξηρὰν εἶναι, εἶτα Πάγος, εἶτα Ἐφύρα. οἱ πολῖται Κορίνθιοι, καὶ θηλυκῶς Κορινθιάς. καὶ σύνθετον κορινθιουργής ὡς ἀττικουργής. Ἀπολλώνιος ὁ Ῥόδιος Κανώπῳ "κορινθιουργές ἐστι κιόνων σχῆμα". καὶ Κορινθιακὸς κόλπος τὸ κτητικόν. καὶ κορινθιάζομαι τὸ ἑταιρεῖν, ἀπὸ τῶν ἐν Κορίνθῳ ἑταιρῶν, ἢ τὸ μαστροπεύειν. Ἀριστοφάνης ἐν Κωκάλῳ.

Event Date: -1
§ K374.7   Korilla: Κόριλλα, πόλις Λατίνων. Διονύσιος τετάρτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Κοριλλανοί.

Event Date: -1
§ K374.9   Koriolla: Κορίολλα, πόλις Ἰταλίας. Διονύσιος ϛʹ τῆς ἐπιτομῆς. τὸ ἐθνικὸν Κοριολλανός κατὰ πρόσθεσιν τῆς 'νος', ὡς Μύρλεια Μυρλεανός καθ´ ὕφεσιν τοῦ 'ι'.

Event Date: -1
§ K374.12   Korion: Κόριον, τόπος ἐν Κρήτῃ ἀπὸ κόρης τινός. ὁ πολίτης Κορήσιος. καὶ λίμνη Κορησία. καὶ Ἀθηνᾶς ἱερὸν Κορησίας. ταῦτα δὲ ἀπὸ τοῦ κόρη γέγονεν. ἀπὸ δὲ τοῦ Κόριον τὸ ἀνάλογον Κοριεύς.

Event Date: -1
§ K374.16   Korkyris: Κορκυρίς, πόλις Αἰγύπτου, ὡς ἁλμυρίς ἀργυρίς. ἡ δὲ Ψένυρις Αἰγυπτία κώμη βαρύνεται. ὁ πολίτης Κορκυρίτης.

Event Date: -1
§ K374.18   Korniklos: Κόρνικλος, πόλις Λατίνων. Διονύσιος τρίτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Κορνικολανός.

Event Date: -1
§ K374.2   Korokondame: Κοροκονδάμη, πλησίον Σινώπης. Ἀρτεμίδωρος ἑνδεκάτῳ γεωγραφουμένων. τὸ ἐθνικὸν Κοροκονδαμίτης, καὶ λίμνη Κοροκονδαμῖτις.

Event Date: -1
§ K375.3   Koromane: Κορομάνη, πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαρκιανὸς ἐν περίπλῳ αὐτοῦ. τὸ ἐθνικὸν Κορομανηνός διὰ τὸν τύπον τῶν Περσῶν· Παραιτακηνοί γὰρ τῆς Παραιτάκης.

Event Date: -1
§ K375.6  Koronta: Κόροντα, πόλις Ἀκαρνανίας. Θουκυδίδης δευτέρᾳ. τὸ ἐθνικὸν Κοροντεύς, ὡς Σαμόσατα Σαμοσατεύς.

Event Date: -1
§ K375.8   Korope: Κορόπη, πόλις Θεσσαλίας. ὁ πολίτης Κοροπαῖος. Νίκανδρος ἐν Θηριακοῖς "ᾗ ἐν Ἀπόλλων μαντείας Κοροπαῖος ἐθήκατο καὶ θέμιν ἀνδρῶν". οἱ δὲ ὑπομνηματίσαντες αὐτὸν Θέων καὶ Πλούταρχος καὶ Δημήτριος ὁ Φαληρεύς φασι "Νίκανδρος Ὀροπαῖος καὶ Κοροπαῖος Ἀπόλλων. ἀγνοεῖ δ´ ὅτι Ἀμφιαράου ἱερόν, [οὐκ] Ἀπόλλωνός ἐστι. λέγεται δὲ κατ´ ἔλλειψιν τοῦ 'κ' Ὀροπαῖος [Κορόπη]. Κορόπη δὲ Θεσσαλίας πόλις. βέλτιον δ´ ὑπονοεῖν ὅτι ἡμάρτηται. καὶ γράφεται Ὀροπαῖος. Ὀρόπη γὰρ πόλις Εὐβοίας, ὅπου Ἀπόλλωνος διασημότατον ἱερόν".

Event Date: -1
§ K376.5  Korouion (Corbio): Κορουιών, πόλις Αἰκανῶν ἐν Ἰταλίᾳ. Διονύσιος ιʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Κορουιώνιος ὡς Ἀντρώνιος.

Event Date: -1
§ K376.7   Korpiloi: Κορπίλοι, Θρᾳκῶν τινές. Στράβων ζʹ. ἡ χώρα Κορπιλική "ἡ γὰρ Αἶνος κεῖται κατὰ τὴν πρότερον Ἀψυνθίδα, νῦν δὲ Κορπιλικὴν λεγομένην".

Event Date: -1
§ K376.10   Korseai: Κορσεαί, νῆσος τῆς Ἰωνίας ἀντικρὺ Σάμου. Ἑκαταῖος Εὐρώπῃ. Ἡρωδιανὸς Κορσία διὰ τοῦ 'ι'. καὶ τὸ ἐθνικὸν Κορσεάτης.

Event Date: -1
§ K376.13   Korsis: Κορσίς, νῆσος ἐν τῷ Τυρρηνικῷ πελάγει, ἀπὸ Κόρσης δούλης βουκόλου. λέγεται καὶ Κορσική. τὸ ἐθνικὸν Κορσοί.

Event Date: -1
§ K376.15  Korydalla: Κορύδαλλα, πόλις Ῥοδίων. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Κορυδαλλεῖς.

Event Date: -1
§ K377.1   Korydallos: Κορυδαλλός, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Κορυδαλλεύς. τὰ τοπικὰ Κορυδαλλόθεν Κορυδαλλόνδε Κορυδαλλοῖ.

Event Date: -1
§ K377.4   Koryleion: Κορύλειον, κώμη περίσημος ἐν Παφλαγονίᾳ, ἀπὸ Κορύλου βασιλεύσαντος. ὁ οἰκήτωρ Κορυλειεύς.

Event Date: -1
§ K377.6   Koryphaion: Κορυφαῖον, ὄρος ἐπὶ τῷ Ἐπιδαυρίῳ, ἐν ᾧ τιμᾶται Ἄρτεμις Κορυφαία. Παυσανίας δευτέρῳ. τὸ ἐθνικὸν Κορυφαῖος.

Event Date: -1
§ K377.8   Koryphasion: Κορυφάσιον, χωρίον Λακωνικὸν πλησίον Πύλου. Θουκυδίδης τετάρτῃ. τρεῖς δέ εἰσιν αἱ Πύλοι ἐν παροιμίᾳ "ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μὲν ἔστι καὶ ἄλλος". τὸ ἐθνικὸν Κορυφασιεύς καὶ Κορυφάσιος.

Event Date: -1
§ K377.12  Koroneia: Κορώνεια, πόλις Βοιωτίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κορώνου τοῦ Θερσάνδρου. ἐν ταύτῃ οὐ φαίνεται ἀσπάλαξ, πάσης τῆς Βοιωτίας ἐχούσης τὸ ζῷον, κἄν τις ἔξωθεν ἐνέγκῃ εἰς τὴν Κορωνέων χώραν, οὐ δύναται ζῆν. δευτέρα πόλις Πελοποννήσου [μεταξὺ] Σικυῶνος καὶ Κορίνθου. τρίτη τῆς Φθιώτιδος. ἔστι δὲ καὶ φρούριον τῆς Ἀμβρακίας. τετάρτη πόλις Κύπρου. ἔστι καὶ χερρόνησος πρὸς τὴν Ἀττικήν. πέμπτη πόλις Σαλαμινίων Κορώνη, ὁ πολίτης Κορώνιος καὶ Κορωνεύς. οἱ δέ φασι παρὰ τὴν Κορώνειαν Κορωνιεύς, παρὰ δὲ τὴν Κορώνην Κορωναεύς.

Event Date: -1
§ K378.1  Korone: Κορώνη, πόλις Μεσσήνης, ὡς Ἀπολλόδωρος ἑβδόμῳ τοῦ καταλόγου. ὁ πολίτης Κορωνεύς καὶ Κορωναιεύς καὶ Κορωναῖος. ἔστι καὶ Κορώνη μοῖρα τῆς Σαλαμῖνος τῆς ἐν Κύπρῳ. καὶ τρίτη .... ταύτης ὁ οἰκήτωρ Κορωνίτης. ἔστι καὶ πόλις Βιθυνίας.

Event Date: -1
§ K378.6   Kosiana: Κοσίανα, φρούριον Παλαιστίνης. Χάραξ δεκάτῳ. ἐν τῇ παραλίᾳ τῆς Συρίας. τὸ ἐθνικὸν Κοσιανεύς, ὡς Τύανα Τυανεύς.

Event Date: -1
§ K378.9  Kossa: Κόσσα, πόλις Οἰνώτρων ἐν τῷ μεσογείῳ. Ἑκαταῖος Εὐρώπῃ. οἱ πολῖται Κοσσανοί.

Event Date: -1
§ K378.11  Kossaia: Κοσσαία, μέρος Περσίδος. Στράβων ιϛʹ. οἱ οἰκοῦντες Κοσσαῖοι. ἔστι καὶ Θρᾴκης πολίχνιον.

Event Date: -1
§ K378.13   Kossos: Κοσσός, ὄρος Βιθυνίας, ὡς Δημοσθένης Βιθυνιακῶν δεκάτῳ. οἱ οἰκοῦντες Κοσσαῖοι.

Event Date: -1
§ K378.15   Kossyros: Κόσσυρος, νῆσος κατὰ Σελινοῦντα Σικελίας ποταμόν, καὶ πόλις ὁμώνυμος. καὶ Λιβύης νῆσος Κόσσυρα, τὸ ἐθνικὸν τῆς πρώτης Κοσσύριος, καὶ κτητικὸν Κοσσυριακός ἢ Κοσσυρῖνος, τῆς δὲ δευτέρας Κοσσυραῖος.

Event Date: -1
§ K378.19   Kosyte: Κοσύτη, πόλις Ὀμβρική. Κτησίας τρίτῃ περιηγήσεως. τὸ ἐθνικὸν Κοσυταῖος ὡς Μοτυαῖος τῆς Μοτύης [Σικελίας πόλις].

Event Date: -1
§ K379.3  Kotiaeion: Κοτιάειον, πόλις τῆς ἐπικτήτου Φρυγίας. Στράβων ιβʹ. τινὲς δέ φασι Κοσιάειον ὀφείλει. δοκεῖ δὲ ἀπὸ τοῦ Κόσα Κόσαιον, ὡς τοῦ Μίδα Μίδαιον, καὶ προσθέσει τοῦ 'ι' Κοσιαῖον, καὶ τροπῇ Κοτιαῖον. τὸ ἐθνικὸν Κοτιαεύς. ἔνθα ἦν Ἀλέξανδρος ὁ Ἀσκληπιάδου γραμματικὸς πολυμαθέστατος χρηματίζων, ὃς περὶ παντοδαπῆς ὕλης κδʹ ἔγραψε βίβλους.

Event Date: -1
§ K379.9   Kotradis: Κότραδις, πόλις Ἰσαυρίας. Καπίτων Ἰσαυρικῶν πρώτῳ. τὸ ἐθνικὸν Κοτραδεώτης ἀπὸ τῆς γενικῆς τῆς Κοτράδεως.

Event Date: -1
§ K379.11   Kotylaion: Κοτύλαιον, ὄρος Εὐβοίας, ἀνακείμενον Ἀρτέμιδι, ὥς φησιν Ἀρχέμαχος ἐν Εὐβοϊκῶν βʹ.

Event Date: -1
§ K379.13   Kotyrta: Κοτύρτα, χωρίον Λακωνικόν. Θουκυδίδης. τὸ ἐθνικὸν Κοτυρταῖος.

Event Date: -1
§ K379.15   Kotyora: Κοτύωρα, κώμη πρὸς τῷ Πόντῳ, ὡς Ἀρριανός. τὸ ἐθνικὸν Κοτυωρῖται, ὡς Ἄβδηρα Ἀβδηρῖται.

Event Date: -1
§ K379.17   Koures: Κουρής, ὁ Ἀκαρνάν "Κουρῆτές τ´ ἐμάχοντο καὶ Αἰτωλοί" Ὅμηρος. καὶ Κουρεύς παράγωγον. καὶ θηλυκὸν Κουρῆτις. καὶ Κούρειος καὶ Κουρεία. καὶ Κούρισσα θηλυκῶς.

Event Date: -1
§ K380.1   Kourioi: Κούριοι, ἔθνος Σαβίνων πολεμῆσαν Ῥωμαίοις. Χάραξ ιβʹ. οἱ φυλέται Κουρῖται. καὶ οἱ Ῥωμαῖοι Κούριτες πρὸς ἐκείνου ἐκλήθησαν.

Event Date: -1
§ K380.4   Kourion: Κούριον, πόλις Κύπρου, ἀπὸ Κουρέως τοῦ Κινύρου παιδός. Ἡρόδοτος πέμπτῃ. τὸ ἐθνικὸν Κουριεύς. καὶ Ἀριστοκλῆς Κουριεὺς ἦν. τὸ θηλυκὸν Κουριάς, καὶ ἡ χώρα. ἔστι καὶ πόλις Αἰτωλίας.

Event Date: -1
§ K380.8   Kouropolis: Κουρόπολις, πόλις Καρίας. Ἀπολλώνιος Καρικῶν πρώτῳ. τὸ ἐθνικὸν Κουροπολῖται.

Event Date: -1
§ K380.10   Kochliousa: Κοχλίουσα, νῆσος πρὸς τῇ Λυκίᾳ. Ἀλέξανδρος δευτέρῳ περὶ Λυκίας, διὰ τὸ κοχλοὺς ἐν αὐτῇ εὑρίσκεσθαι. τὸ ἐθνικὸν Κοχλιούσιος.

Event Date: -1
§ K380.13   Krabasia: Κραβασία, πόλις Ἰβήρων. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Κραβάσιος καὶ Κραβασιεύς καὶ Κραβασιάτης, καὶ Κραβασιανός διὰ τὴν χώραν.

Event Date: -1
§ K380.16  Kragos: Κράγος, ὄρος Λυκίας. Ἀλέξανδρος δευτέρῳ Λυκιακῶν. ἀπὸ Κράγου τοῦ Τρεμίλητος υἱοῦ, μητρὸς δὲ Πραξιδίκης νύμφης. ἐνταῦθα δ´ εἶναι καὶ τὰ ἐπονομαζόμενα θεῶν ἀγρίων ἄντρα. ἀπαθανατισθῆναι γάρ φασι τοὺς περὶ τὸν Κράγον. τὸ ἐθνικὸν Κράγιος. ἔστι καὶ ὄρος Ἀντίκραγος ἕτερον.

Event Date: -1
§ K380.21   Krade: Κράδη, πόλις Καρίας. Ἑκαταῖος Ἀσίας περιηγήσει. τὸ ἐθνικὸν Κραδήτης ὡς Σιδήτης.

Event Date: -1
§ K380.23   Krambousa: Κράμβουσα, νῆσος περὶ Σελεύκειαν τῆς Ἰσαυρίας. Στράβων ιδʹ. τὸ ἐθνικὸν Κραμβούσιος ἢ Κραμβουσαῖος.

Event Date: -1
§ K380.25   Kramboutis: Κράμβουτις, πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει Λιβύης. ὁ πολίτης Κραμβουτίτης ὡς Ναυκρατίτης. Ἡρωδιανὸς διὰ τοῦ 'ο' γράφει Κράμβοτις προπαροξυτόνως, ὡς Ἄβοτις.

Event Date: -1
§ K381.3   Kranae: Κραναή, νῆσος Λακωνική. Ὅμηρος "νήσῳ δ´ ἐν Κραναῇ ἐμίγην". ἥτις πρόκειται τοῦ Γυθείου. οὕτως ἐκαλεῖτο καὶ ἡ Ἀττικὴ ἀπὸ Κραναοῦ. ἐξειλήφασι γάρ τινες οὕτω τὸ Ὁμηρικὸν τὸ Κραναῇ ἀντὶ τοῦ Ἀτθίδι. Ἑλένη καλεῖται νῦν. ἐμοὶ δοκεῖ Ἀλέξανδρος δηλοῦν οὐ τὸν διὰ τῶν νήσων πλοῦν πεποιημένον, τὸν εἴσω ἄγοντα, ἀλλὰ τὸν ἔξω. ὑπονοῶν γὰρ διωχθήσεσθαι τὴν Κρήτην εὐώνυμον λαμβάνει καὶ τὴν Ἀσίαν παραλεγόμενος εἰς Φοινίκην ἔρχεται. τὸ ἐθνικόν, εἰ μὲν τῆς Λακωνικῆς, Κραναάτης ὡς Καρυάτης, εἰ δὲ τῆς Ἀττικῆς, Κραναῖος ὡς Ἀθηναῖος.

Event Date: -1
§ K381.13   Kraneia: Κράνεια, χωρίον Ἀμβρακιωτῶν. Θεόπομπος πεντηκοστῷ πρώτῳ. τὸ ἐθνικὸν Κρανειάτης ὡς Μαλειάτης, ὥς φησι Σοφοκλῆς Λαρισαίοις.

Event Date: -1
§ K381.16   Kranides: Κρανίδες, συνοικία πρὸς τῷ Πόντῳ. Παρθένιος ἐν Ἀνθίππῃ. τὸ ἐθνικὸν Κρανῖται.

Event Date: -1
§ K381.18  Kranioi: Κράνιοι, πόλις ἐν Κεφαλληνίᾳ τῇ νήσῳ. τετράπολις δὲ ἡ νῆσος ἀπὸ τῶν Κεφάλου παίδων Πρόνου Σάμου Πηλέως Κρανίου. τὸ ἐθνικὸν Κρανιεῖς.

Event Date: -1
§ K381.21   Krannon: Κραννών, πόλις τῆς Θεσσαλίας τῆς Πελασγιώτιδος ἐν τοῖς Τέμπεσιν, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄλλη πόλις Ἀθαμανίας, ἀπὸ Κράννωνος τοῦ Πελασγοῦ. ἐν ταύτῃ δύο κόρακας εἶναί φασι μόνους, ὡς Καλλίμαχος ἐν τοῖς Θαυμασίοις καὶ Θεόπομπος. ὅταν δ´ ἄλλους ἐκνοσσεύσωσιν, ἴσους αὐτοὺς καταλιπόντες ἀπέρχονται. ὁ πολίτης Κραννώνιος. Ἡρόδοτος ἕκτῃ "ἐκ δὲ Θεσσαλίης ἦλθε τῶν Σκοπαδέων Διακτορίδης Κραννώνιος". ἀπέχει δὲ σταδίους ἑκατὸν τῆς Γυρτῶνος ἡ Κραννών πόλις, ὥς φησι Στράβων. καὶ Ὅμηρός φησιν Ἐφύρους τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους. ἔστι καὶ θηλυκὸν Κραννωνίς ἀπὸ τῆς γενικῆς.

Event Date: -1
§ K382.11   Kraserion: Κρασέριον, Σικελίας χωρίον. Φίλιστος ὀγδόῳ. τὸ ἐθνικὸν Κρασερῖνος.

Event Date: -1
§ K382.13   Krastos: Κραστός, πόλις Σικελίας τῶν Σικανῶν. Φίλιστος Σικελικῶν τρισκαιδεκάτῳ. ἐκ ταύτης ἦν Ἐπίχαρμος ὁ κωμικὸς καὶ Λαῒς ἡ ἑταίρα, ὡς Νεάνθης ἐν τῷ περὶ ἐνδόξων ἀνδρῶν. ἔχει δὲ ἡ πόλις εὐπρεπεστάτας γυναῖκας, ὡς Φιλήμων. Ἀπίων δὲ ὅτι μόνος Πολέμων ἔφη τὴν Λαΐδα Κορινθίαν. ὁ πολίτης Κραστῖνος καὶ Κραστίνη τὸ θηλυκόν.

Event Date: -1
§ K382.19   Kreme: Κρέμη, πόλις Πόντου. Φλέγων ὀγδόῳ χρονικῶν. τὸ ἐθνικὸν Κρεμήσιος ὡς Ἰθακήσιος.

Event Date: -1
§ K382.21   Kremmyon: Κρεμμυών, κώμη Κορίνθου. Εὔδοξος ἕκτῳ γῆς περιόδου. ὁ πολίτης Κρεμμυώνιος. "ἐν ᾗ μυθεύουσι τὰ περὶ τὴν Κρεμμυωνίαν ὗν, ἣν μητέρα τοῦ Καλυδωνίου κάπρου φασὶ καὶ τῶν Θησέως ἄθλων [ἕνα]". Φαβωρῖνος δὲ ὅτι τοῦ Ἐρυμανθίου καὶ τοῦ Καλυδωνίου μήτηρ ἦν. τὸ δὲ κύριον ὄνομα αὐτῆς ἐκαλεῖτο Φαῖα. ἔστι καὶ Κρομμυών πόλις Λιβύης διὰ τοῦ 'ο'. καὶ Ἑκαταῖος. τὸ ἐθνικὸν Κρομμυώνιος καὶ Κρομμυωνία.

Event Date: -1
§ K383.6   Kreusis: Κρεῦσις, πόλις Βοιωτίας, κειμένη καταντικρὺ τῆς Μεγαρίδος, ὡς Ἡρωδιανός. ἡ γενικὴ Κρεύσιος. τὸ ἐθνικὸν Κρευσιεύς.

Event Date: -1
§ K383.9   Krenides: Κρηνίδες, πόλις Μακεδονίας, ἃς Φίλιππος μετωνόμασε Φιλίππους, τὸ ἐθνικὸν Κρηνῖται.

Event Date: -1
§ K383.11   Kressa: Κρῆσσα, πόλις Παφλαγονίας, ἣν Μηριόνης μετὰ Τροίαν ἔκτισε, Ζηίλας δὲ εἷλεν ὁ Νικομήδους υἱός. Δημοσθένης γράφει ... τὸ ἐθνικὸν Κρησσαῖος.

Event Date: -1
§ K383.14   Kresion: Κρήσιον, πόλις Κύπρου. Θεόπομπος Φιλιππικῶν πεντεκαιδεκάτῳ. τὸ ἐθνικὸν Κρησιεύς ὡς Σουνιεύς.

Event Date: -1
§ K383.16   Kreston: Κρήστων, πόλις Θρᾴκης. ἔοικε δὲ εἶναι ἡ Κρηστών παρ´ Ἡροδότῳ. Λυκόφρων "ὁρκωμοτῆσαι τόν τε Κρηστώνης θεόν". ὁ πολίτης Κρηστωναῖος παρὰ Πινδάρῳ. Ῥιανὸς δὲ Κρηστωνίους αὐτούς φησιν. Ἑκαταῖος δὲ Κρηστῶνας αὐτοὺς ἐν Εὐρώπῃ. καὶ Κρηστωνικόν κτητικόν.

Event Date: -1
§ K383.21  Krete: Κρήτη, ἡ μεγίστη νῆσος, ἣν Κρεήτην ἔφη Ἀρχίλοχος κατὰ πλεονασμόν. οἱ μέν φασιν ἀπὸ τοῦ Κουρής Κουρήτην καὶ Κρήτην κατὰ συγκοπήν, οἱ δὲ ἀπὸ Κρητὸς τοῦ Διὸς καὶ Ἰδαίας νύμφης παιδός, οἱ δ´ ἀπὸ Κρήτης μιᾶς τῶν Ἑσπερίδων, οἱ δὲ ἀπό τινος γηγενοῦς Κρητός. ἄμεινον δὲ παρὰ τὸ Κρής Κρητός Κρήτη, ὡς Θρᾴκη καὶ Χιτώνη καὶ εὐφρόνη. λέγεται καὶ ποιητικῶς Κρῆται. λέγεται καὶ Κρής Κρητός καὶ Κρῆσσα· καὶ Κρηταῖος καὶ θηλυκῶς καὶ οὐδετέρως· καὶ Κρητεύς καὶ Κρητῆος καὶ Κρητήιος κτητικόν· καὶ θηλυκὸν Κρητηιάς. καὶ Κρηταιεύς καὶ Κρήσιος ἀπὸ τοῦ Κρής, καὶ Κρησιάς θηλυκὸν καὶ Κρησία καὶ Κρήσιον. καὶ ἀπὸ τῆς Κρητός γενικῆς Κρῆτις, καὶ τροπῇ τοῦ 'τ' εἰς 'σ' Κρησίς. καὶ τὸ κτητικὸν Κρητικός. καλεῖται δὲ ἡ νῆσος καὶ Ἀερία καὶ Χθονία καὶ Ἰδαία.

Event Date: -1
§ K384.13   Kretinia: Κρητινία, τόπος Ῥόδου, ἐν ᾧ ᾤκουν οἱ περὶ Ἀλθαιμένην, ὃς χρησθεὶς ὅτι τὸν πατέρα ἀποκτενεῖ ἔφυγε, καὶ νυκτὶ πλοίῳ συναντᾷ ἐν Ῥόδῳ, καὶ ὡς λῃστὰς νομίσας ἀναιρεῖ τὸν πατέρα. εἰσὶ δὲ ὑπὲρ αὐτοῦ τὰ Ἀταβύρια ὄρη, ἀφ´ ὧν Ζεὺς Ἀταβύριος.

Event Date: -1
§ K384.18  Krithote: City of the Hellespont, 80 stades distant from Kardia. The ethnic Krithosios, like Perkosios. There is also a promontory Krithote of Akarnania, GR: Κριθώτη, πόλις Ἑλλησπόντου, ὀγδοήκοντα σταδίους ἀπέχουσα τῆς Καρδίας. τὸ ἐθνικὸν Κριθώσιος ὡς Περκώσιος. ἔστι καὶ ἄκρα Ἀκαρνανίας.

Event Date: -1
§ K385.1   Krimisa: Κρίμισα, πόλις Ἰταλίας πλησίον Κρότωνος καὶ Θουρίου. Λυκόφρων. ἀπὸ Κριμίσης νύμφης. τὸ ἐθνικὸν Κριμισαῖος καὶ θηλυκῶς καὶ οὐδετέρως. καὶ ποταμός.

Event Date: -1
§ K385.4   Krisa: Κρῖσα, πόλις Φωκίδος. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κρίσου Φώκου υἱοῦ. τὸ ἐθνικὸν Κρισαῖος καὶ Κρισαῖον πεδίον. εἰσὶ καὶ Κρῖσαι ἄλλαι. Τρωική. ἔστι καὶ Αἰολίδος Κρῖσα, τινὲς δὲ τὴν αὐτὴν τῇ Κίρρᾳ φασί. λέγεται τὸ θηλυκὸν Κρισηιάς, ὡς ἀπὸ τοῦ Κρισεύς.

Event Date: -1
§ K385.9   Krioa: Κριώα, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Κριωεύς. τὰ τοπικὰ Κριῶθεν κατὰ συγκοπὴν καὶ Κριῶζε καὶ Κριῶσιν.

Event Date: -1
§ K385.11   Krobyzoi: Κρόβυζοι, ἔθνος πρὸς νότου ἀνέμου τοῦ Ἴστρου. Ἑκαταῖος Εὐρώπῃ. ἐξ ὧν Κροβυζική ἡ γῆ.

Event Date: -1
§ K385.13   Krokeai: Κροκέαι, πόλις Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται οὖν ἑνικῶς. οἱ οἰκοῦντες Κροκεᾶται. λέγεται δὲ τοπικῶς Κροκεῆθεν.

Event Date: -1
§ K385.16  Krokodeilon polis: Κροκοδείλων πόλις, πόλις ἐν τῇ Μοίριδος [τῇ] λίμνῃ ἐν Αἰγύπτῳ. Ἡρόδοτος δευτέρᾳ. ἐκλήθη δὲ οὕτως· ὁ Μηνᾶς βασιλεὺς ὑπὸ τῶν ἰδίων κυνῶν διωκόμενος μεθ´ ἵππου φεύγει· καταπεσόντος δὲ τοῦ ἵππου ἐν τῇ Μοίριδος λίμνῃ, ὑπὸ κροκοδείλου ληφθῆναι καὶ ἐξενεχθῆναι εἰς τὸ πέραν, καὶ οὕτως ὀνομασθῆναι καὶ πόλιν κτίσαι καὶ καθιερώσασθαι τοὺς κροκοδείλους. ἀπεῖπέ τε μηδένα ἀποκτείνειν τὸ ζῷον ἡγεῖσθαί τε ὥσπερ θεόν. ὁ πολίτης Κροκοδειλοπολίτης.

Event Date: -1
§ K386.7   Krokyleion: Κροκύλειον, νῆσος Ἰθάκης. Θουκυδίδης τρίτῃ. τὸ ἐθνικὸν Κροκυλεύς. Ἡρακλέων δὲ ὁ Γλαύκου τετραμερῆ φησι τὴν Ἰθάκην, ἧς τὸ μὲν πρῶτον ἐπὶ μεσημβρίαν καὶ θάλατταν ...., καὶ τὸ δεύτερον Νήιον, καὶ τὸ τρίτον Κροκύλειον, τὸ τέταρτον Αἰγίλιπα.

Event Date: -1
§ K386.12   Kromyousa: Κρομύουσα, νῆσος Ἰβηρίας. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Κρομυούσιος.

Event Date: -1
§ K386.14  Krommyon polis: Κρομμύων πόλις, πόλις πλησίον Ἀσκάλωνος. Φιλήμων ἐν Ἐφήβοις. ὁ πολίτης Κρομμυώνιος.

Event Date: -1
§ K386.16   Krossa: Κρόσσα, πόλις πρὸς τῷ Πόντῳ. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Κροσσαῖος [καὶ] θηλυκῶς καὶ οὐδετέρως.

Event Date: -1
§ K386.18   Krotalla: Κρόταλλα, πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Κροταλλαῖος, ὡς Ἄβολλα Ἀβολλαῖος.

Event Date: -1
§ K386.2   Kroton: Κρότων, πόλις Ἰταλίας εὔσημος παρὰ τὸ Ῥήγιον. βαρύνεται δὲ ὅτε τὸ ὄρος σημαίνει ὅθεν ὁ Αἴσαρος ῥεῖ ποταμός, τὸ μέντοι ἐπὶ τοῦ φθαρτικοῦ τῶν κυνῶν ὀξύνεται. ἔστι καὶ ἑτέρα πόλις, Τυρρηνίας μητρόπολις. καὶ τρίτη Ἰταλίας. οἱ πολῖται Κροτωνιᾶται καὶ θηλυκῶς Κροτωνιᾶτις, καὶ Κροτώνιος καὶ Κροτωνία καὶ Κροτωνιάτης καὶ Κροτωνιάς.

Event Date: -1
§ K387.6   Krousis: Κρουσίς, μοῖρα τῆς Μυγδονίας. Στράβων ἑβδόμῃ. ἡ γενικὴ Κρουσίδος. ἀπὸ Κρούσιος τοῦ Μυγδόνος υἱοῦ. τῷ τοπικῷ ἔθει Κρουσιδεύς ὡς Χαλκιδεύς. ἔστι δὲ Κρουσιεύς. καί ἐστι θηλυκὸν ὁμώνυμον Κρουσὶς γῆ.

Event Date: -1
§ K387.10   Kroustomeria: Κρουστομερία, πόλις Σαβίνων ἀντιστᾶσα Ῥωμύλῳ. Διονύσιος δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Κρουστομερῖνος.

Event Date: -1
§ K387.13  Krya: Κρύα, πόλις Λυκίας. Ἀρτεμίδωρος ἐν ἐπιτομῆς πρώτῳ. τὸ ἐθνικὸν Κρυεύς "εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι Κρυέων, Κάρυσις καὶ Ἄλινα".

Event Date: -1
§ K387.16   Kryassos: Κρυασσός, πόλις Καρίας, ἀπὸ Κρυασσοῦ τοῦ Κάρητος. ὁ πολίτης Κρυασσεύς.

Event Date: -1
§ K387.18   Krobialos: Κρωβίαλος, πολίχνιον πρὸς τῇ Ποντικῇ. Ἀπολλώνιος δευτέρῳ "Κρωβίαλον Κρῶμνάν τε καὶ ὑλήεντα Κύτωρον". οἱ οἰκοῦντες Κρωβιαλεῖς.

Event Date: -1
§ K388.3   Kromna: Κρῶμνα, πόλις Παφλαγονίας, ἡ νῦν Ἄμαστρις, ὡς εἴρηται. τινὲς δέ φασι χωρίον Ἀμάστριδος. τὸ ἐθνικὸν Κρωμνίτης καὶ Κρωμναῖος καὶ Κρωμναιεύς. ἔστι καὶ Πελοποννήσου πόλις ἀρσενικῶς καὶ θηλυκῶς καὶ ἑνικῶς καὶ πληθυντικῶς. ἀπὸ Κρώμνου τοῦ Λυκάονος.

Event Date: -1
§ K388.8   Kropia: Κρωπιά, δῆμος τῆς Λεοντίδος φυλῆς. Φρύνιχος δὲ Κρωπιάδα, φησίν. Ἀνδροτίων δὲ Κρῶπάς φησι τὸν δῆμον. ὁ δημότης Κρωπίδης. τὰ τοπικὰ ἐκ Κρωπιδῶν [εἰς Κρωπιδῶν] ἐν Κρωπιδῶν καὶ Κρωπιᾶθεν Κρωπιάνδε καὶ Κρωπιᾶσιν.

Event Date: -1
§ K388.12   Kros: Κρῶς, πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει Ἀσίας. ὁ πολίτης Κρωίτης, καὶ νομὸς Κρωίτης. ἔστι καὶ Κρῶις Ἀράβων πόλις.

Event Date: -1
§ K388.15  Ktesiphon: Κτησιφῶν, πόλις Ἀσσυρίας. Μαρκιανὸς ἐν περίπλῳ. τὸ ἐθνικὸν Κτησιφώντιος.

Event Date: -1
§ K388.17   Ktimene: Κτιμένη, πόλις Θετταλίας, ὑπὸ Πηλέως Φοίνικι δωρηθεῖσα, ἧς τοὺς πολίτας Ὅμηρος Δόλοπάς φησιν, ὡς Σίντιας τῆς Λήμνου, καὶ Τρῶας τῆς Ἰλίου καὶ Ζελείας, καὶ Ἐπειοὺς τῆς Ἤλιδος, καὶ Φαίακας τῆς Σχερίας, καὶ Ἄβαντας τοὺς Εὐβοέας. καὶ "Κτιμένην Δολοπηίδα". τὸ ἐθνικόν, ὡς Κλαζομένιος, Κτιμένιος καὶ Κτιμεναῖος.

Event Date: -1
§ K389.3   Kyalos: Κύαλος, πόλις Λυδίας, κτισθεῖσα ὑπὸ [Κυάλου τοῦ] Διός. τὸ ἐθνικὸν Κυάλιος, ὡς Φάρσαλος Φαρσάλιος.

Event Date: -1
§ K389.5   Kyarda: Κύαρδα, πόλις Καρίας, ἀπὸ Κυάρδου βασιλέως Καρῶν, υἱοῦ Βαργάσου. τὸ ἐθνικὸν Κυαρδεύς ὡς Λαρανδεύς.

Event Date: -1
§ K389.7   Kybassos: Κυβασσός, πόλις Καρίας, ὡς Καβασσός. τὸ ἐθνικὸν Κυβασσεύς ὡς Ἁλικαρνασσεύς.

Event Date: -1
§ K389.9  Kybeleia: Κυβέλεια, πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. Ἡρωδιανὸς δὲ Κυβέλην φησὶ πόλιν Φοινίκης. ἔστι καὶ Κύβελα Φρυγίας. καὶ Κύβελα ὄρος ἱερόν, ἀφ´ οὗ Κυβέλη ἡ Ῥέα λέγεται [καὶ] Κυβεληγενής καὶ Κυβελίς. Πείσανδρος δεκάτῳ.

Event Date: -1
§ K389.13   Kybos: Κύβος, [ἢ Κυβώ], πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων. Ἑκαταῖος περιηγήσει αὐτῆς "καὶ λιμήν που ἄκρη καὶ Κυβώ". ὁ πολίτης Κυβοίτης, ὡς Σαβοίτης τῆς Σαβοῦς, ἢ Κυβίτης, ὡς τῆς Βούτου Βουτίτης.

Event Date: -1
§ K390.1   Kydathenaion: Κυδαθήναιον, δῆμος τῆς Πανδιονίδος φυλῆς. ὁ δημότης Κυδαθηναιεύς. ἐντεῦθεν ἦν Νικοχάρης ὁ κωμικός. καὶ "κύων Κυδαθηναιεύς". τὰ τοπικὰ ἐκ Κυδαθηναιέων εἰς Κυδαθηναιέων ἐν Κυδαθηναιέων.

Event Date: -1
§ K390.5   Kydantidai: Κυδαντίδαι, δῆμος τῆς Αἰγηίδος φυλῆς, ὡς δὲ Φρύνιχος, Πτολεμαΐδος. ὁ δημότης Κυδαντίδης. τὰ τοπικὰ ἐκ Κυδαντιδῶν ἐς Κυδαντιδῶν ἐν Κυδαντιδῶν.

Event Date: -1
§ K390.8  Kydna: Κύδνα, πόλις Μακεδονίας. Θεαγένης ἐν Μακεδονικοῖς. ἣ κατὰ παραφθορὰν Πύδνα λέγεται. τὸ ἐθνικὸν Πυδναῖος. ἔστι καὶ Κύδνος ποταμὸς Κιλικίας.

Event Date: -1
§ K390.11   Kydrai: Κύδραι, πόλις τῶν Δευριόπων. Στράβων ἑβδόμῃ.

Event Date: -1
§ K390.12  Kydrara: Κύδραρα, πόλις. Ἡρόδοτος ἑβδόμῃ. τὸ ἐθνικὸν Κυδραραῖος ὡς Μεγαραῖος. ἔστι δὲ πρὸς τοὺς ὅρους τῶν Φρυγῶν [καὶ τῶν Λυδῶν.]

Event Date: -1
§ K390.15   Kydrene: Κυδρήνη, πόλις Ἀρμενίας, οὐχ ὥς τινες Κύδρος, τὸ ἐθνικὸν Κυδρηναῖος.

Event Date: -1
§ K390.17   Kydonia: Κυδωνία, πόλις Κρήτης, ἡ πρότερον Ἀπολλωνία, ἀπὸ Κύδωνος τοῦ Ἀπόλλωνος καὶ Ἀκακαλλίδος τῆς Μίνω θυγατρός. δευτέρα πόλις Σικελίας. τρίτη Λιβύης. ὁ πολίτης Κυδωνιάτης καὶ Κύδων καὶ Κυδώνιος καὶ Κυδωναῖος, καὶ Κυδωνία θηλυκῶς καὶ Κυδωνίς, καὶ Κυδωνικὸς ἀνήρ.

Event Date: -1
§ K391.4   Kyzikos: Κύζικος, πόλις τῆς Προποντίδος κειμένη ἐπὶ χερρονήσῳ. ἐκαλεῖτο δὲ καὶ Ἄρκτων νῆσος, τὸ ἐθνικὸν Κυζικηνός καὶ Κυζικηνίς ἡ ποίησις. Ὅμηρος δὲ τοὺς κατοικοῦντας Κύζικον Δολίονάς φησιν, ὡς τοὺς τὴν Ἴσμαρον Κίκονας. λέγεται καὶ κτητικὸν Κυζικηνικός. κέχρηνται δὲ καὶ τῷ Κυζικηνός ἁπλῷ ἀντὶ κτητικοῦ, ὡς τὸ Τυρσηνοὶ [δεσμοὶ] ἀντὶ τοῦ Τυρρηνικοί, οἱ χαλεποί, διὰ τὸ λῃστρικοὺς εἶναι τοὺς Τυρρηνούς.

Event Date: -1
§ K391.12   Kythera: Κύθηρα, νῆσος πόλιν ὁμώνυμον ἔχουσα πρὸς τῇ Κρήτῃ, ἀπὸ Κυθήρου τοῦ Φοίνικος. ἐκαλεῖτο δὲ Πορφύρουσα διὰ τὸ κάλλος τῶν περὶ αὐτὴν πορφυρῶν, ὡς Ἀριστοτέλης. οἱ οἰκήτορες Κυθήριοι, καὶ Κυθηρία καὶ ἡ γυνὴ καὶ ἡ νῆσος. λέγεται Κυθηραία.

Event Date: -1
§ K391.17   Kytheros: Κύθηρος, δῆμος τῆς Πανδιονίδος φυλῆς. ὁ δημότης Κυθήριος. τὰ τοπικὰ Κυθηρόθεν Κύθηρόνδε [Κυθηροῖ].

Event Date: -1
§ K392.1   Kythnos: Κύθνος, νῆσος πρὸς τῇ Δρυοπίδι τῶν Κυκλάδων, ἀπὸ Κύθνου κτίσαντος. ἐκαλεῖτο δὲ καὶ Ὀφίουσα καὶ Δρυοπίς, ὁ νησιώτης Κύθνιος. καὶ Κύθνιος τυρὸς καὶ Κυδίας ὁ ζωγράφος.

Event Date: -1
§ K392.5   Kyknitis: Κυκνῖτις, .... ἧς ὁ Κύκνος ἐβασίλευσε. Σοφοκλῆς ἐν Πηλεῖ. καὶ ἐν Ποιμέσι "βοὴν κυκνῖτιν".

Event Date: -1
§ K392.7   Kyllandos: Κύλλανδος, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Κυλλανδεύς.

Event Date: -1
§ K392.9  Kyllene: Κυλλήνη, ὄρος Ἀρκαδίας, σταδίων [Ὀλυμπιακῶν] ἐννέα παρὰ πόδας ὀγδοήκοντα [κατ´ Ἀπολλόδωρον]. ἀπὸ Κυλλήνης Ναΐδος νύμφης. "ἐν τούτῳ δέ φασι τῷ ὄρει τοὺς κοττύφους λευκοὺς γίνεσθαι, ἄλλοθι δὲ μηδαμῆ, καὶ φωνὰς ποικίλας προΐεσθαι, θηρεύεσθαι δὲ πρὸς τὴν σελήνην, τὴν δὲ ἡμέραν εἴ τις ἐπιχειροίη δυσθηράτους εἶναι σφόδρα". ἔστι δὲ καὶ Ἠλείων ἐπίνειον Κυλλήνη, τὸ ἐθνικὸν Κυλληνεύς καὶ Κυλλήνιος· καὶ Κύλλιος λέγεται Ἑρμῆς κατὰ συγκοπὴν τοῦ Κυλλήνιος.

Event Date: -1
§ K392.17   Kyme: Κύμη, πόλις Αἰολίδος πρὸ τῆς Λέσβου, ἀπὸ Κύμης Ἀμαζόνος. ἐκαλεῖτο δὲ Ἀμαζόνειον, τὸ ἐθνικὸν Κυμαῖος. ἐντεῦθεν ἦν Ἔφορος ὁ ἱστορικὸς καὶ Ἡσίοδος Κυμαῖοι. ἔστι δὲ καὶ ἑτέρα Φρικωνῖτις λεγομένη. αὕτη δὲ καὶ ἡ Λέσβος σκώπτεται εἰς ἀναισθησίαν. ἔστι δὲ καὶ ἑτέρα Ἰταλίας. ταύτης τὸ ἐθνικὸν Κυμεύς. τετάρτη τῆς Ἠλείας. πέμπτη τῆς Εὐβοίας. ἕκτη Παμφυλίας. [ἔστι καὶ νῆσος πλησίον Σικελίας.]

Event Date: -1
§ K393.3   Kynaitha: Κύναιθα, πόλις Ἀρκαδίας, ἀπὸ Κυναίθου ἑνὸς τῶν Λυκάονος παίδων. τὸ ἐθνικὸν Κυναιθεύς. καὶ Κυναιθαιεύς καὶ Κυναιθαεύς ἀπὸ τοῦ τετρασυλλάβου τοῦ Κυναίθαια, ἔστι καὶ Κύναιθα πόλις Ἰθάκης ὑπὸ τῷ Νηρίτῳ ὄρει.

Event Date: -1
§ K393.7   Kyneteia: Κυνέτεια, πόλις Ἄργους. Καλλίμαχος δευτέρῳ. οἱ πολῖται Κυνετεῖς καὶ Κυνετειᾶται. οἱ τύποι γὰρ οὐκ ἀήθεις τῶν Ἀργείων.

Event Date: -1
§ K393.10   Kyne: Κυνή, πόλις Λυδίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Κυνεύς καὶ Κύνιος.

Event Date: -1
§ K393.12   Kynetikon: Κυνητικόν, Ἰβηρίας τόπος πλησίον ὠκεανοῦ. Ἡρόδωρος δεκάτῳ τῶν καθ´ Ἡρακλέα. οἱ οἰκοῦντες Κύνητες καὶ Κυνήσιοι.

Event Date: -1
§ K393.15   Kynthos: Κύνθος, [ὄρος Δήλου,] παρ´ Ἀντιμάχῳ ἐν πρώτῃ Θηβαΐδος. ὁ οἰκήτωρ Κύνθιος καὶ θηλυκῶς καὶ οὐδετέρως. καὶ Κυνθιώτης καὶ Κυνθιῶτις θηλυκῶς.

Event Date: -1
§ K393.18   Kynna: Κύννα, πολίχνιον πλησίον Ἡρακλείας, ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ἢ Κύννου τοῦ ἀδελφοῦ Κοίου. τὸ ἐθνικὸν Κυνναῖος.

Event Date: -1
§ K393.20   Kynos: Κῦνος, ἐπίνειον Ὀποῦντος, ὡς Φίλων καὶ Παυσανίας. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. Ὅμηρος "οἳ Κῦνόν τ´ ἐνέμοντ´ Ὀπόεντά τε Καλλίαρόν τε". οἱ οἰκοῦντες Κύνιοι καὶ Κυναῖοι.

Event Date: -1
§ K393.24   Kynosarges: Κυνόσαργες, γυμνάσιον ἐν τῇ Ἀττικῇ καὶ δῆμος, ἀπὸ Διόμου, ἀφ´ οὗ ὁ χῶρος Ἀθήνησι Διόμεια καλεῖται. Δίομος γὰρ Ἡρακλεῖ ὡς θεῷ θύων τὰ ξενώσων ἱερὰ Ἡρακλεῖ ἥρῳ ἔδειξε, καὶ αὐτῷ κύων λευκὸς ἁρπάσας τὰ μηρία εἰς τοῦτο τὸ χωρίον ἤνεγκεν. ὁ δημότης καὶ τὸ ἐκ τόπου ἐκ Κυνοσάργους, καὶ εἰς τόπον ἐς Κυνόσαργες, καὶ ἐν τόπῳ ἐν Κυνοσάργει.

Event Date: -1
§ K394.6   Kynos kephalai: Κυνὸς κεφαλαί, λόφοι τῆς Θεσσαλίας. Πολύβιος ιηʹ. ἦν δὲ καὶ χωρίον Θηβῶν, ἀφ´ οὗ "Πίνδαρος Δαϊφάντου παῖς, Βοιώτιος ἐκ Κυνὸς κεφαλῶν, μελῶν ποιητής".

Event Date: -1
§ K394.9   Kynosoura: Κυνόσουρα, ἄκρα Ἀρκαδίας, ἀπὸ Κυνοσούρου τοῦ Ἑρμοῦ. τὸ ἐθνικὸν Κυνοσουρεύς καὶ Κυνοσουρίς θηλυκόν.

Event Date: -1
§ K394.11   Kynossema: Κυνόσσημα, τόπος Λιβύης. Ἑκαταῖος περιηγήσει αὐτῆς. ἔστι καὶ ἄλλο χωρίον. τὸ ἐθνικὸν ἀπὸ τῆς γενικῆς Κυνοσσηματεύς.

Event Date: -1
§ K394.14   Kynoura: Κύνουρα, πόλις Ἄργους, ἀπὸ Κυνούρου παιδὸς Περσέως. Παυσανίας τρίτῳ. τὸ ἐθνικὸν Κυνουρεύς καὶ Κυνουρίς θηλυκόν, καὶ Κυνούριος καὶ Κυνουρία καὶ οὐδέτερον, καὶ κτητικὸν Κυνουριακός.

Event Date: -1
§ K394.18   Kynon nesos: Κυνῶν νῆσος, Λιβύης νῆσος. Ἀλέξανδρος τρίτῳ Λιβυκῶν. ὁ νησιώτης Κυνοννησίτης.

Event Date: -1
§ K394.20  Kynon polis: Κυνῶν πόλις, Αἰγυπτία πόλις. ὁ οἰκῶν Κυνοπολίτης. ἐν ᾗ πόλει ὁ Ἄνουβις τιμᾶται.

Event Date: -1
§ K394.22  Kyon: Κύον, πόλις Καρίας. Ἀπολλώνιος τετάρτῃ Καρικῶν. ἡ πρότερον Κανήβιον. τὸ ἐθνικὸν Κυΐτης.

Event Date: -1
§ K394.24   Kypaitha: Κύπαιθα, πόλις Λιβύης. ὁ πολίτης Κυπαιθεύς.

Event Date: -1
§ K395.1  Kyparissia: city of Triphylia, which used to be called Eranna. GR: Κυπαρισσία, πόλις τῆς Τριφυλίας, ἥ τις Ἔραννα ἐκαλεῖτο. τὸ ἐθνικὸν Κυπαρισσεύς καὶ Κυπαρισσία ἡ Ἀθηνᾶ.

Event Date: -1
§ K395.3  Kyparisseis: city of Messenia. Homer: 'who settled Kyparisseis and Amphigeneia.' GR: Κυπαρισσήεις, πόλις τῆς Μεσσηνίας. Ὅμηρος "καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον". τὸ ἐθνικὸν Κυπαρισσηέντιος.

Event Date: -1
§ K395.6  Kyparissos, city in Parnassos by Delphi, formerly Erannos. Homer: 'Who holds Kyparissos and rocky Pytho.' From Kyparissos the son of Minyas. They call it that from the abundance of cypress trees there, but some call it Kyparissous or Apollonias. GR: Κυπάρισσος, πόλις ἐν Παρνασσῷ κατὰ τοὺς Δελφούς, ἡ πρότερον Ἔραννος, Ὅμηρος "οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν". ἀπὸ Κυπαρίσσου τοῦ Μινυοῦ. οἱ δὲ ἀπὸ τοῦ πλήθους τῶν αὐτόθι κυπαρίσσων, ἣν Κυπαρισσοῦντά τινες καὶ Ἀπολλωνιάδα φασί. τὸ ἐθνικὸν Κυπαρισσεύς.

Event Date: -1
§ K395.11   Kypasis: Κύπασις, πόλις περὶ Ἑλλήσποντον. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Κυπασίτης.

Event Date: -1
§ K395.13   Kype: Κύπη, Σικελίας φρούριον. Φίλιστος Σικελικῶν ἐνάτῳ. τὸ ἐθνικὸν Κυπαῖος.

Event Date: -1
§ K395.15   Kypros: Κύπρος, νῆσος μεγάλη [καὶ ἐπιφανεστάτη, κειμένη] ἐν τῷ Παμφυλίῳ κόλπῳ, [καθώς φησιν ὁ περιηγητὴς Διονύσιος "Κύπρος δ´ εἰς αὐγὰς Παμφυλίου ἔνδοθι κόλπου". ἐκλήθη δὲ] ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου, [ἢ τῆς Βύβλου καὶ Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ περὶ νήσων καὶ Ἴστρος ἐν ἀποικίαις Αἰγυπτίων ἱστόρησαν,] ἢ ἀπὸ τοῦ φυομένου ἄνθους κύπρου. Ἀστύνομος δέ φησι Κρύπτον κεκλῆσθαι διὰ τὸ κρύπτεσθαι πολλάκις ὑπὸ τῆς θαλάσσης. εἶτα Κύπρος ἐκαλεῖτο δὲ καὶ Κεραστίς ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν καὶ Κεραστιάς καὶ Ἀμαθουσία καὶ Μηιονίς καὶ Σφήκεια καὶ Ἀκαμαντίς. τὸ ἐθνικὸν Κύπριος καὶ Κυπρία καὶ Κύπριον, καὶ Κυπριακός, καὶ Κυπριεύς καὶ Κυπρίτης. ἔστι καὶ Λιβυκὴ Κύπρος, τὸ ἐθνικὸν Κυπρίτης.

Event Date: -1
§ K396.9   Kyraunis: Κύραυνις, νῆσος κατὰ Γύζαντας τοὺς ἐν Λιβύῃ, ὡς Ἡρόδοτος τετάρτῃ. ὁ νησιώτης Κυραυνίτης.

Event Date: -1
§ K396.11   Kyrbasa: Κύρβασα, ὡς Πήδασα Μέδμασα, πόλις Καρίας. ὁ πολίτης Κυρβασεύς.

Event Date: -1
§ K396.13   Kyrbe: Κύρβη, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Κυρβαῖος.

Event Date: -1
§ K396.15   Kyre: Κύρη, νῆσος ἐν τῷ Περσικῷ πόντῳ. Ἑκαταῖος ἐν περιηγήσεως δευτέρῳ. ὁ νησιώτης Κυραῖος ὡς Ἀσκραῖος.

Event Date: -1
§ K396.17  Kyrene: Κυρήνη, πόλις Λιβύης, ἀπὸ Κυρήνης τῆς Ὑψέως [κατὰ Πίνδαρον] ἢ Κύρης πηγῆς ἐγχωρίου. ἔστι καὶ Ἰβηρίας. καὶ Μασσαλίας ἄλλη. τὸ ἐθνικὸν Κυρηναῖος. ἐντεῦθεν ἦν Ἐρατοσθένης Ἀγακλέους παῖς ὁ ἱστορικός. καὶ Κυρηναΐς ὡς Θηβαΐς. καὶ Κυρηνίτης.

Event Date: -1
§ K396.22   Kyres: Κύρης, Κύρητος, πόλις, ὡς Φάγρης Μένδης Ἀδρύμης. τὸ ἐθνικὸν Κυρήσιος.

Event Date: -1
§ K397.1   Kyris: Κύρις, μητρόπολις Σαβίνων. τὸ ἐθνικὸν Κυρίτης. τὸ κτητικὸν Κυρίτιος καὶ Κυριτία ἡ Ἥρα.

Event Date: -1
§ K397.3   Kyrnos: Κύρνος, νῆσος πρόσβορρος Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Κύρνιοι καὶ Κυρναῖοι. φασὶ δὲ "τοὺς Κυρναίους πολυχρονιωτάτους εἶναι (οἰκοῦσι δὲ οὗτοι περὶ τὴν Σαρδόνα) διὰ τὸ μέλιτι ἀεὶ χρῆσθαι. πλεῖστον δὲ τοῦτο γίνεται παρ´ αὐτοῖς".

Event Date: -1
§ K397.8   Kyrou polis: Κύρου πόλις, ἣ καὶ Κυρέσχατα καλεῖται, πόλις πρὸς τοῖς ἐσχάτοις Περσίδος. ὁ πολίτης καθ´ ἡμᾶς Κυροπολίτης, κατὰ δὲ Πέρσας Κυρεσχατηνοί ὡς Ἀραξηνοί καὶ Καμβυσηνοί.

Event Date: -1
§ K397.11  Kyrros: Κύρρος, πόλις Συρίας, ἧς ἀκρόπολις Γίνδαρος. ὁ πολίτης Κυρρέστης, ὡς Πολύβιος πέμπτῳ, καὶ Κυρρεστίς ἡ Ἀθηνᾶ. καὶ ἡ χώρα Κυρρεστική. Στράβων ἑκκαιδεκάτῃ. Δημήτριος δὲ ὁ Ἀντιγόνου τὸ Κυρήστης διὰ τοῦ 'η' φησὶ καθύ...

Event Date: -1
§ K397.15   Kyrtaia: Κυρταία, πόλις ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, εἰς ἣν ὑπερώρισεν Ἀρταξέρξης Μεγάβυζον. Κτησίας τρίτῳ Περσικῶν. τὸ ἐθνικὸν ἐκ τῆς τέχνης Κυρταιανός, ἐκ δὲ τῆς χώρας Κυρταιηνός ὡς Σωφηνός καὶ Ἀραξηνός.

Event Date: -1
§ K398.3   Kyrtos: Κύρτος, πόλις Αἰγύπτου ἐν τῷ μεσογείῳ. ἐκ ταύτης Διονύσιος ἦν διάσημος ἰατρός, ἀπὸ τῆς πατρίδος, οὐκ ἀπὸ τοῦ σώματος Κυρτός ὀνομαζόμενος, οὗ μέμνηται Ἑρέννιος Φίλων ἐν τῷ περὶ ἰατρῶν. ὁ τόνος τοῦ μὲν ἐθνικοῦ ὀξὺς ὁμόφωνος τῷ πάθει, τοῦ δὲ κυρίου τῆς πόλεως βαρύς, ὡς τὸ κόντος καὶ πόντος.

Event Date: -1
§ K398.9   Kyrtones: Κύρτωνες, πόλις Βοιωτίας. Παυσανίας ἐνάτῳ. τὸ δὲ ἀρχαῖον [τῷ] πολίσματι ὄν[ομα] Κυρτώνη, τὸ ἐθνικὸν Κυρτώνιος, τοῦ δὲ πολιχνίου Κύρτωνες.

Event Date: -1
§ K398.12   Kyrtonios: Κυρτώνιος, πόλις Ἰταλίας. Πολύβιος τρίτῳ. τὸ ἐθνικὸν τῷ τῆς χώρας ἔθει Κυρτωνῖνος ὡς Σατορνῖνος.

Event Date: -1
§ K398.14   Kyta: Κύτα, πόλις Κολχική, πατρὶς Μηδείας. ἔστι καὶ ἄλλη Σκυθίας. ὁ πολίτης Κυταῖος, ἐξ οὗ καὶ Κυταιεύς "πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο". τὸ θηλυκὸν Κυταιϊάς. καὶ Κυταία, Λυκόφρων "ὃς εἰς Κυταίαν τὴν Λιβυστίνην μολών". [οἱ Λιβυστῖνοι γὰρ ἔθνος παρακείμενον Κόλχοις.] λέγεται καὶ Κυταιίς ἀπὸ τοῦ Κυταῖος. οἱ δὲ ὅτι δύο εἰσὶ Κύτα, ταῦτα καὶ τῆς Εὐρώπης. ἔστι καὶ Κύταιον πόλις Κρήτης.

Event Date: -1
§ K399.4   Kyterion: Κυτέριον, πόλις Οἰνώτρων ἐν τῇ μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Κυτεριώτης. δύναται καὶ τῷ τῆς χώρας ἔθει Κυτερῖνος.

Event Date: -1
§ K399.7   Kytina: Kytina, city of Thessaly, as Theon in his note on Lykophron. Its citizen Kytinaios. There is also a Kytinion, one of the three Dorian cities. GR: Κύτινα, πόλις Θεσσαλίας, ὡς Θέων ἐν ὑπομνήματι Λυκόφρονος. ὁ πολίτης Κυτιναῖος. ἔστι καὶ Κυτίνιον μία τῶν τριῶν τῶν Δωρικῶν. τὸ ἐθνικὸν Κυτινιώτης.

Event Date: -1
§ K399.10   Kytonion: Κυτώνιον, πόλις μεταξὺ Μυσίας καὶ Λυδίας. Θεόπομπος Ἑλληνικῶν ὀγδόῳ. τὸ ἐθνικὸν ὅμοιον τῷ ἡγουμένῳ.

Event Date: -1
§ K399.12   Kytoros: Κύτωρος, πόλις Παφλαγονίας, ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός. τὸ ἐθνικὸν Κυτωριεύς καὶ θηλυκὸν Κυτωριάς. λέγονται καὶ Κυτωρῖται. καὶ Κυτώριος καὶ Κυτωρία θηλυκόν.

Event Date: -1
§ K399.15  Kyphos: Κύφος, πόλις Περραιβίας. "Γουνεὺς δ´ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας". ἀπὸ Κύφου τοῦ παιδὸς Περραιβοῦ τοῦ π... δύο δ´ εἰσὶ Κύφοι, ἡ μὲν Περραιβίας ἡ δὲ Θετταλίας. καὶ ποταμὸς Κύφος, ὁ πολίτης Κυφαῖος. Λυκόφρων "ἐν ᾗ Κυφαίων δύσμορον στρατηλάτην".

Event Date: -1
§ K399.2  Kychreios pagos: Κυχρεῖος πάγος, περὶ Σαλαμῖνα. Σοφοκλῆς Τεύκρῳ. ἀπὸ Κυχρέως τοῦ Σαλαμῖνος καὶ Ποσειδῶνος, ὃς ὄφις ἐπεκλήθη διὰ τὴν τραχύτητα τῶν τρόπων, ὃν λυμαινόμενον τὴν νῆσον ἀπήλασεν Εὐρύλοχος, ἐδέξατο δ´ ἐν Ἐλευσῖνι Δημήτηρ καὶ ἀμφίπολον ἐποίησεν. ἀπ´ αὐτοῦ δὲ καὶ ἡ Σαλαμὶς Κυχρεία ἐκλήθη, ὡς Στράβων. τὸ ἐθνικὸν Κυχρεοπαγίτης.

Event Date: -1
§ K400.6   Kypsela: Κύψελα, φρούριον τετειχισμένον ἐν Ἀρκαδίᾳ ὑπὸ Μαντινέων. Θουκυδίδης πέμπτῃ. ἔστι καὶ Κύψελα πόλις Θρᾴκης πλησίον τοῦ Ἕβρου ποταμοῦ. τὸ ἐθνικὸν Κυψελῖνος ἢ Κυψεληνός.

Event Date: -1
§ K400.10   Kobrys: Κῶβρυς, πόλις Θρᾴκης. Θεόπομπος Φιλιππικῶν ἐνάτῳ. τὸ ἐθνικὸν Κωβρύτης, ὡς Αἶγυς Αἰγύτης.

Event Date: -1
§ K400.12  Kothon: Κώθων, νῆσος οὐ πόρρω Κυθήρων. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα. τὸ ἐθνικὸν Κωθώνιος ὡς Σιδώνιος.

Event Date: -1
§ K400.14   Kolias: Κωλιάς, ἄκρα ἤτοι ἀκτὴ Φαληροῖ, ὅπου καὶ Ἀφροδίτη Κωλιάς. ὁ δὲ τόπος καλεῖται· ἐκκείμενος γάρ ἐστι καὶ ὅμοιος ἀνθρώπου κώλῳ. τὰ τοπικὰ Κωλιᾶθεν καὶ Κωλιοῖ ἐν τόπῳ καὶ Κωλιάδε. τὸ ἐθνικὸν Κωλιεύς, ὅθεν καὶ τὸ Κωλιάς. καὶ Κώλιον οὐδέτερον. καὶ Κώλιοι ὡς Σούνιοι.

Event Date: -1
§ K400.19   Koloi: Κῶλοι, ἔθνος πρὸς τῷ Καυκάσῳ. Ἑκαταῖος Ἀσίᾳ. αἱ δὲ ὑπώρειαι τοῦ Καυκάσου καλοῦνται Κωλικὰ ὄρη. ἡ χώρα Κωλική.

Event Date: -1
§ K400.22   Kome: Κώμη, ἐν ταῖς μακραῖς ὁδοῖς μέσα χωρία ἔκτισαν πρὸς τὸ κοιμᾶσθαι νυκτὸς ἐπιγενομένης, ὅθεν καὶ ἐπικέκληται, ὡς Φιλόξενος. ὁ οἰκήτωρ ἐγκώμιος. Ἡσίοδος "εἰ γάρ τοι καὶ χρῆμ´ ἐγκώμιον ἄλλο γένοιτο". καὶ κωμαῖος καὶ κωμήτης ἀρσενικῶς καὶ θηλυκῶς διὰ τοῦ 'ι'. καὶ ὁ δῆμος κώμη. εἴρηται ἀπὸ τοῦ ἐν αὐταῖς κοιμᾶσθαί τε καὶ αὐλίζεσθαι. λέγεται καὶ κωμήτωρ.

Event Date: -1
§ K401.6   Konope: Κωνώπη, πόλις Ἀκαρνανίας. Πολύβιος πέμπτῳ. τὸ ἐθνικὸν Κωνωπεύς καὶ Κωνωπίτης καὶ Κωνωπαῖος. ἔστι καὶ Κωνώπιον τῆς Μαιώτιδος λίμνης, ὅπου φασὶ τοὺς λύκους παρὰ τῶν ἁλιέων λαμβάνοντας τροφὴν φυλάττειν τὴν θήραν· ἐὰν δὲ ὑπολάβωσιν ἀδικεῖσθαι, λυμαίνεσθαι καὶ τὰ λίνα καὶ τοὺς ἰχθύας αὐτῶν. τὸ ἐθνικὸν Κωνώπιος καὶ Κωνωπιεύς.

Event Date: -1
§ K401.12   Kopai: Κῶπαι, πόλις Βοιωτική. Ὅμηρος "Κώπας Εὔτρησίν τε". ἀπὸ Κωπέως τοῦ Πλαταιέως τοῦ Ὀγχηστοῦ τοῦ Ποσειδῶνος. ὁ πολίτης Κωπαΐτης, ὡς Ἐπαφρόδιτος. ἔστι δὲ ἀπὸ τοῦ Κωπαῖος, ὡς Ἀθηναῖος Ἀθηναΐτης, λέγεται δὲ καὶ Κωπαία λίμνη. καὶ Κωπαιεύς. καὶ ἡ λίμνη Κωπαΐς, ἣ ἐλέγετο Λευκωνίς.

Event Date: -1
§ K401.18   Korykos: Κώρυκος, πόλις Κιλικίας. Παρθένιος προπεμπτικῷ. παρ´ ᾗ τὸ Κωρύκιον ἄντρον νυμφῶν, ἀξιάγαστον θαῦμα, ᾧ ὁμώνυμον ἐν Παρνασσῷ. τὸ ἐθνικὸν Κωρύκιος. ἐκεῖ δὲ τὴν πόλιν Κωρύκειάν φησι. λέγεται καὶ Κωρυκιώτης, καὶ ἴσως παρὰ τὸ Κωρύκιον ἢ ἀπὸ τοῦ Κωρυκία. ἔστι καὶ Κώρυκος ὄρος ἀρσενικῶς λεγόμενον ὑψηλὸν πλησίον Τέω τῆς Ἰωνίας καὶ Ἐρυθρῶν, ὡς Ἑκαταῖος Ἀσίᾳ. καὶ λιμὴν ὁμώνυμος καὶ νησίον ὁμώνυμον, οὗ κατὰ τὸν παράπλουν λῃστήριόν τι μέγα τῶν Κωρυκαίων ὠτακουστούντων ἐν τοῖς αὐτόθι λιμέσι [τὰ κατὰ] τοὺς φόρτους καὶ τοὺς πλοῦς τῶν ἐμπόρων καὶ οὕτως αὐτοῖς ἐπιβουλευόντων, ὅθεν ἡ παροιμία ἐπὶ τῶν περιεργαζομένων τὰ ἀπόρρητα "τοῦ δ´ ἆρ´ ὁ Κωρυκαῖος ἠκροάζετο". ἔστι καὶ ἀκρωτήριον Κρήτης Κωρυκία, καὶ λιμὴν Αἰθιοπίας.

Event Date: -1
§ K402.8   Kos: Κῶς, τὸ ὄρυγμα τὸ ἐν Κορίνθῳ, οὗ καθείργνυον τοὺς φῶρας καὶ τοὺς δραπέτας. λέγεται καὶ κῶος, κῶες δὲ οἱ ἐν αὐτῷ ἀνατραφέντες. κώους γὰρ τὰ κοιλώματα τῆς γῆς καὶ πάντα τὰ σπήλαια ἔλεγον.

Event Date: -1
§ K402.12   Kos: Κῶς, πόλις καὶ νῆσος. καὶ Ὅμηρος "καὶ Κῶν Εὐρυπύλοιο [πόλιν]". ἣ Μεροπίς ἐκαλεῖτο ἀπὸ γηγενοῦς Μέροπος. Κῶς δὲ ἀπὸ Κῶ τῆς Μέροπος θυγατρός. ἐκαλεῖτο δὲ καὶ Καρίς, λέγεται καὶ Κώως διὰ δύο 'ω', καὶ Κόως, ἀφ´ οὗ τὸ παρ´ Ὁμήρῳ τοπικόν "καί μιν ἔπειτα Κόωνδ´ εὐναιομένην ἀπένεικας". λέγεται καὶ Κόος διὰ δύο 'οο'. ἔοικεν οὖν τὸ πρωτότυπον Κῶς οὕτως γὰρ καὶ ὁ κτιστής. τῆς Κέω τὸ ἐθνικὸν Κέιος, καὶ ἐκτάσει Κήιος, ὡς τῆς Τέω Τέιος καὶ Τήιος, καὶ Κεῖος διὰ διφθόγγου. τῆς δὲ Κῶ μονοσυλλάβου Κῷος καὶ Κώιος, ὡς Μινῷος. οὕτως δὲ ἐχρημάτιζον Ἱπποκράτης καὶ Ἐρασίστρατος ἰατροί. ἦν δὲ Ἱπποκράτης τῶν καλουμένων Νεβριδῶν· Νέβρος γὰρ ἐγένετο ὁ διασημότατος τῶν Ἀσκληπιαδῶν, ᾧ καὶ ἡ Πυθία ἐμαρτύρησεν· οὗ Γνωσίδικος, Γνωσιδίκου δὲ Ἱπποκράτης καὶ Αἴνειος καὶ Ποδαλείριος, Ἱπποκράτους Ἡρακλείδης, οὗ Ἱπποκράτης ὁ ἐπιφανέστατος, ὁ καὶ θαυμασίας συντάξεις καταλελοιπώς. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις Κῶς.

Event Date: -1
§ K403.13   Kostanteia: Κωστάντεια, ἡ νῦν ἐν Κύπρῳ Σαλαμίς γίνεται δὲ ἀπὸ τῆς Κώσταντος γενικῆς, ὡς Μαρώνεια ἀπὸ τῆς Μάρωνος, καὶ Καύκωνος Καυκώνεια. ἔστι καὶ Βρεττίας ἄλλη, ὡς Διονύσιος ἐννεακαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Κωσταντειάτης. εὕρηται καὶ διὰ τοῦ 'ν'.

Event Date: -1
§ K404.3   Kostantinoupolis: Κωσταντινούπολις, δύο μέρη λόγου, καὶ ἐξ αὐτῶν ἓν Κωσταντινοπολίτης, ὡς εἴρηται ἐν τῷ περὶ Βυζαντίου.

Event Date: -1
§ L404.5   La: Λᾶ, πόλις Λακωνική. Λυκόφρων "καὶ Λᾶν περήσεις". ταύτην ἑλόντες οἱ Διόσκουροι Λαπέρσαι ἐκλήθησαν. λέγεται καὶ ἀρσενικῶς. ταύτην διαλύσας Ὅμηρός φησιν "οἵ τε Λάαν εἶχον, ἠδ´ Οἴτυλον ἀμφενέμοντο". κεῖται δὲ ἐπὶ πέτρας ὑψηλῆς, διὸ Λᾶ καλεῖται. οἱ οἰκοῦντες Λᾶοι.

Event Date: -1
§ L404.10   Labai: Λάβαι, [πόλις,] ὡς Σάβαι, Χαττηνίας πόλις. Πολύβιος τρισκαιδεκάτῳ. τὸ ἐθνικὸν Λαβαῖος ὡς Σαβαῖος. τῆς αὐτῆς χώρας ἀμφότεραι. ἡ γὰρ Χαττηνία τῶν Γερραίων ἐστὶ χώρα.

Event Date: -1
§ L404.13   Labara: Λάβαρα, πόλις Καρίας. Ἀλέξανδρος δευτέρῳ περὶ Καρίας. τὸ ἐθνικὸν Λαβαρεύς ὡς Παταρεύς.

Event Date: -1
§ L405.1   Labdalon: Λάβδαλον, ἄκρον τῶν Ἐπιπολῶν, Συρακουσῶν πλησίον. Θουκυδίδης ἕκτῃ.

Event Date: -1
§ L405.3   Labinion: Λαβίνιον, πόλις Ἰταλίας, Αἰνείου κτίσμα. Ἰόβας ἐν πρώτῳ. ἀπὸ τῆς τοῦ βασιλέως θυγατρὸς Λαβινίας. τὸ ἐθνικὸν Λαβινιάτης. λέγονται καὶ Λαυινιᾶται.

Event Date: -1
§ L405.6   Labranda: Λάβρανδα, κώμη Καρίας. Στράβων ιδʹ. τὸ ἐθνικὸν Λαβρανδηνός καὶ Λαβράνδιος καὶ Λαβρανδεύς.

Event Date: -1
§ L405.8  Lagaria: Λαγαρία, φρούριον Σικελίας πλησίον Θουρίων, τοῦ Ἐπειοῦ καὶ Φωκέων κτίσμα, ὡς Στράβων. ὁ πολίτης Λαγαριτανός, ὅθεν καὶ Λαγαριτανὸς οἶνος.

Event Date: -1
§ L405.11   Lagina: Λάγινα, πολίχνιον Καρίας. Ἀπολλώνιος Καρικῶν ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν Λαγιναῖος καὶ Λαγινίτης καὶ θηλυκῶς Λαγινῖτις. ἔστι καὶ Λαγίνεια Βιθυνίας.

Event Date: -1
§ L405.14   Lagousa: Λάγουσα, νῆσος περὶ Κρήτην. Στράβων δεκάτῃ. τὸ ἐθνικὸν Λαγουσαῖος ἢ Λαγούσιος.

Event Date: -1
§ L405.16   Ladesta: Λάδεστα, ἢ Λάδεστον, μία τῶν Λιβυρνίδων νήσων. Θεόπομπος καʹ Φιλιππικῶν. τὸ ἐθνικὸν Λαδεστανός, ὡς τῆς Αὐγούστας Αὐγουστανός.

Event Date: -1
§ L406.1   Ladepsoi: Λαδεψοί, καὶ Τρανιψοί, ἔθνη Θυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν.

Event Date: -1
§ L406.3  Lade: Λάδη, νῆσος Αἰολίδος. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Λαδαῖος.

Event Date: -1
§ L406.5   Ladisakites kolpos: Λαδισακίτης κόλπος, ἐν τῇ Περσικῇ θαλάσσῃ. Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς.

Event Date: -1
§ L406.7   Laeia: Λάεια, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Λαΐτης, ὡς Παυσανίας φησὶ πέμπτῳ.

Event Date: -1
§ L406.9  Laertes: Λαέρτης, Κιλικίας χωρίον. Στράβων ιδʹ. Ἀλέξανδρος δὲ "καὶ ὄρος καὶ πόλις" φησί. τὸ ἐθνικὸν Λαερτῖνος. ἄμεινον δὲ Λαέρτιος.

Event Date: -1
§ L406.12   Lazoi: Λαζοί, Σκυθῶν ἔθνος. ἔστι καὶ χωρίον παλαιὰ Λαζική, ὡς Ἀρριανός.

Event Date: -1
§ L406.14   Laiaioi: Λαιαῖοι, ἔθνος Παιονικόν. Θουκυδίδης δευτέρᾳ.

Event Date: -1
§ L406.15  Laistrygones: Λαιστρυγόνες, πρῶτοι μετὰ Κυκλώπων ᾤκησαν Σικελίαν. Θουκυδίδης ἕκτῃ. λέγεται καὶ Λαιστρυγονίς, καὶ Λαιστρυγόνιος [καὶ] οὐδετέρως καὶ θηλυκῶς.

Event Date: -1
§ L406.18  Lakedaimon: Λακεδαίμων, πόλις ἐνδοξοτάτη τῶν ἐν Πελοποννήσῳ, ἣ Σπάρτη πρότερον, ἀπὸ Σπαρτοῦ τοῦ Ἀμύκλαντος τοῦ Λέλεγος τοῦ Σπαρτοῦ, ἢ διὰ τὸ τοὺς πρώτους συνοικίσαντας τὴν πόλιν Λέλεγας. διεσπαρμένους γὰρ εἰς ταὐτὸν συνελθεῖν καὶ μίαν οἴκησιν ποιήσασθαι. Λακεδαίμονα δὲ οἱ μὲν ἀπὸ Λακεδαίμονος, ἢ ὅτι μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον συνθεμένων κλήρῳ διανείμασθαι τὴν χώραν καὶ τὸν λαχόντα πρῶτον ταύτην λαβεῖν, καὶ Λαχεδαίμονα κληθῆναι [ἢ Λαβεδαίμονα, διότι ἀγαθῷ δαίμονι ταύτην ἔλαβεν ὁ λαβὼν ἢ ἔλαχεν ὁ λαχών, καὶ τροπῇ τοῦ 'β' ἢ τοῦ 'χ' εἰς 'κ' Λακεδαίμονα.] ἔστι καὶ ἑτέρα Λακεδαίμων Κύπρου μεσόγειος. ὁ πολίτης Λακεδαιμόνιος. καὶ κτητικὸν Λακεδαιμονικός. λέγεται καὶ κατὰ συγκοπὴν Λάκων, ὡς Ἀπολλόδωρός φησιν, ὡς τοῦ Κυδωνιᾶται τὸ Κύδωνες. ἔοικε δὲ πρωτότυπον εἶναι καὶ οὐ συγκοπή. τινὲς δὲ τὸ Λάκων ὑποκοριστικόν φασιν, οὗ τὸ θηλυκὸν Λάκαινα καὶ κτητικὸν Λακωνικός, καὶ Λακωνική τὸ θηλυκόν, ὃ καὶ εἶδος ὑποδήματος. ἔστι καὶ ὄρχησις Λακωνική, ὡς ἐν τῷ περὶ Μαντινείας εἰρήσεται. εἰσὶ καὶ μάστιγες Λακωνικαί. ἔστι καὶ εἶδος κλειδὸς Λακωνικῆς. καὶ οὐδέτερον τὸ Λακωνικὸν σιδήριον· στομωμάτων γὰρ τὸ μὲν Χαλυβδικόν, τὸ δὲ Σινωπικόν, τὸ δὲ Λύδιον, τὸ δὲ Λακωνικόν. καὶ ὅτι Σινωπικὸν καὶ Χαλυβδικὸν εἰς τὰ τεκτονικά, τὸ δὲ Λακωνικὸν εἰς ῥίνας καὶ σιδηροτρύπανα καὶ χαρακτῆρας καὶ εἰς τὰ λιθουργικά, τὸ δὲ Λύδιον καὶ αὐτὸ εἰς ῥίνας καὶ μαχαίρας καὶ ξυρία καὶ ξυστῆρας, ὥς φησι Δαΐμαχος ἐν πολιορκητικοῖς ὑπομνήμασι λέγων. καὶ λακωνίζω καὶ λακωνιστής. λέγεται καὶ λακεδαιμονιάζω, ὡς Ἀριστοφάνης Βαβυλωνίοις. λέγεται καὶ Λακεδαίμονάδε ἐπίρρημα.

Event Date: -1
§ L408.8   Lakereia: Λακέρεια, πόλις Μαγνησίας. Ἑλλάνικος Δευκαλιωνείας πρώτῳ. ἔστι καὶ τῆς Ἰταλίας ἄλλη. τὸ ἐθνικὸν Λακεριεύς καὶ Λακερειεύς, καὶ Λακέρεια τὸ θηλυκὸν ὁμοφώνως τῷ πρωτοτύπῳ.

Event Date: -1
§ L408.12   Lakiadai: Λακιάδαι, δῆμος τῆς Οἰνηίδος φυλῆς. ὁ δημότης Λακιάδης ἀναγράφεται. ὁ δῆμος Λακιά, ὁ δημότης Λακιεύς. καὶ τὰ τοπικὰ ἐκ τῆς γενικῆς τῶν πληθυντικῶν μετὰ τῶν προθέσεων.

Event Date: -1
§ L408.16   Lakinion: Λακίνιον, ὄρος Κρότωνος. Λυκόφρων "καὶ Λακινίους μυχούς". τὸ ἐθνικὸν Λακίνιος, καὶ τὸ κύριον τοῦ ἥρωος, ἀφ´ οὗ τὸ ὄρος. τὸ θηλυκὸν Λακινιάς, καὶ ἡ χώρα Λακινία ὡς Κυδωνία, καὶ τὸ ἐθνικὸν Λακινιάτης.

Event Date: -1
§ L408.2   Lakmon: Λάκμων, ἄκρα τοῦ Πίνδου ὄρους, ἐξ ἧς ὁ Ἴναχος καὶ Αἴας ῥεῖ ποταμός, ὡς Ἑκαταῖος ἐν πρώτῳ. ἔστι δὲ παρώνυμον ὡς ἀπὸ τοῦ Λάκμος. τὸ ἐθνικὸν Λακμώνιος.

Event Date: -1
§ L409.1   Lalisanda: Λαλίσανδα, πόλις Ἰσαυρική, ὡς Καπίτων Ἰσαυρικῶν πρώτῳ. τὸ ἐθνικὸν Λαλισανδεύς. οἱ νῦν δὲ Δαλίσανδα ταύτην φασὶ καὶ Δαλισανδεώτας.

Event Date: -1
§ L409.4  Lamia: Λάμια, πόλις Θεσσαλίας τῶν Μηλιέων, ὡς Πολύβιος. οἱ μὲν ἀπὸ Λάμου τοῦ Ἡρακλέους φασίν, οἱ δὲ ἀπὸ Λαμίας γυναικός, ἣ ἐβασίλευσε Τραχινίων. ἐν ᾗ καὶ Λαμιακὸς πόλεμος. ἔστι καὶ ἄλλη Κιλικίας. τὸ ἐθνικὸν Λαμιεῖς καὶ Λαμιῶται.

Event Date: -1
§ L409.9   Lametinoi: Λαμητῖνοι, πόλις [Ἰταλίας], ἀπὸ Λαμήτου ποταμοῦ πρὸς Κρότωνι. Ἑκαταῖος Εὐρώπῃ "ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμητῖνοι". ὁ πολίτης Λαμητῖνος.

Event Date: -1
§ L409.12  Lamos: Λάμος, ποταμὸς Κιλικίας, καὶ ἡ παρ´ αὐτὸν χώρα Λαμουσία, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν πρώτῳ Λυκιακῶν. τὸ ἐθνικὸν Λαμούσιος.

Event Date: -1
§ L409.15   Lampeia: Λάμπεια, ὄρος Ἀρκαδίας. Παρθένιος Ἀνθίππῃ. τὸ ἐθνικὸν δύναται καὶ Λαμπειάτης καὶ δίχα τοῦ 'ι'.

Event Date: -1
§ L409.17  Lampeteia: Λαμπέτεια, πόλις Βρεττίας. Πολύβιος τρισκαιδεκάτῳ. τὸ ἐθνικὸν Λαμπετειάτης ἢ καὶ Λαμπετειανός τῷ ἐπιχωρίῳ τύπῳ. Λαμπετῖνος γὰρ οὐ δύναται εἶναι διὰ τὴν παράληξιν τῆς διφθόγγου.

Event Date: -1
§ L410.3   Lampeteion: Λαμπέτειον, σῆμα ἐν Λέσβῳ, ἀπὸ Λαμπέτου τοῦ Ἴρου.

Event Date: -1
§ L410.5  Lampe: Λάμπη, πόλις Κρήτης, Ἀγαμέμνονος κτίσμα, ἀπὸ Λάμπου τοῦ Ταρραίου. τὸ ἐθνικὸν Λαμπαῖος. Κλαύδιος δὲ Ἰούλιος Λαμπέας αὐτούς φησιν. ἔστι καὶ δευτέρα τῆς Ἀκαρνανίας. καὶ τρίτη τῆς Ἀργολίδος, ὡς Φίλων. Ξενίων δὲ ἐν Κρητικοῖς διὰ δύο 'ππ' γράφει τὴν πόλιν τὴν Κρητικήν. καὶ διὰ δύο 'αα' καὶ διὰ τοῦ 'η'.

Event Date: -1
§ L410.11   Lamponeia: Λαμπώνεια, πόλις Τρῳάδος. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Λαμπωνεύς. Ἑλλάνικος δὲ Λαμπώνιον αὐτήν φησι καὶ τὸ ἐθνικὸν Λαμπωνιεύς.

Event Date: -1
§ L410.14   Lamyra: Λάμυρα, πόλις Λυκίας καὶ ποταμὸς Λάμυρος, ἀπὸ θαλάσσης ὑπὲρ μετεώρου λόφου. ὁ πολίτης Λαμυρεύς.

Event Date: -1
§ L410.16   Lampsakos: Λάμψακος, πόλις κατὰ τὴν Προποντίδα, ἀπὸ Λαμψάκης ἐπιχωρίας τινὸς κόρης. ἔστι δὲ Φωκαέων κτίσμα, πάλαι Pityousa: Πιτύουσα, λεγομένη, ὡς Δηίοχος ὁ Κυζικηνός. Ἐπαφρόδιτος δὲ Πιτύειαν ὑφ´ Ὁμήρου ταύτην κληθῆναι διὰ τὸ πιτύων ἔχειν πλῆθος, Λαομεδόντειαν καλουμένην. ἔστι δ´ εὔοινος. ὅθεν Θεμιστοκλεῖ παρὰ τοῦ τῶν Περσῶν ἐδόθη βασιλέως εἰς οἶνον. Δημοσθένης δὲ διὰ τὸ εὔοινον καὶ Πριάπου κτίσμα ταύτην φησί, τοῦ υἱοῦ Ἀφροδίτης καὶ Διονύσου. τὸ ἐθνικὸν Λαμψακηνός.

Event Date: -1
§ L410.25   Lampsos: Λάμψος, μοῖρα τῆς Κλαζομενίων χώρας, ἀπὸ Λάμψου παιδὸς Κοδρίδου, ὡς Ἔφορος τρίτῳ. τὸ ἐθνικὸν Λάμψιος, ὡς Θάψιος Σάμιος Κίψιος.

Event Date: -1
§ L411.3  Laodamanteia: Λαοδαμάντεια, νῆσος ἐν Λιβύῃ. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα. ἐκαλεῖτο δὲ Λαομεδόντεια, ἴσως ἀπὸ Λαομέδοντος τοῦ Τρωός. τὸ ἐθνικὸν ἀμφότερον Λαομεδοντίτης καὶ Λαοδαμαντίτης.

Event Date: -1
§ L411.7  Laodikeia: Λαοδίκεια, πόλις τῆς Συρίας, ἡ πρότερον Λευκὴ ἀκτή λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα, κεραυνωθεὶς γάρ τις ἐν αὐτῇ ποιμὴν ἔλεγε "ῥαμάνθας", τουτέστιν ἀφ´ ὕψους ὁ θεός· ῥάμαν γὰρ τὸ ὕψος, ἄθας δὲ ὁ θεός. οὕτως Φίλων. λέγεται δὲ ἀπὸ Λαοδίκης τῆς μητρὸς Σελεύκου τοῦ Νικάτορος. ἔστι δ´ εὐοινοτάτη καὶ πάσης εὐκαρπίας ἀνάμεστος. ἔστι δὲ καὶ ἑτέρα Λυδίας, Ἀντιόχου κτίσμα τοῦ παιδὸς τῆς Στρατονίκης· τῇ γὰρ γυναικὶ αὐτοῦ ὄνομα Λαοδίκη. Διὸς μήνυμα δι´ Ἑρμοῦ, ὄναρ διὰ χρησμοῦ Ἀπόλλωνος Ἀντιόχῳ βασιλῆι τάδε χρᾷ Φοῖβος Ἀπόλλων, κτιζέμεναι πτολίεθρον ἀγακλεές, ὡς ἐκέλευσεν Ζεὺς ὑψιβρεμέτης, πέμψας ἐριούνιον Ἑρμῆν. ἔστι δὲ καὶ ἄλλη Λυκαονίας. καὶ Μηδίας ἑτέρα.

Event Date: -1
§ L411.2  Laos: Λᾶος, πόλις Λευκανίας. Ἀπολλόδωρος ἐν τῷ περὶ γῆς δευτέρῳ. ἀπὸ Λάου ποταμοῦ. τὸ ἐθνικὸν Λαῗνος ὡς Ῥηγῖνος.

Event Date: -1
§ L412.1   Laountion: Λαούντιον, μητρόπολις τῶν Λατίνων. Διονύσιος πέμπτῃ Ῥωμαϊκῆς ἱστορίας. τὸ ἐθνικὸν Λαουντῖνος.

Event Date: -1
§ L412.3   Lapersa: Λαπέρσα, θηλυκῶς, ὄρος Λακωνικῆς, οὗ μέμνηται Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ. ἀπὸ τῶν Λαπερσῶν Διοσκούρων. τὸ ἐθνικὸν Λαπερσαῖος.

Event Date: -1
§ L412.6   Lapethos: Λάπηθος, πόλις Κύπρου, ὕφορμον ἔχουσα καὶ νεώρια. Ἀλέξανδρος Ἐφέσιος "Βήλου δ´ αὖ Κίτιόν τε καὶ ἱμερόεσσα Λάπηθος". τὸ ἐθνικὸν Λαπήθιος καὶ Λαπηθεύς.

Event Date: -1
§ L412.9  Lapithe: Λαπίθη, πόλις Θεσσαλίας, ὡς Ἐπαφρόδιτος ἐν τοῖς Ὁμηρικοῖς, ἀπὸ Λαπίθου τοῦ Περίφαντος. οἱ οἰκήτορες Λαπίθαι, οὐκ ἀπὸ τῆς πόλεως, ἀλλ´ ἀπὸ τοῦ ἔθνους, ὡς Πισίδαι καὶ Ἴωνες καὶ Θετταλοί. Λαπίθαι γὰρ ἔθνος Θεσσαλίας. ἔστι καὶ Λαπίθαιον ὄνομα ὄρους τῆς Λακωνικῆς.

Event Date: -1
§ L412.14  Laranda: Λάρανδα, πόλις Λυκαονίας. ὁ πολίτης Λαρανδεύς. Χάραξ τρίτῳ χρονικῶν. τὸ θηλυκὸν Λαρανδίς.

Event Date: -1
§ L412.16  Larina: Λάρινα, πόλις Δαυνίων. τὸ ἐθνικὸν Λαριναῖος, ὡς Τέρινα Τεριναῖος.

Event Date: -1
§ L412.18   Larisai: Λάρισαι, πόλεις ιʹ. Θεσσαλίας, ἡ πρὸς τῷ Πηνειῷ, ἣν Ἀκρίσιος ἔκτισε. δευτέρα ἡ Κρεμαστή, ὑπό τινων δὲ Πελασγία. τρίτη ἐν τῇ Ὄσσῃ χωρίον. τετάρτη τῆς Τρῳάδος, ἥν φησιν Ὅμηρος "τῶν οἳ Λάρισαν ἐριβώλακα". πέμπτη Αἰολίδος περὶ Κύμην τὴν Φρικωνίδα. ἕκτη Συρίας, ἣν Σύροι Σίζαρα καλοῦσιν. ἑβδόμη Λυδίας. ὀγδόη Θεσσαλίας πρὸς τῇ Μακεδονίᾳ. ἐνάτη Κρήτης. δεκάτη Ἀττικῆς ἐστι Λάρισα. καὶ ἡ ἀκρόπολις τοῦ Ἄργους Λάρισα. καὶ ὁ πολίτης Λαρισαῖος καὶ Λαρισεὺς Ζεύς. Στράβων δὲ κώμην φησὶν Ἐφέσου, ἐν ᾗ Ἀπόλλων Λαρισηνός.

Event Date: -1
§ L413.8   Lemnos: Λῆμνος, νῆσος πρὸς τῇ Θρᾴκῃ, δύο πόλεις ἔχουσα, Ἡφαιστίαν καὶ Μύριναν, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ τῆς μεγάλης λεγομένης θεοῦ, ἣν Λῆμνόν φασι· ταύτῃ δὲ καὶ παρθένους θύεσθαι. ᾠκίσθη δὲ πρῶτον ὑπὸ Θρᾳκῶν, οἳ Σίντιες ἐκαλοῦντο, ὡς Στράβων. οἱ δ´ αὐτοὶ οὗτοι καὶ Σαπαῖοι. ὁ οἰκήτωρ Λήμνιος καὶ Λημνικός κτητικόν.

Event Date: -1
§ L413.14   Lenaios: Λήναιος, ἀγὼν Διονύσου ἐν ἀγροῖς, ἀπὸ τῆς ληνοῦ. Ἀπολλόδωρος ἐν τρίτῳ χρονικῶν. καὶ Ληναϊκός καὶ Ληναιεύς. ἔστι δὲ καὶ δῆμος.

Event Date: -1
§ L413.17   Lenos: Λῆνος, χώρα τῆς Πισατῶν. ὁ πολίτης Ληναῖος. Φλέγων μηʹ ὀλυμπιάδι.

Event Date: -1
§ L413.19  Lete: Λητή, πόλις Μακεδονίας, ἀπὸ τοῦ πλησίον ἱδρυμένου Λητοῦς ἱεροῦ, ὡς Θεαγένης Μακεδονικοῖς. τὸ ἐθνικὸν Ληταῖος· οὕτως γὰρ ἱστορεῖται Νέαρχος Ληταῖος, τῶν Ἀλεξάνδρῳ τῷ μεγάλῳ συστρατευσαμένων ὁ διασημότατος.

Event Date: -1
§ L414.1   Letous: Λητοῦς, πόλις Αἰγύπτου. ἔστι δὲ μοῖρα Μέμφιδος, καθ´ ἣν αἱ πυραμίδες. Λητοῦς ἱερόν. Ἀλέξανδρος ἐν τρίτῳ περὶ Αἰγύπτου. τὸ ἐθνικὸν Λητοπολίτης· οὕτως γὰρ Πολύστρατος καὶ Ἀπολλώνιος ὁ ἀρχιερεὺς λεγόμενος ἀναγράφει.

Event Date: -1
§ L414.6   Letoeus: Λητωεύς, δῆμος ἐν Ἀλεξανδρείᾳ, ὡς Τρύφων ἐν τῷ περὶ παρωνύμων, ὅτι παρὰ τὸ Λητῷος κτητικὸν σχηματίζεται.

Event Date: -1
§ L414.8   Lepsimandos: Ληψίμανδος, πολίχνιον Καρίας. τὸ ἐθνικὸν Κρατερὸς ἐνάτῳ περὶ ψηφισμάτων Ληψιμανδεύς.

Event Date: -1
§ L414.1   Libana: Λίβανα, πόλις Συρίας ταῖς Ἄτραις γειτνιάζουσα. Ἀρριανὸς Παρθικῶν ἐνάτῳ. ἔστι καὶ Λίβανος ὄρος τῆς Συρίας. τὸ ἐθνικὸν Λιβανίτης.

Event Date: -1
§ L415.3  Libya: Λιβύη, χώρα πολυώνυμος, ὡς πολυίστωρ "γῆ Ὀλυμπία Ὠκεανία Ἐσχατιά Κορυφή Ἑσπερία Ὀρτυγία Ἀμμωνίς Αἰθιοπία Κυρήνη Ὀφιοῦσσα Λιβύη Κηφηνία Ἀερία". τὸ ἐθνικὸν [Λίβυς] Λίβυσσα.

Event Date: -1
§ L415.7   Libyrnoi: Λιβυρνοί, ἔθνος προσεχὲς τῷ ἐνδοτέρῳ μέρει τοῦ Ἀδριατικοῦ κόλπου. Ἑκαταῖος Εὐρώπῃ. τὸ θηλυκὸν Λιβυρνίς. καὶ Λιβυρναῖοι. ὠνομάσθησαν δὲ ἀπό τινος Λιβυρνοῦ ἀττικοῦ. εὕρηται τὰ Λιβυρνικὰ σκάφη. καὶ Λιβυρνικὴ μανδύη εἶδος ἐσθῆτος.

Event Date: -1
§ L415.12  Libys: Λίβυς, κύριον, κλίνεται Λίβυος, ἀφ´ οὗ Λιβύη. τὸ ἐθνικὸν Λίβυς Λίβυσσα Λίβυ, Λιβυκός Λιβυκή, καὶ Λιβύστιον, ὡς ἀπὸ τοῦ Λίβυστος τοῦ ἀπὸ τοῦ Λίβυος ὄντος κατὰ πλεονασμόν. καὶ Λιβυστῖνον καὶ Λιβυστῖνος καὶ Λιβυστίνη, καὶ Λιβυστιάς καὶ Λιβυστίς, καὶ Λιβυσσαία ἀπὸ τοῦ Λίβυσσα. καὶ κτητικὸν "Λιβυστικὰς πλάκας" Λυκόφρων, ὅ τινες διὰ τοῦ 'γ' γράφουσι κακῶς.

Event Date: -1
§ L416.1   Libyssa: Λίβυσσα, φρούριον Βιθυνίας ἐπιθαλάσσιον, ὡς πολυίστωρ Ἀλέξανδρος. τὸ ἐθνικὸν Λιβυσσαῖος.

Event Date: -1
§ L416.3   Libystinoi: Λιβυστῖνοι, ἔθνος παρακείμενον Κόλχοις, ὡς Διόφαντος ἐν πολιτικοῖς. οὗ θηλυκὸν Λιβυστίνη.

Event Date: -1
§ L416.5   Lingos: Λίγγος, φρούριον Κασσανδρέων. Ἀπολλόδωρος ἐν χρονικῶν τρίτῳ, ὃς καὶ τὸ ἐθνικὸν Λιγγαῖος. ἔστι δὲ καὶ Λίγγιος καὶ Λίγγιος κόλπος.

Event Date: -1
§ L416.8   Linx: Λίγξ, ποταμὸς Μαυριτανίας καὶ πόλις. τινὲς δὲ Λίξον γράφουσι καὶ Λίξους τοὺς πολίτας.

Event Date: -1
§ L416.10   Ligyres: Λίγυρες, ἔθνος προσεχὲς τοῖς Τυρρηνοῖς. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα. ἀπὸ Λιγύρου ποταμοῦ.

Event Date: -1
§ L416.12   Ligystine: Λιγυστίνη, πόλις Λιγύων τῆς δυτικῆς Ἰβηρίας ἐγγὺς καὶ τῆς Ταρτησσοῦ πλησίον. οἱ οἰκοῦντες Λίγυες καλοῦνται.

Event Date: -1
§ L416.14   Liebris: Λίηβρις, πόλις Φοινίκων, ὡς Ἡρωδιανός. τὸ ἐθνικὸν Λιηβρίτης ὡς Συβαρίτης. Ἑκαταῖος περιηγήσει Αἰγύπτου.

Event Date: -1
§ L416.16   Lithesios: Λιθήσιος, ὁ Ἀπόλλων ἐν τῷ Μαλέα λίθῳ προσιδρυμένος ἐκεῖ. Ῥιανὸς Ἠλιακῶν τρίτῳ. ὡς γὰρ ἀπὸ τοῦ Μάραθος Μαραθήσιος, οὕτω καὶ τοῦτο.

Event Date: -1
§ L417.1   Lilaia: Λίλαια, πόλις Φωκίδος. Λυκόφρων "πάτραν Λίλαιαν κἀνεμωρείας πέδον". ὁ πολίτης Λιλαιεύς.

Event Date: -1
§ L417.3   Lilybaion: Λιλύβαιον, ἡ πρὸς δύσιν ἄκρα τῆς Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις. καὶ τὸ ἐθνικὸν Λιλυβαῖος καὶ Λιλυβαιίτης καὶ Λιλυβηίς.

Event Date: -1
§ L417.6   Limenotis: Λιμενῶτις, χερρόνησος Κελτική.

Event Date: -1
§ L417.7   Limen: Λιμήν, ὁ ὕφορμος τόπος. καὶ λιμενίτης ὁ ἐν αὐτῷ ἱδρυμένος.

Event Date: -1
§ L417.9   Limnaia: Λιμναία, κώμη τοῦ Ἄργους. τὸ ἐθνικὸν Λιμναῖος. Θουκυδίδης δὲ διὰ τοῦ 'ν' τὴν δευτέραν συλλαβήν.

Event Date: -1
§ L417.11   Limnai: Λίμναι, πόλις ἐν Ἑλλησπόντῳ περὶ Σηστόν. Ἑκαταῖος Εὐρώπῃ. καὶ ἕτερος τόπος τῆς Ἀττικῆς Λίμναι καλούμενος, ἔνθα ὁ Διόνυσος ἐτιμᾶτο. Καλλίμαχος "Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς".

Event Date: -1
§ L417.15   Limyra: Λίμυρα, πόλις Λυκίας, ἀπὸ Λιμύρου ποταμοῦ. ὁ πολίτης Λιμυρεύς.

Event Date: -1
§ L417.17   Lindonion: Λινδόνιον, πόλις τῆς Βρεττανίας. Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς. τὸ ἐθνικὸν Λινδονῖνος.

Event Date: -1
§ L417.19  Lindos: Λίνδος, πόλις ἐν Ῥόδῳ, [κτίσμα Λίνδου,] τοῦ Κερκάφου, τοῦ Ἡλίου καὶ Κυδίππης, τῆς Ὀχίμου θυγατρός. τὸ ἐθνικὸν Λίνδιος. [ἔστι καὶ Σικελίας πόλις Λίνδος.]

Event Date: -1
§ L418.1   Linon: Λίνον, χωρίον τῆς Ἑλλησποντίας. Στράβων τρισκαιδεκάτῃ "μεταξὺ δὲ κεῖται τοῦ Παρίου καὶ τοῦ Πριάπου κατὰ Λίνον". οἱ οἰκοῦντες Λινούσιοι.

Event Date: -1
§ L418.4   Lixa: Λίξα, πόλις Λιβύης, ὡς Ἀλέξανδρος ἐν πρώτῳ Λιβυκῶν, ἀπὸ Λίξου ποταμοῦ. τὸ ἐθνικὸν Λίξιοι Λιξίτης. καὶ Λιξᾶται παρά τισιν.

Event Date: -1
§ L418.7   Lipaxos: Λίπαξος, πόλις Θρᾴκης. Ἑκαταῖος. τὸ ἐθνικὸν Λιπάξιος.

Event Date: -1
§ L418.8   Lipara: Λιπάρα, νῆσος μεγίστη τῶν ἑπτὰ τῶν Αἰόλου, ἣ Μελιγουνίς ἐκαλεῖτο, πλησίον Σικελίας, ἀπὸ Λιπάρου τοῦ Αὔσονος υἱοῦ. λέγεται καὶ πληθυντικῶς. τὸ ἐθνικὸν Λιπαραῖος.

Event Date: -1
§ L418.11   Lirnyteia: Λιρνύτεια, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Λιρνυτειεύς.

Event Date: -1
§ L418.13   Lissos: Λίσσος, πόλις Ἰλλυρίας, καὶ Ἀκρόλισσος, τὸ ἐθνικὸν Λίσσιος καὶ Λισσεύς.

Event Date: -1
§ L418.15   Litai: Λιταί, πόλις Λακωνικῆς. τὸ ἐθνικὸν Λιταῖαι. Ἀπολλόδωρος ἑβδόμῳ. οἱ πολῖται Λιταιεῖς.

Event Date: -1
§ L418.17   Lichandos: Λίχανδος, πόλις Σικελίας. Φίλιστος Σικελικῶν τρίτῳ. τὸ ἐθνικὸν Λιχανδῖνος.

Event Date: -1
§ L418.19  Longone: Λογγώνη, Σικελίας πόλις. ὁ πολίτης Λογγωναῖος. Φίλιστος δεκάτῳ.

Event Date: -1
§ L418.21   Lokozos: Λόκοζος, πόλις Φρυγίας, ἣν ᾤκουν Θρᾷκες Λοκόζιοι. κατεκλύσθη δέ, ὡς Ξάνθος ὁ Λυδός, ὃς καὶ διὰ τοῦ 'ξ' γράφει ἐν τόποις Λοκοξίτας τούτους καλῶν.

Event Date: -1
§ L419.3  Lokroi Epizephyrioi: Λοκροὶ Ἐπιζεφύριοι, πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. οἱ πολῖται Λοκροί ὁμωνύμως. τὸ ἐθνικὸν Λόκριος ὡς Κύπριος.

Event Date: -1
§ L419.6   Lopadoussa: Λοπαδοῦσσα, νῆσος κατὰ Θάψον τῆς Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ γεωγραφουμένων. τὸ ἐθνικὸν Λοπαδουσσαῖος.

Event Date: -1
§ L419.9   Lougdounos: Λούγδουνος, πόλις Κελτογαλατίας. Πτολεμαῖος ἐν περίπλῳ. [τὸ ἐθνικὸν Λουγδουνήσιος] καὶ Λουγδουνησία ἐπαρχία.

Event Date: -1
§ L419.11   Loukeria: Λουκερία, πόλις Ἰταλίας. Πολύβιος τρίτῳ. παρὰ δὲ Διονυσίῳ διὰ τοῦ 'ε' γράφεται. οἱ οἰκοῦντες Λουκερῖνοι.

Event Date: -1
§ L419.13   Lousia: Λουσιά, τῶν Ὑακίνθου θυγατέρων ἡ Λουσία ἦν, ἀφ´ ἧς ὁ δῆμος τῆς Οἰνηίδος φυλῆς. [ὁ δημότης] Λουσιεύς.

Event Date: -1
§ L419.15   Lousitania: Λουσιτανία, ὅμορος τῆς Βαιτίκης. Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς. τὸ ἐθνικὸν Λουσιτανοί.

Event Date: -1
§ L419.17   Lousoi: Λουσοί, πόλις Ἀρκαδίας, ὅπου Μελάμπους ἔλουσε τὰς Προίτου θυγατέρας καὶ ἔπαυσε τῆς μανίας. ὁ πολίτης Λούσιος καὶ Λουσεύς καὶ Λουσιάτης.

Event Date: -1
§ L420.3   Lynkos: Λύγκος, πόλις Ἠπείρου. Στράβων ἑβδόμῃ. ἐκλήθη ἀπὸ Λυγκέως. τὸ ἐθνικὸν Λυγκησταί. τὸ θηλυκὸν Λυγκηστίς. λέγεται καὶ Λύγκιος ὡς Λύττιος. λέγεται καὶ Λυγκεύς.

Event Date: -1
§ L420.6   Lynx: Λύγξ, πόλις Λιβύης πρὸς τοῖς Γαδείροις μετὰ τὸν Ἄτλαντα. καὶ νῆσος Ἄτλαντος καὶ πόλις Λύγξ, ὡς Ἀρτεμίδωρος. τὸ ἐθνικὸν Λυγξίτης καὶ Λύγγιος.

Event Date: -1
§ L420.9  Lydia: Λυδία, ἡ χώρα. Ξάνθος ἐν Λυδιακῶν πρώτῳ. τὸ ἐθνικὸν Λυδός καὶ Λυδαί.

Event Date: -1
§ L420.11   Lyzeia: Λύζεια, πόλις Ἀκαρνανίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Λυζέως τινός. τὸ ἐθνικὸν Λυζεύς καὶ Λύζεια.

Event Date: -1
§ L420.13  Lykaia: Λύκαια, πόλις Ἀρκαδίας. Θεόπομπος πεντηκοστῷ ἕκτῳ. παρὰ δὲ Μενελάῳ Λύκαιθα μετὰ τοῦ 'θ'. ὁ οἰκήτωρ Λυκαῖος. [καὶ Λύκειον τὸ γυμνάσιον καὶ Λύκειος ὁ Ἀπόλλων.]

Event Date: -1
§ L420.16   Lykaonia: Λυκαονία, χώρα Λυκίας τε καὶ Ἰσαυρίας. τὸ ἐθνικὸν Λυκαόνιος, καὶ Λυκάων ὁμοφώνως τῷ οἰκιστῇ, καὶ .... Λυκάν ὡς μεγιστάν.

Event Date: -1
§ L421.1  Lykastos: Λύκαστος, πόλις Κρήτης. Ὅμηρος "Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον". ἀπὸ Λυκάστου αὐτόχθονος [ἢ παιδὸς τοῦ Μίνωος.] ὁ πολίτης Λυκάστιος. [ἔστι καὶ Ποντικὴ Λύκαστος, τὴν Κρητικὴν Λύκαστον ὀξύνουσιν οἱ ἐγχώριοι. οὐκ ἐπικρατεῖ δὲ ἡ ἐθνικὴ παράδοσις.]

Event Date: -1
§ L421.6   Lykapsos: Λυκαψός, κώμη πλησίον Λυδίας. Εὐφορίων Διονύσῳ. τὸ ἐθνικὸν Λυκάψιος, ὡς Αἰδήψιος Γαλήψιος.

Event Date: -1
§ L421.8   Lykeion: Λυκεῖον, τὸ γυμνάσιον. καὶ Λύκειος ὁ Ἀπόλλων. λέγεται καὶ Λυκήιον.

Event Date: -1
§ L421.10   Lykia: Λυκία, ἡ χώρα, ἀπὸ Λύκου τοῦ Πανδίονος. ἔστι καὶ Λυκία ἡ πρὸς Κιλικίαν, ἧς ἦρχε Σαρπηδών. οἱ οἰκήτορες Λύκιοι ὡς Φρύγιοι.

Event Date: -1
§ L421.13  Lykoa: Λυκόα, πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῃ. τὸ ἐθνικὸν Λυκοάτης, καὶ θηλυκῶς διὰ τοῦ 'ι'.

Event Date: -1
§ L421.15   Lykozeia: Λυκόζεια, πόλις Θρᾴκης. τὸ ἐθνικὸν Λυκόζειοι, ὡς Πείσανδρος τεσσαρεσκαιδεκάτῃ.

Event Date: -1
§ L421.17   Lykormas: Λυκόρμας, ποταμὸς [Αἰτωλίας], ὅν τινες Εὔηνον φασί. τὸ ἐθνικὸν Λυκορμαῖος.

Event Date: -1
§ L421.19   Lykosthene: Λυκοσθένη, πόλις Λυδίας. Ξάνθος πρώτῃ Λυδιακῶν. ἣν καὶ Λυκοσθένειαν Νικόλαός φησιν. ὁ πολίτης Λυκοσθενεύς ὡς Βερενικεύς. παρὰ δὲ Λυδοῖς Λυκοσθενείτης ὡς Δικαιαρχείτης.

Event Date: -1
§ L422.3   Lykosoura: Λυκόσουρα, πόλις Ἀρκαδίας ἐπὶ τῷ Λυκαίῳ ὄρει. ὁ πολίτης Λυκοσουρεύς.

Event Date: -1
§ L422.5   Lyktos: Λύκτος, πόλις Κρήτης, ἀπὸ Λύκτου τοῦ Λυκάονος. ἔνιοι Λύττον αὐτὴν φασὶν διὰ τὸ κεῖσθαι ἐν μετεώρῳ τόπῳ. τὸ γὰρ ἄνω καὶ ὑψηλὸν λύττον φασί. τὸ ἐθνικὸν Λύκτιος, καὶ θηλυκὸν Λυκτηίς.

Event Date: -1
§ L422.9  Lykon: Λύκων, πόλεις δύο, ἡ μὲν ἐν τῷ Λυκοπολίτῃ νομῷ τῆς Αἰγύπτου, ἡ δὲ ἑτέρα τοῦ Σεβεννύτου νομοῦ παραθαλάσσιος. τὸ ἐθνικὸν Λυκοπολῖται.

Event Date: -1
§ L422.12  Lykone: Λυκώνη, πόλις Θρᾴκης. Εὐφορίων Ἱππομέδοντι. τὸ ἐθνικὸν Λυκωναῖος, ὡς Σκιώνη Σκιωναῖος. δύναται καὶ Λυκωνεύς ὡς Σινωπεύς.

Event Date: -1
§ L422.15   Lykoreia: Λυκώρεια, κώμη ἐν Δελφοῖς. Καλλίμαχος τρίτῳ. ἀπὸ Λυκωρέως τοῦ βασιλέως. ὁ πολίτης Λυκωρεύς καὶ Λυκώριος καὶ Λυκωρείτης. ἔστι καὶ Λυκώρειος Ζεὺς καὶ Λυκώρειον διὰ διφθόγγου.

Event Date: -1
§ L422.19   Lyle: Λύλη, πόλις Ἀρκαδίας. Ἀλέξανδρος δευτέρῳ περὶ Λυκωρείας. τὸ ἐθνικὸν Λυλαῖος.

Event Date: -1
§ L423.1   Lyrkeion: Λύρκειον, ὄρος Ἄργους. Καλλίμαχος Ἑκάλῃ. τὸ τοπικὸν "Λυρκήιον ὕδωρ", καὶ Λυρκήιος τὸ ἀρσενικόν, καὶ Λύρκειος ὡς Ῥοίτειος.

Event Date: -1
§ L423.4   Lyrnatia: Λυρνατία, χερρόνησος καὶ χωρίον Λυκίας. Ἀλέξανδρος ἐν δευτέρῳ περὶ Λυκίας. τὸ ἐθνικὸν Λυρνατιεύς, ὡς Οἰχαλία Οἰχαλιεύς. Ἀρκάδιος δὲ διὰ τῆς 'ει' διφθόγγου.

Event Date: -1
§ L423.7   Lyrnessos: Λυρνησσός, πόλις Τρωική, μία τῶν ἕνδεκα τῶν ἐν τῇ Τρῳάδι. τὸ ἐθνικὸν Λυρνήσσιος. Αἰσχύλος δὲ Πέρσαις ὡς ἀπὸ τοῦ Λύρνα ἢ Λύρνη Λυρναῖος.

Event Date: -1
§ L423.10   Lysimacheia: Λυσιμάχεια, πόλις τῆς Θρᾴκης χερρονήσου, ἡ πρότερον Καρδία, ὁ πολίτης Λυσιμαχεύς. ἔστι καὶ πόλις Αἰτωλίας.

Event Date: -1
§ L423.12   Lytai: Λυταί, χωρίον Θεσσαλίας, διὰ τὸ λῦσαι τὰ Τέμπη Ποσειδῶνα καὶ σκεδάσαι τὸ ἀπὸ τοῦ κατακλυσμοῦ ὕδωρ.

Event Date: -1
§ L423.14   Lychnidos: Λυχνιδός, πόλις Ἰλλυρίας ἀρσενικῶς λεγομένη καὶ λίμνη θηλυκῶς. Ἡρωδιανὸς Λυχνιτὸν αὐτόν φησι. τὸ ἐθνικὸν Λυχνίδιος καὶ Λυχνιδία λίμνη. καὶ Λυχνίτης. ἔστι δὲ καὶ Ἀρμενίας Λυχνῖτις χώρα.

Event Date: -1
§ L423.18   Lomentos: Λωμεντός, πόλις Ἰταλίας, ὀξυτόνως, καὶ ὅσα εἰς 'τος' τῇ 'εν' συλλαβῇ παραλήγει. ἣν καὶ Λωρεντόν φασι μετὰ τοῦ 'ρ'.

Event Date: -1
§ L424.1   Loryma: Λώρυμα, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ λιμὴν Ῥόδου, ὃς Λώρυμα λέγεται. τὸ ἐθνικὸν Λωρυμαῖος.

Event Date: -1
§ L424.3   Los: Λῶς, νῆσος περὶ Θετταλίαν, ὡς Κῶς. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα. Λῷος ὁ νησιώτης.

Event Date: -1
§ L424.5   Lotophoros chora: Λωτοφόρος χώρα, καὶ Λωτοφαγῖτις γυνή.

Event Date: -1
§ M424.6  Magarsos: Μάγαρσος, μέγιστος ὄχθος ἐν Κιλικίᾳ πρὸς τῇ Μαλλῷ. τὸ τοπικὸν Μαγάρσιος, καὶ Μαγαρσία Ἀθηνᾶ ἐκεῖ ἵδρυται, ὡς Λυρνησσός Λυρνήσσιος.

Event Date: -1
§ M424.9  Magdolos: Μαγδωλός, πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει. τὸ ἐθνικὸν Μαγδωλίτης διὰ τὸν Αἰγύπτιον τύπον, Κανωβίτης Διολκίτης Πεντασχοινίτης.

Event Date: -1
§ M424.12   Magia: Μαγία, πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν δύναται καὶ Μαγιάτης καὶ Μαγιανός. εἰσὶ καὶ Μάγοι ἔθνος περὶ Μηδίαν.

Event Date: -1
§ M424.14   Magistrike: Μαγιστρική, χώρα τῶν Ταυρίσκων πρὸς τὰ Ἄλπεια ὄρη. οἱ οἰκήτορες Μαγίστρικες, οἳ τοῖς Γερμανοῖς ὁμοροῦσιν.

Event Date: -1
§ M424.16   Magna: Μάγνα, νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθώ, ὅ ἐστι μεγάλη. τὸ ἐθνικὸν Μαγνίτης διὰ τὸν Λιβυκὸν τύπον καὶ τὸν Αἰγύπτιον.

Event Date: -1
§ M424.19  Magnesia: Μαγνησία, πόλις παρὰ τῷ Μαιάνδρῳ καὶ χώρα, ἀπὸ Μάγνητος. ὁ πολίτης Μάγνης ὁμωνύμως τῷ οἰκιστῇ. τὸ θηλυκὸν Μάγνησσα παρὰ Καλλιμάχῳ καὶ Μαγνησίς παρὰ Παρθενίῳ καὶ Μαγνῆτις παρὰ Σοφοκλεῖ.

Event Date: -1
§ M425.4   Madienoi: Μαδιηνοί, καὶ Μαδιανῖται, ἔθνος Ἀραβίας. εἴπομεν δὲ ὅτι οἱ Ἄραβες τοῖς δυσὶ τύποις χρῶνται.

Event Date: -1
§ M425.6  Madytos: Μαδυτός, πόλις Ἑλλησποντία. Ἑκαταῖος Εὐρώπῃ καὶ ἄλλοι. τὸ ἐθνικὸν Μαδύτιος, ὡς Βηρύτιος Σήστιος, καὶ ἀπὸ τοῦ Μάδυτα Μαδυτεύς.

Event Date: -1
§ M425.9   Mazaka: Μάζακα, πόλις Καππαδοκίας, ἡ νῦν Καισάρεια, τὸ ἐθνικὸν Μαζακηνός. λέγεται καὶ Μαζακεύς, ὡς Τύανα Τυανεύς. λέγεται καὶ ἀπὸ Μαζάκων.

Event Date: -1
§ M425.12   Mazare: Μαζάρη, φρούριον Σελινουντίων. τὸ ἐθνικὸν Μαζαραῖος, ὡς Ἐνναῖος Ἱμεραῖος.

Event Date: -1
§ M425.14   Mazyes: Μάζυες, οἱ Λιβύης νομάδες. Ἑκαταῖος περιηγήσει. εἰσὶ δὲ καὶ ἕτεροι Μάξυες καὶ ἕτεροι Μάχλυες.

Event Date: -1
§ M425.16   Mazaina: Μάζαινα, πόλις Παλαιστίνης, ἀπὸ Μαζαίνου. οἱ πολῖται Μαζαινηνοί.

Event Date: -1
§ M425.18  Maia: Μαῖα, πόλις Ἑλλησποντία. τὸ ἐθνικὸν Μαιάτης κατὰ πρόσθεσιν τοῦ 'της'.

Event Date: -1
§ M425.2   Maiandroupolis: Μαιανδρούπολις, Μαγνησίας πόλις, ὡς Φλέγων ἐν Ὀλυμπιάσι. τὸ ἐθνικὸν Μαιανδροπολίτης. εἰ δέ ἐστι Μαίανδρος ἡ πόλις, τὸ ἐθνικὸν Μαιάνδριος.

Event Date: -1
§ M426.1  Maedoi: Μαιδοί, ἔθνος Θρᾴκης πλησίον Μακεδονίας. "ἐκ τούτων μεταβάντες τινὲς εἰς ... Μακεδονίας Μαιδοβίθυνοι ἐκλήθησαν". τὸ ἐθνικὸν Μαιδικός καὶ Μαιδική.

Event Date: -1
§ M426.4   Make/Mainake: Μάκη, Κελτικὴ πόλις. εὕρηται καὶ Μαινάκη Κελτικὴ πόλις. τὸ ἐθνικὸν Μακηνός.

Event Date: -1
§ M426.6  Mainalos: Μαίναλος, πόλις Ἀρκαδίας, ἀπὸ Μαινάλου τοῦ Λυκάονος. τὸ ἐθνικὸν Μαινάλιος καὶ θηλυκὸν Μαιναλία καὶ Μαιναλίτης ὡς Ἴναχος Ἰναχίτης, καὶ Μαιναλεύς ὡς Σουνιεύς. παρὰ τὸ ὄρος τὸ Μαίναλον, ἔστι καὶ Μαιναλία πόλις Γαλατίας.

Event Date: -1
§ M426.11   Mainobora: Μαινόβωρα, πόλις Μαστιηνῶν. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Μαινοβωραῖος.

Event Date: -1
§ M426.13   Maionia: Μαιονία, ἡ Λυδία, ἀπὸ Μαίονος ποταμοῦ τοῦ περὶ τὴν Ἀχαιίδα γῆν ῥέοντος. τὸ ἐθνικὸν Μαιόνιος καὶ Μαιονία θηλυκόν, καὶ Μαίων ὁμωνύμως τῷ οἰκιστῇ, ἀφ´ οὗ ἡ χώρα.

Event Date: -1
§ M426.16   Maiotai: Μαιῶται, ἔθνος Σκυθικὸν μέγιστον καὶ πολυάνθρωπον. καὶ τὸ θηλυκόν, ὡς Μαιῶτις λίμνη, ἥν φασι κληθῆναι ἀπὸ [τοῦ μαῖαν εἶναι] τοῦ Εὐξείνου πόντου. ἔστι καὶ μαιώτης ἰχθῦς τις. λέγεται καὶ κτητικὸν Μαιωτικός.

Event Date: -1
§ M427.3  Makai: Μάκαι, ἔθνος μεταξὺ Καρμανίας καὶ Ἀραβίας.

Event Date: -1
§ M427.4   Makalla: Μάκαλλα, πόλις Ἰταλίας. κέκληται ἀπὸ τοῦ μαλακισθῆναι ἐν αὐτῇ Φιλοκτήτην. τὸ ἐθνικὸν Μακαλλαῖος ὡς Γογγυλαῖος.

Event Date: -1
§ M427.7   Makareai: Μακαρέαι, πόλις Ἀρκαδίας, ἀπὸ Μακαρέως τοῦ Λυκάονος. τὸ ἐθνικὸν Μακαρεύς καὶ Μακαρεάτης. καὶ Μακαρία, [κατὰ δὲ Ῥωμαίους Βέατα.] τὸ ἐθνικὸν Μακαριεύς.

Event Date: -1
§ M427.10   Makednon: Μακεδνόν, χωρίον ἐν Πίνδῳ, ὡς Ἡρόδοτος ἐν πρώτῃ. τὸ ἐθνικὸν ὁμοίως.

Event Date: -1
§ M427.12   Makedonia: Μακεδονία, ἡ χώρα, ἀπὸ Μακεδόνος τοῦ Διὸς καὶ Θυίας τῆς Δευκαλίωνος, [ὥς φησιν Ἡσίοδος ὁ ποιητής ἡ δ´ ὑποκυσαμένη Διῒ γείνατο τερπικεραύνῳ υἷε δύω, Μάγνητα Μακηδόνα θ´ ἱππιοχάρμην, οἳ περὶ Πιερίην καὶ Ὄλυμπον δώματ´ ἔναιον. ἄλλοι δ´ ἀπὸ Μακεδόνος τοῦ Αἰόλου, ὡς Ἑλλάνικος ἱερειῶν πρώτῃ τῶν ἐν Ἄργει "καὶ Μακεδόνος [τοῦ] Αἰόλου οὕτω νῦν Μακεδόνες καλοῦνται, μόνοι μετὰ Μυσῶν τότε οἰκοῦντες". λέγεται δὲ καὶ Μακεδονίας μοῖρα Μακετία, ὡς Μαρσύας ἐν πρώτῳ Μακεδονικῶν "καὶ τὴν Ὀρεστείαν δὲ Μακετίαν λέγουσιν ἀπὸ τοῦ Μακεδόνος". ἀλλὰ καὶ τὴν ὅλην Μακεδονίαν Μακετίαν οἶδεν ὀνομαζομένην Κλείδημος ἐν πρώτῳ Ἀτθίδος "καὶ ἐξῳκίσθησαν ὑπὲρ τὸν Αἰγιαλὸν ἄνω τῆς καλουμένης Μακετίας".] τὸ ἐθνικὸν Μακεδών ὁμοφώνως τῷ κτιστῇ, κοινὸν τῷ γένει, καὶ Μακεδονίς θηλυκῶς, καὶ Μακεδών ἀντὶ τοῦ Μακεδονικός. λέγεται καὶ Μακεδόνιος καὶ Μακεδονικὴ ἡ χώρα. λέγεται καὶ Μακέτης ἀρσενικῶς καὶ Μακέτις γυνὴ καὶ Μάκεσσα ἐπιθετικῶς, ὡς Ἡρακλείδης, καὶ Μάκεττα διὰ δύο 'ττ' καὶ δι´ ἑνὸς 'τ'.

Event Date: -1
§ M428.11   Makistos: Μάκιστος, πόλις τῆς Τριφυλίας, ἣν ᾤκησαν Καύκωνες, ἀπὸ Μακίστου τοῦ ἀδελφοῦ Φρίξου, ἀφ´ οὗ καὶ ἡ Φρίξα πόλις, ἐπ´ ὄρους ὑψηλοῦ κειμένη πρὸς ἕω τῆς Λεπρεατικῆς. ὁ πολίτης Μακιστεύς. τὸ ἐθνικὸν Μακίστιος καὶ Μακιστία. εὕρηται καὶ Μακέστιος διὰ τοῦ 'ε' ψιλοῦ.

Event Date: -1
§ M428.16   Makkarai: Μακκάραι, χώρα ὑπὲρ Φάρσαλον. Θεόπομπος πέμπτῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Μακκαραῖος.

Event Date: -1
§ M428.18  Makra: Μάκρα, νῆσος Λυκίας, ὡς Ἀλέξανδρος ἐν περίπλῳ αὐτῆς. τὸ ἐθνικὸν Μακρονησίτης καὶ Μακραῖος καὶ Μακρήσιος.

Event Date: -1
§ M428.2  Makris: Μάκρις, ἡ Εὔβοια. οἱ οἰκοῦντες Μάκρωνες. ὁ οἰκήτωρ Μακριεύς καὶ Μακρηίς.

Event Date: -1
§ M429.1   Makrokephaloi: Μακροκέφαλοι, πρὸς τοῖς Κόλχοις. "οἱ γὰρ Ἡμίκυνες καὶ Μακροκέφαλοι καὶ Πυγμαῖοι ...".

Event Date: -1
§ M429.3   Makryes: Μάκρυες, ἔθνος Λιβύης. Ῥιανὸς δὲ Μάκριας διὰ τοῦ 'ι' τούτους φησί.

Event Date: -1
§ M429.5   Makrones: Μάκρωνες, οἱ νῦν Σάννοι, Στράβων δωδεκάτῃ. καὶ Ἑκαταῖος Ἀσίᾳ καὶ Ἀπολλώνιος δευτέρῳ.

Event Date: -1
§ M429.7  Maktorion: Μακτώριον, πόλις Σικελίας. Φίλιστος πρώτῳ. ἣν ἔκτισε Μόνων. τὸ ἐθνικὸν Μακτωρῖνος.

Event Date: -1
§ M429.9   Makyneia: Μακύνεια, πόλις Αἰτωλίας. Στράβων δεκάτῃ. τὸ ἐθνικὸν Μακυνεύς τῷ κοινῷ τύπῳ.

Event Date: -1
§ M429.11  Malake: Μαλάκη, πόλις Ἰβηρίας. Μαρκιανὸς ἐν βʹ τῶν ἐπιτομῶν Ἀρτεμιδώρου. τὸ ἐθνικὸν Μαλακιτανός.

Event Date: -1
§ M429.13   Malanios: Μαλάνιος, πόλις μία μεσογείας τῶν Οἰνώτρων τῶν ὑπὸ Ἑκαταίου καταλεχθεισῶν ἐν Εὐρώπῃ. τὸ ἐθνικὸν Μαλάνιος καὶ Μαλανιεύς.

Event Date: -1
§ M429.16  Malea: Μαλέα, ἄκρα πρὸς τῇ Πελοποννήσῳ, καὶ Μάλεια διὰ διφθόγγου. καὶ Μαλείτης ὡς Ἀσινήτης, καὶ Μαλεᾶτις. καὶ ἀπὸ τοῦ Μάλεια Μαλειαῖος Ζεύς, καὶ θηλυκὸν Μαλειαία ἄκρα.

Event Date: -1
§ M429.19   Malieus: Μαλιεύς, πόλις ἐπώνυμος τῶν Μαλιέων, ἀπὸ Μάλου τοῦ Ἀμφικτύονος υἱοῦ ἢ Ἀμύρου τοῦ Βοιωτοῦ. ὁ πολίτης Μαλιεύς. ἔστι καὶ Μαλιακὸς κόλπος. λέγεται καὶ Μαλεάτης. Ἀνδροτίων πέμπτῳ.

Event Date: -1
§ M430.1   Mallada: Μαλλάδα, πόλις Περσική. Μαρκιανὸς ἐν περίπλῳ τοῦ Περσικοῦ κόλπου. τὸ ἐθνικὸν Μαλλαδηνός.

Event Date: -1
§ M430.3   Mallos: Μαλλός, πόλις Κιλικίας. Καλλίμαχος Αἰτίων πρώτῳ. ἀπὸ Μάλλου κτίσαντος αὐτήν. ὁ πολίτης Μαλλώτης καὶ θηλυκὸν Μαλλῶτις.

Event Date: -1
§ M430.6   Maloeis: Μαλόεις, Ἀπόλλων ἐν Λέσβῳ, καὶ ὁ τόπος τοῦ ἱεροῦ Μαλόεις, ἀπὸ τοῦ Μήλου τῆς Μαντοῦς, ὡς Ἑλλάνικος ἐν Λεσβικῶν πρώτῳ.

Event Date: -1
§ M430.9   Maloi: Μαλοί, ἔθνος Ἰνδικόν, τῶν ἀνθεστηκότων τῷ Διονύσῳ μετὰ Δηριάδου, ὡς Διονύσιος Βασσαρικῶν γʹ.

Event Date: -1
§ M430.11   Malsane: Μαλσάνη, πόλις τῆς εὐδαίμονος Ἀραβίας. τὸ ἐθνικὸν Μαλσανίτης· ἐπιχώριος γὰρ ὁ τύπος.

Event Date: -1
§ M430.13   Mamarkina: Μαμάρκινα, πόλις Αὐσονική. τὸ ἐθνικὸν Μαμαρκιναῖος, ὡς Τεριναῖος καὶ τῶν ὁμοίων.

Event Date: -1
§ M430.15   Mamertion: Μαμέρτιον, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Μαμερτῖνος, ὡς Μεταποντῖνος καὶ Ῥηγῖνος.

Event Date: -1
§ M430.17   Mandarai: Μανδαραί, μέρος τῆς Μακεδονικῆς Κύρρου. οἱ οἰκήτορες Μανδαραῖοι.

Event Date: -1
§ M430.19   Mandropolis: Μανδρόπολις, Φρυγίας πόλις. τὸ ἐθνικὸν Μανδροπολίτης.

Event Date: -1
§ M430.21  Mandyrion: Μανδύριον, πόλις Ἰαπυγίας. ὁ πολίτης Μανδυρῖνος, ὡς Λεοντῖνος.

Event Date: -1
§ M430.23   Manesion: Μανήσιον, πόλις Φρυγίας. Ἀλέξανδρος. ἀπὸ Μανοῦ σφόδρα εὐπόρου κτιστοῦ.

Event Date: -1
§ M431.1   Manthyrea: Μανθυρέα, κώμη Ἀρκαδίας. τὸ ἐθνικὸν Μανθυρεύς διὰ τὸ ἐπάλληλον τῶν δύο 'εε'.

Event Date: -1
§ M431.3   Mannakarta: Μαννάκαρτα, πόλις Ἀραβίας. ὁ οἰκήτωρ Μαννακαρτηνός ὡς Μηδαβηνός.

Event Date: -1
§ M431.5   Manneos: Μάννεως, χώρα μέση τῶν ποταμῶν, ἐν ᾗ οἰκοῦσιν Ἄραβες Μαννεῶται, ὡς Οὐράνιός φησι.

Event Date: -1
§ M431.7   Mantalos: Μάνταλος, πόλις Φρυγίας, ὡς ὁ πολυίστωρ Ἀλέξανδρος, ἀπὸ Μανταλοῦ κτιστοῦ αὐτῆς. τὸ ἐθνικὸν Μανταληνός.

Event Date: -1
§ M431.9   Mantineia: Μαντίνεια, πόλις Ἀρκαδίας. Ὅμηρος "οἳ Τέγεάν τ´ εἶχον καὶ Μαντινέην ἐνέμοντο". τὸ ἐθνικὸν Μαντινεύς καὶ Μαντινίς. τὸ κτητικὸν Μαντινικός [καὶ Μαντινικὴ ὄρχησις].

Event Date: -1
§ M431.12  Mantua: Μαντύη καὶ Μάντυα, πόλις Ῥωμαίων. τὸ ἐθνικὸν Μαντυανός. Πολύβιος ἑκκαιδεκάτῳ. γράφεται καὶ Μάντουα τῷ τῶν Ῥωμαίων ἔθει. ἐξ αὐτῆς ἦν Βεργίλιος ὁ ποιητὴς Μαντούτης χρηματίζων. ἔστι δὲ κατὰ συγκοπήν, ὡς τὸ Ζελείτης.

Event Date: -1
§ M431.16   Marathesion: Μαραθήσιον, πόλις Καρίας. τὸ ἐθνικὸν Μαραθήσιοι ὡς Βυζάντιοι. ἔστι δὲ πόλις Ἐφεσίων.

Event Date: -1
§ M431.18  Marathos: Μάραθος, πόλις Ἀκαρνανίας. ὁ πολίτης Μαραθηνός. τὸ ἐθνικὸν Μαραθούσιος, ὡς Κάδος Καδούσιος.

Event Date: -1
§ M432.1   Marathousa: Μαράθουσα, νῆσος πρὸς Κλαζομεναῖς. ὁ πολίτης Μαραθούσιος.

Event Date: -1
§ M432.3  Marathon: Μαραθών, δῆμος τῆς Λεοντίδος φυλῆς. καὶ Μαραθώνιος καὶ Μαραθωνία καὶ Μαραθώνιον. τοπικὸν Μαραθωνόθεν, καὶ κτητικὸν Μαραθωνιακός.

Event Date: -1
§ M432.6   Marathonia: Μαραθωνία, πόλις Θρᾴκης οὐκ ἄπωθεν Ἀβδήρων. τὸ ἐθνικὸν Μαραθωνιάτης.

Event Date: -1
§ M432.8   Maraphioi: Μαράφιοι, ἔθνος ἐν Περσίδι, ἀπὸ Μαραφίου βασιλέως.

Event Date: -1
§ M432.9   Marache: Μαράχη, πόλις Ἰνδική. τὸ ἐθνικὸν Μαράχιος τῷ κοινῷ τύπῳ.

Event Date: -1
§ M432.11   Margaia: Μάργαια, πόλις Ἠλείας, ὡς Ἥραια, καὶ τὸ ἐθνικὸν Μαργαιεύς ὡς Ἡραιεύς.

Event Date: -1
§ M432.13  Margana: Μάργανα, πόλις τῆς Ἰνδικῆς. Μαρκιανὸς ἐν περίπλῳ. ἔστι καὶ Μαργάναι πληθυντικῶς. τὸ ἐθνικὸν Μαργανεῖς.

Event Date: -1
§ M432.15   Mardoi: Μάρδοι, ἔθνος Ὑρκανῶν. Ἀπολλόδωρος περὶ γῆς δευτέρῳ. λῃσταὶ δ´ οὗτοι καὶ τοξόται.

Event Date: -1
§ M432.17   Mardones: Μαρδόνες, Ἠπειρωτικὸν ἔθνος. Εὔπολις Πόλεσι "καὶ Χαόνων καὶ Παιόνων καὶ Μαρδόνων".

Event Date: -1
§ M432.19  Mareia: Μάρεια, πόλις καὶ λίμνη τῇ Ἀλεξανδρείᾳ παρακειμένη, ἣ καὶ Μαρεῶτις λέγεται. ἀφ´ ἧς καὶ Μαρεώτης οἶνος.

Event Date: -1
§ M432.21   Mares: Μᾶρες, ἔθνος προσεχὲς τοῖς Μοσσυνοίκοις. Ἑκαταῖος Ἀσίᾳ.

Event Date: -1
§ M433.1  Mariaba: Μαρίαβα, μητρόπολις Σαβαίων πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Στράβων ἑκκαιδεκάτῃ.

Event Date: -1
§ M433.3   Mariammia: Μαριαμμία, πόλις Φοινίκων. οἱ πολῖται Μαριαμμῖται, ὡς Παυσανίας ἐν κτίσει αὐτῆς.

Event Date: -1
§ M433.5   Mariandynia: Μαριανδυνία, χώρα [τοῦ Πόντου]. Εὔπολις Χρυσῷ γένει "ὁρῶ. θεῶ νῦν τήνδε Μαριανδυνίαν". ἀπὸ Μαριανδυνοῦ τινος Αἰολέως. τὸ ἐθνικὸν Μαριάνδυνος βαρυτόνως [κατὰ τοὺς Αἰολεῖς], καὶ Μαριανδυνίς, καὶ Μαριανδύνη θηλυκὸν τοῦ Μαριάνδυνος. κτητικὸν [καὶ] Μαριανδυνικός.

Event Date: -1
§ M433.10   Marion: Μάριον, πόλις Κύπρου, ἡ μετονομασθεῖσα Ἀρσινόη, ἀπὸ Μαριέως. ὁ πολίτης Μαριεύς. ὅθεν καὶ τὸ κύριον "ὁ Κινύρου Μαριεύς".

Event Date: -1
§ M433.13   Markaion: Μάρκαιον, ὄρος τῆς Τρῳάδος πρὸς τῇ Γέργιθι. οἱ οἰκήτορες Μαρκαιίσσιοι.

Event Date: -1
§ M434.1   Marmakes: Μάρμακες, ἔθνος Αἰθιοπικόν. Ἑκαταῖος Ἀσίᾳ.

Event Date: -1
§ M434.2   Marmarion: Μαρμάριον, πόλις Εὐβοίας. ὁ πολίτης Μαρμάριος ὡς Βυζάντιος.

Event Date: -1
§ M434.4   Marme: Μάρμη, πόλις Φοινίκης. τὸ ἐθνικὸν Μαρμαῖος ὡς Βαρκαῖος.

Event Date: -1
§ M434.6  Marpessa: Μάρπησσα, ὄρος Πάρου, ἀφ´ οὗ οἱ λίθοι ἐξαίρονται. ὁ οἰκήτωρ Μαρπήσσιος.

Event Date: -1
§ M434.8   Marsippos: Μάρσιππος, πόλις Φοινίκης. τὸ ἐθνικὸν Μαρσίππιος.

Event Date: -1
§ M434.9   Marsoi: Μαρσοί, ἔθνος Ἰταλικόν. τὸ κτητικὸν Μαρσικός.

Event Date: -1
§ M434.10   Marsya: Μαρσύα, πόλις Φοινίκης, ὡς Ἀλέξανδρος καὶ Φίλων, ἀπὸ Μάρσου. τὸ ἐθνικὸν Μαρσηνός τῷ τῆς Ἀσίας τύπῳ.

Event Date: -1
§ M434.12   Maroneia: Μαρώνεια, πόλις Κικονίας κατὰ τὴν ἐν Θρᾴκῃ χερρόνησον. [Ἑκαταῖος Εὐρώπῃ] "ἐν δὲ λίμνη Ἰσμαρίς, ἐν δὲ Μαρώνεια πόλις". τὸ ἐθνικὸν Μαρωνείτης καὶ θηλυκῶς διὰ τοῦ 'ι', καὶ Μαρωνίς ἀπὸ τῆς Μάρωνος γενικῆς. καὶ Μαρωναῖος, ὡς ἀπὸ τοῦ Μαρώνη.

Event Date: -1
§ M434.17   Masaisylia: Μασαισυλία, χώρα Λιβύης προσεχὴς τῇ τῶν Μαυρουσίων. τὸ ἐθνικὸν Μασαισύλιοι καὶ Μασαισυλεῖς καὶ Μασαισυλῖται.

Event Date: -1
§ M435.3   Masanorada: Μασανώραδα, πόλις Καρίας, ἀπὸ Μασανωράδου τοῦ Κινδαψοῦ παιδός. τὸ ἐθνικὸν Μασανωραδεύς.

Event Date: -1
§ M435.5   Mases: Μάσης, πόλις Ἀργείων. Παυσανίας δευτέρῳ "ὁδός ἐστιν ἐπὶ Μάσητα". Ὅμηρος "οἵ τ´ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν". λέγεται ἡ πόλις καὶ ἡ Μάσητος, οἱ πολῖται Μασήτιοι. ἔστι καὶ λίμνη καὶ κώμη Μασῆτις καὶ νῆσος.

Event Date: -1
§ M435.9   Masion: Μάσιον, ὄρος ὑπὲρ τῆς Νισίβιος. Στράβων ἑνδεκάτῃ. οἱ οἰκοῦντες Μασηνοί, ἢ ὡς Πάριον Παριανός.

Event Date: -1
§ M435.11   Maskotos: Μάσκωτος, πόλις Λιβύης. Ἑκαταῖος περιηγήσεως [βʹ]. ἔστι δὲ πλησίον τῶν Ἑσπερίδων. τὸ ἐθνικὸν Μασκωτίτης, Λιβυκῷ καὶ Αἰγυπτίῳ τύπῳ.

Event Date: -1
§ M435.14   Maspioi: Μάσπιοι, ἔθνος Περσικόν, ὡς εἴρηται ἐν τῷ περὶ Μαραφίων Ἀρτεατῶν καὶ Πασαργαδῶν.

Event Date: -1
§ M435.16  Massagetai: Μασσαγέται, ἔθνος Σκυθῶν, ἔνθα Κῦρος ἐτελεύτησε. τὸ θηλυκὸν λέγεται Μασσαγῆτις καὶ ἴσως διὰ τὸ μέτρον.

Event Date: -1
§ M435.18   Massalia: Μασσαλία, πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος Φωκαέων. Ἑκαταῖος Εὐρώπῃ. Τίμαιος δέ φησιν ὅτι προσπλέων ὁ κυβερνήτης καὶ ἰδὼν ἁλιέα ἐκέλευσε μάσσαι τὸ ἀπόγειον σχοινίον· μάσσαι γὰρ τὸ δῆσαί φασιν Αἰολεῖς· ἀπὸ γοῦν τοῦ ἁλιέως καὶ τοῦ μάσσαι ὠνόμασται. τὸ ἐθνικὸν Μασσαλιώτης καὶ Μασσαλιεύς καὶ Μασσαλία καὶ Μασσαλιῶτις γυνή.

Event Date: -1
§ M436.4   Massaka: Μάσσακα, πόλις Ἰνδῶν. Ἀρριανὸς ἐν Ἰνδικοῖς. τὸ ἐθνικὸν Μασσακηνός, ὡς Μάζακα Μαζακηνός.

Event Date: -1
§ M436.6   Massia: Μασσία, χώρα παρακειμένη τοῖς Ταρτησσίοις. τὸ ἐθνικὸν Μασσιανός. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ.

Event Date: -1
§ M436.8  Mastaura: Μάσταυρα, πόλις Λυδίας, ἀπὸ Μᾶς. Μᾶ δὲ τῇ Ῥέᾳ εἵπετο, ᾗ παρέδωκε Ζεὺς Διόνυσον τρέφειν. καὶ ἡ Μᾶ παρὰ τῆς Ἥρας ἐρωτηθεῖσα τίνος εἴη τὸ βρέφος, Ἄρεος ἔφη. καὶ παρὰ Καρσὶν ὁ Διόνυσος Μάσαρις ἔνθεν ἐκλήθη. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ καὶ ταῦρος αὐτῇ ἐθύετο παρὰ Λυδοῖς, ἀφ´ ἧς ἡ πόλις. ποταμὸς δὲ [διὰ] μέσης τῆς πόλεως ῥεῖ Χρυσαόρας λεγόμενος. τὸ ἐθνικὸν Μασταυρεύς ὡς Πηγασεύς. εἴρηται καὶ Μασταυρίτης.

Event Date: -1
§ M436.16   Mastianoi: Μαστιανοί, ἔθνος πρὸς ταῖς Ἡρακλείαις στήλαις. Ἑκαταῖος Εὐρώπῃ. εἴρηται δὲ ἀπὸ Μαστίας πόλεως.

Event Date: -1
§ M436.18   Mastramele: Μαστραμέλη, πόλις καὶ λίμνη τῆς Κελτικῆς. Ἀρτεμίδωρος ἐν τῇ ἐπιτομῇ τῶν ἕνδεκα.

Event Date: -1
§ M436.2   Masylioi: Μασύλιοι, Λιβυκὸν ἔθνος. Ἀπολλόδωρος βʹ. Πολύβιος ἐν τῷ ἑβδόμῳ Μασυλεῖς αὐτούς φησι.

Event Date: -1
§ M437.1   Maschane: Μασχάνη, πόλις πρὸς τῶν Σκηνιτῶν Ἀράβων. Κουάδρατος ὀγδόῳ Παρθικῶν. τὸ ἐθνικὸν Μασχανεύς.

Event Date: -1
§ M437.3   Matauros: Μάταυρος, πόλις Σικελίας, Λοκρῶν κτίσμα. τὸ ἐθνικὸν Ματαυρῖνος. Στησίχορος Εὐφήμου παῖς Ματαυρῖνος γένος, ὁ τῶν μελῶν ποιητής.

Event Date: -1
§ M437.6  Matiane: Ματιανή, μοῖρα τῆς Μηδίας. Στράβων ἑνδεκάτῃ "τοῦτο δὲ γίνεται καὶ τῆς Μηδίας ἐν τῇ Ματιανῇ".

Event Date: -1
§ M437.8   Matyketai: Ματυκέται, ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ M437.9   Mauritaniai: Μαυριτανίαι, δύο, ἡ μὲν Τιγγιτανή ἡ δὲ Καισαρησία, ὡς Μαρκιανὸς ἐν τῷ περίπλῳ.

Event Date: -1
§ M437.11   Maurousioi: Μαυρούσιοι, καὶ Μαῦροι, ἔθνος μέγα Λιβύης, ὡς Κουάδρατος ἐν πρώτῳ Παρθικῶν. τὸ θηλυκὸν Μαυρουσίς.

Event Date: -1
§ M437.13   Mausos: Μαυσός, κώμη Κορίνθου. Θεόπομπος τριακοστῷ δευτέρῳ. τὸ ἐθνικὸν Μαυσεῖς.

Event Date: -1
§ M437.15   Mausoloi: Μαύσωλοι, οἱ Κᾶρες, ἀπὸ Μαυσώλου. Δημοσθένης δεκάτῳ Βιθυνιακῶν "Δαίδαλα Μαυσώλων".

Event Date: -1
§ M437.17   Machairous: Μαχαιροῦς, φρούριον τῆς Ἰουδαίας, ὡς Ἰώσηπος. τὸ ἐθνικὸν ὤφειλεν ὡς Ἱεριχούντιος. αὐτὸς δὲ Μαχαιρίτας αὐτούς φησι.

Event Date: -1
§ M437.2  Megale polis: Μεγάλη πόλις, πόλις Ἀρκαδίας, ἣν συνῴκισαν ἄνδρες Ἀρκάδες μετὰ τὰ Λευκτρικά. ἐκαλεῖτο δὲ κατὰ τὸ ἥμισυ μέρος Ὀρεστία, ἀπὸ τῆς τοῦ Ὀρέστου παρουσίας. οἱ δὲ πολῖται Ὀρέστιοι καὶ Μεγαλοπολῖται. ἀφ´ ἧς Κερκιδᾶς ἄριστος νομοθέτης καὶ μελιάμβων ποιητής, καὶ Αἰνησίας περιπατητικὸς ὁ Θεοφράστου μαθητής, καὶ Ἀκεστόδωρος περὶ πόλεων συγγεγραφώς, καὶ Πολύβιος τεσσαράκοντα βιβλία συγγράψας. οὗτοι Μεγαλοπολῖται. τὸ κτητικὸν Μεγαλοπολιτικός. βʹ ἔστι καὶ ἄλλη πόλις Καρίας, ἡ νῦν Ἀφροδισιάς, ἡ πρότερον Λελέγων πόλις, καὶ διὰ τὸ μέγεθος ἐκλήθη Μεγαλόπολις. ὠνομάσθη δὲ καὶ Νινόη ἀπὸ Νίνου. ὁ πολίτης Νινοήτης. ἔστι καὶ Ἰβηρίας Μεγάλη πόλις, ὡς Φίλων. ἔστι καὶ Μεγάλη νῆσος ἡ νῦν Λυκίας.

Event Date: -1
§ M438.13  Megara: Μέγαρα, πόλις περὶ τὸν Ἰσθμόν, μέση Πελοποννήσου καὶ Ἀττικῆς καὶ Βοιωτίας, ἧς ἐπίνειον ἡ Νίσαια. ἐκλήθη δὲ ἀπὸ Μεγαρέως τοῦ Ἀπόλλωνος ἢ τοῦ Αἰγέως τοῦ Πανδίονος τοῦ Ἐρεχθέως τοῦ Ἡφαίστου, ἢ διὰ τὸ τραχὺ τῆς χώρας. ὁ πολίτης Μεγαρεύς. ἀφ´ ὧν Θέογνις ὁ τὰς παραινέσεις γράψας. ἦν δὲ σχολὴ φιλοσόφων Μεγαρικῶν λεγομένη, διαδεξαμένων Εὐκλείδην Μεγαρέα Σωκρατικόν, ὡς Στράβων ἐνάτῃ. τὸ θηλυκὸν ἐπὶ τῆς χώρας Μεγαρίς καὶ Μεγαρηίς. καὶ κτητικὸν Μεγαρικός. οὕτω δὲ καὶ τοὺς Μεγαρικοὺς κεράμους διὰ τοῦ 'ε' χρὴ λέγειν, οὐ διὰ τοῦ 'α', ὡς οἱ ἔμποροι τὴν ἄρχουσαν παραφθείροντες. τὰ τοπικὰ Μεγαρόθεν ἐκ τόπου, καὶ ἐν τόπῳ Μεγαροῖ ὡς Πυθοῖ. ἔστι καὶ Μέγαρα ἐν Θετταλίᾳ. τρίτη ἐν Πόντῳ. τετάρτη ἐν Ἰλλυρίδι. πέμπτη ἐν Μολοσσίδι. ἕκτη ἐν Σικελίᾳ, ἡ πρότερον Ὕβλη, ἀπὸ Ὕβλωνος βασιλέως. καὶ Ὑβλαῖοι οἱ πολῖται.

Event Date: -1
§ M439.12   Megarikon: Μεγαρικόν, πολίχνιον, ὃ συγκαταλέγεται ταῖς Βιθυνῶν πόλεσιν. Ἀρριανὸς πέμπτῳ "Ἀστακός τε καὶ Ἡραία καὶ τὸ Μεγαρικόν". ἐθνικὸν Μεγαρικός.

Event Date: -1
§ M439.15   Megasa: Μέγασα, ὡς Γέρασα, πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει Ἀσίας "ἐξ αὐτῆς Σιτοφάγοι καὶ Ἀροτῆρες ....

Event Date: -1
§ M439.17   Megiste: Μεγίστη, πόλις καὶ νῆσος τῆς Λυκίας, ὡς ὁ πολυίστωρ, ἀπὸ Μεγιστέως τινός. τὸ ἐθνικὸν Μεγιστεύς.

Event Date: -1
§ M439.19   Medeon: Μεδεών, Βοιωτικὴ πόλις. καὶ Φωκικὴ ἑτέρα. Στράβων ἐνάτῃ. ἐκλήθη δὲ ἀπὸ Μεδεῶνος τοῦ Πυλάδου καὶ Ἠλέκτρας. τὸ ἐθνικὸν Μεδεώνιος. ἔστι καὶ τῆς Ἠπείρου πόλις. καὶ κώμη ...

Event Date: -1
§ M439.23  Mediolanion: Μεδιολάνιον, πόλις Ἀκυτανίας. οἱ οἰκοῦντες Μεδιολάνιοι.

Event Date: -1
§ M440.1  Medion: Μεδίων, πόλις πρὸς τῇ Αἰτωλίᾳ. Πολύβιος ὀκτωκαιδεκάτῳ. τὸ ἐθνικὸν Μεδιώνιος.

Event Date: -1
§ M440.3   Medmasa: Μέδμασα, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Μεδμασεύς τῷ τύπῳ τῆς χώρας, ὡς Πηγασεύς.

Event Date: -1
§ M440.5   Medme: Μέδμη, πόλις Ἰταλίας καὶ κρήνη ὁμώνυμος. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Μέδμης κόρης τινός. ὁ πολίτης Μεδμαῖος. ὅθεν ἦν Φίλιππος ἀξιόλογος ἀνὴρ ὁ περὶ ἀνέμων γεγραφώς. ἔστι καὶ ἑτέρα πόλις τῆς Λιγυστικῆς. ἐθνικὸν Μεδμαῖος.

Event Date: -1
§ M440.9   Medyllia: Μεδυλλία, πόλις, Ἀλβανῶν κτίσις, Ῥωμαίων ἀποικία. Διονύσιος γʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Μεδυλλῖνος.

Event Date: -1
§ M440.12   Methouriades: Μεθουριάδες, νῆσοι μεταξὺ Αἰγίνης καὶ Ἀττικῆς πλησίον Τροιζῆνος. Ἀνδροτίων πέμπτῳ Ἀτθίδος. τὸ ἐθνικὸν Μεθουριεύς.

Event Date: -1
§ M440.15   Methydrion: Μεθύδριον, πόλις Ἀρκαδίας. ὁ πολίτης Μεθυδριεύς. καὶ ἑτέρα πόλις Θεσσαλίας, ὡς Φίλων.

Event Date: -1
§ M440.17  Methone: Μεθώνη, πόλις Θρᾴκης. Μαγνησίας, [ἣν] Ὅμηρος διὰ τοῦ 'η' "οἳ δ´ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο". ὁ πολίτης Μεθωναῖος. ἔστι καὶ Μακεδονίας. ἐκλήθη ἀπὸ τοῦ μέθυ· πολύοινος γάρ ἐστι. καὶ τῆς Λακωνικῆς, ἧς τὸ ἐθνικὸν Μεθωναιεύς ὡς Κορωναιεύς. δʹ ἐν Περσίδι. εʹ Εὐβοίας.

Event Date: -1
§ M441.3  Melanchlainoi: Μελάγχλαινοι, ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. κέκληνται ἀφ´ ὧν φοροῦσιν, ὡς Ἱππημολγοί παρὰ τὸ τοὺς ἵππους ἀμέλγειν, καὶ Μοσσύνοικοι παρὰ τὰς οἰκήσεις.

Event Date: -1
§ M441.6   Melainai: Μελαιναί, πόλις Ἀρκαδίας, ἀπὸ Μελαινέως τοῦ Λυκάονος, ὡς Παυσανίας. ὁ πολίτης Μελαινεύς, ὡς τῆς Ἡραίας Ἡραιεύς. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ "Γόρτυν´ Ἥραιάν τε πολυδρύμους τε Μελαινάς". εἰσὶ δὲ καὶ Λυκίας Μελαιναί πόλις, ὡς Ἀλέξανδρος Λυκιακοῖς. δύναται τὸ ἐθνικὸν Μελαινίτης ὡς Κελαινίτης.

Event Date: -1
§ M441.12   Melaineis: Μελαινεῖς, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Καλλίμαχος δὲ Μελαινάς φησι τὸν δῆμον ἐν Ἑκάλῃ. ὁ δημότης ὁμοίως Μελαινεύς. τὸ θηλυκὸν Μελαινηίς. τὰ τοπικὰ ἐκ Μελαινῶν εἰς Μελαινῶν ἐν Μελαινῶν.

Event Date: -1
§ M441.16   Melampeia: Μελάμπεια, πόλις Λυδίας, ἀπὸ Μελάμπου, ὡς Ξάνθος ἐν Λυδιακοῖς. τὸ ἐθνικὸν Μελαμπεύς ὡς Σελευκεύς Ἀλεξανδρεύς.

Event Date: -1
§ M441.19   Melandia: Μελανδία, χώρα Σιθωνίας. Θεόπομπος τριακοστῷ τρίτῳ Φιλιππικῶν. τὰ ἐθνικὰ Μελάνδιος καὶ Μελανδία.

Event Date: -1
§ M441.21   Melanippion: Μελανίππιον, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. τινὲς δὲ Λυκίας φασί. τὸ ἐθνικὸν Μελανιππεύς καὶ Μελανίππιος.

Event Date: -1
§ M442.3  Meletos kolpos: Μέλητος κόλπος, ὁ Σμυρναῖος ἐκαλεῖτο, [ἀπὸ Μελήτου] ποταμοῦ, ὡς Ἑκαταῖος ἐν Αἰολικοῖς.

Event Date: -1
§ M442.5  Melia: Μελία, πόλις Καρίας. Ἑκαταῖος γενεαλογιῶν δʹ. τὸ ἐθνικὸν Μελιεύς ὡς Ὑριεύς.

Event Date: -1
§ M442.7   Meliboia: Μελίβοια, πόλις Θετταλίας. Στράβων ἐνάτῳ. τὸ ἐθνικὸν Μελιβοεύς, ὡς Θεόπομπος. τὸ θηλυκὸν Μελιβοιάς.

Event Date: -1
§ M442.9   Meligounis: Μελιγουνίς, μία τῶν Αἰόλου νήσων. Καλλίμαχος ἐν τῷ Ἀρτέμιδος ὕμνῳ. τὸ ἐθνικὸν Μελιγουνίτης.

Event Date: -1
§ M442.11   Melina: Μέλινα, πόλις Ἄργους, ἀφ´ ἧς Ἀφροδίτη Μελιναία τιμᾶται. Λυκόφρων "τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεόν".

Event Date: -1
§ M442.13   Melinophagoi: Μελινοφάγοι, ἔθνος Θρᾴκης. Ξενοφῶν ἐν ἀναβάσεως ἑβδόμῳ καὶ Θεόπομπος ἐν τῷ τεσσαρακοστῷ ἐνάτῳ.

Event Date: -1
§ M442.15  Melissa: Μέλισσα, πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ. ὁ οἰκήτωρ Μελισσαῖος. ἡ χώρα Μελισσαία. ἔστι καὶ ἐν Κυζίκῳ κώμη Μέλισσα, τὸ ἐθνικὸν Μελισσηνός ὡς Κυζικηνός.

Event Date: -1
§ M443.1   Melitaia: Μελίταια, πόλις Θετταλίας. Ἀλέξανδρος Ἀσίᾳ. Θεόπομπος δὲ Μελίτειαν αὐτήν φησιν. ὁ πολίτης Μελιταιεύς. Ἔφορος λʹ "οἱ δὲ τύραννοι τῶν Φερῶν καὶ Μελιταιεῖς φίλοι πρότερον ὑπάρχοντες". Μελίτεια Φίλων οὕτω γράφει, τὰ αὐτὰ πράγματα τῇ εἰρημένῃ προσάπτων. τὸ ἐθνικὸν Μελιτεύς.

Event Date: -1
§ M443.6  Melite: Μελίτη, νῆσος μεταξὺ Ἠπείρου καὶ Ἰταλίας, ὅθεν τὰ κυνίδια Μελιταῖά φασιν. ὁ οἰκήτωρ Μελιταῖος. ἔστι καὶ πόλις ἄποικος Καρχηδονίων, καὶ δῆμος Οἰνηίδος φυλῆς. ὁ δημότης Μελιτεύς. τὰ τοπικὰ εἰς Μελίτην ἐκ Μελίτης καὶ ἐν Μελίτῃ.

Event Date: -1
§ M443.10  Melitene: Μελιτηνή, πόλις Καππαδοκίας. Στράβων ἑνδεκάτῃ "τὸ δ´ Ἄμανον ὄρος μέχρι τοῦ Εὐφράτου καὶ τῆς Μελιτηνῆς πρόεισι, καθ´ ὃ ἡ Κομμαγηνὴ τῇ Καππαδοκίᾳ παράκειται". οἱ πολῖται Μελιτηνοί ὡς Κομμαγηνοί.

Event Date: -1
§ M443.14   Melitousa: Μελίτουσα, πόλις Ἰλλυρίας. Πολύβιος τρισκαιδεκάτῳ. τὸ ἐθνικὸν Μελιτουσαῖος ὡς Σκοτουσαῖος, καὶ Μελιτούσιος ὡς Σκοτούσιος.

Event Date: -1
§ M444.3  Membliaros: Μεμβλίαρος, νῆσος πλησίον Θήρας [ἡ] καὶ Ἀνάφη, ἀπὸ Μεμβλιάρου τοῦ Θήραν οἰκήσαντος Φοίνικος, τῶν μετὰ Κάδμου ἑνός. λέγεται καὶ κατὰ ἀφαίρεσιν Βλίαρος, τὸ ἐθνικὸν Μεμβλιάριος.

Event Date: -1
§ M444.7  Memphis: Μέμφις, ἡ διασημοτάτη Αἰγύπτου μητρόπολις. κλίνεται καὶ Μέμφιδος καὶ Μέμφιος. ὁ πολίτης Μεμφίτης. καὶ Μεμφιτικός κτητικόν.

Event Date: -1
§ M444.10   Memnones: Μέμνονες, ἔθνος Αἰθιοπικόν, ὃ ἑρμηνεύεται, ὡς ὁ πολυίστωρ φησίν, ἀγρίους τινὰς ἢ μαχίμους καὶ χαλεπούς.

Event Date: -1
§ M444.12   Menai: Μεναί, πόλις Σικελίας ἐγγὺς Παλικῶν. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. τὸ ἐθνικὸν Μεναῖος, ὡς Ἁλικύαι Ἁλικυαῖος.

Event Date: -1
§ M444.15   Mende: Μένδη, πόλις Θρᾴκης, ἀπὸ Μένδης γυναικός. Ἀπολλόδωρος Μένδιν αὐτήν φησι. τὸ ἐθνικὸν Μενδαῖος οἶνος.

Event Date: -1
§ M444.17  Mendes: Μένδης, πόλις Αἰγύπτου παρὰ τὴν Λύκων πόλιν. Στράβων ιζʹ "καὶ Λύκων πόλις καὶ Μένδης, ὅπου τὸν Πᾶνα τιμῶσι καὶ τὸν τράγον". ὁ πολίτης Μενδήσιος καὶ Μενδησία θηλυκόν. λέγεται καὶ Μενδίτης.

Event Date: -1
§ M444.21   Menedemion: Μενεδήμιον, πόλις Λυκίας. Καπίτων ἐν Ἰσαυρικῶν τρίτῳ. τὸ ἐθνικὸν Μενεδήμιος ἢ Μενεδημιεύς.

Event Date: -1
§ M445.1   Menekine: Μενεκίνη, πόλις Οἰνώτρων ἐν μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Μενεκιναῖος καὶ Μενεκινῖνος διὰ τὴν χώραν.

Event Date: -1
§ M445.3  Menelaos: Μενέλαος, πόλις Αἰγύπτου. Στράβων ἑπτακαιδεκάτῃ. καὶ ἡ χώρα Μενελαῗτις. ἔστι καὶ χωρίον Σπάρτης Μενελάειον, τὸ ἐθνικὸν Μενελαεύς, ὡς Κοτιάειον Κοτιαεύς. καὶ κτητικὸν Μενελαϊκός. τῆς δ´ Αἰγυπτίας Μενελαΐτης.

Event Date: -1
§ M445.7  Menouthis: Μένουθις, Αἰγυπτία κώμη πρὸς τῷ Κανώβῳ. καὶ νῆσος Αἰθιοπίας Μενουθιάς, τὸ ἐθνικὸν Μενουθίτης τοῦ Μένουθις διὰ τὸν τῆς χώρας χαρακτῆρα, τοῦ δὲ Μενουθιάς Μενουθιεύς.

Event Date: -1
§ M445.11  Mentores: Μέντορες, ἔθνος πρὸς τοῖς Λιβυρνοῖς. Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ M445.13   Mentyrna: Μέντυρνα, πόλις ἐν Ἰταλίᾳ Σαυνιτῶν. Διονύσιος ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν Μεντυρναῖος.

Event Date: -1
§ M445.15   Mermessos: Μερμησσός, πόλις Τρωική, ἀφ´ ἧς ἡ Ἐρυθραία Σίβυλλα. ἦν γὰρ καὶ ἡ πόλις αὐτοῖς ἐρυθρὰ τῷ χρώματι. τὸ ἐθνικὸν Μερμήσσιος καὶ Μερμησσεύς.

Event Date: -1
§ M446.1   Meroe: Μερόη, πόλις Αἰθιόπων. Ἡρόδοτος δευτέρᾳ. ἀπὸ Μερόης. ἔστι καὶ νῆσος. ὁ πολίτης Μεροΐτης, ὡς τῆς Ἀρσινόης Ἀρσινοΐτης. ἔστι καὶ Μερόη κατὰ ἀνατολὰς τῆς περὶ Δάφνην Ἀντιοχείας. τὸ ἐθνικὸν Μεροαῖος ἢ Μερούσιος, κατὰ τὸ τῆς ἑορτῆς ὄνομα. καὶ τὸ κτητικὸν Μερουσιακός. ἔστι καὶ Μερόη πόλις Λυκίας.

Event Date: -1
§ M446.7   Merousion: Μερούσιον, χωρίον [Σικελίας], ὡς Θεόπομπος Φιλιππικῶν τριακοστῷ ἐνάτῳ. οἱ οἰκήτορες ὁμοίως Μερούσιοι, καὶ Μερόεσσα ἡ Ἄρτεμις. ἀπέχει δὲ ὁ τόπος Συρακουσῶν στάδια ἑβδομήκοντα. τινὲς δὲ ἀπὸ Μερόης τῆς Αἰθιοπίας.

Event Date: -1
§ M446.11  Merops: Μέροψ, Τριόπα παῖς, ἀφ´ οὗ Μέροπες οἱ Κῷοι καὶ [ἡ] νῆσος Μεροπίς.

Event Date: -1
§ M446.13   Mesanites kolpos: Μεσανίτης κόλπος, Μαρκιανὸς ἐν περίπλῳ τῆς Περσικῆς θαλάσσης.

Event Date: -1
§ M446.15   Mesembria: Μεσημβρία, πόλις Ποντική. Νικόλαος πέμπτῳ. ἐκλήθη ἀπὸ Μέλσου. βρία γὰρ τὴν πόλιν φασὶ Θρᾷκες. ὡς οὖν Σηλυμβρία ἡ τοῦ Σήλυος πόλις, Πολτυμβρία ἡ Πόλτυος [πόλις], οὕτω Μελσημβρία ἡ Μέλσου πόλις, καὶ διὰ τὸ εὐφωνότερον λέγεται Μεσημβρία. ὁ πολίτης Μεσημβριανός. ἔστι καὶ Θρᾴκης Μεσημβρία πρὸς τῷ τέλει τῆς χερρονήσου, ὡς Ἡρόδοτος ἑβδόμῃ. τὸ ἐθνικὸν ὅμοιον.

Event Date: -1
§ M446.22   Between the rivers: Μέση τῶν ποταμῶν, χώρα μεταξὺ Εὐφράτου καὶ Τίγριδος. καὶ Ἀδιαβηνή ἐκαλεῖτο, ὡς ἱστορεῖ Κουάδρατος. τὸ ἐθνικὸν Μεσοποταμίτης.

Event Date: -1
§ M446.25  Mesma: Μέσμα, πόλις Ἰταλίας. Ἀπολλόδωρος ἐν τρίτῳ χρονικῶν. τὸ ἐθνικὸν Μεσμανός, ὡς τῆς Νῶλα Νωλανός.

Event Date: -1
§ M447.1  Mesola: Μεσόλα, πόλις Μεσσήνης, μία τῶν πέντε. Νικόλαος τετάρτῳ. τὸ ἐθνικὸν Μεσολάτης, ὡς τῆς Μεσόας Μεσοάτης.

Event Date: -1
§ M447.3   Mesopontios: Μεσοπόντιος, ὁ Ἐρέσιος Ποσειδῶν· οὕτω γὰρ ἐν Ἐρέσῳ τιμᾶται, πόλει τῆς Λέσβου. Καλλίμαχος Αἰτίων αʹ.

Event Date: -1
§ M447.5   Messaba: Μέσσαβα, πόλις Καρῶν. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Μεσσαβεύς, τῷ τύπῳ τῶν Καρικῶν πόλεων.

Event Date: -1
§ M447.7   Messapeai: Μεσσαπέαι, χωρίον Λακωνικῆς. τὸ ἐθνικὸν Μεσσαπεεύς· οὕτω γὰρ ὁ Ζεὺς ἐκεῖ τιμᾶται. Θεόπομπος πεντηκοστῷ ἑβδόμῳ.

Event Date: -1
§ M447.10   Messapia: Μεσσαπία, χώρα Ἰαπυγίας προσεχὴς Τάραντι. τὸ ἐθνικὸν Μεσσάπιος. Παυσανίας δεκάτῳ.

Event Date: -1
§ M447.12   Messapion: Μεσσάπιον, ὄρος Εὐβοίας ... καὶ Μεσσαπικός. ἀπὸ Μεσσάπου τοῦ μετοικήσαντος εἰς Ἰταλίαν.

Event Date: -1
§ M447.14  Messene: Μεσσήνη, καὶ χώρα καὶ πόλις. Στράβων ὀγδόῃ. χώρα δὲ ἡ Μεσσηνία καὶ Μέσση κατὰ ἀποκοπήν, ἢ Μέση καὶ Μεσήνη ὥς τινες. τὸ ἐθνικὸν καὶ ὁ πολίτης Μεσσήνιος καὶ θηλυκὸν Μεσσηνίς. ἔστι καὶ ἄλλη Μεσσήνη τῆς Σικελίας. καὶ χώρα Περσίδος Μεσηνή δι´ ἑνὸς 'σ', ὑπὸ τῶν δύο ποταμῶν Εὐφράτου καὶ Τίγριδος μεσαζομένη, ὡς Ἀσίνιος Κουάδρατός φησι.

Event Date: -1
§ M448.3  Messoa: Μεσσόα, τόπος Λακωνικῆς. Στράβων ὀγδόῃ. ἔστι καὶ φυλὴ Λακωνική. τὸ ἐθνικὸν Μεσσοάτης.

Event Date: -1
§ M448.5   Messogis: Μέσσωγις, ὄρος Λυδίας. τὸ τοπικὸν Μεσσωγίτης. Στράβων τεσσαρεσκαιδεκάτῃ "ὅθεν ἄριστος Μεσσωγίτης οἶνος ὁ Ἀρομεύς".

Event Date: -1
§ M448.8   Metagonion: Μεταγώνιον, πόλις Λιβύης. Ἑκαταῖος Ἀσίᾳ. θηλυκῶς δὲ ταύτην φασί. τὸ ἐθνικὸν Μεταγωνίτης.

Event Date: -1
§ M448.10   Metaon: Μέταον, πόλις Λέσβου, ἣν Μέτας Τυρρηνὸς ᾤκισεν, ὡς Ἑλλάνικος.

Event Date: -1
§ M448.12  Metapa: Μέταπα, πόλις Ἀκαρνανίας. Πολύβιος πέμπτῳ. τὸ ἐθνικὸν Μεταπαῖος ἢ Μεταπεύς διὰ τὰ ἐπιχώρια.

Event Date: -1
§ M448.14   Metapontion: Μεταπόντιον, πόλις Ἰταλίας, ἡ πρότερον Σῖρις, ἀπὸ Μετάβου τοῦ Σισύφου τοῦ Αἰόλου· τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον. ὁ πολίτης Μεταποντῖνος. ἀφ´ οὗ Φίλων ὁ αὐλητὴς καὶ ποιητής. λέγεται καὶ Μεταπόντιος ὡς Βυζάντιος. καὶ Μεταποντίνη.

Event Date: -1
§ M448.19   Metachoion: Μετάχοιον, φρούριον Βοιωτίας μεταξὺ Ὀρχομενοῦ καὶ Κορωνείας. Ἔφορος τριακοστῷ. τὸ ἐθνικὸν ἐκ Μεταχοίου, ὡς τὸ ἐξ Οἴου, [Οἶον δὲ δῆμος τῆς Ἀττικῆς] ὡς λέλεκται· ἢ Μεταχοιάτης· καὶ γὰρ Οἶος πολίχνιον, ἧς τὸ ἐθνικὸν Οἰάτης. Ἀνδροτίων δὲ ἐν τῷ ζʹ Μετάχοιρον αὐτῶν φησὶ καὶ ἴσως περιφραστικῶς.

Event Date: -1
§ M449.4  Metelis: Μέτηλις, πόλις Αἰγύπτου πλησίον Ἀλεξανδρείας, ἣ νῦν Βῆχις, λέγεται. τὸ ἐθνικὸν Μετηλίτης νομός.

Event Date: -1
§ M449.6  Medaba: Μήδαβα, πόλις τῶν Ναβαταίων. ὁ πολίτης Μηδαβηνός, ὡς Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ.

Event Date: -1
§ M449.8  Media: Μηδία, χώρα ταῖς Κασπίαις παρακεκλιμένη πύλαις. Ἑκαταῖος Ἀσίᾳ. ἀπὸ Μήδου υἱοῦ Μηδείας. τὸ ἐθνικὸν Μῆδος ὁμοφώνως τῷ πρωτοτύπῳ, καὶ θηλυκὸν Μηδίς, καὶ Μηδικός, καὶ Μήδειοι λέγονται. ὁ Μηδικὸς ὀπός, ἡ Μηδικὴ βοτάνη. Στράβων "φέρει δὲ σίλφιον ἡ χώρα, ἀφ´ ἧς ὁ Μηδικὸς καλούμενος ὀπός, οὐ πολὺ λειπόμενος τοῦ Κυρηναϊκοῦ". καὶ πάλιν "καὶ τὴν βοτάνην τὴν μάλιστα τρέφουσαν τοὺς ἵππους ἣν μηδίκην καλοῦμεν."

Event Date: -1
§ M449.16  Methymna: Μήθυμνα, πόλις ἐν Λέσβῳ τῇ νήσῳ, ἀπὸ Μηθύμνης τῆς Μάκαρος θυγατρὸς καὶ γυναικὸς Λεπετύμνου. ὁ πολίτης Μηθυμναῖος. οὕτως γὰρ ἀναγράφεται Ἐχεκρατίδης περιπατητικός, Ἀριστοτέλους συνήθης, καὶ Μυρσίλος συγγραφεὺς καὶ Ἀρίων καὶ ἄλλοι πολλοὶ Μηθυμναῖοι. καὶ θηλυκὸν Μηθυμναία χώρα καὶ γυνή.

Event Date: -1
§ M450.3  Mekiston: Μήκιστον, πόλις Τριφυλίας. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄλλη τῆς Ἤλιδος. τὸ ἐθνικὸν Μηκίστιος.

Event Date: -1
§ M450.5   Mekyberna: Μηκύβερνα, πόλις Παλλήνης τῆς ἐν Θρᾴκῃ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ. ὁ πολίτης Μηκυβερναῖος· οὕτως γὰρ ἀναγράφεται Ἡγήσιππος ὁ τὰ Παλληνιακὰ συντεταχώς, καὶ Φιλωνίδης καὶ οἱ ἄλλοι.

Event Date: -1
§ M450.9  Melos: Μῆλος, νῆσος μία τῶν Κυκλάδων, ὁμώνυμον ἔχουσα πόλιν. Φοίνικες οὖν οἰκισταὶ πρότερον, ὅθεν καὶ Βυβλίς ἐκλήθη ἀπὸ τῶν Βυβλίων Φοινίκων· ἀλλὰ καὶ Ζεφυρία, ὁ πολίτης "Διαγόρας ὁ Μήλιος καὶ ..... ποιητής", καὶ Σωκράτης κατ´ Ἀριστοφάνην. οἱ δ´ ἐν Θετταλίᾳ Μηλιεῖς. ἔστι καὶ κώμη τῆς Ἀκαρνανίας, ἧς τὸ ἐθνικὸν Μηλιεύς καὶ διὰ τοῦ 'α' δωρικῶς. λέγεται καὶ ἀπὸ τοῦ Μήλιος Μηλιεύς καὶ Μηλιακός καὶ Μηλίς ἡ χώρα.

Event Date: -1
§ M450.17   Melousa: Μήλουσα, νῆσος κατὰ Ἴβηρας. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Μηλουσαῖος.

Event Date: -1
§ M451.1  Meninx: Μῆνιγξ, νῆσος περὶ τὰς Σύρτεις καὶ πόλις. τὸ ἐθνικὸν Μηνίγγιος.

Event Date: -1
§ M451.3  Metropolis: City of Phrygia, founded by the Mother of the Gods, as Alexandros writes in his On Phrygia. There is another with the same name in Phrygia, a third Metropolis in Lydia, a fourth in Thessaly, a fifth in Akarnania. The ethnic is Metropolites. A sixth of the Dorians. A seventh of the Mossynoikoi in Pontos, an eighth in Skythia, a ninth in Euboia, a tenth in upper Thessaly. GR: Μητρόπολις, Φρυγίας, ὑπὸ τῆς μητρὸς τῶν θεῶν οἰκισθεῖσα, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Φρυγίας. ἔστι καὶ ἄλλη Φρυγίας ὁμώνυμος. τρίτη Λυδίας. τετάρτη Θεσσαλίας. πέμπτη Ἀκαρνανίας. τὸ ἐθνικὸν Μητροπολίτης. ἕκτη Δωριέων. ἑβδόμη τῶν ἐν τῷ Πόντῳ Μοσσυνοίκων. ὀγδόη Σκυθίας. ἐνάτη Εὐβοίας. δεκάτη τῆς ἄνω Θετταλίας.

Event Date: -1
§ M451.9   Miakoros: Μιάκωρος, πόλις Χαλκιδική. Θεόπομπος κεʹ Φιλιππικῶν. ὁ πολίτης Μιακώριος.

Event Date: -1
§ M451.11   Midaeion: Μιδάειον, πόλις Φρυγίας. Ἑλλάνικος ἐν δευτέρῳ Δευκαλιωνείας. καὶ Μιδάιον λέγεται. τὸ ἐθνικὸν Μιδαεῖς. ἔστι καὶ Μιδαϊεύς. καὶ Μιδήιον.

Event Date: -1
§ M451.14  Mideia: Μίδεια, πόλις ἐν Ἄργει, ἡ νῦν κώμη, ἡ πρότερον Περσέως πόλις, ἀπὸ Μιδείας τῆς Ἀλωέως θυγατρός. λέγεται καὶ χωρὶς τοῦ 'ι' Μιδέα, ὁ πολίτης Μιδεάτης καὶ θηλυκὸν Μιδεᾶτις καὶ Μιδεαῖος. ἔστι δὲ καὶ ἑτέρα πόλις Βοιωτίας. Ὅμηρος "οἵ τε πολυστάφυλον Ἄρνην ἔχον οἵ τε Μίδειαν". ἔστι καὶ Λυκίας ἄλλη.

Event Date: -1
§ M452.1   Mieza: Μίεζα, πόλις Μακεδονίας, ἣ Στρυμόνιον ἐκαλεῖτο, ἀπὸ Μιέζης θυγατρὸς Βέρητος τοῦ Μακεδόνος, ὡς Θεαγένης ἐν Μακεδονικοῖς. Βέρης γὰρ τρεῖς ἐγέννησε, Μίεζαν Βέροιαν Ὄλγανον· ἀφ´ οὗ ποταμὸς ἐπώνυμος καὶ πόλις Βέροια καὶ τόπος Στρυμόνος. τὸ ἐθνικὸν Μιεζεύς καὶ Μιεζαῖος· οὕτως γὰρ χρηματίζει Νικάνωρ, καθὰ Λούκιος.

Event Date: -1
§ M452.7  Miletos: Μίλητος, πόλις ἐπιφανὴς ἐν Καρίᾳ τῶν Ἰώνων. Ἑκαταῖος Ἀσίᾳ. Δίδυμος δ´ ἐν συμποσιακοῖς φησιν ὅτι πρῶτον Λελεγηίς ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, εἶτα Πιτύουσα ἀπὸ τῶν ἐκεῖ πιτύων καὶ ὅτι ἐκεῖ πρῶτον πίτυς ἔφυ. οἱ γὰρ ..... ἐν τοῖς θεσμοφορίοις πίτυος κλάδον ὑπὸ τὴν στιβάδα ... καὶ ἐπὶ τὰ τῆς Δήμητρος ἱερὰ κλῶνον πίτυος τίθεσθαι .... διὰ τὸ ἀρχαῖον τῆς γενέσεως. μετὰ δὲ ταῦτα ἀπὸ Ἄνακτος τοῦ Γῆς καὶ Οὐρανοῦ ὠνομάσθη Ἀνακτορία, ὁ πολίτης Μιλήσιος. οὕτως καὶ Θαλῆς Ἐξαμύου πατρὸς Μιλήσιος ἐχρημάτιζε καὶ Φωκυλίδης καὶ Τιμόθεος κιθαρῳδός, ὃς ἐποίησε νόμων κιθαρῳδικῶν βίβλους ὀκτωκαίδεκα εἰς ἐπῶν ὀκτακισχιλίων τὸν ἀριθμόν, καὶ προνόμια ἄλλων χίλια. θνήσκει δ´ ἐν Μακεδονίᾳ. ἐπιγέγραπται δ´ αὐτῷ τόδε Πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινόν Τιμόθεον κιθάρας δεξιὸν ἡνίοχον. [ἔστι καὶ Κρητικὴ πόλις Μίλητος λέγεται δὲ καὶ τὴν Καλυψοῦς νῆσον Μίλητον κληθῆναί ποτε.]

Event Date: -1
§ M453.7   Miletoupolis: Μιλητούπολις, πόλις μεταξὺ Κυζίκου καὶ Βιθυνίας περὶ τὸν Ῥύνδακα. ἔστι καὶ ἄλλη ἐν Περσίδι. ὁ πολίτης Μιλητοπολίτης καὶ τὸ θηλυκὸν ἡ Μιλητοπολῖτις. Στράβων δωδεκάτῃ.

Event Date: -1
§ M453.11   Milkoros: Μίλκωρος, Χαλκιδικὴ πόλις ἐν Θρᾴκῃ. ὁ πολίτης Μιλκώριος. Θεόπομπος κεʹ Φιλιππικῶν.

Event Date: -1
§ M453.13   Milyai: Μιλύαι, οἱ πρότερον Σόλυμοι, ὡς Τιμαγένης πρώτῳ βασιλέων. καὶ ἡ χώρα Μιλυάς ὡς Μινυάς. λέγονται καὶ Μίλυες ἀπὸ Μιλύης τῆς γυναικὸς Σολύμου καὶ ἀδελφῆς, ὕστερον δὲ Κράγου γυναικός. τὸ ἐθνικὸν Μιλυεύς καὶ Μιλυίτης.

Event Date: -1
§ M453.17   Milonia: Μιλωνία, πόλις Σαυνιτῶν ἐπιφανεστάτη. Διονύσιος ιζʹ. τὸ ἐθνικὸν Μιλωνιάτης.

Event Date: -1
§ M453.19   Mimakes: Μίμακες, ἔθνος Λιβυκόν. Φίλιστος Σικελικῶν ὀγδόῳ.

Event Date: -1
§ M453.20   Mimnidos: Μιμνιδός, πόλις Λυδῶν. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Μιμνίδιος, ὡς τῆς Λυχνιδός Λυχνίδιος.

Event Date: -1
§ M453.22   Minaioi: Μιναῖοι, ἔθνος ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς θαλάσσης. Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς.

Event Date: -1
§ M454.1   Minya: Μινύα, πόλις Θετταλίας. ἡ πρότερον Ἁλμωνία, ἀπὸ Μινυοῦ κληθεῖσα, ἀφ´ ἧς ἡ Μινύα καὶ Μινύειον καὶ Μινυηίς καὶ Μινυήιος. ἔστι καὶ ἑτέρα Φρυγίας ἐν τοῖς ὁρίοις Λυδίας. τὸ ἐθνικὸν Μινύαι.

Event Date: -1
§ M454.5  Minoa: City in the island of Amorgos, one of the Cyclades. Second a city of Sicily; third in Siphnos one of the Cyclades. It also has a Minoa fountain. Gaza also use to be called Minoa. There is one in Arabia, whose citizens are Minoitai, from Minoos. There is also Minoa in Crete, and another island not far from Megara, and Paros is/has Minoa. The citizens Minoai. GR: Μίνῳα, ἐν Ἀμοργῷ τῇ νήσῳ, μιᾷ τῶν Κυκλάδων. δευτέρα πόλις Σικελίας. τρίτη ἐν Σίφνῳ, μιᾷ τῶν Κυκλάδων. ἔχει δὲ καὶ Μίνῳαν κρήνην. ἐκαλεῖτο καὶ ἡ Γάζα Μίνῳα, ἔστι καὶ Ἀραβίας, ἧς οἱ πολῖται Μινωῖται, ἀπὸ Μίνωος. ἔστι καὶ Κρήτης. ἔστι καὶ ἄλλη νῆσος οὐ πόρρω Μεγάρων. καὶ ἡ Πάρος Μίνῳα, οἱ πολῖται Μινῷαι.

Event Date: -1
§ M454.11   Misgetes: Μίσγητες, ἔθνος Ἰβήρων. Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ M454.12   Misgomenai: Μισγομεναί, πόλις Θετταλίας. Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. τὸ ἐθνικὸν Μισγομένιος ὡς Κλαζομένιος.

Event Date: -1
§ M454.14   Misetos: Μισητός, πόλις Μακεδονίας. Θεαγένης Μακεδονικοῖς. τὸ ἐθνικὸν Μισήτιος ὡς Βηρύτιος.

Event Date: -1
§ M454.16   Miskera: Μίσκερα, πόλις Σικανίας. Θεόπομπος τεσσαρακοστῷ δευτέρῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Μισκερεύς ὡς Μεγαρεύς.

Event Date: -1
§ M454.18   Mispila: Μίσπιλα, πόλις Μήδων. Ξενοφῶν τρίτῳ ἀναβάσεως. τὸ ἐθνικὸν Μισπιλάτης.

Event Date: -1
§ M455.1   Mokarsos: Μόκαρσος, Θρᾴκης χωρίον. Θεόπομπος πρώτῳ τῶν Φιλιππικῶν. τὸ ἐθνικὸν Μοκάρσιος.

Event Date: -1
§ M455.3   Mokata: Μόκατα, πόλις Βιθυνίας, ὡς Δομέτιος Καλλίστρατος ἐν τῷ περὶ Ἡρακλείας τετάρτῳ. τὸ ἐθνικὸν Μοκατηνός.

Event Date: -1
§ M455.5   Mokle: Μόκλη, κώμη Φρυγίας. οἱ οἰκήτορες Μοκληνοί.

Event Date: -1
§ M455.6   Molorchia: Μολορχία, πόλις Νεμέας, ἀπὸ Μολόρχου τοῦ ξενίσαντος Ἡρακλέα ἀπιόντα ἐπὶ τὸν ἀγῶνα. τὸ ἐθνικὸν Μολορχίτης.

Event Date: -1
§ M455.8  Molossia: Μολοσσία, ἡ χώρα τῆς Ἠπείρου. ὁ οἰκήτωρ Μολοσσός. καὶ θηλυκὸν Μολοσσίς καὶ τὰ Μολοσσά οὐδετέρως, καὶ Μολοτοί δι´ ἑνὸς 'τ'. Μολοτός ὁ τόπος. τὸ κτητικὸν Μολοττικός.

Event Date: -1
§ M455.11   Molybdine: Μολυβδίνη, πόλις Μαστιηνῶν. Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ M455.12   Molykria: Μολυκρία, πόλις Αἰτωλίας. Στράβων δεκάτῃ. Θουκυδίδης δευτέρᾳ Μολύκρειον αὐτὴν καλεῖ, Εὐφορίων δὲ Μολυκρίαν αὐτήν φησι. τὸ ἐθνικὸν Μολύκριος καὶ θηλυκῶς καὶ οὐδετέρως. καὶ Μολύκρισσα καὶ Μολυκριάς. λέγεται καὶ Μολυκριεύς. Ἀρκάδιος δὲ Μολυκραίους φησί.

Event Date: -1
§ M455.17   Molyndeia: Μολύνδεια, πόλις Λυκίας, ἀπὸ Μολυνδαίου. Ἀλέξανδρος ἐν τῷ περὶ Λυκίας πρώτῳ. τὸ ἐθνικὸν Μολυνδεύς.

Event Date: -1
§ M456.1   Monabai: Μοναβαί, πόλις Ἰσαυρίας. Καπίτων ἐν Ἰσαυρικοῖς .... τὸ ἐθνικὸν Μοναβάτης.

Event Date: -1
§ M456.3   Monogisa: Μονόγισα, [πόλις Καρίας, ὅθεν] Ἄρτεμις Μονογισηνή. ἵδρυμα Δαιδάλου μετρῶν ... γίσσα γὰρ τῇ Καρῶν φωνῇ λίθος ἑρμηνεύεται. καὶ νῦν τοὺς πλακώδεις καὶ μαλακώδεις λίθους γίσσα λέγουσι.

Event Date: -1
§ M456.7  Monoikos: Μόνοικος, πόλις Λιγυστική. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Μονοίκιος.

Event Date: -1
§ M456.9   Morgention: Μοργέντιον, πόλις Ἰταλίας, ἀπὸ Μοργήτων. λέγεται καὶ Μοργεντία τὸ ἐθνικὸν Μοργεντῖνος καὶ Μοργήτης λέγεται.

Event Date: -1
§ M456.11  Morgyna: Μόργυνα, πόλις Σικελῶν. Φίλιστος δευτέρῳ. τὸ ἐθνικὸν Μοργυναῖος.

Event Date: -1
§ M456.13  Mossynoikoi: Μοσσύνοικοι, ἔθνος, περὶ οὗ Εὔδοξος ἐν πρώτῳ γῆς περιόδου. τὸ κτητικὸν Μοσσυνοικικός.

Event Date: -1
§ M457.1   Mosylon: Μόσυλον, ἀκρωτήριον καὶ ἐμπόριον Αἰθιοπίας. Μαρκιανὸς ἐν πρώτῳ περιόδου.

Event Date: -1
§ M457.3  Moschoi: Μόσχοι, Κόλχων ἔθνος προσεχὲς τοῖς Ματιηνοῖς. Ἑκαταῖος Ἀσίᾳ.

Event Date: -1
§ M457.5   Motiene: Μοτιηνή, χωρίον Ἰβηρίας, ἄποικος Ῥωμαίων. Πολύβιος τρίτῳ. Φλέγων δὲ Μουτίνην αὐτήν φησι. τὸ ἐθνικὸν Μοτιναῖος.

Event Date: -1
§ M457.8   Motye: Μοτύη, πόλις Σικελίας, ἀπὸ Μοτύης γυναικὸς μηνυσάσης Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ φρούριον αὐτήν φησι Σικελίας παραθαλάττιον. τὸ ἐθνικὸν Μοτυαῖος.

Event Date: -1
§ M457.12   Motylai: Μοτύλαι Σικελίας φρούριον παρὰ τὴν Μοτύην. Φίλιστος Σικελικῶν πέμπτῳ. τὸ ἐθνικὸν Μοτυλαῖος.

Event Date: -1
§ M457.14   Moukissos: Μουκισσός, πόλις Καππαδοκίας δευτέρας. Καπίτων Ἰσαυρικῶν ἕκτῳ.

Event Date: -1
§ M457.16   Moumastos: Μούμαστος, ὡς Βούβαστος, πόλις Καρίας. Ἀλέξανδρος δευτέρῳ Καρικῶν. ὁ πολίτης Μουμαστίτης.

Event Date: -1
§ M458.1   Mounychia: Μουνυχία, λιμὴν Ἀττικῆς, ἀπὸ Μονύχου. καὶ ἱερὸν Μουνυχίας Ἀρτέμιδος. ὁ οἰκήτωρ Μουνύχιος καὶ Μουνυχιάς. τὰ τοπικὰ Μουνυχίαθεν καὶ Μουνυχίαζε καὶ Μουνυχίασιν. οὗ τὴν εἰς τόπον σχέσιν Θουκυδίδης ηʹ "τῶν Μουνυχίασι τεταγμένων ἄρχων".

Event Date: -1
§ M458.6  Moursa: Μοῦρσα, πόλις Παιονίας, κτίσμα Ἀδριανοῦ. τὸ ἐθνικὸν Μουρσαῖος, ὡς Παρθένιος Φωκαεύς. λέγεται καὶ Μούρσιον.

Event Date: -1
§ M458.8  Mouseion: Μούσειον, τόπος περὶ τὸν Ὄλυμπον τὸν ἐν Μακεδονίᾳ. Πολύβιος τριακοστῷ ἑβδόμῳ. τὸ τοπικὸν ἀναλόγως Μουσειεύς, ὡς Σιγειεύς.

Event Date: -1
§ M458.11   Mopsion: Μόψιον, πόλις τῆς Πελασγιώτιδος, χώρας Θεσσαλίας. Στράβων ἐνάτῃ "ἄλλος δέ ἐστι Μόψος, ἀφ´ οὗ ἡ Ἀττικὴ Μοψοπία". τὸ ἐθνικὸν Μόψιος.

Event Date: -1
§ M458.14   Mopsopia: Μοψοπία, ἡ Ἀττική, ἀπὸ Μόψοπος. Καλλίμαχος. ἄρρητος ἡ Μόψοψ εὐθεῖα. ὁ πολίτης Μοψόπειος διὰ διφθόγγου καὶ διὰ τοῦ 'ι'. καὶ Μοψοπιεύς. Ἡρακλείδης δ´ ὁ Ποντικὸς ἐν αʹ Λέσχῃ Μοψοπίτης φησί, καὶ ἔδει Μοψοπιώτης. ἴσως δὲ καθ´ ὕφεσιν τοῦ 'ω'. τὸ θηλυκὸν Μοψοπίς.

Event Date: -1
§ M459.1   Mopsou hestia: Μόψου ἑστία, [πόλις] Κιλικίας ἐπὶ τῷ Πυράμῳ ποταμῷ, ἀπὸ Μόψου τοῦ μάντεως. ὁ πολίτης Μοψεάτης, κατὰ παραγωγὴν μιᾶς τῶν λέξεων. ἀφ´ οὗ ὁ γραμματικὸς Ἡρακλείδης ὁ Μοψεάτης.

Event Date: -1
§ M459.5  Mygdonia: Μυγδονία, μοῖρα Μακεδονίας. καὶ ἑτέρα Φρυγίας τῆς μεγάλης. ἀπὸ Μυγδόνος. τινὲς δὲ Μαιδοὺς αὐτούς φασι. τὸ κτητικὸν Μυγδονικός καὶ θηλυκῶς καὶ οὐδετέρως. λέγεται καὶ Μυγδόνιος καὶ Μυγδονία. ἐλέγετο καὶ Μυχθονία.

Event Date: -1
§ M459.9   Mygissos: Μυγισσός, πόλις Καρίας. Ἑκαταῖος τετάρτῃ γενεαλογιῶν. τὸ ἐθνικὸν Μυγίσσιος καὶ Μυγισσία Ἀθηνᾶ καὶ Μυγισσίς.

Event Date: -1
§ M459.11   Myes: Μύης, Μύητος, ὡς Φάγρης Φάγρητος, πόλις Ἰωνική. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Μυήσιος ὡς Φαγρήσιος.

Event Date: -1
§ M459.13   Mykale: Μυκάλη, πόλις Καρίας. Ἡρόδοτος πρώτῃ. τὸ ἐθνικὸν Μυκαλήσιος ὡς Ἰθακήσιος. Τρύφων δὲ Μυκαλεύς φησιν ἐν παρωνύμοις. λέγεται καὶ θηλυκῶς Μυκαλησίς, ὡς Σώστρατος ὁ Φαναγορείτης. Δίδυμος δ´ ὄρος τὴν Μυκάλην φησίν. ἐκλήθη δὲ ἐπεὶ αἱ λοιπαὶ Γοργόνες ἐπὶ τόκῳ μυκώμεναι τὴν κεφαλὴν Μεδούσης ἀνεκαλοῦντο. οἱ δὲ Μυχάλην αὐτήν φασιν, ἐπεὶ ἐν μυχῷ κεῖται τῆς Καρικῆς ἁλός. ἔστιν οὖν ἡ Μυκάλη καὶ πόλις καὶ ὄρος.

Event Date: -1
§ M460.3  Mykalessos: An inland polis of Boiotia, as Thucydides in his 7th book. So called because a cow mooed there leading Kadmos and his army to Thebes. There is another in Karia, as Ephoros in this 3rd. The ethnic is Mykalessios and Mykalessia. There is a Mt. Mykalessos opposite Samos. And Mykalessis in the feminine. GR: Μυκαλησσός, πόλις μεσογεία Βοιωτίας. Θουκυδίδης ἑβδόμῃ. ἐκλήθη δὲ ὅτι ἡ βοῦς ἐνταῦθα ἐμυκήσατο ἡ τὸν Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἀγαγοῦσα εἰς Θήβας. ἔστι καὶ ἄλλη Καρίας, ὡς Ἔφορος τρίτῳ. τὸ ἐθνικὸν Μυκαλήσσιος καὶ Μυκαλησσία. ἔστι καὶ ὄρος Μυκαλησσός ἐναντίον Σάμου. καὶ Μυκαλησσίς τὸ θηλυκόν.

Event Date: -1
§ M460.9   Mykenai: Μυκῆναι, πόλις Πελοποννήσου. Ὅμηρος "οἳ δὲ Μυκήνας εἶχον". ἀπὸ Μυκηνέως τοῦ Σπάρτωνος τοῦ Φορωνέως ἀδελφοῦ· ἢ ἀπὸ μύκητος τοῦ ξίφους ὃ ἐφόρει Περσεύς, οὗ πεσόντος κατὰ κέλευσιν Ἑρμοῦ τὴν πόλιν ἔκτισεν· ἢ ἀπὸ τοῦ μυκήσασθαι τὴν Ἰὼ βοῦν ἐκεῖ γενομένην. ὁ πολίτης Μυκηναῖος καὶ θηλυκὸν Μυκηνίς. καὶ Μυκηνεύς.

Event Date: -1
§ M460.15   Mykoi: Μύκοι, ἔθνος [Περσίδος], περὶ οὗ Ἑκαταῖος ἐν Ἀσίᾳ "ἐκ Μύκων ἐς Ἀράξην ποταμόν".

Event Date: -1
§ M460.17   Mykonos: Μύκονος, μία τῶν Κυκλάδων, ἀπὸ Μυκόνου τοῦ Ἀνίου τοῦ Καρυστοῦ καὶ Ῥοιοῦς τῆς Ζάρηκος. Θουκυδίδης τρίτῃ. καὶ Στράβων δεκάτῃ "Μύκονος δ´ ἐστίν, ὑφ´ ᾗ μυθεύουσι κεῖσθαι τῶν Γιγάντων τοὺς ὑγιεινοτάτους ὑφ´ Ἡρακλέους καταλυθέντας, ἀφ´ ὧν ἡ παροιμία ‚πάντα ὑπὸ μίαν Μύκονον‛ ἐπὶ τῶν ὑπὸ μίαν γραφὴν ἀγόντων τὰ διῃρημένα τῇ φύσει. καὶ τοὺς φαλακροὺς δέ τινες Μυκονίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ". ὁ νησιώτης Μυκόνιος.

Event Date: -1
§ M461.6  Mylai: City of Sicily, Hecataeus, Europe, the citizen Mylaites, as Thebaites from Thebes, Athens Athenaitis... There is also a Mylai in Thessaly, ethnic Mylaios. GR: Μυλαί, πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. ὁ πολίτης Μυλαΐτης, ὡς τῶν Θηβῶν Θηβαΐτης, Ἀθῆναι Ἀθηναΐτης. εἰσὶ γὰρ οἳ οὕτω λέγονται. καὶ τὸ θηλυκὸν Μυλαῗτις. εἰσὶ δὲ Μυλαί καὶ Θετταλίας, ἧς τὸ ἐθνικὸν Μυλαῖος.

Event Date: -1
§ M461.10   Mylakes: Μύλακες, ἔθνος Ἠπειρωτικόν. Λυκόφρων "Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὄρος".

Event Date: -1
§ M461.12   Mylantia: Μυλαντία, ἄκρα ἐν Καμίρῳ τῆς Ῥόδου. Μυλάντειοι θεοί. ἀπὸ Μύλαντος ἀμφότερα, τοῦ καὶ πρώτου εὑρόντος ἐν τῷ βίῳ τὴν τοῦ μύλου χρῆσιν.

Event Date: -1
§ M461.15  Mylasa: Μύλασα, πόλις Καρίας, ἀπὸ Μυλάσου τοῦ Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου. λέγεται καὶ Μύλασος, ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. τὸ ἐθνικὸν Μυλασεύς. οὕτως γὰρ ἀναγράφουσι πολλοί, ὡς Μένανδρος Καταψευδομένῳ.

Event Date: -1
§ M461.2   Mylioi: Μύλιοι, ἔθνος Φρυγίας. Ἑκαταῖος Ἀσίᾳ.

Event Date: -1
§ M462.1   Mylon: Μύλων, πόλις Αἰγύπτου. Ἑκαταῖος. ὁ πολίτης Μυλοπολίτης.

Event Date: -1
§ M462.3   Myndos: Μύνδος, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ πόλις Καρίας ἄλλη Παλαιάμυνδος, ἧς τὸ ἐθνικὸν Μύνδιος καὶ Μυνδία. Ἀπολλώνιος καὶ Ζήνων Μύνδιοι γραμματικοί.

Event Date: -1
§ M462.6   Myndones: Μύνδωνες, ἔθνος Λιβύης. Ἔφορος εἰκοστῷ ὀγδόῳ "Μύνδωνες οἵπερ εὐγνωμότατοι δοκοῦσιν εἶναι πλουσιώτατοι τὸν βίον".

Event Date: -1
§ M462.9  Myonia: Μυονία, πόλις Φωκίδος. Παυσανίας ιʹ. οἱ πολῖται Μύονες. Θουκυδίδης Μυονέας αὐτούς φησι.

Event Date: -1
§ M462.11   Myonnesos: Μυόννησος, πόλις μεταξὺ Τέω καὶ Λεβέδου. Ἑκαταῖος Ἀσίᾳ. Ἀρτεμίδωρος δὲ χωρίον αὐτήν φησι. ὁ νησιώτης Μυοννήσιος.

Event Date: -1
§ M462.14   Myous: Μυοῦς, πόλις Ἰωνίας, ὡς Φίλων καὶ Ἀπολλόδωρος ἐν αʹ χρονικῶν. Στράβων ιβʹ "τὸ περὶ Μαγνησίαν καὶ Μυοῦντα". τὸ ἐθνικὸν Μυούσιος.

Event Date: -1
§ M462.17   Myra: Μύρα, πόλις Λυκίας, ἀπὸ μύρων ἢ ἀπὸ Μύρωνος ἢ ἀπὸ Μύρου ποταμοῦ παραρρέοντος. ἄμεινον δὲ τὸ πρῶτον. λέγεται καὶ θηλυκῶς καὶ οὐδετέρως. τὸ ἐθνικὸν Μυρεύς.

Event Date: -1
§ M463.1   Myrgetai: Μυργέται, ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. ἔν τισι δὲ τῶν Ἡρωδιανοῦ γράφεται διὰ 'γ' [Γυργ]ετῶν κακῶς.

Event Date: -1
§ M463.3   Myrike: Μυρίκη, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς.

Event Date: -1
§ M463.5   Myriandros: Μυρίανδρος, πόλις Συρίας πρὸς τῇ Φοινίκῃ. Ξενοφῶν ἐν πρώτῳ ἀναβάσεως. τὸ κτητικὸν Μυριανδρικὸς κόλπος.

Event Date: -1
§ M463.7   Myrikous: Μυρικοῦς, πόλις καταντικρὺ Τενέδου καὶ Λέσβου τῆς Τροίας. Ἑκαταῖος "ἐς Μυρικόεντα τῆς Τρωικῆς". οἱ πολῖται Μυρικούσιοι.

Event Date: -1
§ M463.10  Myrina: Μύρινα, πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ τῆς Αἰολίδος ἄλλη. ἀπὸ Μυρίνης ἀμφότεραι ἢ ἀπὸ Μυρίνου. τὸ ἐθνικὸν Μυριναῖος, Μυριναία δὲ ἐπὶ τῆς χώρας, καὶ οὐδετέρως Μυριναῖον.

Event Date: -1
§ M463.14   Myrkinos: Μύρκινος, τόπος καὶ πόλις κτισθεῖσα παρὰ τῷ Στρυμόνι ποταμῷ. τὸ ἐθνικὸν Μυρκίνιος καὶ Μυρκινία. Παρθένιος δὲ Μυρκιννίαν αὐτήν φησι.

Event Date: -1
§ M463.17   Myrleia: Μύρλεια, πόλις Βιθυνίας, ἡ νῦν λεγομένη Ἀπάμεια, ἀπὸ Μύρλου τοῦ Κολοφωνίων ἡγεμόνος. Νικομήδης δὲ ὁ Ἐπιφανής, Προυσίου δὲ υἱός, ἀπὸ τῆς μητρὸς Ἀπάμας Ἀπάμειαν ὠνόμασεν· οἱ δὲ ἀπὸ Μυρλείας Ἀμαζόνος. ὁ πολίτης Μυρλεανός, ὡς Ἀσκληπιάδης Μυρλεανὸς ἀναγράφεται. Στράβων δὲ Μυρλεᾶτιν καλεῖ τὴν χώραν, ἴσως ἀπὸ τοῦ Μυρλεάτης. ἔστι καὶ Μυρλεανὸς κόλπος.

Event Date: -1
§ M464.1   Myrmekion: Μυρμήκιον, πολίχνιον τῆς Ταυρικῆς. Στράβων ἑνδεκάτῃ. Ἡρωδιανὸς διὰ διφθόγγου γράφει καὶ προπερισπᾷ. τὸ ἐθνικόν, ἐὰν μὲν διὰ διφθόγγου, Μυρμηκειεύς, εἰ δὲ διὰ τοῦ 'ι' γράφεται, Μυρμήκιος. Ἀρτεμίδωρος δὲ Μυρμηκίαν αὐτήν φησι.

Event Date: -1
§ M464.6  Myrmidonia: Μυρμιδονία, χώρα τῶν Μυρμιδόνων· οὕτως γὰρ ἡ Αἴγινα ἐκλήθη.

Event Date: -1
§ M464.8   Myrmissos: Μυρμισσός, πόλις περὶ Λάμψακον, ὡς Πολέμων. τὸ ἐθνικὸν Μυρμίσσιος.

Event Date: -1
§ M464.10   Myrrinous: Μυρρινοῦς, δῆμος τῆς Πανδιονίδος φυλῆς. ὁ δημότης Μυρρινούσιος. τὰ τοπικὰ Μυρρινουντόθεν Μυρρινοῦντάδε Μυρρινοῦντι. Διονύσιος δὲ ὁ Τρύφωνος Μυρρινοῦττα φησίν. ὁ δημότης ἐκ Μυρρινούττης, διὰ δύο 'ττ'.

Event Date: -1
§ M464.14   Myrsinos: Μύρσινος, πόλις Ἤλιδος. "καὶ Μύρσινος ἐσχατόωσα". ὕστερον δὲ Μυρτούντιον ἐκλήθη. τὸ ἐθνικὸν εὕρηται Μυρτούσιος.

Event Date: -1
§ M464.17   Myrtousa: Μύρτουσα, ὄρος Λιβύης. ὁ οἰκήτωρ Μυρτουσαῖος καὶ Μυρτούσιος.

Event Date: -1
§ M464.19   Myronos: Μύρωνος, νῆσος τοῦ Ἀραβικοῦ κόλπου. τὸ ἐθνικὸν Μυρωνονησίτης ἢ Μυρωνονησαῖος.

Event Date: -1
§ M464.21  Mysia: Μυσία, χώρα καὶ πόλις. Λυδοὶ δὲ τὴν ὀξύην μυσόν φασι. λέγονται καὶ Μυσοί καὶ Μύσιοι καὶ Μυσάδιος αἰολικῶς.

Event Date: -1
§ M465.3   Mystia: Μυστία, πόλις Σαυνιτῶν. Φίλιστος ἑνδεκάτῳ. οἱ οἰκήτορες Μυστιανοί, ὡς τῆς Ὠστίας Ὠστιανοί.

Event Date: -1
§ M465.5   Mytilene: Μυτιλήνη, πόλις ἐν Λέσβῳ μεγίστη. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Μυτιλήνης τῆς Μάκαρος ἢ Πέλοπος θυγατρός. οἱ δὲ ὅτι Μυτίλης ἦν ὁ οἰκιστής. οἱ δὲ ἀπὸ Μύτωνος τοῦ Ποσειδῶνος καὶ Μυτιλήνης. ὅθεν Μυτωνίδα καλεῖ τὴν Λέσβον Καλλίμαχος ἐν τῷ τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. λέγονται καὶ Μύτωνες καὶ Μυτωναῖοι καὶ Μυτιληναῖος.

Event Date: -1
§ M465.12   Mytiseratos: Μυτισέρατος, φρούριον Σικελίας. Φίλιστος δεκάτῃ. τὸ ἐθνικὸν Μυτισερατῖνος, ὡς αὐτός.

Event Date: -1
§ M465.14   Mytistratos: Μυτίστρατος, πολίχνιον περὶ Καρχηδόνα. Πολύβιος πρώτῳ. τὸ ἐθνικὸν Μυτιστράτιος, ὡς Στράτος Στράτιος, ἡ Ἀκαρνανικὴ πόλις.

Event Date: -1
§ M465.17   Myon: Μύων, πόλις Λοκρῶν ἐν τῇ ἠπείρῳ. οἱ πολῖται Μύονες. λέγονται καὶ Μυονεῖς, ὡς Θουκυδίδης τρίτῃ.

Event Date: -1
§ M466.1   Moba: Μῶβα, μοῖρα τῆς Ἀραβίας. Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. οἱ οἰκοῦντες Μωβηνοί, καὶ θηλυκῶς Μωβηνή. ἔοικε δ´ ἐνδεῖν τὸ 'α'. ἦν γὰρ Μώαβα, καὶ τὸ ἐθνικὸν Μωαβίτης, τὸ θηλυκὸν Μωαβῖτις.

Event Date: -1
§ M466.5   Motho: Μωθώ, κώμη Ἀραβίας, ἐν ᾗ ἔθανεν Ἀντίγονος ὁ Μακεδὼν ὑπὸ Ῥαβίλου τοῦ βασιλέως τῶν Ἀραβίων, ὡς Οὐράνιος ἐν πέμπτῳ. ὅ ἐστι τῇ Ἀράβων φωνῇ τόπος θανάτου. οἱ κωμῆται Μωθηνοί κατὰ τὸν ἐγχώριον τύπον.

Event Date: -1
§ M466.9   Molys: Μῶλυς, Λίβυσσα πόλις. Ἑκαταῖος περιηγήσει Λιβύης. τὸ ἐθνικὸν Μωλύτης τῷ τύπῳ τῶν Λιβυσσῶν πόλεων καὶ Μωλυάτης.

Event Date: -1
§ M466.12  Momemphis: Μώμεμφις, πόλις Αἰγύπτου. Ἡρόδοτος δευτέρᾳ. κλίνεται Μωμέμφεως, ὡς Ἀρίσταρχος. καὶ Μωμεμφίτης νομός.

Event Date: -1
§ M466.14   Monychia: Μωνυχία, λιμὴν τῆς Ἀττικῆς, οὗ τὴν εἰς τόπον σχέσιν φησὶ Θουκυδίδης ηʹ "τῶν Μωνυχίασι τεταγμένων ἄρχων".

Event Date: -1
§ M466.16   Morieis: Μωριεῖς, ἔθνος Ἰνδικόν, ἐν ξυλίνοις οἰκοῦντες οἴκοις, ὡς Εὐφορίων.

Event Date: -1
§ N466.18   Naarda: Νάαρδα, πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, ὡς Ἀρριανὸς Παρθικῶν ἑνδεκάτῳ. τὸ ἐθνικὸν Νααρδηνός τῷ ἐγχωρίῳ τύπῳ.

Event Date: -1
§ N466.20   Nabataioi: Ναβαταῖοι, ἔθνος τῶν εὐδαιμόνων Ἀράβων, ἀπὸ Ναβάτου τινός. Ναβάτης δέ ἐστιν ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. ἀπὸ οὖν τοῦ Ναβάτης Ναβαταῖος καὶ Ναβατηνή ἡ χώρα καὶ Ναβατηνός ὄνομα κύριον.

Event Date: -1
§ N466.24  Nagidos: Νάγιδος, πόλις μεταξὺ Κιλικίας καὶ Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ "μετὰ δὲ Νάγιδος πόλις, ἀπὸ τοῦ Νάγιδος κυβερνήτου, καὶ νῆσος Ναγιδοῦσσα". Νάγιδος δ´ ἐκλήθη διὰ τὸ Νάγιν αὐτὴν κτίσαι. ὁ πολίτης Ναγιδεύς.

Event Date: -1
§ N467.3  Naissos: Ναϊσσός, πόλις Θρᾴκης, κτίσμα καὶ πατρὶς Κωνσταντίνου τοῦ βασιλέως. τὸ ἐθνικὸν Ναϊσσιτανός. καὶ ἔοικεν ἀπὸ τοῦ Ναϊσσός Ναϊσσίτης καὶ κατὰ παραγωγὴν ἐπιχωρίως Ναϊσσιτανός.

Event Date: -1
§ N467.7   Nakrasos: Νάκρασος, πόλις καὶ δῆμος Καρίας. Ἀπολλώνιος δεκάτῳ Καρικῶν. ὁ δημότης καὶ ὁ πολίτης Νακρασεύς.

Event Date: -1
§ N467.9   Nakoleia: Νακόλεια, πόλις Φρυγίας. Στράβων δωδεκάτῃ. καί ἐστιν οὐδέτερον. ἀπὸ Νακόλης νύμφης. καὶ ὥσπερ ἀπὸ τοῦ νύμφης νύμφαιον καὶ Ἥρας Ἥραιον, οὕτω Νακόλης Νακόλαιον. τὸ ἐθνικὸν Νακολαιεύς. εἰ δ´ ἔστι Νακόλεια διὰ διφθόγγου, παρὰ τὸν Νάκολον τὸν Δασκύλου παῖδα, τὸ ἐθνικὸν ἔσται Νακολεύς, ὡς τὸ Σέλευκος Σελευκεύς.

Event Date: -1
§ N468.3  Nakone: Νακόνη, ὡς Ἀλκόνη, πόλις Σικελίας. τὸ ἐθνικὸν Νακοναῖος. Φίλιστος ἕκτῳ Σικελικῶν.

Event Date: -1
§ N468.5  Naxia: Ναξία, πόλις Καρίας. Ἀλέξανδρος ἐν πρώτῳ περὶ Καρίας. τὸ ἐθνικὸν Ναξιεύς τῷ τύπῳ τῆς χώρας, καὶ Ναξιάτης.

Event Date: -1
§ N468.7  Naxos: Famous island of the Cyclades, from Naxos the ruler of the Carians. Others say from Naxos the son of Endymion. Euphorion says from the Naxai (solid things?) some are said to sacrifice. Asklepiades recounts that the women of Naxos give birth after eight months, either because Hera gave this to the Naxian women as a gift because of her friendship with Dionysos, or because Dionysos himself was born this way. And that there is a fountain from which very sweet wine flows. And there is a city [Naxos] in Sicily and other places called Naxos. The ethnic is Naxians, from which the Naxian stone or Cretan whetstone (emery). It is also call Naxia in the feminine from Naxios. The critical whetstone ('Cretan' written with iota) means distinguishing and making evident.
GR: Νάξος, νῆσος τῶν Κυκλάδων, ἡ διάσημος, ἀπὸ τοῦ Νάξου Καρῶν ἡγεμόνος. ἄλλοι δὲ ἀπὸ Νάξου τοῦ Ἐνδυμίωνος. Εὐφορίων δὲ παρὰ τὸ νάξαι, ὅ φασι θῦσαί τινες. Ἀσκληπιάδης ἱστορεῖ τὰς Ναξίων γυναῖκας μόνας ὀκτάμηνα τίκτειν, ἢ διὰ τὸ τὴν Ἥραν φίλην γενομένην τῷ Διονύσῳ ταῖς Ναξίαις τοῦτο δῶρον παρασχεῖν, ἢ ὅτι καὶ αὐτὸς ὁ Διόνυσος οὕτως ἐτέχθη. καὶ ὅτι ἐστὶν ἐκεῖ κρήνη, ἐξ ἧς οἶνος ῥεῖ μάλα ἡδύς. ἔστι καὶ πόλις Σικελίας. καὶ ἄλλοι τόποι Νάξοι, τὰ ἐθνικὰ Νάξιοι, ἀφ´ οὗ καὶ Ναξία λίθος ἡ Κρητικὴ ἀκόνη. λέγεται καὶ θηλυκὸν Ναξιάς ἀπὸ τοῦ Νάξιος. τὸ δὲ κριτικὴ ἀκόνη, ἐὰν διὰ τοῦ 'ι' γράφηται, ἡ διακρίνουσα καὶ φανεροῦσα σημαίνει.

Event Date: -1
§ N469.1  Napatai: Ναπάται, πόλις Λιβύης πρὸς τῇ Αἰθιοπίᾳ. τὸ ἐθνικὸν ἔδει Ναπατίτης. ἔστι δὲ Ναπαταῖος, ὡς Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν.

Event Date: -1
§ N469.4   Nape: Νάπη, πόλις Λέσβου. Ἑλλάνικος ἐν δευτέρῳ Λεσβιακῶν. ὁ πολίτης Ναπαῖος, καὶ Ἀπόλλων Ναπαῖος. εἰσὶ καὶ Ναπαῖοι ἠπείρου. ἔστι καὶ μέρος ὄρους νάπη καὶ ναπαῖος τὸ ἐκ τούτου.

Event Date: -1
§ N469.8   Napis: Νάπις, κώμη Σκυθίας. ὁ οἰκήτωρ Ναπάτης ἢ Ναπίτης ἡ κώμη. καὶ Ναπῖται ἐθνικόν.

Event Date: -1
§ N469.10   Narbon: Νάρβων, ἐμπόριον καὶ πόλις Κελτική. Στράβων τετάρτῃ. Μαρκιανὸς δὲ Ναρβωνησίαν αὐτήν φησι. τὸ ἐθνικὸν Ναρβωνίτης ὡς Ἀσκαλωνίτης. ἔστι καὶ λίμνη Ναρβωνῖτις, ὡς Ἀσκαλωνῖτις. καὶ ποταμὸς Ἄταξ. Ἑκαταῖος καὶ Ναρβαίους αὐτούς φησι.

Event Date: -1
§ N469.15   Narbis: Ναρβίς, Ἰλλυρίας πόλις.

Event Date: -1
§ N469.16   Narthekis: Ναρθηκίς, νησίδιον ἐγγὺς Σάμου ἐν δεξιᾷ τοῖς προσπλέουσι πρὸς τὴν πόλιν. τὸ ἐθνικὸν Ναρθηκή....

Event Date: -1
§ N469.18   Narmalis: Νάρμαλις, πόλις Πισιδίας, ὡς Κάβαλις. οἱ πολῖται Ναρμαλεῖς ὡς Καβαλεῖς, ὡς Ἔφορός φησι.

Event Date: -1
§ N470.1  Narnia: Ναρνία, πόλις Σαυνιτῶν, ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Νάρνου, ὡς Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Ναρνιάτης ὡς Καυλωνιάτης.

Event Date: -1
§ N470.4   Naryx: Νᾶρυξ, πόλις Λοκρίδος, θηλυκῶς λεγομένη. τινὲς δὲ Ναρύκιον, τὴν πόλιν φασίν. ἐξ ἧς Αἴας. ὁ πολίτης Ναρύκιος καὶ Ναρυκία. καὶ Ναρύκιον δὲ οὐδετέρως. λέγεται καὶ Ναρύκη, καὶ Ναρυκαῖος θηλυκῶς καὶ οὐδετέρως.

Event Date: -1
§ N470.8  Nasamones: Νασαμῶνες, ἔθνος ἐν Λιβύῃ, ὡς Καλλίμαχος, καὶ Νασαμωνίς, ἀπὸ Νασάμωνός τινος.

Event Date: -1
§ N470.10  Nastos: Νάστος, πόλις Θρᾴκης. γράφεται καὶ Νέστος, Ἀπολλόδωρος δευτέρᾳ περὶ γῆς.

Event Date: -1
§ N470.12   Naukratis: Ναύκρατις, πόλις Αἰγύπτου, ἀπὸ Μιλησίων τότε θαλασσοκρατούντων. καὶ Στράβων ἑπτακαιδεκάτῃ. ὁ πολίτης Ναυκρατίτης καὶ θηλυκῶς, καὶ Ναυκρατιώτης ὡς Πηλουσιώτης, ἴσως ἀπὸ τοῦ Ναυκράτιον ἢ Ναυκρατία, ὡς Ἰταλία Ἰταλιώτης.

Event Date: -1
§ N470.16   Naupaktos: Ναύπακτος, πόλις Αἰτωλίας, ἀπὸ ναυπηγίας τῶν Ἡρακλειδῶν, ὡς Ἔφορος καὶ Στράβων. ὁ πολίτης Ναυπάκτιος καὶ Ναυπακτία.

Event Date: -1
§ N470.19   Nauplia: Ναυπλία, πόλις Ἄργους. Στράβων ὀγδόῃ "ἀπὸ τοῦ ταῖς ναυσὶ προσπλεῖσθαι". οἱ οἰκοῦντες Ναυπλιεῖς, ὡς Στράβων, καὶ Ναυπλία.

Event Date: -1
§ N470.22  Neai: Νέαι, νῆσος πλησίον Λήμνου, ἐν ᾗ Φιλοκτήτης κατά τινας ἐδήχθη ὑπὸ ὕδρου. ἐκλήθη δὲ ἀπὸ τοῦ προσνήξασθαι Ἡρακλέα. τὸ ἐθνικὸν Νεαῖος. ἔστι καὶ Νέα κώμη φρούριον Μυσίας. τὸ ἐθνικὸν τὸ αὐτό.

Event Date: -1
§ N471.3   Neandreia: Νεάνδρεια, πόλις Τρῳάδος ἐν Ἑλλησπόντῳ, ὡς Χάραξ. ἔν τισι δὲ Λέανδρος γράφεται διὰ τοῦ 'λ' κακῶς. λέγεται καὶ Νεάνδρειον οὐδετέρως, ὡς Θεόπομπος. ὁ πολίτης Νεανδρεύς, ὡς Στράβων.

Event Date: -1
§ N471.7   Neapolis: Νεάπολις, πόλις Ἰταλίας διάσημος, ἐν ᾗ Παρθενόπη ᾕρηται μία τῶν Σειρήνων. ὁ πολίτης Νεαπολίτης. ἔστι καὶ ἄλλη Λιβύης καὶ ἄλλαι.

Event Date: -1
§ N471.10   Negla: Νέγλα, πολίχνιον Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Νέγλιος, ἢ Νεγλίτης τῷ ἔθει τῆς χώρας.

Event Date: -1
§ N471.13  Nede: Νέδη, πόλις Ἀρκαδίας, ἀπὸ νύμφης Νέδης. Εὐφορίων δὲ Νεδέην [καὶ] αὐτήν φησι. τὸ κτητικὸν Νεδεήσιος.

Event Date: -1
§ N471.15   Nedon: Νέδων, ποταμὸς καὶ τόπος τῆς Λακωνικῆς. τὸ τοπικὸν Νεδούσιος καὶ Νεδουσία ἡ Ἀθηνᾶ. κλίνεται δὲ Νέδοντος.

Event Date: -1
§ N471.17   Neilos: Νεῖλος, πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει αὐτῆς "καὶ ἱρὸν Νείλου τοῦ ποταμοῦ". τὸ ἐθνικὸν τῆς πόλεως Νειλοπολίτης. εἰ δὲ ἡ πόλις μόνη κέκληται, ὀφείλει ἕπεσθαι τῷ κτητικῷ τοῦ ποταμοῦ Νειλαῖος, ὡς Ἀπολλώνιός φησιν. "ὅσα γὰρ τῶν κτητικῶν ἀρ.. τοῦ 'ι' ἢ τὴν γενικὴν ποιεῖ τοῦ πρωτοτύπου ἢ τὴν εὐθεῖαν, ταῦτα μόνον διὰ τοῦ 'ι' ἐκφέρεται, Ποσειδώνιος Ἑλικώνιος Ῥόδιος Σάκιος. τὰ δὲ φύσει διὰ διφθόγγου παραληγόμενα οὐδέποτε τὸ προκείμενον σχῆμα ἀποτελεῖ. οὐδὲ γὰρ τὸ κηπαῖος ἢ Νειλαῖος ἐθνικὸν αὐτὸ ὁμολόγως παραλαμβάνει".

Event Date: -1
§ N472.4  Nemausos: Νέμαυσος, πόλις Γαλλίας, ἀπὸ Νεμαύσου Ἡρακλείδου, ὡς Παρθένιος. τὸ ἐθνικὸν Νεμαύσιος, ἢ Νεμαυσῖνος διὰ τὴν χώραν.

Event Date: -1
§ N472.7  Nemea: Νεμέα, χώρα τῆς Ἀργολίδος. ἐν ταύτῃ Δρύοπες ᾤκουν ... τὸ ἐθνικὸν Νέμεος καὶ Νεμεαῖος. Στράβων ὀγδόῃ. καὶ Νεμέα λέγεται, καὶ Νεμεήτης ὁ Ζεύς, καὶ Νεμεῆται. οἱ πολῖται τῆς Λοκρίδος πόλεως Νέμειοι. καὶ Νεμέηθεν ἐπίρρημα.

Event Date: -1
§ N472.11   Neokaisareia: Νεοκαισάρεια, Ποντικὴ πόλις. τὸ ἐθνικὸν Νεοκαισαρεύς, ὡς Φλέγων ιεʹ Ὀλυμπιάδων. οἱ αὐτοὶ καὶ Ἀδριανοπολῖται. ἔστι καὶ Βιθυνίας.

Event Date: -1
§ N472.14   Neon teichos: Νέον τεῖχος, [πόλις] τῆς Αἰολίδος, ὡς Χωλὸν τεῖχος. τὸ ἐθνικὸν Νεοτειχίτης ὡς Χωλοτειχίτης. [καὶ Νεοτειχεύς,] ὡς Ἡρόδοτος ἐν Ὁμήρου βίῳ.

Event Date: -1
§ N472.17   Nepetos: Νέπετος, πόλις Ἰταλίας. Διονύσιος τρισκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Νεπεσῖνος. ἡ τροπὴ δὲ τοῦ 'τ' εἰς 'σ' ἰδιάζουσα καὶ σεσημείωται.

Event Date: -1
§ N472.20  Nesson: Νέσσων, πόλις Θεσσαλίας. Διονύσιος τρίτῳ Γιγαντιάδος. τὸ ἐθνικὸν Νεσσωνίτης τῷ κοινῷ τύπῳ.

Event Date: -1
§ N472.22   Nestos: Νέστος, πόλις καὶ ποταμὸς Ἰλλυρίας. τὸ ἐθνικὸν Νέστιος, ὡς Ἀρτεμίδωρος δευτέρῳ γεωγραφουμένων, καὶ Νεστίς ἡ χώρα.

Event Date: -1
§ N473.3  Neuroi: Νευροί, ἔθνος τῆς Σαρματίας. Διονύσιος ἐν περιηγήσει. καὶ Νευρίς ἡ χώρα. λέγονται καὶ Νευρῖται.

Event Date: -1
§ N473.5   Nephelokokkygia: Νεφελοκοκκυγία, πόλις κωμικῶς ἐπινοηθεῖσα παρὰ Ἀριστοφάνει, καὶ ἑνικῶς καὶ πληθυντικῶς λεγομένη. τὸ ἐθνικὸν Νεφελοκοκκυγιεύς.

Event Date: -1
§ N473.8   Nephthalitai: Νεφθαλῖται, ἔθνος κρατῆσαν τῆς ἕω, ὡς Ἰώσηπος. καὶ θηλυκῶς Νεφθαλῖτις.

Event Date: -1
§ N473.10  Neon: Νεών, πόλις Φωκίδος. Ἡρόδοτος ὀγδόῃ. τὸ ἐθνικὸν Νεώνιος ὡς Ἐλεών Ἐλεώνιος, καὶ Νεωνία καὶ Νεωναῖος.

Event Date: -1
§ N473.12   Neion: Νήιον, ὄρος Ἰθάκης, ἀφ´ οὗ κατὰ Κράτητα αἱ νηιάδες. οἱ δὲ τὰς διατριβούσας περὶ τὰ νάματα. τὸ δὲ Ὑπονήιον σύνθετον ὡς τὸ Ἐπικνημίδιοι. αἱ δὲ νηιάδες ἀπὸ τοῦ νήιος ἢ ἀπὸ τοῦ νηιεύς.

Event Date: -1
§ N473.16   Nekouia: Νηκούια, πόλις Ὀμβρίκων. Διονύσιος ἑπτακαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Νηκουιάτης.

Event Date: -1
§ N473.18   Nerabos: Νήραβος, πόλις Συρίας. Νικόλαος τετάρτῳ. τὸ ἐθνικὸν Νηράβιος, ὡς τοῦ Τόρρηβος Τορρήβιος.

Event Date: -1
§ N473.2   Nerikos: Νήρικος, πόλις Ἀκαρνανίας, ἣν Ὅμηρος ἀκτήν φησιν ἠπείροιο, ἥτις ἐστὶν Ἀκαρνανία. Λούπερκος δὲ ταύτην Νήριτος φησίν, ἢ Νήριτον, ὡς τὸ ὄρος. ὁ πολίτης Νηρίκιος καὶ Νηρικία, καὶ τὸ κτητικὸν τοῦ ὄρους Νηρίτιος.

Event Date: -1
§ N474.4   Neris: Νηρίς, πόλις Μεσσήνης. Νικόλαος τετάρτῳ.

Event Date: -1
§ N474.5  Nesaion plain: Νησαῖον πεδίον, ἀφ´ οὗ παρὰ Μήδοις οἱ Νησαῖοι ἵπποι.

Event Date: -1
§ N474.7   Nesos: Νῆσος, ἡ ἐν θαλάσσῃ πόλις. ὁ ταύτην οἰκῶν νησίτης, ὡς Κάνωβος Κανωβίτης. τοῦ δὲ νησίον νησιώτης καὶ νησιῶτις θηλυκῶς. καὶ νησαῖος ὡς χερσαῖος. τὸ κτητικὸν νησιωτικός. ἔστι καὶ Νῆσος πόλις Ἰβηρική.

Event Date: -1
§ N474.11  Nesope: Νησώπη, νῆσος Λέσβου, ἡ τὸν Σίγριον λιμένα ποιοῦσα. τὸ ἐθνικὸν Νησωπαῖος.

Event Date: -1
§ N474.13   Nibis: Νίβις, πόλις Αἰγύπτου. Φλέγων ρμʹ ὀλυμπιάδι. τὸ ἐθνικὸν Νιβίτης ὡς Μεμφίτης.

Event Date: -1
§ N474.15   Nigretes: Νίγρητες, ἔθνος Λιβύης, ἀπὸ ποταμοῦ Νίγρητος. Διονύσιος "καὶ ἀγχέμαχοι Νίγρητες".

Event Date: -1
§ N474.17  Nikaia: city of Bithynia, colony of the Bottiaians. It was first called Ankore, then Antigoneia, later it was renamed for Nikaia the wife of Lysimachos. A second Nikaia of the Epiknemidian Lokrians. A third in Illyria. A fourth in India. A fifth in the island of Kyrnos (Corsica). A six in Leuktra of Boiotia. A seventh in Celtika, colony of the Massiliotes. An eighth in Thrace. There are others as well. With eta by Thermopylai and Thrace. Acute accent on the antepenult. The ethnic Nikaios, feminine Nikaia, the citizen Nikaieus and Nikaeus without iota. From here Isigonus and Asklepiades and Parthenios and Apollonides and Epitherses the grammarian who wrote about Attic and Comic and Tragic Words. GR: Νίκαια, πόλις Βιθυνίας, Βοττιαίων ἄποικος. ἐκαλεῖτο δὲ πρότερον Ἀγκώρη, εἶτα Ἀντιγόνεια, ὕστερον δὲ ἀπὸ τῆς Λυσιμάχου γυναικὸς Νίκαια μετεκλήθη. δευτέρα τῶν Ἐπικνημιδίων Λοκρῶν. τρίτη ἐν Ἰλλυρίδι. τετάρτη ἐν Ἰνδοῖς. πέμπτη ἐν Κύρνῳ τῇ νήσῳ. ἕκτη ἐν Λεύκτροις τῆς Βοιωτίας. ἑβδόμη Κελτικῆς, Μασσαλιωτῶν ἄποικος. ὀγδόη Θρᾴκης. εἰσὶ δὲ καὶ ἄλλαι. ἢ παρὰ Θερμοπύλας καὶ Θρᾴκην. λέγεται δὲ προπαροξυτόνως. εἰ δ´ ἔστι νικαῖος, τὸ θηλυκὸν νικαία. ὁ πολίτης Νικαιεύς καὶ Νικαεύς διχῶς. ἐξ αὐτῆς Ἰσίγονος καὶ Ἀσκληπιάδης καὶ Παρθένιος καὶ Ἀπολλωνίδης καὶ Ἐπιθέρσης γραμματικὸς γράψας περὶ λέξεων ἀττικῶν καὶ κωμικῶν καὶ τραγικῶν.

Event Date: -1
§ N475.6   Nikasia: Νικασία, νησίδιον μικρὸν πλησίον Νάξου. τὸ ἐθνικὸν Νικάσιος ὡς Θηράσιος, καὶ θηλυκῶς καὶ οὐδετέρως. ἔστι καὶ ὄνομα κύριον Νικάσιος.

Event Date: -1
§ N475.9   Nikatoris: Νικατορίς, πόλις Συρίας πρὸς τῇ Εὐρώπῳ, κτίσμα Σελεύκου τοῦ Νικάτορος. τὸ ἐθνικὸν Νικατορίτης.

Event Date: -1
§ N475.11  Nikephorion: Νικηφόριον, οὕτως ἡ Κωνσταντῖνα ἡ περὶ Ἔδεσσαν πόλις, ὡς Οὐράνιος. τὸ ἐθνικὸν Νικηφόριος ὡς Βυζάντιος.

Event Date: -1
§ N475.13  Nikiou: Νικίου, κώμη Αἰγύπτου. Ἀρισταγόρας Αἰγυπτιακῶν δευτέρῳ. ὁ οἰκήτωρ Νικιώτης, ὥς φησιν Ὦρος ἐθνικῶν πρώτῳ.

Event Date: -1
§ N475.15   Nikomedeia: Νικομήδεια, πόλις Βιθυνίας, ἀπὸ Νικομήδους τοῦ Ζηίλα παιδός, ἐπισημοτάτου βασιλέως. ἣ καὶ Ὀλβία ἐκλήθη. ὁ πολίτης Νικομηδεύς. καὶ τὸ κτητικὸν Νικομήδειος, καὶ θηλυκῶς καὶ οὐδετέρως. ἐξ ἧς Ἀρριανός.

Event Date: -1
§ N475.19   Nikomedeion: Νικομήδειον, ἐμπόριον Βιθυνίας. Ἀρριανὸς πέμπτῳ Βιθυνιακῶν. τὸ ἐθνικὸν Νικομηδεύς. δυνατὸν καὶ Νικομηδειεύς.

Event Date: -1
§ N475.22   Nikopolis: Νικόπολις, πόλις Ἠπείρου, ὡς Μαρκιανός. ἔστι καὶ Βιθυνίας. ἔστι καὶ ἄλλη τῆς μικρᾶς Ἀρμενίας. ὁ πολίτης Νικοπολίτης, ὡς Παυσανίας δεκάτῳ.

Event Date: -1
§ N476.1  Nikonia: Νικωνία, πόλις ἐν τῷ Πόντῳ πρὸς ταῖς ἐκβολαῖς τοῦ Ἴστρου. Στράβων ἑβδόμῃ. τὸ ἐθνικὸν Νικωνιάτης ὡς Ῥιθυμνιάτης.

Event Date: -1
§ N476.4   Ninaia: Νίναια, πόλις Οἰνώτρων ἐν τῇ μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Νιναῖος ἢ Νιναιεύς.

Event Date: -1
§ N476.6   Ninoe: Νινόη, ἡ ἐν Καρίᾳ Ἀφροδισιάς, κτισθεῖσα ὑπὸ τῶν Πελασγῶν Λελέγων. καὶ ἐκλήθη Λελέγων πόλις, εἶτα ἐκλήθη Μεγάλη πόλις, εἶτα ἀπὸ Νίνου Νινόη, τὸ ἐθνικὸν Νινοήτης, ὡς τὸ πύλη πυλήτης, ὅθεν "Πυλάτιδες ἀγοραί", καὶ λίμνη λιμνήτης.

Event Date: -1
§ N476.11  Ninos: Νίνος, πόλις Ἀσσυρίων, ἣν ἔκτισε Νίνος Σεμιράμιδος ἀνήρ, ἐν τῇ Ἀτουρίᾳ. οἱ πολῖται Νίνιοι. Στράβων ἑκκαιδεκάτῃ.

Event Date: -1
§ N476.13   Nisaia: Νίσαια, ἐπίνειον Μεγαρίδος. καὶ αὐτὴ ἡ Μεγαρίς. ἀπὸ Νίσου τοῦ Πανδίονος. Ἑλλάνικος ἐν Ἱερειῶν πρώτῃ .... καὶ ἐν τῇ δευτέρᾳ "καὶ Νίσαιάν τε εἷλε καὶ Νῖσον τὸν Πανδίονος καὶ Μεγαρέα τὸν Ὀγχήστιον [ἀπέκτεινεν]".

Event Date: -1
§ N476.17   Nisibis: Νίσιβις, πόλις ἐν τῇ Περαίᾳ τῇ πρὸς τῷ Τίγρητι ποταμῷ. Φίλων ἐν Φοινικικοῖς Νάσιβις φησὶ διὰ τοῦ 'α'. Οὐράνιος δὲ διὰ τοῦ 'ε' Νέσιβις, σημαίνει δέ, ὥς φησι Φίλων, νάσιβις τὰς στήλας". ὁ δὲ Οὐράνιος "νέσιβις" φησί "σημαίνει τῇ Φοινίκων φωνῇ λίθοι συγκείμενοι, συμφορητοί". Στράβων δὲ ἑκκαιδεκάτῃ διὰ τοῦ 'ι'. τὸ ἐθνικὸν Νισιβηνός. ἔδει Νισιβίτης, ἀλλ´ ὁ τύπος Αἰγύπτιος καὶ Λίβυς, ὁ δὲ διὰ τοῦ 'ηνος' παρὰ τὸν Εὐφράτην καὶ τὴν ἕω, ὡς Σωφηνός Ταβηνός Καμβυσηνός.

Event Date: -1
§ N477.7  Nisyros: Νίσυρος, νῆσος μία τῶν Κυκλάδων. "Οἳ δ´ ἄρα Νίσυρόν τ´ εἶχον". Πολυβώτης γὰρ εἷς τῶν Γιγάντων ὑπὸ Διὸς βληθεὶς ἐνήχετο, Ποσειδῶν δὲ ἐπ´ αὐτὸν ἀφεὶς τὴν τρίαιναν τοῦ μὲν ἥμαρτε· γέγονε γὰρ νῆσος τὸ βληθὲν Νίσυρος. ἐκαλεῖτο καὶ Πορφυρίς ἀπὸ τῶν ἐν αὐτῇ πορφυρέων. ὁ οἰκήτωρ Νισύριος. καὶ Νισυριακός.

Event Date: -1
§ N477.13  Nitriai: Νιτρίαι, τόπος Αἰγύπτου. Στράβων ἑπτακαιδεκάτῃ. τὸ ἐθνικὸν Νιτρίτης καὶ Νιτριώτης. ἔστι καὶ νομὸς Νιτριώτης.

Event Date: -1
§ N477.15  Niphates: Νιφάτης, ὄρος Ἀρμενίας. οὕτως γὰρ Ἀρκάδιος. ἔοικε δὲ παρὰ τὸ νείφειν, ἀλλ´ ὀνοματικῶς διὰ τοῦ 'ι' γράφεται. καὶ Πείσανδρος ἑβδόμῳ "Ταύρου πρυμνώρειαν ἐυσκόπελόν τε Νιφάτην".

Event Date: -1
§ N477.19   Nipsa: Νίψα, πόλις Θρᾴκης. ὁ πολίτης Νιψαῖος. Ἡρόδοτος τετάρτῃ.

Event Date: -1
§ N477.21   Noai: Νόαι, τὸ ἐθνικὸν Νοαῖος. ὁ τύπος γὰρ οὐκ ἀήθης αὐτοῖς. ἔστι δὲ πόλις Σικελίας. Ἀπολλόδωρος δευτέρῳ χρονικῶν.

Event Date: -1
§ N478.1   Nomantia: Νομαντία, πόλις Ἰβηρίας. Ἰόβας ἐν δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Νουμαντῖνος λέγεται διὰ τῆς 'ου'.

Event Date: -1
§ N478.3   Nomba: Νόμβα, πόλις τῆς Ἰουδαίας. Ἰώσηπος ἕκτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Νομβαῖος.

Event Date: -1
§ N478.5   Nosora: Νόσορα, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Οὐράνιος Ἀραβικῶν .. ὁ νησιώτης Νοσορηνός. ἐγχώριος ὁ τύπος.

Event Date: -1
§ N478.7  Nostia: Νοστία, κώμη Ἀρκαδίας. Θεόπομπος τριακοστῷ δευτέρῳ Φιλιππικῶν. Ἔφορος τὸ ἐθνικὸν Νεστάνιος ἔφη, ὥστε κατ´ αὐτὸν Νεστανίαν λέγεσθαι· ἡ αὐτὴ γὰρ τῇ προτέρᾳ, ὡς δῆλον ἐξ ἄλλων.

Event Date: -1
§ N478.11   Notion: Νότιον, πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Νοτιεύς.

Event Date: -1
§ N478.13   Noubai: Νοῦβαι, ἔθνος Λιβύης παρὰ Νείλῳ. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. λέγονται καὶ Νουβαῖοι ὡς Σαβαῖοι, καὶ Νουβάδες οἱ αὐτοί.

Event Date: -1
§ N478.16   Noukerinoi: Νουκερῖνοι, ἔθνος Ἰταλίας. Πολύβιος τρίτῳ. τὸ πρωτότυπον αὐτῶν Νουκερία.

Event Date: -1
§ N478.18   Noukria: Νουκρία, πόλις Τυρσηνίας. Φίλιστος [ιεʹ] ιαʹ. καὶ τὸ ἐθνικὸν Νουκρῖνος. εὕρηται καὶ Νακρία διὰ τοῦ 'α'.

Event Date: -1
§ N478.20   Nymphaia: Νυμφαία, θηλυκόν, ἡ νῆσος Καλυψοῦς παρὰ τῷ Ἀδρίᾳ. τὸ ἐθνικὸν Νυμφαῖος, ὡς τῆς Αἰαίας Αἰαῖος.

Event Date: -1
§ N478.22   Nymphaion: Νύμφαιον, πόλις Ταυρικὴ μεταξὺ Παντικαπαίου μητροπόλεως καὶ Θεοδοσίας, ὥς φησι Στράβων. τὸ ἐθνικὸν δύναται ὡς Ἡραιεύς Νυμφαιεύς. τὸ δὲ νυμφαῖος κτητικὸν ἀπὸ τῶν νυμφῶν. λέγεται καὶ Νυμφαΐτης.

Event Date: -1
§ N479.3   Nymphas: Νυμφάς, πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ. τὸ ἐθνικὸν Νυμφάσιος, καὶ Νυμφασία πηγή.

Event Date: -1
§ N479.5   Nyrax: Νύραξ, πόλις Κελτική. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Νυράκιος, ὡς παρὰ τὴν Νάρυκα Ναρύκιος.

Event Date: -1
§ N479.7   Nysai: Νῦσαι, πόλεις πολλαί. πρώτη ἐν Ἑλικῶνι. δευτέρα ἐν Θρᾴκῃ. τρίτη ἐν Καρίᾳ. τετάρτη ἐν Ἀραβίᾳ. πέμπτη ἐν Αἰγύπτῳ. ἕκτη ἐν Νάξῳ. ἑβδόμη ἐν Ἰνδοῖς. ὀγδόη ἐπὶ τοῦ Καυκάσου ὄρους. ἐνάτη ἐν Λιβύῃ. δεκάτη ἐν Εὐβοίᾳ, ἔνθα διὰ μιᾶς ἡμέρας τὴν ἄμπελόν φασιν ἀνθεῖν καὶ τὸν βότρυν πεπαίνεσθαι. τὸ ἐθνικὸν Νυσεύς καὶ Νυσαΐς θηλυκόν, ἀφ´ οὗ κτητικὸν Νυσήιος. λέγεται καὶ Νυσαῖος, καὶ ἐξ αὐτοῦ Νυσαιεύς τρισυλλάβως καὶ Νυσαεύς ἄνευ τοῦ 'ι'.

Event Date: -1
§ N479.15   Nola: Νῶλα, πόλις Αὐσόνων. Ἑκαταῖος Εὐρώπῃ. Νώλην δὲ αὐτὴν Πολύβιός φησι. τὸ ἐθνικὸν Νώλιος. Πολύβιος δὲ Νωλανοὺς αὐτούς φησιν.

Event Date: -1
§ N479.18   Nomentos: Νωμεντός, πόλις οὐ πόρρω Ῥώμης. τὸ ἐθνικὸν Νωμεντανός. Διονύσιος ἐν δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας.

Event Date: -1
§ N479.2  Nonakris: Νώνακρις, πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ. τὸ ἐθνικὸν Νωνακρίτης, καὶ κατὰ πλεονασμὸν τοῦ 'α' Νωνακριάτης, ὁ Ἑρμῆς. Λυκόφρων "Νωνακριάτης τρικέφαλος φαιδρὸς θεός". καὶ θηλυκὸν Νωνακριᾶτις. καὶ Νωνακριεύς λέγεται παρὰ Ἀριστοφάνει.

Event Date: -1
§ N480.5   Nonymna: Νώνυμνα, πόλις Σικελίας. ὁ πολίτης Νωνυμναῖος, ὡς Φίλιστος.

Event Date: -1
§ N480.7  Nora: Νῶρα, πόλις ἐν Σαρδοῖ τῇ νήσῳ. τὸ ἐθνικὸν Νωρανός ὡς Νωλανός.

Event Date: -1
§ N480.9   Norakos: Νώρακος, πόλις Παννονίας. ὁ πολίτης Νωράκιος. ὡς Ἐπαφρόδιτος ἐν τοῖς Ὁμηρικοῖς φησιν, ὅτι γίνεται ἐν Παννονίᾳ σίδηρος, ὃς ἀκονηθεὶς λαμπρότατός ἐστιν. ἀφ´ οὗ καὶ τὸ "νώροπα χαλκόν". καὶ θηλυκὸν Νωρακία καὶ οὐδέτερον Νωράκιον.

Event Date: -1
§ X480.14   Xanthoi: Ξάνθοι, ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ X480.15  Xanthos: Ξάνθος, πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ "παρ´ ᾗ Ξάνθος ἐξίησι ποταμός". ἐκλήθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸς οἰκιστοῦ. ἔστι καὶ Ξάνθος πόλις ἐν Λέσβῳ. ὁ πολίτης Ξάνθιος, ὡς Εὐριπίδης. καὶ τοῦ ποταμοῦ τὸ κτητικὸν ὁμοίως.

Event Date: -1
§ X480.20   Xauros: Ξαῦρος, τόπος Μακεδονίας, ἀπὸ Ξαύρου τινός. οἱ οἰκοῦντες Ξαύριοι.

Event Date: -1
§ X480.22   Xenephyris: Ξενέφυρις, κώμη Λιβύης πλησίον Ἀλεξανδρείας. τὸ ἐθνικὸν Ξενεφυρίτης, τῷ τύπῳ τῆς χώρας.

Event Date: -1
§ X480.24   Xerxene: Ξερξήνη, ἀπὸ Ξέρξου, ὡς Καμβυσηνή ἀπὸ Καμβύσου, τῇ μικρᾷ Ἀρμενίᾳ ὅμορος.

Event Date: -1
§ X481.1   Xera: Ξήρα, πόλις περὶ τὰς Ἡρακλείους στήλας. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ. τὸ ἐθνικὸν Ξηραῖος, ὡς Θήρα Θηραῖος.

Event Date: -1
§ X481.3   Xilia: Ξιλία, πόλις Λιβύης. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. τὸ ἐθνικὸν Ξιλιάτης, ὡς Ἰάμνια Ἰαμνιάτης.

Event Date: -1
§ X481.5   Xiphene: Ξιφήνη, χώρα Παλαιστίνης. Ἰώσηπος ἕκτῳ Ἰουδαϊκῆς ἱστορίας τὸ ἐθνικὸν Ξιφηναῖος φησί.

Event Date: -1
§ X481.7  Xiphonia: Ξιφωνία, πόλις Σικελίας. Θεόπομπος Φιλιππικῶν τριακοστῷ ἐνάτῳ. τὸ ἐθνικὸν Ξιφωνιάτης ὡς Καυλωνιάτης.

Event Date: -1
§ X481.9  Xois: Ξόϊς, πόλις καὶ νῆσος Αἰγυπτία ἐν τῇ μεσογείῳ τῇ ὑπὲρ τοῦ Σεβεννυτικοῦ καὶ Φατνιτικοῦ στόματος. ὁ πολίτης Ξοΐτης ὡς Σαΐτης.

Event Date: -1
§ X481.12   Xouthia: Ξουθία, πόλις Σικελίας. Φίλιστος τρίτῳ Σικελικῶν. τὸ ἐθνικὸν Ξουθιάτης.

Event Date: -1
§ X481.14   Xouchis: Ξοῦχις, πόλις Λιβύης. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα. τὸ ἐθνικὸν Ξουχίτης.

Event Date: -1
§ X481.16   Xylos: Ξύλος, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Ξύλιος ἢ Ξυλεύς, διὰ τὸ ἰδίωμα τοῦ τόπου· χαίρουσι γὰρ τοῖς εἰς 'ευς'.

Event Date: -1
§ X481.19  Xynia: Ξυνία, Θετταλίας πόλις. Πολύβιος ἐνάτῳ. τὸ ἐθνικὸν Ξυνιεύς ὡς Ἰλιεύς. καὶ Ξυνιὰς λίμνη, ἣν Βοιβιάδα φασίν.

Event Date: -1
§ X481.21   Xypete: Ξυπετή, δῆμος Κεκροπίδος φυλῆς. ὁ δημότης Ξυπετεών ὡς Μακεδών. τὸ τοπικὸν ἐκ Ξυπετεώνων εἰς Ξυπετεώνων καὶ ἐν Ξυπετεώνων. Φιλόχορος δὲ Ξυπετέωνον τὸν δῆμόν φησι διὰ τοῦ 'ω' καὶ τοῦ 'ο' μικροῦ ἐν τέλει.

Event Date: -1
§ X482.1   Xystis: Ξύστις, ὡς Σάρδις, πόλις Καρίας. τὸ ἐθνικὸν Ξυστιανός.

Event Date: -1
§ O482.3   Oa: Ὄα, δῆμος τῆς Ἀττικῆς, τῆς Πανδιονίδος φυλῆς. Διονύσιος δὲ ὁ τοῦ Τρύφωνός φησι τὸ πληθυντικὸν Ὄεις λέγεσθαι αὐτάς, ὡς καὶ ἄλλα πολλά. ὁ μέντοι δημότης Ὄαθεν λέγεται "Δάμων Δαμωνίδου Ὄαθεν". καὶ ἐκ τόπου τὸ αὐτό. τὰ δ´ ἄλλα Ὄαζε Ὄασι. λέγεται καὶ Ὄη. ἔστι δ´ Ὄη τῆς Οἰνηίδος φυλῆς. ὁ δημότης Ὄηθεν.

Event Date: -1
§ O482.9   Oanos: Ὄανος, πόλις Λυδίας. Διονύσιος ἐν τρίτῳ Βασσαρικῶν.

Event Date: -1
§ O482.10   Oaxos: Ὄαξος, πόλις Κρήτης, Ἐλευθέρνης οὐ πόρρω, καθὰ Ξενίων, ἀπὸ Ὀάξου τοῦ Ἀκακαλλίδος τῆς θυγατρὸς τοῦ Μίνω. τινὲς δὲ διὰ τὸ καταγῆναι τὸν τόπον καὶ κρημνώδη ὑπάρχειν· καλοῦσι γὰρ τοὺς τοιούτους τόπους ἄξους, καθάπερ καὶ ἡμεῖς ἀγμούς. ὁ πολίτης Ὀάξιος.

Event Date: -1
§ O482.15   Oboda: Ὄβοδα, χωρίον Ναβαταίων. Οὐράνιος Ἀραβικῶν τετάρτῳ "ὅπου Ὀβόδης ὁ βασιλεύς, ὃν θεοποιοῦσι, τέθαπται". τὸ ἐθνικὸν Ὀβοδηνός ὡς Δαχαρηνός.

Event Date: -1
§ O482.18   Obolkon: Ὀβόλκων, Ὀβόλκωνος, πόλις [Ἰβηρίας]. τὸ ἐθνικὸν Ὀβολκωνίτης.

Event Date: -1
§ O482.20   Onkaiai: Ὀγκαῖαι, πύλαι Θηβῶν. Εὐφορίων Θρᾳκί. Ὄγκα γὰρ ἡ Ἀθηνᾶ κατὰ Φοίνικας.

Event Date: -1
§ O482.22   Onkeion: Ὄγκειον, χωρίον Ἀρκαδίας, ἀπὸ Ὄγκου δυναστεύσαντος, ὡς Παυσανίας δηλοῖ ὀγδόῳ. ὁ οἰκήτωρ Ὄγκειος καὶ θηλυκῶς Ὀγκεία.

Event Date: -1
§ O483.3  Onchestos: Ὀγχηστός, ἄλσος. Ὅμηρος "Ὀγχηστόν θ´ ἱερόν, Ποσιδήιον ἀγλαὸν ἄλσος". κεῖται δὲ ἐν τῇ Ἁλιαρτίων χώρᾳ, ἱδρυθὲν δὲ ὑπὸ Ὀγχηστοῦ τοῦ Βοιωτοῦ, ὥς φησιν Ἡσίοδος. ἔστι καὶ πόλις [Βοιωτίας], ὡς Παυσανίας ἐνάτῳ. Ἀπολλώνιος δὲ ὁ Ῥόδιος .... πόλιν φησὶ μεγάλην τὸν Ὀγχηστόν μεταξὺ Ἁλιαρτίων καὶ Ἀκραιφίων. ἔστι καὶ ποταμὸς ἐν Θεσσαλίᾳ. ὁ πολίτης Ὀγχήστιος. Παυσανίας ἐνάτῳ.

Event Date: -1
§ O483.10   Onchoe: Ὀγχόη, πόλις Φωκίδος. τὸ ἐθνικὸν Ὀγχοαῖος, ὡς τῆς Οἰνόης Οἰνοαῖος, ἢ Ὀγχοεύς.

Event Date: -1
§ O483.12   Odessos: Ὀδησσός, πόλις ἐν τῷ Πόντῳ πρὸς τῷ Σαλμυδησσῷ. Ἀπολλόδωρος δ´ ὄρος μέγα τὴν Ὀδησσόν φησιν. ὁ πολίτης Ὀδησσίτης καὶ Ὀδησσεύς. ἐχρημάτιζον δὲ Ἡρακλείδης ἱστοριογράφος καὶ Δημήτριος ὁ περὶ τῆς πατρίδος γράψας.

Event Date: -1
§ O483.16   Hodioupolis: Ὁδιούπολις, χωρίον Ἡρακλείας τῆς πρὸς τῷ Πόντῳ. Δομίτιος Καλλίστρατος ἕκτῳ τῶν περὶ Ἡρακλείας. ὁ πολίτης Ὁδιουπολίτης.

Event Date: -1
§ O483.19   Hodos: Ὁδός, παρὰ τὸ ἑδός, ἡ πεπατημένη τρίβος. τὸ παράγωγον ὅδιος καὶ ἐνόδιος, καὶ ὅδιος Ἑρμῆς.

Event Date: -1
§ O484.1   Odomantoi: Ὀδόμαντοι, ἔθνος Θρᾴκης. Θουκυδίδης δευτέρᾳ. καὶ θηλυκὸν Ὀδομαντίς, [καὶ] Ὀδομαντική ἐκ τοῦ Ὀδομαντικός.

Event Date: -1
§ O484.3  Odrysai: Ὀδρύσαι, ἔθνος Θρᾴκης. Στράβων ἑβδόμῃ. λέγεται Ὀδρύσιος καὶ Ὀδρυσία καὶ Ὀδρυσίδαι καὶ Ὀδρυσιάδες θηλυκῶς καὶ Ὀδρυσίς. ἔστι δὲ καὶ Ὄδρυσα πόλις αὐτῶν, [ἣ] καὶ Ὀδρυσία λέγεται. καὶ Ὀδρύσης λέγεται καὶ Ὀδρυσίτης.

Event Date: -1
§ O484.7  Odysseis: Ὀδυσσεῖς, πόλις Ἰβηρίας. ἀρσενικῶς. καὶ τὸ ἐθνικὸν ὅμοιον, [ἀρσενικὸν δέ,] ὡς Ἀταρνεῖς καὶ Διπαιεῖς.

Event Date: -1
§ O484.9   Ozolai: Ὀζόλαι, Λοκρῶν μοῖραι τρεῖς εἰσιν, Ἐπιζεφύριοι, Ἐπικνημίδιοι, οἱ καὶ Ὀπούντιοι ὧν ἦν Αἴας, οἱ δὲ Ὀζόλαι. λέγεται καὶ Ὀζολίς ἡ χώρα.

Event Date: -1
§ O484.12   Othronos: Ὀθρωνός, πόλις, οἱ δὲ νῆσον πρὸς νότον Σικελίας. "ἄλλοι δὲ Μελίτην νῆσον [Ὀθρωνοῦ πέλας"]. ὁ οἰκῶν Ὀθρώνιος.

Event Date: -1
§ O484.15   Oianthe: Οἰάνθη, πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἑλλάνικος δὲ Οἰάνθειαν αὐτήν φησιν. [τὸ ἐθνικὸν] Οἰανθεύς ἐστι καὶ Οἰάνθεια ἢ καὶ Οἰανθίς. ἐξ αὐτοῦ Οἰάνθιος.

Event Date: -1
§ O485.1   Oidantion: Οἰδάντιον, πόλις Ἰλλυριῶν. Θεόπομπος Φιλιππικῶν τριακοστῷ ὀγδόῳ. τὸ ἐθνικὸν Οἴδαντες, ὥς φησιν Ἑκαταῖος. καὶ Οἰδαντικὴ γῆ.

Event Date: -1
§ O485.4   Oikos: Οἶκος, Ἡρωδιανὸς μὲν παρὰ τὸ εἴκω, ἐν ᾧ εἴκομεν. δύναται δὲ εἶναι τὸ ἴδιον ἐνδιαίτημα παρὰ τὸ οἶον τὸ μόνον ἐῶ μονούμενος, κατὰ πλεονασμὸν τοῦ 'κ', ὡς ὅρος ὅρκος. ὁ οἰκήτωρ οἰκεῖος, ὡς ἀστός ἀστεῖος, καὶ οἰκεύς παρὰ τὸ οἶκος, οἰκία καὶ οἰκιάτης κατὰ πλεονασμὸν τοῦ 'α' ἀπὸ τοῦ οἰκίτης.

Event Date: -1
§ O485.9   Oikous: Οἰκοῦς, Καρίας πόλις. τὸ ἐθνικὸν Οἰκούσιος καὶ Οἰκουσία καὶ "Οἰκούσιον ἄστυ".

Event Date: -1
§ O485.11   Oina: Οἴνα, πόλις Τυρρηνίας ἐχυρὰ λίαν. μέσος δὲ αὐτῆς λόφος ἐστὶν ὑψηλὸς τριάκοντα σταδίων, ἔχων ἄνω καὶ ὕδατα καὶ ὕλην παντοδαπήν, ὡς Ἀριστοτέλης περὶ θαυμασίων ἀκουσμάτων. τὸ ἐθνικὸν Οἰνάτης. οὐκ ἀλλότριος γὰρ ὁ τύπος.

Event Date: -1
§ O485.15   Oineiadai: Οἰνειάδαι, πόλις Ἀκαρνανίας πρὸς τῷ Ἀχελῴῳ ἡ καὶ Ἐρυσίχη καλουμένη. τὸ ἐθνικὸν Ἐρυσιχαῖος. λέγεται καὶ Οἰνειάς ἡ χώρα. ἔστι καὶ ἑτέρα τῆς Οἰταίας πόλις Οἰνειάδαι.

Event Date: -1
§ O485.18   Oineon: Οἰνεών, Λοκρίδος λιμήν. Θουκυδίδης τρίτῃ. τὸ ἐθνικὸν Οἰνεωνεύς.

Event Date: -1
§ O486.1  Oine: Οἴνη, πόλις Ἄργους. Ἑκαταῖος ἱστοριῶν πρώτῳ. τὸ ἐθνικὸν Οἰναῖος Οἰναία Οἰναῖον. Ὦρος δὲ Οἰνώην αὐτήν φησιν, ἧς τὸ ἐθνικὸν Οἰνωάτης καὶ θηλυκὸν Οἰνωᾶτις Ἄρτεμις, ἡ ἐν Οἰνώῃ τῆς Ἀργείας ἱδρυμένη ὑπὸ Προίτου.

Event Date: -1
§ O486.5   Oinoanda: Οἰνόανδα, πόλις Λυκίας. Ἀλέξανδρος ἐν πρώτῳ Λυκιακῶν. τὸ ἐθνικὸν Οἰνοανδεύς.

Event Date: -1
§ O486.7  Oinoe: Οἰνόη, μία τῶν ἐν Ἰκάρῳ δύο πόλεων. τὸ ἐθνικὸν Οἰνοαῖος.

Event Date: -1
§ O486.9   Oinous: Οἰνοῦς, πολίχνιον Λακωνικῆς, ὡς Ἀνδροτίων καὶ Δίδυμος. καὶ τὸ ἐθνικὸν Οἰνούντιος καὶ Οἰνουντιάς.

Event Date: -1
§ O486.11   Oinoussai: Οἰνοῦσσαι, νῆσοι τῇ Χίῳ προσεχεῖς. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Οἰνουσσαῖος καὶ Οἰνούσσιος.

Event Date: -1
§ O486.13  Oinone: Οἰνώνη, νῆσος τῶν Αἰακιδῶν. οἱ οἰκήτορες Οἰνωναῖοι, ὡς Παρθένιος Ἡρακλεῖ.

Event Date: -1
§ O486.15  Oinotria: Οἰνωτρία, χώρα τῆς Ἰταλίας. τινὲς δὲ καὶ αὐτὴν Ἰταλίαν οὕτω φασὶ κεκλῆσθαι ἀπὸ Οἰνώτρου Ἀρκάδος, ὡς Παυσανίας ὀγδόῳ. Πείσανδρος τρισκαιδεκάτῳ ἀπὸ τῆς τοῦ οἴνου χρήσεως κεκλῆσθαι αὐτήν φησι. τὸ ἐθνικὸν Οἰνωτρός, ὡς Θετταλός καὶ Ἴων καὶ Κίλιξ. λέγεται καὶ Οἰνώτριος, ἀφ´ οὗ τὸ Οἰνωτριὰς γῆ. ὀξύνεται δὲ τὸ Οἰνωτρός.

Event Date: -1
§ O487.3   Oion: Οἶον, δῆμος τῆς Λεοντίδος φυλῆς. [τὰ τοπικὰ] ἐξ Οἴου "Ἄλεξις Ἀλέξιδος ἐξ Οἴου Λεοντίδος" ἐν Οἴῳ Οἶόνδε εἰς Οἶον.

Event Date: -1
§ O487.5   Oios: Οἶος, πολίχνιον Τεγέας. Αἰσχύλος Μυσοῖς. οἱ πολῖται Οἰᾶται. καὶ τὸ ἐθνικὸν ὁμοίως.

Event Date: -1
§ O487.7   Oisyme: Οἰσύμη, πόλις Μακεδονίας. Θουκυδίδης τετάρτῃ. ἡ νῦν Ἠμαθία, τὸ ἐθνικὸν Οἰσυμαῖος. ταύτην Αἰσύμην Ὅμηρος ἔφη.

Event Date: -1
§ O487.10   Oite: Οἴτη, ὄρος περὶ Τραχῖνα. ἔστι καὶ πόλις Μηλιέων. οἱ οἰκοῦντες Οἰταῖοι. Σοφοκλῆς "ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός". καὶ θηλυκὸν Οἰταίη καὶ Οἰτηίς, ἴσως ἀπὸ τοῦ Οἰταιεύς Οἰταιίς καὶ Οἰτηίς. ἔστι δὲ ὡς παρὰ τὸ Κρηταῖος Κρηταιεύς. καὶ τὸ οὐδέτερον Οἰταῖον.

Event Date: -1
§ O487.15   Oitylos: Οἴτυλος, πόλις Λακωνικῆς. "ἠδ´ Οἴτυλον", ὡς δάκτυλον, ἀπὸ τοῦ Οἰτύλου ἥρωος. τινὲς δὲ τὸ 'οι' ἄρθρον φασὶ καὶ τὴν πόλιν Τύλον, τὸ ἐθνικὸν Οἰτύλιος.

Event Date: -1
§ O487.18  Oichalia: Οἰχαλία, πόλις, ἣν Ὅμηρος ἐν τῷ Πελασγικῷ Ἄργει τάσσει λέγων "οἵ τ´ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου". οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι καὶ Μεσσηνὶς Οἰχαλία, καὶ ἑτέρα ἐν Τραχῖνι καὶ ἐν Θετταλίᾳ καὶ ἐν Ἀρκαδίᾳ. ὁ πολίτης Οἰχαλιεύς ὡς τὸ Αἱμονία Αἱμονιεύς, καὶ [ὡς] Αἱμονίς οὕτω καὶ Οἰχαλίς, καὶ Οἰχαλιώτης ὡς Ἀμβρακιώτης [καὶ] Σικελιώτης. Λίνος γὰρ ὁ ἱστορικὸς Οἰχαλιώτης ἦν. λέγεται καὶ Οἰχάλιος καὶ Οἰχαλίηθεν ἐκ τόπου.

Event Date: -1
§ O488.8   Okrikola: Ὀκρίκολα, πόλις Τυρρηνῶν. Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Ὀκρικολανός, ὡς αὐτός φησιν.

Event Date: -1
§ O488.11   Okolon: Ὄκωλον, χωρίον Ἐρετριέων. Θεόπομπος Φιλιππικῶν εἰκοστῷ τετάρτῳ. τὸ ἐθνικὸν Ὀκώλιος.

Event Date: -1
§ O489.1   Olbelos: Ὄλβηλος, πόλις Μακεδονίας. Βάλακρος Μακεδονικῶν .. τὸ ἐθνικὸν Ὀλβήλιος.

Event Date: -1
§ O489.3  Olbia: Ὀλβία, πόλις Λιγυστική. ὁ πολίτης Ὀλβιοπολίτης. καὶ Ὀλβιανοί ὡς Ἀσιανοί. ἔστι δὲ καὶ πλησίον αὐτῆς ὄρος Ὀλβιανόν, δευτέρα πόλις ἐν Πόντῳ. τρίτη Βιθυνίας, ἀπὸ Ὀλβίας νύμφης. τετάρτη Παμφυλίας, ὡς Φίλων. οὐκ ἔστι δὲ Παμφυλίας, ἀλλὰ τῆς τῶν Σολύμων γῆς, καὶ οὐδὲ Ὀλβία, ἀλλὰ Ὄλβα καλεῖται καὶ οἱ πολῖται Ὀλβαῖοι καὶ Ὀλβιος καὶ Ὀλβία. πέμπτη Ἰβηρίας. ἕκτη Σαρδοῦς. ἑβδόμη Ἰλλυρίδος. ὀγδόη Ἑλλησπόντου. ἐνάτη Κιλικίας. λέγεται καὶ Ὀλβηνός καὶ Ὀλβιακός καὶ τὸ θηλυκὸν Ὀλβιακή.

Event Date: -1
§ O489.12   Olbysioi: Ὀλβύσιοι, ἔθνος ἐπὶ Ἡρακλείων στηλῶν. καὶ Ὀλβυσίνιοι ἄλλο.

Event Date: -1
§ O489.14   Olizon: Ὀλιζών, πόλις Θετταλίας. Ἑκαταῖος Εὐρώπῃ. κλίνεται δὲ διὰ τοῦ 'ω' καὶ ὀξύνεται "καὶ Πιτύειαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν". ὀξύνεται δὲ πρὸς ἀντιδιαστολὴν τοῦ "λαοὶ δ´ ὑπ´ ὀλίζονες ἦσαν". ὠνομάσθη δὲ ἀπὸ τοῦ μικρὰ εἶναι. Θεσσαλοὶ γάρ, ὡς ἱστορεῖ Δημοσθένης ἐν κτίσεσι, τὸ μικρὸν ὄλιζον καλοῦσι. τὸ ἐθνικὸν Ὀλιζώνιος.

Event Date: -1
§ O489.2   Olkades: Ὀλκάδες, ὡς Ἀρκάδες, ἔθνος Ἰβήρων τῶν ἐντὸς Ἴβηρος τοῦ ποταμοῦ. Πολύβιος ἐν τρίτῳ.

Event Date: -1
§ O490.1   Olkion: Ὄλκιον, πόλις Τυρρηνίας. Πολύβιος ἕκτῳ. τὸ ἐθνικὸν Ὀλκιῆται καὶ Ὀλκιεῖς.

Event Date: -1
§ O490.3   Olmion: Ὄλμιον, πόλις Βοιωτίας, ὡς Ἐπαφρόδιτος ἐν τοῖς Ὁμηρικοῖς. τὸ ἐθνικὸν Ὀλμιεύς.

Event Date: -1
§ O490.5  Holmoi: Ὅλμοι, πόλις τραχείας Κιλικίας "ὅπου πρότερον ᾤκουν οἱ νῦν Σελευκεῖς". τὸ ἐθνικὸν Ὁλμεῖς, ὡς Ταρσεῖς.

Event Date: -1
§ O490.7  Olmones: Ὄλμωνες, κώμη Βοιωτίας, ἀπὸ Ὀλμοῦ τοῦ Σισύφου. Παυσανίας ἐνάτῳ. τὸ ἐθνικὸν Ὀλμωνεῖς.

Event Date: -1
§ O490.9   Olobagra: Ὀλόβαγρα, πόλις Μακεδονίας. Θεαγένης ἐν Μακεδονικοῖς. τὸ ἐθνικὸν Ὀλοβάγριος.

Event Date: -1
§ O490.11   Oloosson: Ὀλοοσσών, πόλις Μαγνησίας. Ὅμηρος "πόλιν τ´ Ὀλοοσσόνα λευκήν". οἱ πολῖται Ὀλοοσσόνιοι καὶ Ὀλοοσσονίηθεν ἐπίρρημα.

Event Date: -1
§ O490.14   Olouros: Ὄλουρος, πολίχνιον τῆς Ἀχαΐας οὐ πόρρω Πελλήνης, ὡς Ξενοφῶν [Ἑλληνικῶν] ἑβδόμῳ. τὸ ἐθνικὸν Ὀλούριος.

Event Date: -1
§ O490.16   Olous: Ὀλοῦς, πόλις Κρήτης. Ξενίων ἐν τοῖς Κρητικοῖς. ὁ πολίτης Ὀλούντιος ὡς Σελινούντιος.

Event Date: -1
§ O490.18   Olophyxos: Ὀλόφυξος, πόλις ἐν Θρᾴκῃ περὶ τὸν Ἄθω. ὁ πολίτης "Ἡρόδοτος Ὀλοφύξιος περὶ νυμφῶν καὶ θεῶν γράψας".

Event Date: -1
§ O490.20   Olpai: Ὄλπαι, φρούριον, κοινὸν Ἀκαρνάνων καὶ Ἀμφιλόχων δικαστήριον. Θουκυδίδης τρίτῃ. ὁ οἰκήτωρ Ὀλπαῖος καὶ θηλυκῶς καὶ οὐδετέρως.

Event Date: -1
§ O490.23   Olyka: Ὄλυκα, πόλις Μακεδονίας. Θεόπομπος πέμπτῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Ὀλυκαῖος.

Event Date: -1
§ O491.1   Olykrai: Ὀλύκραι, πόλις περὶ Ναύπακτον. Ἑκαταῖος περιηγήσει Εὐρώπης. τὸ ἐθνικὸν Ὀλυκραῖος.

Event Date: -1
§ O491.3   Olympe: Ὀλύμπη, πόλις Ἰλλυρίας, ὡς Δομίτιος Καλλίστρατος ἑβδόμῳ περὶ Ἡρακλείας. τὸ ἐθνικὸν Ὀλυμπαῖος ἢ Ὀλυμπεύς.

Event Date: -1
§ O491.5  Olympia: Ὀλυμπία, ἡ πρότερον Πῖσα λεγομένη, ἔνθα Ὀλύμπιος Ζεὺς τιμᾶται, ἀφ´ οὗ τὰ Ὀλύμπια ὁ ἀγών. μετὰ συλλαβῆς τὰ τοπικά, Ὀλυμπίαθεν Ὀλυμπίαζε. λέγεται καὶ Ἅρπινα, ὡς Νικάνωρ, ἀπὸ τῆς Οἰνομάου μητρός.

Event Date: -1
§ O491.9  Olympieion: Ὀλυμπιεῖον, τόπος ἐν Δήλῳ, ὃν κτίσαντες Ἀθηναῖοι χρήμασιν Ἀδριανοῦ νέας Ἀθήνας Ἀδριανάς ἐκάλεσαν, ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. τὸ ἐθνικὸν Ὀλυμπιεύς ἢ Ὀλύμπιος ὡς Βυζάντιος.

Event Date: -1
§ O491.13  Olympos: Ὄλυμπος, ὄρος Μυσίας. Ἀρριανὸς Βιθυνιακῶν πρώτῳ. οἱ οἰκοῦντες Ὀλυμπηνοί. ἔστι καὶ πόλις Παμφυλίας. Στράβων ιδʹ. τὸ ἐθνικὸν ὅμοιον.

Event Date: -1
§ O491.16   Olynthos: Ὄλυνθος, πόλις Θρᾴκης πρὸς τῇ Σιθωνίᾳ τῆς Μακεδονίας, ἀπὸ Ὀλύνθου τοῦ Ἡρακλέους. ὁ πολίτης Ὀλύνθιος καὶ Ὀλυνθία.

Event Date: -1
§ O491.19  Omana: Ὄμανα, πόλις τῆς εὐδαίμονος Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Ὀμανεύς ὡς Τυανεύς Κομανεύς.

Event Date: -1
§ O491.22   Homarion: Ὁμάριον, πόλις Θετταλίας. Θεόπομπος Φιλιππικῶν καʹ. ἐν ταύτῃ τιμᾶται Ζεὺς καὶ Ἀθηνᾶ. τὸ ἐθνικὸν Ὁμάριοι, Ὁμαρεύς.

Event Date: -1
§ O492.3  Omboi: Ὄμβοι, πόλις Αἰγύπτου πρὸς τῇ Λιβύῃ. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν. τὸ ἐθνικὸν Ὀμβῖται.

Event Date: -1
§ O492.5  Ombrikoi: Ὄμβρικοι, ἔθνος Ἰταλικὸν παρὰ τὸν Ἀδριακὸν κόλπον, μέσον τοῦ Πάδου καὶ Πικεντικοῦ. λέγονται καὶ Ὄμβροι, ἔστι καὶ ποταμὸς Ἰταλίας Ὄμβρος, λέγονται Οὖμβροι παρὰ τοῖς Ἰταλικοῖς συγγραφεῦσι. παρὰ τούτοις ἱστορεῖ Ἀριστοτέλης ἐν τῷ περὶ θαυμασίων ἀκουσμάτων ὅτι τρὶς τοῦ ἐνιαυτοῦ τίκτουσι τὰ βοσκήματα, καὶ τοὺς καρποὺς πολλαπλασίους τὴν γῆν ἀνιέναι τῶν καταβαλλομένων, [εἶναι δὲ] καὶ τὰς γυναῖκας αὐτοῦ πολυγόνους· σπανίως γὰρ ἓν τίκτειν, τὰς δὲ πλείστας δύο ἢ τρία.

Event Date: -1
§ O492.14   Homeritai: Ὁμηρῖται, ἔθνος Αἰθιόπων. Μαρκιανὸς ἐν περίπλῳ αʹ.

Event Date: -1
§ O493.1  Homole: Ὁμόλη, ὄρος Θετταλίας. Παυσανίας ἐνάτῳ. λέγεται καὶ Ὅμολος, οἱ οἰκοῦντες Ὁμολοεῖς. καὶ Θηβῶν [πύλ]αι πρὸς τῷ ὄρει Ὁμολωΐδες, καὶ Ζεὺς Ὁμολώϊος τιμᾶται ἐν Βοιωτίᾳ.

Event Date: -1
§ O493.5   Homolion: Ὁμόλιον, πόλις Μακεδονίας καὶ Μαγνησίας. Στράβων ἑβδόμῃ. τὸ ἐθνικὸν Ὁμολιεύς. τὸ δὲ Ὁμολώϊον τεμενικόν ἐστι κατὰ πλεονασμὸν τοῦ 'ω'.

Event Date: -1
§ O493.8   Omphake: Ὀμφάκη, πόλις Σικελίας. Φίλιστος Σικελικῶν τετάρτῳ. τὸ ἐθνικὸν Ὀμφακαῖος. ἔδει δὲ Ὀμφακῖνος τῷ τύπῳ τῆς χώρας.

Event Date: -1
§ O493.11   Omphalion: Ὀμφάλιον, τόπος Κρήτης πλησίον Θενῶν καὶ Κνωσσοῦ. ἔστι καὶ Θετταλίας. τὸ ἐθνικὸν Ὀμφαλίτης.

Event Date: -1
§ O493.13   Oneibatis: Ὀνείβατις, πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει Λιβύης. ὁ πολίτης Ὀνειβατίτης τῷ τῆς χώρας ἔθει.

Event Date: -1
§ O493.15   Onthyrion: Ὀνθύριον, πόλις Θεσσαλικὴ περὶ τὴν Ἄρνην. τὸ ἐθνικὸν Ὀνθυριεύς. Ῥιανὸς ὀγδόῳ.

Event Date: -1
§ O493.17   Onne: Ὄννη, ἐμπόριον τῆς εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν περίπλῳ. τὸ ἐθνικὸν Ὀνναῖος ὡς Ἐνναῖος.

Event Date: -1
§ O493.19  Onouphis: Ὄνουφις, πόλις Αἰγύπτου οὐκ ἄγνωστος. ὁ πολίτης Ὀνουφίτης.

Event Date: -1
§ O493.21   Onychion: Ὀνύχιον, τόπος Κρήτης, ἀπὸ ὄνυχος ἀγκύρας ἐνσχεθείσης ἐν αὐτῷ τῶν Ἀμυκλαίων ἀποικησάντων.

Event Date: -1
§ O493.23   Oxybioi: Ὀξύβιοι, μοῖρα Λιγύων. Κουάδρατος τεσσαρεσκαιδεκάτῳ Ῥωμαϊκῆς χιλιαρχίας.

Event Date: -1
§ O494.1   Oxydrakai: Ὀξυδράκαι, ἔθνος Ἰνδικόν, ἀφ´ ὧν σώσας Ἀλέξανδρον Πτολεμαῖος σωτὴρ ἐκλήθη. οἱ δὲ ψεῦδος τὸ περὶ τῶν Ὀξυδρακῶν.

Event Date: -1
§ O494.4  Oxyrynchos: Ὀξύρυγχος, πόλις Αἰγύπτου, τιμῶσα τὸν ὁμώνυμον ἰχθῦν. ὁ πολίτης Ὀξυρυγχίτης.

Event Date: -1
§ O494.6   Opikoi: Ὀπικοί, ἔθνος Ἰταλίας. Εὔδοξος ἕκτῳ γῆς περιόδου. γλώσσας συνέμιξαν. οἱ δὲ ὅτι Ὀφικοί ἀπὸ τῶν ὄφεων.

Event Date: -1
§ O494.8  Opoeis: Ὀπόεις, πόλις Λοκρῶν τῶν Ἐπικνημιδίων, ἀπὸ Ὀπόεντος. τὸ ἐθνικὸν Ὀποείσιος Ὀποεισία. λέγεται καὶ Ὀποῦς Ὀποῦντος κατὰ κρᾶσιν. ἔστι καὶ Ὀποῦς πόλις Ἀχαΐας καὶ τῆς Ἠλείας ἄλλη. οἱ πολῖται Ὀπούντιοι.

Event Date: -1
§ O494.12   Oratha: Ὄραθα, πόλις τῆς ἐν Τίγρητι Μεσήνης. Ἀρριανὸς Παρθικῶν ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν Ὀραθηνός.

Event Date: -1
§ O494.14   Orbitai: Ὀρβῖται, ἔθνος Ἰνδικόν, ὡς Ἀπολλόδωρος δευτέρῳ, περὶ Ἀλεξάνδρειαν.

Event Date: -1
§ O494.16  Orgame: Ὀργάμη, πόλις ἐπὶ τῷ Ἴστρῳ. Ἑκαταῖος Εὐρώπῃ. εἰσὶ καὶ Ὀργομεναί πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν Ὀργαμαῖος. καὶ τῆς δευτέρας Ὀργομένιος.

Event Date: -1
§ O494.19   Orgon: Ὀργών, νῆσος πλησίον Τυρρηνίας. τὸ ἐθνικὸν Ὀργώνιος ὡς Ἀντρώνιος.

Event Date: -1
§ O494.21  Ordaia: Ὀρδαία, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Ὀρδοί. λέγονται καὶ Ὀρδαῖοι, ὡς Νίκανδρος.

Event Date: -1
§ O494.23   Oresthasion: Ὀρεσθάσιον, πόλις Ἀρκαδική, ἀπὸ Ὀρεσθέως τοῦ Λυκάονος. Παυσανίας ὀγδόῳ. ὁ πολίτης Ὀρεσθάσιος.

Event Date: -1
§ O494.25  Orestai: Ὀρέσται, Μολοσσικὸν ἔθνος. Ἑκαταῖος Εὐρώπῃ. Θεαγένης ἐν Μακεδονικοῖς φησιν ὅτι, ἐπεὶ ἀφείθη τῆς μανίας Ὀρέστης, φεύγων διὰ τὴν αἰδῶ μετὰ τῆς Ἑρμιόνης εἰς ταύτην ἦλθε τὴν γῆν καὶ παῖδα ἔσχεν Ὀρέστην, οὗ ἄρξαντος ἐκλήθησαν Ὀρέσται· αὐτὸς δὲ ὑπὸ ἐχίδνης δηχθεὶς θνήσκει εἰς χωρίον τῆς Ἀρκαδίας, τὸ λεγόμενον Ὀρέστειον. λέγεται καὶ θηλυκὸν Ὀρεστίς καὶ Ὀρεστιάς, ὡσαύτως Θεαγένης [καὶ] Διονύσιος δευτέρῳ Γιγαντιάδος.

Event Date: -1
§ O495.7  Oreste: Ὀρέστη, πόλις [Εὐβοίας]. Ἑκαταῖος Εὐρώπης περιηγήσει. τὸ ἐθνικὸν Ὀρέσται ὁμοίως.

Event Date: -1
§ O495.9  Orestia: Ὀρεστία, πόλις ἐν Ὀρέσταις, ἐν ὄρει ὑπερκειμένῳ τῆς Μακεδονικῆς γῆς, ἐξ ἧς Πτολεμαῖος ὁ Λάγου πρῶτος βασιλεύσας Αἰγύπτου. ὁ πολίτης Ὀρεστιαῖος. ἔστι καὶ ἄλλη ἐν Ἀρκαδίᾳ Ὀρεστία, ἣν Εὐδαίμων καὶ Ὦρος διὰ τῆς 'ει' διφθόγγου γράφουσι τὴν Ὀρέστειον.

Event Date: -1
§ O496.1  Orthe: [Ὄρθη, πόλις Περραιβίας ἢ Θετταλίας, καλουμένη καὶ Κορσέα βαρύνεται ὡς Σπάρτη. τὸ ἐθνικὸν Ὀρθαῖος, ἢ Ὀρθιεύς ὡς ἀπὸ τοῦ Ὄρθιον.]

Event Date: -1
§ O496.3   Orion: [Ὄριον, τόπος Κρήτης. οἱ οἰκοῦντες Ὄριοι.]

Event Date: -1
§ O496.5  Orneiai or Orneai: Ὀρνειαί ἢ Ὀρνεαί, κώμη Ἀργείας. ἔστι καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος. καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως, υἱοῦ Ἐρεχθέως, ἢ ἀπὸ Ὀρνέας νύμφης, ἢ ὅτι ἐφ´ ὕψους κεῖται, ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ. τὸ ἐθνικὸν Ὀρνεάτης.]

Event Date: -1
§ P496.7   Palike: Παλική, πόλις Σικελίας. Θεόφιλος δ´ ἐν ἑνδεκάτῳ περιηγήσεως Σικελίας Παλικίνην κρήνην φησὶν εἶναι. πλησίον δὲ αὐτῆς ἱερὸν Παλικῶν, οἵ εἰσι δαίμονές τινες οὓς Αἰσχύλος ἐν Αἴτναις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, Σιληνὸς δὲ ἐν δευτέρῳ Αἴτνης τῆς Ὠκεανοῦ καὶ Ἡφαίστου, κληθῆναι δὲ αὐτοὺς Παλικοὺς διὰ τὸ ἀποθανόντας πάλιν εἰς ἀνθρώπους ἱκέσθαι. "ἔστι δὲ καὶ κρήνη τις ἐν Παλικοῖς τῆς Σικελίας ὡς δεκάκλινος. αὕτη δ´ ἀναρρίπτει ὕδωρ εἰς ὕψος ἓξ πήχεις, ὥστε ὑπὸ τῶν θεωρούντων νομίζεσθαι κατακλυσθήσεσθαι τὸ πεδίον, καὶ πάλιν εἰς ἑαυτὸ καθίσταται. ἔστι δὲ καὶ ὅρκος ἅγιος αὐτόθι· ὅσα γὰρ ὀμνύει τις εἰς πινάκιον γράψας, βάλλει [αὐτὸ] εἰς τὸ ὕδωρ· ἐὰν μὲν οὖν εὐορκῇ, ἐπιπολάζει, ἐὰν δὲ μὴ εὐορκῇ, τὸ μὲν πινάκιον ἀφανίζεται, αὐτὸς δὲ πίμπραται". ὁ πολίτης Παλικῖνος, ὡς τῆς Ἐρύκης Ἐρυκῖνος, καὶ τὸ θηλυκὸν Παλικίνη.

Event Date: -1
§ P497.6   Palimbothra: Παλίμβοθρα, πόλις Ἰνδική. ὁ πολίτης Παλιμβοθρηνός.

Event Date: -1
§ P497.7   Pallantia: Παλλαντία, πόλις Ἰβηρίας. ὁ πολίτης Παλλάντιος.

Event Date: -1
§ P497.8   Pallantion: Παλλάντιον, πόλις Ἀρκαδίας, ἀπὸ Πάλλαντος, ἑνὸς τῶν Λυκάονος παίδων, ὡς Ἡσίοδος. τὸ ἐθνικὸν Παλλαντιεύς. τινὲς δὲ Παλλαντιάδα καλοῦσιν, ὡς ἐν τῷ περὶ Ἑστιαίας εἴρηται.

Event Date: -1
§ P497.12  Pallene: Παλλήνη, πόλις Θρᾴκης, ἀπὸ Παλλήνης τῆς Σίθωνος μὲν θυγατρὸς Κλείτου δὲ γυναικός, ὡς Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς. "Παλλήνη δ´ ἐστὶ χερρόνησος τρίγωνος, τὴν βάσιν ἔχουσα πρὸς μεσημβρίαν ἐστραμμένην. ἐκαλεῖτο δὲ Φλέγρα, τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν Γιγάντων. καὶ ἡ τῶν θεῶν καὶ τῶν Γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέσθαι". Θεαγένης ἐν Μακεδονικοῖς "οὐκ ἐνταῦθα δ´ ὁ περὶ Παλλήνης ἕστηκε λόγος. φασὶ γὰρ τὴν μὲν γῆν ταύτην κεκλῆσθαι Φλέγραν, τοὺς δ´ ἐνοικοῦντας Γίγαντας, εἰς οὓς Ἡρακλέα καταχθέντα τήν τε ὕβριν αὐτῶν καὶ τὴν μισανθρωπίαν ἐκπλαγῆναι. ἐπεὶ δὲ καὶ μάχης ἤρξαντο, τὰ συνήθη ὅπλα μετὰ χεῖρας λαβόντα, ἕπεσθαι παντὶ σθένει, κτείνοντα τοὺς πόλεμον αὐτῷ ξένια τοῦ κατάπλου παρασχόντας. γενέσθαι δ´ ἐν τῇ μάχῃ βροντάς τινας καὶ πρηστῆρας, ἀφ´ ὧν ἡ τῶν θεῶν μάχη πρὸς αὐτοὺς μεμυθολόγηται". τὸ ἐθνικὸν Παλλήνιος. ἔστι δὲ καὶ δῆμος Ἀττικὸς τῆς Ἀντιοχίδος φυλῆς οὕτω λεγόμενος Παλλήνη, ὁ δημότης Παλληνεύς.

Event Date: -1
§ P498.6  Palmyra: Πάλμυρα, φρούριον Συρίας, οὗ μέμνηται Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. τὸ ἐθνικὸν Παλμυρηνός. οἱ δ´ αὐτοὶ Ἀδριανοπολῖται μετωνομάσθησαν ἐπικτισθείσης τῆς πόλεως ὑπὸ τοῦ αὐτοκράτορος.

Event Date: -1
§ P498.10  Paltos: Πάλτος, πόλις Συρίας. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ. ὁ πολίτης Παλτηνός ὡς Δαμασκηνός.

Event Date: -1
§ P498.12   Pambotadai: Παμβωτάδαι, δῆμος Ἀττικὸς Ἐρεχθηίδος φυλῆς. ὁ δημότης Παμβωτάδης. τὰ τοπικὰ ἐκ Παμβωταδῶν εἰς Παμβωταδῶν ἐν Παμβωταδῶν. Ἀριστοφάνης.

Event Date: -1
§ P498.15   Pamphylia: Παμφυλία, χώρα προσεχὴς τῇ Ἰσαυρίᾳ, ἀπὸ Παμφύλης τῆς Ῥακίου καὶ Μαντοῦς. οἱ κατοικοῦντες Παμφύλιοι. [τὸ θηλυκὸν Παμφυλίς,] τὸ κτητικὸν Παμφυλιακός, ὡς τοῦ Κύπριος τὸ Κυπριακός, Βοιώτιος Βοιωτιακός. ἐχρῆν δὲ τὸ Παμφυλίς προπαροξύνεσθαι ὁμοίως τῷ Ἄγρυλις, διὰ τὸ τοῦ 'υ' μῆκος. τὰ γὰρ συνεσταλμένον ἔχοντα τὸ 'υ' ὀξύνεται, πηγυλίς "νὺξ γὰρ ἐπῆλθε κακὴ Βορέαο πεσόντος πηγυλίς", Θηγυλίς, ἐπίθετον Ἀθηνᾶς, γογγυλίς. τὸ δὲ Παμφυλίς ἐθνικὸν ὀξύνεται, ὡς Αἰολίς Αἰτωλίς καὶ τὰ ὅμοια. .... ὁ φυλέτης Πάμφυλος, ἀλλὰ καὶ Παμφύλιος. ἔστι δὲ καὶ Παμφυλία πόλις Μακεδονίας.

Event Date: -1
§ P499.3   Panaioi: Παναῖοι, ἔθνος Ἠδωνικὸν οὐ πόρρω Ἀμφιπόλεως.

Event Date: -1
§ P499.4   Panaioura: Παναίουρα, πόλις Ἰνδικὴ περὶ τὸν Ἰνδὸν ποταμόν. τὸ ἐθνικὸν Παναιουρεύς, καθ´ ὁμοιότητα τοῦ Κύνουρα Κυνουρεύς, Κυνόσουρα Κυνοσουρεύς. καὶ ὡς Βοῦρα Βουραῖος, Παναίουρα Παναιουραῖος. καὶ [ὡς] Ἄργουρα Ἀργούριος, Παναιούριος.

Event Date: -1
§ P499.9   Panakra: Πάνακρα, ὄρη Κρήτης. Καλλίμαχος "Ἰδαίοις ἐν ὄρεσσιν, ἅτε κλείουσι Πάνακρα". τὸ ἐθνικὸν Πανακραῖος. τὸ θηλυκὸν Πανακρίς. ἔστι δὲ καὶ Πάνακρον πόλις Κύπρου. τὸ ἐθνικὸν Πανακραῖος ἢ Πανάκριος.

Event Date: -1
§ P499.13   Panakton: Πάνακτον, φρούριον Ἀττικῆς, ὡς Ἀνδροτίων ἐν τρίτῳ Ἀτθίδος.

Event Date: -1
§ P499.15   Pandai: Πάνδαι, ἔθνος [Ἰνδικὸν κατὰ] Διονύσου μετὰ Δηριάδου στρατευσάμενον, καθὰ Διονύσιος.

Event Date: -1
§ P499.17  Pandosia: Πανδοσία, φρούριον Βρεττίων ἐρυμνὸν τρικόρυφον, περὶ ὃ ἐφθάρη Ἀλέξανδρος ὁ Μολοττός, ἀπατηθεὶς ὑπὸ χρησμοῦ τοιούτου "Πανδοσίη τρικόλωνε, πολύν ποτε λαὸν ὀλέσσεις". ἔδοξε γὰρ πολεμίων, οὐκ οἰκείων φθορὰν δηλοῦσθαι. τὸ ἐθνικὸν Πανδοσῖνος, ἀλλὰ καὶ Πανδοσιανός. ἔστι δὲ καὶ πόλις Θεσπρωτίας. τὸ ἐθνικὸν Πανδοσιεύς.

Event Date: -1
§ P499.23  Paneas: Πανεάς, πολίχνιον Φοινίκης. ὁ πολίτης Πανεάτης.

Event Date: -1
§ P500.1   Panellenes: Πανέλληνες, ὡς Παναχαιοί, ἀπὸ μέρους τὸ πᾶν, ὡς παρὰ τῷ ποιητῇ [ὡς] "Λέλεγας καὶ Τρῶας ἐναίρειν". Ἕλληνες γὰρ παρ´ αὐτῷ οἱ τὴν Φθιῶτιν Ἑλλάδα κατοικοῦντες "Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί".

Event Date: -1
§ P500.5   Panelos: Πάνελος, ἀρσενικῶς, πόλις περὶ τὸν Πόντον. ἐκλήθη δὲ ἀπό τινος τῶν Ἡρακλεωτῶν, ὃς ἀφίκετο ἐκ Βοιωτίας ἀπόγονος ὢν Πηνέλεω τοῦ στρατηγήσαντος ἐπὶ Τροίαν.

Event Date: -1
§ P500.8  Pania: Πανία, ἐπίνειον Κιλικίας περὶ τὸ Ἀλήιον πεδίον. τὸ ἐθνικὸν Πανιεύς, καὶ τὸ θηλυκὸν Πανιάς. ἔστι δὲ καὶ Πάνιον σπήλαιον Παλαιστίνης, ἀφ´ οὗ ἐκρεῖ ὁ ποταμὸς Ἰορδάνης. ὁ τοπίτης Πανιεύς.

Event Date: -1
§ P500.12   Panionion: Πανιώνιον, τέμενος καὶ πόλις ἐν τῇ παραλίᾳ τῶν Ἐφεσίων καὶ Σαμίων. ὁ πολίτης Πανιώνιος, οὗ τὸ οὐδέτερον τὰ Πανιώνια. ἔστιν οὖν ὡς Βυζάντιον Βυζάντιος, Ἀνακτόριον Ἀνακτόριος. τὸ κτητικὸν Πανιωνικός.

Event Date: -1
§ P500.16  Pandateria: Πανδατερία, νῆσος, ἐν ᾗ ἐξώρισεν Ἀγριππῖναν τὴν γυναῖκα Τιβέριος Νέρων. τὸ ἐθνικὸν Πανδατερῖνος καὶ Πανδατεριανός.

Event Date: -1
§ P500.19  Panope: Πανόπη, πόλις Φωκίδος. κέκληται δὲ ἀπὸ Πανοπέως τοῦ Φώκου παιδός. τὸ ἐθνικὸν οὖν Πανοπεύς ὁμοίως τῷ πρωτοτύπῳ.

Event Date: -1
§ P501.3   Panormos: Πάνορμος, πόλις Σικελίας καὶ λιμήν, ὡς Πολύβιος. [ἔστι καὶ λιμὴν Κυζίκου.] οἱ κατοικοῦντες Πανορμηνοί. ὁ δὲ τοῦ ἐν Σικελίᾳ πολίτης Πανορμίτης. τὸ θηλυκὸν Πανορμῖτις. λέγεται δὲ καὶ Πανορμεύς.

Event Date: -1
§ P501.7   Panos: Πανός, κώμη περὶ τὴν Ἐρυθρὰν θάλασσαν

Event Date: -1
§ P501.9   Panos polis: Πανὸς πόλις, [πόλις] Αἰγυπτία. ἔστι δὲ καὶ τοῦ θεοῦ ἄγαλμα μέγα ὠρθιακὸς τὸ αἰδοῖον εἰς ἑπτὰ δακτύλους, ἐπαίρει τε μάστιγας τῇ δεξιᾷ Σελήνην, ἧς εἴδωλόν φασιν εἶναι τὸν Πᾶνα. ὁ πολίτης Πανοπολίτης.

Event Date: -1
§ P501.13   Pantikapaion: Παντικάπαιον, πόλις μεγίστη, τῶν κατὰ Βόσπορον μητρόπολις. ᾠκίσθη δὲ παρὰ Αἰήτου παιδός, λαβόντος τὸν τόπον παρὰ Ἀγαήτου τοῦ Σκυθῶν βασιλέως καὶ καλέσαντος τὴν πόλιν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Παντικάπου. ὁ πολίτης Παντικαπαιεύς. λέγεται καὶ Παντικαπαιάτης. ἐστι δὲ Παντικαπεύς, ὡς ἀπὸ τοῦ Παντικάπη, ὡς τοῦ Σινώπη τὸ Σινωπεύς. τὸ δὲ Παντικάπη κεῖται παρὰ Εὐστοχίῳ.

Event Date: -1
§ P502.4   Pantomatrion: Παντομάτριον, πόλις Κρήτης. ὁ πολίτης Παντομάτριος ὡς Βυζάντιος, ἢ Παντοματριεύς ὡς Βουπράσιον Βουπρασιεύς καὶ Δουλίχιον Δουλιχιεύς.

Event Date: -1
§ P502.7   Papition: Παπίτιον, πόλις Παφλαγονίας. τὸ ἐθνικὸν ὅμοιον τῷ πρωτοτύπῳ.

Event Date: -1
§ P502.9  Papremis: Πάπρημις, πόλις Αἰγύπτου. ὁ πολίτης Παπρημίτης.

Event Date: -1
§ P502.10   Paradeisos: Παράδεισος, πόλις Συρίας. ἔστι καὶ κώμη Κιλικίας τοιῶσδε λεγομένη.

Event Date: -1
§ P502.12   Paraigialitai: Παραιγιαλῖται, ἰχθύες παρὰ τὸν αἰγιαλὸν εὑρισκόμενοι, ὡς Παραχελῳῖται καὶ Παρωκεανῖται.

Event Date: -1
§ P502.14   Paraisos: Παραισός, [πόλις Κρήτης,] περὶ ἧς Ἡρωδιανὸς ἐν ὀγδόῳ "τὸ μέν τοι Παραισός ὀξύνεται. ἐγένετο δὲ ὁ Παραισὸς Μίνῳ συγγενής, ἀφ´ οὗ ἡ πόλις ἡ Παραισός ὁμοτόνως τῷ οἰκιστῇ".

Event Date: -1
§ P502.18   Paraitaka: Παραίτακα, πόλις Μηδική. τὸ ἐθνικὸν Παραιτακηνός, ὡς Γέρασα Γερασηνός, Ζόαρα Ζοαρηνός. καὶ ἀπὸ τοῦ Παραιτάκη θηλυκοῦ Παραιτακηνός, ὡς τοῦ Ἀρτάκη Ἀρτακηνός.

Event Date: -1
§ P502.21   Paraitonion: Παραιτόνιον, πόλις πλησίον Ἀλεξανδρείας, ἣν Ἀμμωνίαν καλοῦσι.

Event Date: -1
§ P503.1  Paralos: Πάραλος, ἐν Θετταλίᾳ πόλις τῶν Μηλιέων, ἧς οἱ πολῖται Παράλιοι. ἔστι δὲ καὶ Παραλία τῆς Ἀττικῆς. οἱ οἰκήτορες λέγονται καὶ Πάραλοι.

Event Date: -1
§ P503.4  Parapotamia: Παραποταμία, πόλις Φωκίδος. ὁ πολίτης Παραποτάμιος.

Event Date: -1
§ P503.6   Parauaioi: Παραυαῖοι, ἔθνος Θεσπρωτικόν. Ῥιανὸς ἐν τετάρτῳ Θεσσαλικῶν "σὺν δὲ Παραυαίους καὶ ἀμύμονας Ὀμφαλιῆας". καλοῦνται δὲ ἀπὸ τοῦ παρὰ τὸν Αὖον ποταμὸν οἰκεῖσθαι.

Event Date: -1
§ P503.9   Paracheloiitai: Παραχελῳῖται, ὡς Παρωκεανῖται καὶ Παρασώπιοι, διττὸν ἔθνος. διττὸς γὰρ καὶ Ἀχελῷος; ὁ μὲν Φθιώτης ὁ δὲ Αἰτωλός, καὶ οἱ παροικοῦντες ὁμοίως Παραχελῳῖται.

Event Date: -1
§ P503.12   Paredros: Πάρεδρος, τῷ βασιλεῖ συγκαθήμενος, παρὰ τὴν ἕδραν, ἥ τις παρὰ τὸ ἕδος τοπικῶς εἴρηται. ἦσαν δὲ καὶ παρ´ Ἀθηναίοις συνάρχοντες οἱ πάρεδροι. ἐκ τούτου καὶ τὸ παρεδρεύειν, ὡς τοῦ ἔφεδρος τὸ ἐφεδρεύειν.

Event Date: -1
§ P503.16   Paremphis: Πάρεμφις, πόλις Αἰγύπτου. ὁ πολίτης Παρεμφίτης.

Event Date: -1
§ P503.17   Parention: Παρέντιον, πόλις καὶ λιμὴν πλησίον Ἰστρίας. τὸ ἐθνικὸν Παρεντῖνος. τὸ θηλυκὸν Παρεντίνα.

Event Date: -1
§ P503.19   Parthenion: Παρθένιον, πόλις Εὐβοίας. ἔστι δὲ καὶ Θρᾴκης. τὸ ἐθνικὸν Παρθένιος καὶ Παρθενιεύς.

Event Date: -1
§ P503.21  Parthenios: Παρθένιος, ποταμὸς ἐν μέσῳ τῆς Ἀμαστριανῶν πόλεως ῥέων. ἐκλήθη δ´ ἐκ τοῦ συνεχῶς περὶ αὐτὸν τὴν παρθένον Ἄρτεμιν κυνηγετεῖν, ἢ διὰ τὸ ἠρεμαῖον καὶ παρθενῶδες τοῦ ῥεύματος "ὣς ἀκαλὰ προρέων, ὡς ἁβρὴ παρθένος εἶσιν". τινὲς ὅτι ἐν αὐτῷ ἔπεσεν ἡ παρθένος παλαιοῦ τινος βασιλέως θυγάτηρ· καὶ τὴν μὲν τελευτῆσαι ἐκεῖ, τῷ δὲ ποταμῷ Παρθένιον, ὄνομα τοὺς προσχώρους θέσθαι ἐπὶ τῷ πάθει τῆς παρθένου. ἔστι καὶ ἀκρωτήριον πλησίον Ἡρακλείας, οὗ μέμνηται Ἀρτεμίδωρος ἐν ἕκτῳ γεωγραφουμένων. ἔστι καὶ Παρθενία κώμη Πόντου πλησίον.

Event Date: -1
§ P504.6  Parthenope: Παρθενόπη, πόλις ἐν Ὀπικοῖς τῆς Ἰταλίας, κτίσμα Ῥοδίων. ὁ πολίτης Παρθενοπαῖος ὁμωνύμως τῷ κυρίῳ.

Event Date: -1
§ P504.8   Parthenopolis: Παρθενόπολις, Μακεδονίας πόλις, ἀπὸ τῶν θυγατέρων Γραστοῦ τοῦ Μύγδονος παιδός, ὡς Θεαγένης ἐν Μακεδονικοῖς "ἀπὸ δὲ τῶν θυγατέρων διὰ τὸ ἄγροικον αὐτῶν τῆς διαίτης καὶ τὸ ἄμικτον ἔκτισε πόλιν, ἥ τις ἔτι καὶ νῦν δι´ ἐκείνας Παρθενόπολις κέκληται". ὁ πολίτης Παρθενοπολίτης.

Event Date: -1
§ P504.13   Parthenou hieron: Παρθένου ἱερόν, τόπος καὶ ἄκρα πρὸ τῆς Χερρονήσου πόλεως Βοσπόρου, ὡς Στράβων "ἔστι δὲ δαίμονός τινος ἐπώνυμον καὶ ἄκρα καὶ ὁ νεὼς καὶ τὸ ξόανον Παρθένιον ἔχον σταδίους ἑκατόν". ὁ δὲ σχηματισμὸς ἀπὸ δύο ἓν παράγωγον. ὡς γὰρ ἀπὸ τοῦ "Μόψου" καὶ "ἑστία" παρήχθη τὸ Μοψεάτης ἀπὸ μόνου τοῦ Μόψου, οὕτως καὶ ἀπὸ τῆς "παρθένου" καὶ "ἱερόν" ἢ "ἄκρα" ἢ "ξόανον" ὁ οἰκήτωρ παρήχθη μόνον τὸ Παρθένιος ἀπὸ τοῦ παρθένου μόνου ὀνόματος.

Event Date: -1
§ P505.1   Parthos: Πάρθος, πόλις Ἰλλυρική. Ἀπολλόδωρος ἐν χρονικῶν ... λέγεται δὲ καὶ ἀρσενικῶς, ὡς Πολύβιος. τὸ ἐθνικὸν Παρθῖνος.

Event Date: -1
§ P505.3   Parthyaioi: Παρθυαῖοι, ἔθνος πάλαι μὲν Σκυθικόν, ὕστερον δὲ φυγὸν ἢ μετοικῆσαν ἐπὶ Μήδους, κληθὲν δὲ οὕτως παρὰ Μήδοις διὰ τὴν φύσιν τῆς αὐτοὺς δεξαμένης γῆς ἑλώδους καὶ ἀγκώδους οὔσης, ἢ διὰ τὴν φυγήν, καθότι οἱ Σκύθαι τοὺς φυγάδας πάρθους καλοῦσι. λέγονται δὲ καὶ Πάρθοι καὶ Πάρθιοι καὶ Παρθυαῖοι, καὶ Παρθυαία ἡ χώρα καὶ Παρθυηνή καὶ Παρθυηνός· καὶ Παρθίς χώρα Μακεδονίας.

Event Date: -1
§ P505.10   Parikane: Παρικάνη, πόλις Περσική. Ἑκαταῖος Ἀσίᾳ "ἐν δ´ αὐτοῖσι πόλις Παρικάνη οὔνομα". τὸ ἐθνικὸν Παρικάνιοι. λέγονται καὶ Παρίκανοι.

Event Date: -1
§ P505.13   Parion: Πάριον, πόλις ἐν Ἑλλησπόντῳ κληθεῖσα ἀπὸ Παρίου τοῦ Ἰασίωνος. τὸ ἐθνικὸν Πάριος. ὁ πολίτης Παριανός καὶ τὸ θηλυκὸν Παριανή. λέγονται καὶ Παριανεῖς ἀπὸ τῆς Παριανεύς εὐθείας.

Event Date: -1
§ P506.3   Parme: Πάρμη, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Παρμαῖος ἢ Παρμανός ὡς Ἀλβανός.

Event Date: -1
§ P506.5  Parnassos: Παρνασσός, ὄρος Δελφῶν. ὁ ὄρειος Παρνάσσιος, τὸ θηλυκὸν Παρνασσία καὶ Παρνασσιάς ἀπὸ τοῦ Παρνάσσιος, ὡς Ἑλικωνιάς, καὶ τὸ οὐδέτερον Παρνάσσιον. λέγεται καὶ Παρνασσίς παρὰ τὸ Παρνασσός, ὡς τοῦ Τευμησσός Τευμησσίς, καὶ Παρνασσεύς. τὸ κτητικὸν Παρνασσιακός. ἐκαλεῖτο δὲ πρότερον Λαρνασσός διὰ τὸ τὴν Δευκαλίωνος λάρνακα αὐτόθι προσενεχθῆναι. ἔνιοι δέ φασιν ἀπὸ Παρνασσοῦ Παρνασσὸν τοὔνομα λαβεῖν, ὃν καὶ μαντεύσασθαι Πυθοῖ πρῶτον, ὡς Ἀλεξανδρίδης φησὶν ἐν πρώτῳ περὶ τοῦ ἐν Δελφοῖς χρηστηρίου.

Event Date: -1
§ P506.15   Parnes: Πάρνης, Πάρνηθος, τὸ ὄρος τῆς Ἀττικῆς. τοῦτο καὶ ἀρσενικῶς λέγεται. Ἐμφανὴς ἐν Πυραυνῷ "ἐς κόρακας· ἥξω φέρων τε δεῦρο τὸν Πάρνηθ´ ὅλον". καὶ θηλυκῶς, ὡς παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις "βλέπε νῦν δευρὶ πρὸς τὴν Πάρνηθα". καὶ τὸ τοπικὸν Παρνήθιος λέγεται καὶ ἀπὸ τῆς Πάρνηθος γενικῆς τὸ θηλυκὸν Παρνηθίς.

Event Date: -1
§ P506.21   Paroitaia: Παροιταία, χώρα τῆς Ἐρυθρᾶς θαλάσσης πλησίον, ἧς οἱ οἰκήτορες Παροιταῖοι.

Event Date: -1
§ P507.1  Paropanissos: Παροπάνισσος, πόλις ὄρος Ἰνδικῆς, ἀφ´ οὗ Παροπανισσάδαι οἱ παροικοῦντες. Ἀπολλόδωρος δὲ ἐν δευτέρῳ περὶ γῆς ἀπ´ αὐτῶν φησι τὸ ὄρος κεκλῆσθαι. [οἱ δὲ τοῦτο κατοικοῦντες Παροπαμισσάδαι.]

Event Date: -1
§ P507.5  Paros: Island, which Archilochos also calls a polis in the epodes. It was settled first by Cretans and a few Arcadians. Supposedly it gets the name from Paros the son of Parrasios, an Arcadian man, as Kallimachos writes. Nikanor in his Renamings says it was called Paktia, Demetrias, Zakynthos, Hyria, Hylessa and Minoa and Kabarnis, from Kabarnos who accused Dionysos of kidnapping his daughter. The citizen is Parios. The ethnic ... From here comes the proverbial "reparianize, as Ephorus writes in his 10th book, "Miltiades having made landings on certain of the other islands then besieged Paros, then the most prosperous and largest of the Cyclades, He besieged it for a long time, shutting it off from the sea and advancing siege equipment by land. With the walls falling and the Parians having agreed to give up the city, something caught fire spontaneously near Mykonos. The Parians assumed that Datis was lighting a beacon for them, denied the agreement, and did not hand over the city to Miltiades. When they say that even now we use the proverb and say that those who break an agreement are reParianizing. There is another Paros, an island of the Liburnians, as Skymnos the Chian says in Book I of his travels.
Πάρος, νῆσος, ἣν καὶ πόλιν Ἀρχίλοχος [αὐτὴν] καλεῖ ἐν τοῖς ἐπῳδοῖς. ᾠκεῖτο δὲ τὸ μὲν πρῶτον ὑπὸ Κρητῶν καί τινων Ἀρκάδων ὀλίγων. τοὔνομα μὲν λέγεται ἀπὸ Πάρου τοῦ Παρρασίου ἀνδρὸς Ἀρκάδος ἔχειν, ὡς Καλλίμαχος. Νικάνωρ δὲ ἐν ταῖς μετονομασίαις κεκλῆσθαί φησιν αὐτὴν Πακτίαν Δημητριάδα Ζάκυνθον Ὑρίαν Ὑλήεσσαν καὶ Μίνῳαν καὶ Κάβαρνιν, ἀπὸ Καβάρνου τοῦ μηνύσαντος τὴν ἁρπαγὴν τῇ Δήμητρι τῆς θυγατρός. ὁ πολίτης Πάριος. εἰκῆ τοίνυν τὸ ἐθνικὸν τῆς Πάρου ὁ τεχνικὸς Ἀπολλώνιος Παριανός εἴρηκεν ἐν τῷ περὶ παρωνύμων οὕτω γράφων "τοῦ δὲ δευτέρου παρὰ τὸ Ζυγὸν Ζυγιανός, καὶ παρὰ τὴν Πάρον Παριανός, Λεοντιανός Ταυριανός". ἀπὸ ταύτης λέγεται παροιμία τὸ ἀναπαριάζειν, ὡς Ἔφορος ἐν δεκάτῳ "ὁ δὲ Μιλτιάδης τῶν μὲν ἄλλων νήσων τινὰς ἀποβάσεις ποιησάμενος ἐπόρθησε, Πάρον δὲ εὐδαιμονεστάτην καὶ μεγίστην οὖσαν τότε τῶν Κυκλάδων καθεζόμενος ἐπολιόρκει πολὺν χρόνον τῆς θαλάττης εἴργων καὶ κατὰ γῆν μηχανήματα ἄγων. ἤδη δὲ τῶν τειχῶν πιπτόντων καὶ ἐπὶ τῷ παραδιδόναι τὴν πόλιν τῶν Παρίων διωμολογημένων, ὕλης τινὸς ἐξ αὐτομάτου περὶ τὴν Μύκονον ἐξαφθείσης οἱ μὲν Πάριοι τὸν Δᾶτιν αὐτοῖς πυρσεύειν ὑπολαβόντες ἐψεύσαντο τὰς ὁμολογίας καὶ τὴν πόλιν οὐκέτι τῷ Μιλτιάδῃ παρέδοσαν. ὅθεν φασὶν ἔτι καὶ νῦν ἡμᾶς χρῆσθαι τῇ παροιμίᾳ τοὺς ψευδομένους τὰς ὁμολογίας ἀναπαριάζειν φάσκοντας". ἔστι καὶ ἄλλη Πάρος νῆσος Λιβυρνῶν, ὥς φησι Σκύμνος ὁ Χῖος ἐν πρώτῳ περιηγήσεως.

Event Date: -1
§ P508.11   Parparon: Παρπάρων, χωρίον ἐν Ἀσίᾳ Αἰολικόν, ἔνθα ἱστοροῦσι Θουκυδίδην ἀποθανεῖν, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν δευτέρῳ. τινὲς δὲ Περπερηνήν τοῦτο καλοῦσιν. ὁ πολίτης Παρπαρώνιος ἀπὸ τῆς Παρπάρωνος γενικῆς. τὸ θηλυκὸν Παρπαρωνία. Ἀνδροτίων δ´ ἐν τρίτῳ Ἀτθίδος Παρπαριώτας φησίν. ἔστι δὲ ὡς ἀπὸ τοῦ Παρπαρία, ὡς Θεσσαλία Θεσσαλιώτης, Ἑσπερία Ἑσπεριώτης.

Event Date: -1
§ P508.18   Parrasia: Παρρασία, πόλις Ἀρκαδίας. Ὅμηρος "Στύμφηλόν [τ´ εἶχον] καὶ Παρρασίην ἐνέμοντο". κέκληται ἀπὸ Παρρασοῦ, ἑνὸς τῶν Λυκάονος παίδων. Χάραξ δὲ κτίσμα Πελασγοῦ ἐν πρώτῳ χρονικῶν οὕτως "Πελασγὸς Ἀρέστορος παῖς τοῦ Ἐκβάσου τοῦ Ἄργου μετοικήσας ἐξ Ἄργους εἰς τὴν ἀπ´ ἐκείνου μὲν τότε Πελασγίαν, ὕστερον δὲ Ἀρκαδίαν κληθεῖσαν, ἐβασίλευσεν ἔτη εἰκοσιπέντε καὶ πόλιν Παρρασίαν ἔκτισε". Νικάνωρ δὲ Παρβασίαν φησὶν αὐτὴν κεκλῆσθαι διὰ τὴν Λυκάονος εἰς τὸν Δία παρανομίαν. ὁ πολίτης Παρράσιος καὶ Παρρασιεύς καὶ Παρρασίς "δέξονται Φολόης οὔρεα Παρρασίδος" καὶ Παρρασική.

Event Date: -1
§ P509.7  Paroreia: Παρώρεια, πόλις Ἀρκαδίας. λέγεται δὲ καὶ Παρωραία, οἱ πολῖται Παρωρεῖς. Νικόλαος δὲ Παρωρεάτας φησίν. ἔστι καὶ Μακεδονίας πόλις. τὸ ἐθνικὸν Παρωραῖοι. ἀλλὰ καὶ Παρωρείτας, ὡς Δικαιαρχείτας καὶ Σαμαρείτας.

Event Date: -1
§ P509.11   Passa: Πάσσα, πόλις Θρᾴκης. τὸ ἐθνικὸν Πασσαῖος, ὡς Ἰσσαῖος τῆς Ἴσσης. ἔστι δὲ καὶ Πάσσανδα χωρίον παρὰ Ἀδραμύττιον πόλιν καὶ Κισθήνην .... τὸ ἐθνικὸν Πασσανδεύς τῷ τῆς χώρας τύπῳ. Ἔφορος "ὀλίγοι δέ τινες εἰς τὸ τῶν Πασσανδέων χωρίον ἔφυγον".

Event Date: -1
§ P509.16  Passala: Πάσσαλα, Μυλασέων ἐπίνειον. τὸ ἐθνικὸν Πασσαλεύς.

Event Date: -1
§ P509.17   Passargadai: Πασσαργάδαι, πόλις [Περσική], θηλυκῶς. Διότιμος ἐν ἑξηκοστῷ πέμπτῳ παντοδαπῶν ἀναγνωσμάτων παρατιθέμενος Ἀναξιμένην ἐν μεταλλαγαῖς βασιλέων οὕτω γράφοντα "τὰς δὲ Πασσαργάδας ἔκτισεν ὁ Κῦρος ἐφ´ οὗ τόπου παραταξάμενος Ἀστυάγην ἐνίκησεν. ὀνομάζεται δὲ ἡ πόλις διερμηνευθεῖσα Περσῶν στρατόπεδον". Ἀπολλόδωρος δὲ ἀρσενικῶς φησιν. ἔοικε δὲ ἀρσενικῶς καὶ θηλυκῶς εἰρῆσθαι, τάχα δέ, ὅπερ ἄμεινον, ἐπὶ μὲν τῆς πόλεως θηλυκῶς, ἐπὶ δὲ τῶν οἰκητόρων ἀνδρωνύμως.

Event Date: -1
§ P510.9   Pasteris: Πάστερις, Αἰγυπτία πόλις. ὁ πολίτης Παστερίτης, καθὸ τοῦ Ἀστερίς τὸ Ἀστερίτης.

Event Date: -1
§ P510.11   Patala: Πάταλα, πόλις Ἰνδική. λέγεται καὶ Πατάλη, [τὸ ἐθνικὸν Παταληνός.] τὸ κτητικὸν Παταληνικός. λέγεται καὶ Παταλαῖος.

Event Date: -1
§ P510.14   Patalos: Πάταλος, νῆσος παρακειμένη τῇ Καρίᾳ. τὸ ἐθνικὸν Πατάλιος, καὶ ὡς ἀπὸ τοῦ Παταλεύς τὸ θηλυκὸν Παταληίς ὡς βασιληίς.

Event Date: -1
§ P510.17   Patara: Πάταρα, πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. ἐκλήθη δὲ ἀπὸ Πατάρου τοῦ Ἀπόλλωνος καὶ Λυκίας τῆς Ξάνθου. Ἀλέξανδρος Σαλακίαν κόρην ἐξ Ὀφιονίδος φησὶ φέρειν ἱερὰ τῷ Ἀπόλλωνι ἐν πατάρᾳ· εἶναι δὲ ταῦτα πέμματα λύρας τε καὶ τόξα καὶ βέλη, οἷς παίζειν νηπίους ὄντας. θεῖσαν δὲ τὸ ἄγγος ἀναπαύεσθαι κατὰ τὴν ὁδόν· ἄνεμον δ´ ἐπιπνεύσαντα εἰς τὴν θάλασσαν βαλεῖν τὴν πατάραν, κλαίουσαν δὲ τὴν παῖδα εἰς τὸν οἶκον ἐλθεῖν, τὴν δὲ πατάραν τῇ Λυκίων χερρονήσῳ κατενεχθῆναι· περιτυχόντα δέ τινα τῶν ἐκ τῆς Σαλακίας φυγόντων τῇ πατάρᾳ τὰ ἐν αὐτῇ πέμματα πάντα κατακαῦσαι καὶ τὴν χερρόνησον ἱερὰν Ἀπόλλωνι ἀνεῖναι. ὠνομάσθαι δὲ τὴν χώραν ἀπὸ τοῦ ἄγγους, τοῦ πατάρας, Πάταρα. μεθερμηνεύεσθαι δὲ τὴν πατάραν ἑλληνιστὶ κίστην. ὁ πολίτης Παταρεύς. τὸ θηλυκὸν Παταρηίς, ὡς βασιληίς. τὸ κτητικὸν "Παταρήιον ὕδωρ".

Event Date: -1
§ P511.15   Patoumos: Πάτουμος, πόλις Ἀραβίας. τὸ ἐθνικὸν Πατούμιος, μᾶλλον δὲ Πατουμηνός τῷ τῆς χώρας ἔθει.

Event Date: -1
§ P511.17   Patra: Πάτρα, ἓν τῶν τριῶν τῶν παρ´ Ἕλλησι κοινωνίας εἰδῶν ὡς Δικαίαρχος "ἃ δὴ καλοῦμεν πάτραν φρατρίαν φυλήν. ἐκλήθη δὲ πάτρα μὲν εἰς τὴν δευτέραν μετάβασιν ἐλθόντων ἡ κατὰ μόνας ἑκάστῳ πρότερον οὖσα συγγένεια, ἀπὸ τοῦ πρεσβυτάτου τε καὶ μάλιστα ἰσχύσαντος ἐν τῷ γένει τὴν ἐπωνυμίαν ἔχουσα, ὃν ἂν τρόπον Αἰακίδας ἢ Πελοπίδας εἴποι τις ἄν. φατρίαν δὲ συνέβη λέγεσθαι καὶ φρατρίαν, ἐπειδή τινες εἰς ἑτέραν πάτραν ἐδίδοσαν θυγατέρας ἑαυτῶν. οὐ γὰρ ἔτι τῶν πατριωτικῶν ἱερῶν εἶχε κοινωνίαν ἡ δοθεῖσα, ἀλλ´ εἰς τὴν τοῦ λαβόντος αὐτὴν συνετέλει πάτραν, ὥστε πρότερον πόθῳ τῆς συνόδου γιγνομένης ἀδελφαῖς σὺν ἀδελφῷ, ἑτέρα τις ἱερῶν ἐτέθη κοινωνικὴ σύνοδος, ἣν δὴ φρατρίαν ὠνόμαζον". καὶ πάλιν "ὥστε πάτρα μὲν ὅνπερ εἴπομεν ἐκ τῆς συγγενείας τρόπον ἐγένετο μάλιστα τῆς γονέων σὺν τέκνοις καὶ τέκνων σὺν γονεῦσι, φρατρία δὲ ἐκ τῆς τῶν ἀδελφῶν. φυλὴ δὲ καὶ φυλέται πρότερον ὠνομάσθησαν ἐκ τῆς εἰς τὰς πόλεις καὶ τὰ καλούμενα ἔθνη συνόδου γενομένης. ἕκαστον γὰρ τῶν συνελθόντων φῦλον ἐλέγετο εἶναι". οἱ οἰκήτορες πάτριοι.

Event Date: -1
§ P512.14   Patrai: Πάτραι, πόλις Ἀχαΐας, ἀπό τινος Πατρέως. ὁ πολίτης Πατρεύς.

Event Date: -1
§ P512.16   Patrasys: Πάτρασυς, πόλις Ποντική, ὡς Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Πατρασύτης καὶ Πατράσυος καὶ Πατρασυεύς.

Event Date: -1
§ P512.18   Patriargadai: Πατριαργάδαι, Περσικὸς τόπος. οἱ οἰκήτορες ὁμοίως Πατριαργάδαι.

Event Date: -1
§ P512.20   Patris: Πατρίς, ἡ πατρόθεν πόλις. τὸ ἐθνικὸν ὤφειλε πατρίτης. ἄμεινον δὲ τὸ πατριώτης.

Event Date: -1
§ P512.22  Patroklou nesos: Πατρόκλου νῆσος, παρὰ τὴν Ἀττικήν. [τὸ ἐθνικὸν] ὡς Προκοννήσιος οὕτω Πατροκλονήσιος.

Event Date: -1
§ P513.1   Patykos: Πάτυκος, πόλις Οἰνώτρων ἐν μεσογείᾳ. [Ἑκαταῖος Εὐρώπῃ.] τὸ ἐθνικὸν Πατυκίτης.

Event Date: -1
§ P513.3   Pausarkai: Παυσάρκαι, ἔθνος ὑπὸ τὸν Καύκασον.

Event Date: -1
§ P513.4  Pautalia: Παυταλία, μοῖρα Θρᾴκης. τὸ ἐθνικὸν Παυταλιώτης.

Event Date: -1
§ P513.5   Paphlagonia: Παφλαγονία, ἀπὸ Παφλαγόνος τοῦ Φινέως παιδός.

Event Date: -1
§ P513.6  Paphos: Πάφος, πόλις Κύπρου. οἱ πολῖται Πάφιοι.

Event Date: -1
§ P513.7   Pachynos: Πάχυνος, ἀκρωτήριον Σικελίας. τὸ ἐθνικὸν Παχύνιος.

Event Date: -1
§ P513.8  Peda: Πέδα, πόλις Αὐσονική. τὸ ἐθνικὸν Πεδανός.

Event Date: -1
§ P513.9   Pedieis: Πεδιεῖς, πόλις Καρίας. τὸ ἐθνικὸν ὁμωνύμως ὡς Ὀδυσσεῖς, ἢ Πεδιείτης ὡς Ἀταρνείτης.

Event Date: -1
§ P513.11   Pedion: Πεδίον, τόπος πλατὺς καὶ ὁμαλός. τὸ ἐθνικὸν πεδιεύς. ἔστι δὲ καὶ Πεδιάς φυλὴ τῆς Ἀττικῆς.

Event Date: -1
§ P513.13   Pednelissos: Πεδνηλισσός, πόλις Πισιδίας. τὸ ἐθνικὸν Πεδνηλισσεύς, ὡς Τελμισσεύς ἀπὸ τοῦ Τελμισσός.

Event Date: -1
§ P513.15   Peigelasos: Πειγέλασος, πόλις Καρίας. τὸ ἐθνικὸν Πειγελασσεῖς.

Event Date: -1
§ P513.16   Peiraios: Πειραιός, οὕτως ἐκαλεῖτο ὁ λιμὴν τῆς Ἀττικῆς. Πειραιός δὲ καὶ τὸ ἐθνικόν. ὕστερον δὲ Πειραιεύς, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Πειραιεύς. τὰ τοπικὰ ἐκ Πειραιῶς, εἰς τόπον εἰς Πειραιᾶ, ἐν τόπῳ ἐν Πειραιεῖ καὶ Πειραιοῖ. λέγεται καὶ κτητικῶς Πειραϊκός μετὰ συστολῆς τοῦ 'α'. ἔστι καὶ τῆς Κορινθίας λιμήν. λέγεται δὲ καὶ "Πειρήτιδος ἱερὸς ὄρνις" ὡς ἀπὸ τοῦ Πειρήτης ἀρσενικοῦ. ἔστι δὲ δῆλον ὡς ἀπὸ τοῦ Πειραία Πειραιάτης καὶ Πειραιείτης καὶ καθ´ ὑφαίρεσιν τῆς 'ει' διφθόγγου Πειραιάτης.

Event Date: -1
§ P514.8  Peirasia: Πειρασία, πόλις Μαγνησίας. τὸ ἐθνικὸν Πειρασιεύς ὡς Ὑριεύς καὶ Ὑσιεύς. τὸ θηλυκὸν Πειρασίς. λέγεται καὶ Πειρεσία.

Event Date: -1
§ P514.11  Pelagonia: Πελαγονία, χώρα Σικελίας. τὸ ἐθνικὸν Πελαγονιαῖος.

Event Date: -1
§ P514.12  Pelasgia: Πελασγία, ἡ χώρα τοῦ Ἄργους καὶ ἡ γυνή. σημειωτέον δὲ ὅτι Πελάσγιος οὐ λέγεται τὸ ἐθνικὸν ἄρρεν, ἀλλ´ ὁμώνυμον τῷ κτιστῇ Πελασγός. καὶ Πελασγιώτης ἀπὸ τοῦ Πελασγία. [καὶ] Πελασγιῶτις δὲ θηλυκὸν καὶ Πελασγία, καὶ "Πελασγικὸν Ἄργος ἔναιον", καὶ Πελασγιακόν.

Event Date: -1
§ P514.17  Pelethronion: Πελεθρόνιον, ὄρος Θετταλίας. ὁ οἰκήτωρ Πελεθρόνιος.

Event Date: -1
§ P514.18   Pele: Πέλη, πόλις Θεσσαλικὴ διττή, μία μὲν ὑπὸ Εὐρυπύλῳ, ἑτέρα δὲ ὑπὸ Ἀχιλλεῖ. ἔστιν οὖν ἀπὸ τοῦ Πέλη Πέλεια, ὡς Ζέλη Ζέλεια. τὸ ἐθνικὸν Πελεύς.

Event Date: -1
§ P515.3  Pelinna: Πέλιννα, πόλις Θεσσαλίας ἐν τῇ Φθιώτιδι. κέκληται ἀπὸ Πελίνου τοῦ Οἰχαλιέως. ἔστι δὲ καὶ Πελινναῖον ὄρος Χίου. καὶ τὸ κτητικὸν Πελινναῖος.

Event Date: -1
§ P515.6  Pella: Πέλλα, πόλις Μακεδονίας, Θεσσαλίας, Ἀχαΐας, κοίλης Συρίας, ἡ Βοῦτις λεγομένη. ἡ δὲ Μακεδονίας Βούνομος τὸ πρότερον ἐκαλεῖτο καὶ Βουνόμεια ... ἐκλήθη δὲ ἀπὸ Πέλλα τοῦ κτίσαντος. ὁ πολίτης Πελλαῖος. τὸ ἐθνικὸν Πελληνοί, ὡς εἴπομεν τοῦ Κάρρα καὶ Ἔδεσσα ποτὲ μὲν Ἐδεσσαίους ποτὲ δὲ Ἐδεσσηνούς. ἔστι καὶ Πέλλα ὄρος Αἰθιοπίας.

Event Date: -1
§ P515.12   Pellene: Πελλήνη, πόλις Ἀχαΐας. λέγεται καὶ Πελλίνα ὡς Μιτυλίνα. ὁ πολίτης Πελληνεύς, τὸ θηλυκὸν Πελληνίς. σημειωτέον δὲ ὅτι Παλλήνη καὶ Πελλήνη ἑνὶ μόνῳ γράμματι διαφέρουσι· καὶ ἡ μὲν Πελλήνη δύο μόνα ἐθνικὰ ἔχει, τὸ εἰς 'ευς' καὶ τὸ διὰ τοῦ 'ιος', ἡ δὲ Παλλήνη διὰ τοῦ 'α' τέσσαρα, Παλληνεύς Παλλήνιος Παλληναῖος Παλληνίτης.

Event Date: -1
§ P515.18   Pelope: Πελόπη, κώμη Λυδίας πρὸς τῇ Φρυγίᾳ. τὸ ἐθνικὸν Πελοπεύς.

Event Date: -1
§ P515.2  Peloponnesos: Πελοπόννησος, τρεῖς ἔσχεν ἐπωνυμίας, [ὡς Νικόλαος ὁ Δαμασκηνὸς γράφει ἐν τετάρτῃ ἱστορίᾳ "μέγιστον οὖν τότε ἴσχυον οἱ Πελοπίδαι, καὶ ἡ Πελοπόννησος εἰς αὐτοὺς ἀφεώρα, καὶ αὐτὸ τοὔνομα ἔχουσα ἀπ´ ἐκείνων, τρεῖς ἤδη πρότερον ἀλλάξασα τὰς ἐπωνυμίας.] ἐπὶ μὲν γὰρ Ἄπεως τοῦ Φορωνέως ἐκαλεῖτο Ἀπία, ἐπὶ δὲ Πελασγοῦ [τοῦ αὐτόχθονος] Πελασγία, ἐπὶ δὲ Ἄργου [καὶ αὐτὴ] ὁμωνύμως Ἄργος ἐκαλεῖτο· ἐπὶ δὲ Πέλοπος [τοῦ τὸν Οἰνόμαον νικήσαντος] Πελοπόννησος [ἔσχε τοῦτο τὸ κύριον ὄνομα". ἔστι δὲ χερρόνησος ἀμπέλου φύλλῳ τῷ σχήματι παρεμφερής. Διονύσιος δὲ πλατάνου φύλλῳ ἀπεικάζει λέγων οὕτως "εἰδομένη πλατάνοιο μυουρίζοντι πετήλῳ".] ὁ οἰκήτωρ Πελοποννήσιος. Πελοποννησιακὸν δὲ πόλεμον φυλάττονται λέγειν. λέγεται καὶ Πελόπειος διὰ διφθόγγου ἀπὸ Πέλοπος, τὸ θηλυκὸν Πελοπία. λέγεται καὶ Πελοπηίς.

Event Date: -1
§ P516.13  Peltai: Πέλται, πόλις Φρυγίας. τὸ ἐθνικὸν Πελτηνός.

Event Date: -1
§ P516.14   Pempte: Πέμπτη, πόλις Αἰγύπτου. ὁ πολίτης Πεμπτίτης καὶ νομὸς Πεμπτίτης.

Event Date: -1
§ P516.16  Penestai: Πενέσται, ἔθνος Θεσσαλικόν. ὁ τόνος βαρύς, ὡς Ὀρέστης Θυέστης.

Event Date: -1
§ P516.18   Penthile: Πενθίλη, πόλις Λέσβου. οἱ πολῖται Πενθιλεῖς. ἀπὸ Πενθίλου.

Event Date: -1
§ P516.20   Pentele: Πεντελή, δῆμος Ἀντιοχίδος φυλῆς. ὁ δημότης Πεντελῆθεν. ἔστι δὲ θηλυκὸν τοὔνομα τοῦ δήμου. τὸ κτητικὸν Πεντελικός, τὸ θηλυκὸν Πεντελική.

Event Date: -1
§ P516.23   Peparethos: Πεπάρηθος, νῆσος τῶν Κυκλάδων, ὁμώνυμον ἔχουσα πόλιν. ὁ πολίτης Πεπαρήθιος. τούτου τὸ θηλυκὸν παρὰ τὸ Πεπάρηθος Πεπαρηθίς.

Event Date: -1
§ P517.1   Peraia: Περαία, πολίχνιον Συρίας. ἔστι καὶ χώρα Κορίνθου Περαία λεγομένη. τὸ ἐθνικὸν Περαιεύς.

Event Date: -1
§ P517.3   Perantia: Περαντία, πόλις Αἰτωλίας.

Event Date: -1
§ P517.4  Pergamos: Πέργαμος, πόλις Ἀσίας. ὁ πολίτης Περγαμηνός.

Event Date: -1
§ P517.5   Pergantion: Περγάντιον, πόλις Λιγύων. τὸ ἐθνικὸν Περγάντιος, ὡς Ἀλλάντιος Βυζάντιος.

Event Date: -1
§ P517.7  Pergase: Περγασή, ὀξυτόνως, δῆμος τῆς Ἐρεχθηίδος φυλῆς. ὁ δημότης Περγασεύς. ἔστιν οὖν καὶ Περγασῆθεν καὶ Περγασήνδε, ἐν τόπῳ δὲ Περγασῆσι.

Event Date: -1
§ P517.10   Perge: Πέργη, πόλις Παμφυλίας. τὸ ἐθνικὸν Περγαῖος. τὸ θηλυκὸν Περγαία. καὶ Περγαία Ἄρτεμις.

Event Date: -1
§ P517.12   Perdikia: Περδίκια, οὐδετέρως, χώρα καὶ λιμὴν Λυκίας. τὸ ἐθνικὸν Περδικιεύς.

Event Date: -1
§ P517.14   Perithoidai: Περιθοῖδαι, δῆμος Οἰνηίδος φυλῆς. ὁ δημότης Περιθοίδης καὶ ὡς ἐκ τόπου [ἐκ] Περιθοιδῶν, ἐν τόπῳ ἐν Περιθοιδῶν.

Event Date: -1
§ P517.17   Perinthos: Πέρινθος, ἀπὸ Περίνθου Ἐπιδαυρίου τοῦ μετὰ Ὀρέστου στρατευσαμένου. ἔστι δὲ πόλις Θρᾴκης. ὁ πολίτης Περίνθιος. τὸ θηλυκὸν Περινθία.

Event Date: -1
§ P517.20   Peristere: Περιστερή, πόλις Φοινίκων. τὸ ἐθνικὸν Περιστερίτης.

Event Date: -1
§ P517.21   Perkote: Περκώτη, καὶ Παλαιπερκώτη, πόλις Τρωᾴδος. ὁ πολίτης Περκώσιος καὶ τοῦ Παλαιπερκώτη τὸ ἐθνικὸν Παλαιπερκώσιος.

Event Date: -1
§ P517.24   Perne: Πέρνη, πόλις Θρᾴκης ἀντικρὺ Θάσου. τὸ ἐθνικὸν Περναῖος καὶ Περναία.

Event Date: -1
§ P518.1   Perousia: Περουσία, πόλις Τυρρηνῶν. τὸ ἐθνικὸν Περουσιάτης. δύναται δὲ καὶ Περουσιεύς, ὡς τῆς Θεοδοσίας Θεοδοσιεύς. ἔστι δὲ καὶ Περυσῖνος. γράφεται δὲ διχῶς, καὶ διὰ τοῦ 'ο' καὶ δίχα αὐτοῦ.

Event Date: -1
§ P518.5   Perraibos: Περραιβός, πόλις Θετταλίας. τὸ ἐθνικὸν Περραιβοί. τὸ θηλυκὸν κατὰ κοινότητα ἡ Περραιβός καὶ Περραιβή καὶ Περραιβίς. λέγεται καὶ Περραιβίτης.

Event Date: -1
§ P518.8   Perraision: Περραίσιον, πόλις μία τῶν δώδεκα τῶν παρὰ τοῖς Τυρρηνοῖς ἀρχηγετίδων καλουμένων. τὸ ἐθνικὸν Περραισῖνος, ὡς τοῦ Ἀσσώριον τὸ Ἀσσωρῖνος.

Event Date: -1
§ P518.11   Perridai: Περρίδαι, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης ἐκ Περριδῶν. εἰς Περριδῶν ἐν Περριδῶν.

Event Date: -1
§ P518.13   Persa: Πέρσα, πόλις, θηλυκῶς, παρὰ τῷ Εὐφράτῃ καὶ Σαμοσάτοις. τὸ ἐθνικὸν Περσαῖος. δυνατὸν δὲ καὶ Περσηνὴν εἰπεῖν, εἴ γε παρὰ τὴν Μέσην Μεσηνοὺς καὶ Μεσηνὴν λέγοντας εὕρομεν.

Event Date: -1
§ P518.16   Persai: Πέρσαι, τὸ ἔθνος, ἀπὸ Πέρσου τοῦ Μηδείας. λέγεται καὶ Πέρσης ὄνομα. καὶ τοῦ μὲν κυρίου ἡ κλητικὴ κατὰ ὕφεσιν τοῦ 'σ', ὡς τὸ "ὦ Πέρση", τοῦ δὲ ἐθνικοῦ καὶ μετατροπῇ τοῦ 'η' εἰς 'α' "ὦ Πέρσα" "ὦ Σκύθα". λέγεται δὲ καὶ Περσίς ἡ χώρα καὶ ἡ γυνή. καὶ Περσίδιον ὑποκοριστικῶς ἀντὶ τοῦ Περσικόν. καὶ κτητικὸν Περσικόν. καὶ Περσικαί εἶδος εὐτελοῦς ὑποδήματος. ἔοικε δὲ γυναικεῖον εἶναι. λέγεται καὶ περσίζειν, ὡς τοῦ Σκύθης σκυθίζειν. ἀφ´ οὗ τὸ περσιστί ἐπίρρημα, ὡς τοῦ δωρίζω δωριστί καὶ σκυθιστί.

Event Date: -1
§ P519.6  Persepolis: Περσέπολις, πόλις Περσίδος. τὸ ἐθνικὸν Περσεπολίτης. ἔστι δὲ καὶ ὄνομα κύριον υἱοῦ Τηλεμάχου.

Event Date: -1
§ P519.8   Perseus: Περσεύς, πόλις Ἀττικὴ καὶ λιμὴν ὁμώνυμος, ὃν ἔκτισαν Ἀθηναῖοι. οἱ πολῖται Περσεῖς.

Event Date: -1
§ P519.10   Pessinous: Πεσσινοῦς, πόλις Γαλατίας, ἀπό τινος Γάλλου Πεσσινοῦντος. τινὲς δὲ ἀπὸ τῆς ῥεούσης τοῦ λόφου τοῦ ἐν ᾧ ἐτάφη Μαρσύας. τὸ ἐθνικὸν Πεσσινούντιος.

Event Date: -1
§ P519.13   Peteon: Πετεών, πόλις Βοιωτίας. τὸ ἐθνικὸν Πετεώνιος, καὶ τὸ οὐδέτερον Πετεώνιον.

Event Date: -1
§ P519.15  Petelia: Πετηλία, πόλις Ἰταλική. τὸ ἐθνικὸν Πετηλῖνος.

Event Date: -1
§ P519.16   Petorsoi: Πέτορσοι, Λιβύης ἔθνος μέγα καὶ πολυάνθρωπον.

Event Date: -1
§ P519.17  Petra: Πέτρα, πόλις νῦν τῆς τρίτης Παλαιστίνης. ὁ πολίτης Πετραῖος.

Event Date: -1
§ P519.19   Petrosaka: Πετροσάκα, χωρίον Ἀρκαδίας. ὁ οἰκήτωρ Πετροσακαῖος.

Event Date: -1
§ P519.20   Petrossa: Πέτροσσα, νῆσος Κιλικίας. τὸ ἐθνικὸν Πετροσσαῖος.

Event Date: -1
§ P519.21   Peuketiantes: Πευκετίαντες, ἔθνος τοῖς Οἰνώτροις προσεχές, ὡς Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ P520.1   Peuketioi: Πευκέτιοι, ἔθνος περὶ τὸ Ἰόνιον πέλαγος. τὸ ἐθνικὸν Πευκετιεύς, ὡς τοῦ Δουλίχιον τὸ Δουλιχιεύς. Ἡρόδωρος δὲ καὶ Πευκετεῖς αὐτοὺς καλεῖ. καὶ ἐπιθετικῶς Πευκέτιος.

Event Date: -1
§ P520.4  Peuke: Πεύκη, νῆσος ἐν τῷ Ἴστρῳ. οἱ οἰκήτορες Πευκηνοί.

Event Date: -1
§ P520.5   Pephnon: Πέφνον, πόλις Λακωνική, οὐδετέρως. Ἀπολλόδωρος δὲ νῆσον αὐτήν φησι. λέγεται δὲ καὶ θηλυκῶς καὶ οὐδετέρως. τὸ ἐθνικὸν Πεφνίτης ὡς τοῦ λίκνον λικνίτης, τοῦ δὲ θηλυκοῦ Πέφνιος ὡς Σίφνιος. ἀλλὰ καὶ Πεφναῖος, ὡς τοῦ νῆσος νησαῖος, καὶ Πεφναία τὸ θηλυκόν.

Event Date: -1
§ P520.10  Pegai: Πηγαί, παροικία Μεγαρέων. οἱ οἰκήτορες Πηγαῖοι. ἔστι δὲ καὶ πόλις ἐν Κερυνείᾳ τῆς Κύπρου.

Event Date: -1
§ P520.12  Pegasa: Πήγασα, πόλις Καρίας, οὐδετέρως. καὶ Πηγασεύς τὸ ἐθνικόν. δεῖ δὲ οὐ διὰ τοῦ 'δ' γράφειν Πήδασα, ἀλλὰ διὰ τοῦ 'γ' Πήγασα. οἱ πολῖται Πηγασεῖς. ἔστι δὲ καὶ ἑτέρα Πήδασος ὑπὲρ τὴν Ἴδην, ἣν Ἀχιλλεὺς ἐπόρθησεν. ὁ πολίτης Πηδασεύς, καὶ πατρωνυμικῶς Πηδασίδης.

Event Date: -1
§ P520.17  Pelagonia: Πηλαγονία, μοῖρα Μακεδονίας. οἱ οἰκήτορες Πηλαγόνες. ἔστι δὲ καὶ ὄνομα κύριον. ἔοικε δὲ γράφεσθαι τὸ μὲν τῆς χώρας ὄνομα μετὰ τοῦ ἐθνικοῦ κατὰ τὴν δευτέραν συλλαβὴν διὰ τοῦ 'α', τὸ δὲ τοῦ ἥρωος μόνον διὰ τοῦ 'ε'.

Event Date: -1
§ P520.21  Pele: Πήλη, μικρὰ νῆσος. βαρύνεται δέ. "τὰ γὰρ διὰ τοῦ 'ηλη' δισύλλαβα βαρύνεσθαι θέλει, εἰ μὴ ἀπὸ δασέος ἄρχεται συμφώνου, οἷον μήλη στήλη". τὸ ἐθνικὸν Πηλαῖος.

Event Date: -1
§ P520.24   Pelekes: Πήληκες, δῆμος Λεοντίδος φυλῆς. ὁ δημότης Πήληξ. τὰ τοπικὰ ἐν Πήληκι εἰς Πήληκα ἐκ Πηλήκων. καὶ θαυμαστὸν τοῦτο, ὅτι ὁ δῆμος πληθυντικῶς λέγεται, ἑνικῶς δὲ τὰ τοπικά.

Event Date: -1
§ P521.3   Pelekos: Πήληκος, πόλις ἐν Λιβύῃ. τὸ ἐθνικὸν Πηληκίτης.

Event Date: -1
§ P521.4   Pelion: Πήλιον, πόλις Θετταλίας. τὸ ἐθνικὸν Πηλιεύς καὶ Πηλιώτης καὶ θηλυκῶς Πηλιῶτις. λέγεται δὲ καὶ Πηλία, καὶ τὸ ἐθνικὸν Πηλεύς. καλεῖται δὲ καὶ Πηλεῖς πληθυντικῶς, ἀπὸ τοῦ Πηλεύς ἑνικοῦ. καὶ τούτου τὸ ἐθνικὸν Πηλίτης. καλεῖται δὲ ἀπὸ τῆς Θέτιδος [Θετίδειον] ἡ πόλις. τὸ δὲ ὄρος Πήλιον, τὸ ἐθνικὸν [Πηλιεύς καὶ] τὸ θηλυκὸν τοῦ ὄρους Πηλιάς, καθὰ τοῦ Ἴλιον Ἰλιεύς καὶ Ἰλιάς. λέγεται καὶ κτητικὸν Πηλιωτικόν ἀπὸ τοῦ Πηλιώτης. ἔστι δὲ καὶ Πήλιον Ἰλλυρίας πόλις, ἧς μέμνηται Κουάδρατος. τὸ ἐθνικὸν Πηλῖνος.

Event Date: -1
§ P521.13   Pelous: Πηλοῦς, νῆσος περὶ Χίον. τὸ ἐθνικὸν Πηλούσιος ὡς Ῥαμνούσιος.

Event Date: -1
§ P521.15   Pelousion: Πηλούσιον, πόλις Αἰγύπτου, εἰς ἣν ἐκρεῖ τὸ πρῶτον στόμα τοῦ Νείλου. τὸ ἐθνικὸν Πηλουσιώτης ὡς Ζεφυριώτης. ἀλλὰ καὶ Πηλούσιος καὶ Πηλουσιακός. ἔστι καὶ Πηλούσιον λιμὴν Θετταλίας.

Event Date: -1
§ P521.19   Pera: Πήρα, πόλις Πισιδίας. τὸ ἐθνικὸν Πηραῖος.

Event Date: -1
§ P521.2  Pereia: Πήρεια, Θεσσαλίας χωρίον. τὸ ἐθνικὸν Πηρεύς.

Event Date: -1
§ P522.1   Piakos: Πίακος, πόλις Σικελίας. οἱ πολῖται Πιακῖνοι.

Event Date: -1
§ P522.2   Pialeia: Πιάλεια, πόλις Θεσσαλικὴ ὑπὸ τὸ Κερκετικὸν ὄρος. τὸ ἐθνικὸν Πιαλεύς.

Event Date: -1
§ P522.4   Piastai: Πιάσται, ἔθνος πρὸς τῷ Πόντῳ. [ Ἡρωδιανός] "βαρύνεται δὲ ὁμοίως τῷ Ὀρέσται. ὁμοίως δὲ καὶ οἱ Διέσται. Μακεδονικὰ δέ εἰσιν ἔθνη. καὶ οἱ Πιάσται". χρὴ δὲ εἰδέναι, ὅτι οὔ φησι καὶ τοὺς Πιάστας Μακεδονικὸν ἔθνος εἶναι, ἀλλὰ συμβαρυνομένους τοῖς Διέσταις καὶ Ὀρέσταις.

Event Date: -1
§ P522.9   Piginda: Πίγινδα, ὡς Ἄλινδα Λάρανδα, δῆμος Καρίας. οἱ δημόται Πιγινδεῖς.

Event Date: -1
§ P522.11  Pieria: Πιερία, πόλις ἐν ὁμωνύμῳ χωρίῳ. ὁ πολίτης Πιεριώτης καὶ Πιερίτης καὶ Πιεριεύς.

Event Date: -1
§ P523.1   Pithekoussai: Πιθηκοῦσσαι, νῆσοι περὶ Τυρρηνίαν. οἱ οἰκήτορες Πιθηκουσσαῖοι.

Event Date: -1
§ P523.3   Pithekon kolpos: Πιθήκων κόλπος, λιμὴν ἐν τῇ Λιβύῃ περὶ Καρχηδόνα. τὸ ἐθνικὸν Πιθηκοκολπίτης.

Event Date: -1
§ P523.5   Pithos: Πίθος, ὁμωνύμως τῷ ἀγγείῳ, δῆμος τῆς Κεκροπίδος φυλῆς. κέκληται δὲ ἀπό τινος Πίθου, τῶν πίθων αὐτόθι γινομένων. ὁ δημότης Πιθεύς. τὰ τοπικὰ ἐκ Πιθέων εἰς Πιθέων ἐν Πιθέων.

Event Date: -1
§ P523.9   Pikentia: Πικεντία, πόλις Τυρρηνίας. Φλέγων δὲ Πικεντόν αὐτὴν καλεῖ. οἱ ἐνοικήτορες Πικεντῖνοι, καὶ τὸ θηλυκὸν Πικεντίνη.

Event Date: -1
§ P523.11   Pikiantes: Πικίαντες, ἔθνος Ἰταλίας.

Event Date: -1
§ P523.12   Piloros: Πίλωρος, πόλις περὶ τὸν Ἄθων. τὸ ἐθνικὸν Πιλωρίτης ὡς Ἀλωρίτης.

Event Date: -1
§ P523.14   Pimolisa: Πιμώλισα, οὐδετέρως, φρούριον τῆς ἐντὸς Ἅλυος Ποντικῆς, ἀφ´ οὗ ἡ χώρα Πιμωλισηνή. ὁ κατοικῶν τὴν πόλιν Πιμωλισηνός, ὡς Ἔμισα Ἐμισηνός.

Event Date: -1
§ P523.17   Pinamys: Πίναμυς, πόλις Αἰγύπτου. τὸ ἐθνικὸν Πιναμύτης, ὡς Αἴγυος Αἰγύτης. ὁ δὲ τύπος Αἰγύπτιος.

Event Date: -1
§ P523.19  Pinara: Πίναρα, πόλις μεγίστη, ὑπερκειμένη τῷ Κράγῳ ὄρει τῆς Λυκίας. τὸ ἐθνικὸν Πιναρεῖς ὡς Μεγαρεῖς.

Event Date: -1
§ P523.21  Pisa: Πῖσα, πόλις καὶ κρήνη τῆς Ὀλυμπίας. ἔστι καὶ χωρίον, ἐν ᾧ ὁ τοῦ Διὸς ναὸς ἵδρυται καὶ ὁ Ὀλυμπιακὸς ἀγὼν ἐπιτελεῖται. τὸ ἐθνικὸν Πισᾶται. τὸ θηλυκὸν Πισᾶτις. λέγεται δὲ καὶ Πισαιεύς. τὸ πρῶτον καὶ τὸ δεύτερον τῆς Πίσης μακρά ἐστι.

Event Date: -1
§ P524.3  Pisidia: Πισιδία, οἱ Πισίδαι πρότερον Σόλυμοι, ἀπὸ Σολύμου τοῦ Διὸς καὶ Χαλδήνης. ἔστι δὲ ἔθνος βάρβαρον κατοικοῦν παρὰ τὴν Ἄσπενδον καὶ τὴν Κιλικίαν. εἴρηται δὲ ἀπὸ Πισίδου. αἱ δεύτεραι καὶ πρῶται συστέλλονται. λέγεται καὶ Πισιδική καὶ Πισιδικόν καὶ Πισιδεῖς μετὰ ἐκτάσεως τοῦ 'ι'.

Event Date: -1
§ P524.8  Pisis: Πισίς, πόλις καὶ ὄρος Ἀρμενίας ἢ Σουσιανῆς. ὁ πολίτης Πισιδεύς ὡς Χαλκιδεύς.

Event Date: -1
§ P524.10  Pissaion: Πισσαῖον, [πόλις] Πελαγονίας. τὸ ἐθνικὸν Πισσαῖος.

Event Date: -1
§ P524.11  Pistiros: Πίστιρος, ἐμπόριον Θρᾴκης. τὸ ἐθνικὸν Πιστιρῖται. ἔστι δὲ ὡς Σκίρος Σκιρίτης.

Event Date: -1
§ P524.13   Pisye: Πισύη, πόλις Καρίας. λέγεται καὶ Πιτύη, τὸ ἐθνικὸν ὁμοίως Πισυήτης.

Event Date: -1
§ P524.15  Pitane: Πιτάνη, πόλις Αἰολίδος. ὁ πολίτης Πιταναῖος καὶ Πιτανῖτις χώρα καὶ Πιτανῖτις νύμφη καὶ Πιταναία.

Event Date: -1
§ P524.17   Pitaou polis: Πιτάου πόλις, [πόλις] Καρίας, ἀπὸ Πιτάου. Πίταος δὲ Φρύξ, Μίδου φίλος. τὸ ἐθνικὸν Πιταεῖς. ἔστι δ´ οὕτω δυοῖν ἐθνικόν, ὡς τοῦ Μόψου ἑστία Μοψεᾶται.

Event Date: -1
§ P525.3   Pitnissa: Πίτνισσα, πόλις Λυκαονίας. τὸ ἐθνικὸν Πιτνισσαῖος, ὡς Σκοτουσσαῖος Πιτυουσσαῖος.

Event Date: -1
§ P525.5   Pityeia: Πιτύεια, πόλις μεταξὺ Παρίου καὶ Πριάπου. τὸ ἐθνικὸν Πιτυεύς καὶ Πιτύεια.

Event Date: -1
§ P525.7  Pitye: Πιτύη, πόλις Καρίας. οἱ πολῖται Πιτυᾶται. Καπίτων δὲ διὰ τοῦ 'σ' αὐτὴν λέγει.

Event Date: -1
§ P525.9   Pityoussai: Πιτυοῦσσαι, νῆσοι διάφοροι, ἃς Πιτυώδεις καλεῖ Ἀλκμάν. τὸ ἐθνικὸν Πιτυούσσιος.

Event Date: -1
§ P525.11   Pladaraioi: Πλαδαραῖοι, ἔθνος πρὸς ἄρκτον κείμενον. τὸ ἐθνικὸν καθ´ ἡμᾶς Πλαδαραῖος καὶ Πλαδαρίτης.

Event Date: -1
§ P525.13   Plakentia: Πλακεντία, πόλις Λιγύρων. τὸ ἐθνικὸν Πλακεντῖνος.

Event Date: -1
§ P525.14  Plake: Πλάκη, πόλις Ἑλλησποντία. ὁ πολίτης Πλάκιος. τὸ ἐθνικὸν Πλακιανός.

Event Date: -1
§ P525.16   Plamos: Πλάμος, πόλις Καρίας. τὸ ἐθνικὸν Πλαμεύς τῷ χαρακτῆρι τῆς χώρας.

Event Date: -1
§ P525.18   Plaraioi: Πλαραῖοι, ἔθνος Ἠπείρου. λέγονται δὲ καὶ Πλάριοι.

Event Date: -1
§ P525.19   Plarasa: Πλάρασα, πόλις Καρίας. τὸ ἐθνικὸν Πλαρασεύς.

Event Date: -1
§ P525.2   Plataiai: Πλαταιαί, πόλις Βοιωτίας. Ὅμηρος ἑνικῶς "οἵ τε Πλάταιαν ἔχον". Εὔδοξος δὲ εʹ γῆς περιόδου πληθυντικῶς Πλαταιάς .... δὲ διὰ τὸ τάφους καὶ τρόπαια ἀνδρῶν ἀγαθῶν ἔχειν, τῶν τὴν Ἑλλάδα ἐλευθερωσάντων καὶ τὸ βασίλειον στράτευμα δουλωσάντων. τὸ πληθυντικὸν ὀξύνων Ἡρωδιανὸς διὰ τὴν τοῦ ἀριθμοῦ [μεταβολὴν] ἐπικρίνει "εἰ μέντοι μεταβάλλει τὸν ἀριθμόν, καὶ τὸν τόνον μεταβάλλει". κέκληται δὲ ἀπὸ τῆς πλάτης τῆς κώπης, ὡς Ἀπολλόδωρος πρώτῳ τοῦ καταλόγου "ἐκλιμνωθείσης τῆς Βοιωτίας τοὺς παροικοῦντας ταῖς λίμναις Βοιωτοὺς πλῷ πορεύεσθαι πρὸς ἀλλήλους. ὅθεν παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰς πόλεις κληθῆναι". οἱ πολῖται Πλαταιεῖς, καὶ κατὰ συναίρεσιν ἀττικὴν τοὺς Πλαταιᾶς. καὶ Πλαταιᾶτις τὸ θηλυκὸν καὶ Πλαταιίς. ἔστι καὶ νῆσος πρὸ τῆς Λιβύης· ταύτης οἱ πολῖται Πλατειεῖς. καὶ ἡ χώρα Πλαταϊκή. δεῖ δὲ τὸ πρωτότυπον ἑνικὸν προπαροξύνειν Πλάταιαν, ὡς Λίλαιαν Ἱστίαιαν Δίκαιαν. τὸ ἐκ τόπου ἐπίρρημα Πλαταιόθεν καὶ εἰς τόπον Πλαταιάζε [καὶ ἐν τόπῳ Πλαταιᾶσι].

Event Date: -1
§ P527.6  Platanos: Πλάτανος, πόλις Φοινίκης. τὸ ἐθνικὸν Πλατανεύς.

Event Date: -1
§ P527.7  Plateia: Πλατεῖα, νῆσος Λιβύης. τὸ ἐθνικὸν Πλατειάτης καὶ Πλατείτης ὡς Ζελείτης.

Event Date: -1
§ P527.9  Plateis: Πλατηίς, νῆσος παρὰ τῇ Λυκίᾳ. τὸ ἐθνικὸν Πλαταιεύς διὰ τὸ χαίρειν τοὺς Κᾶρας τῷ εἰς 'ευς' τύπῳ.

Event Date: -1
§ P527.11   Pleistarcheia: Πλειστάρχεια, πόλις Καρίας, ἥ τις καὶ πρότερον καὶ ὕστερον Ἡράκλεια ὠνομάσθη. τὸ ἐθνικὸν Πλεισταρχείτης.

Event Date: -1
§ P527.13  Pleuron: Πλευρών, πόλις Αἰτωλίας. ὁ πολίτης Πλευρώνιος καὶ Πλευρωνία καὶ Πλευρωνεύς. καὶ εἰς τόπον Πλευρῶνάδε.

Event Date: -1
§ P527.15   Plemmyrion: Πλημμύριον, φρούριον Συρακουσῶν. ὁ οἰκήτωρ Πλημμυριάτης καὶ Πλημμυράτης.

Event Date: -1
§ P527.17  Plinthine: Πλινθίνη, πόλις τῆς Αἰγυπτίας, ἀπὸ τῆς Μαρείας. ὁ πολίτης Πλινθινίτης.

Event Date: -1
§ P528.1   Ploution: Πλούτιον, ὡς Ῥήγιον, πόλις Τυρρηνῶν, ἧς τὸ ἐθνικὸν Πλουτῖνος.

Event Date: -1
§ P528.3   Plyneai: Πλυνέαι, νῆσος ἐν τῷ Νείλῳ. τὸ ἐθνικὸν Πλυνεαῖος καὶ Πλυνεάτης.

Event Date: -1
§ P528.5   Plotheia: Πλώθεια, δῆμος Αἰγηίδος φυλῆς. ὁ δημότης Πλωθιεύς καὶ Πλωθεύς. τὰ τοπικὰ Πλωθεᾶθεν Πλωθέαζε Πλωθιᾶσιν.

Event Date: -1
§ P528.8   Pnebebis: Πνέβεβις, πόλις Αἰγύπτου. ὁ πολίτης Πνεβεβίτης, ὡς πάντα τὰ εἰς 'ις' Αἰγύπτια ὀνόματα.

Event Date: -1
§ P528.1   Pnyx: Πνύξ, τὸ παρ´ Ἀθηναίοις δικαστήριον, περὶ οὗ φησιν Ἡρωδιανὸς ἐν τοῖς περὶ παθῶν οὕτως "ἔστιν οὖν πύκν ὄνομα κύριον. οὐ δύναται δὲ καταλῆξαι, καὶ ὑπερετέθη τὸ 'ν', καὶ ἐτράπη τὸ 'κ' εἰς 'ξ', πνύξ. ὑπέρθεσιν ἄρα ἔχει διὰ τὴν κατάληξιν. ἐν δὲ τῇ γενικῇ ἀπέλαβε τὴν τάξιν μετὰ τοῦ 'κ' πνύξ πυκνός, ‚τῆς πυκνὸς τὰς ἡνίας‛, ‚τοῦ λίθου τοῦν τῇ πυκνί‛. καὶ πύκνα". κέκληται δὲ παρὰ τὸ πυκνὸν τῶν πάλαι συνῳκισμένων οἰκιῶν. ὁ ἐν τούτῳ οἰκῶν πυκνίτης. λέγεται καὶ πυκναία [παρ´ Ἴωνι]. Δίδυμος δέ φησιν ὅτι "τὴν πύκνα ἂν εἴη λέγων. τὸ δὲ πυκναία ἀπὸ τοῦ πυκνή παρῆκται, ὅπερ οὐκ εἴρηται· οὐδεὶς γὰρ εἶπε προσηγορικῶς ἢ κυρίως τὸ πυκνή· τὰ γὰρ τοιαῦτα ὡς ἐπίπαν ἀπὸ μακροκαταλήκτων παράγεται, εὐνή εὐναία, Γυρή Γυραία, ἀνάγκη ἀναγκαία. τὸ ὡς ἐπίπαν εἴρηται διὰ τὸ ἅμαξα ἁμαξαία καὶ κέρας κεραία".

Event Date: -1
§ P530.6  Podaleia: Ποδάλεια, πόλις Λυκίας πλησίον Λιμύρων. ὁ πολίτης Ποδαλεώτης. ἔστι δὲ καὶ Ποδάργης ἔθνος Θρᾴκης.

Event Date: -1
§ P530.8   Poieessa: Ποιήεσσα, πόλις τῆς Κέω. ὁ πολίτης Ποιηέσσιος.

Event Date: -1
§ P530.9  Poimanenon: Ποιμανηνόν, πόλις ἤτοι φρούριον. ἔστι δὲ καὶ χωρίον Κυζίκου. τὸ ἐθνικὸν ὁμοίως.

Event Date: -1
§ P530.11   Poimen: Ποιμήν, ὄρος τῆς Ποντικῆς, ἀφ´ οὗ καταρρεῖ ὁ Παρθένιος, σχίζων τὴν Ἄμαστριν. οἱ οἰκοῦντες Ποιμένιοι. ἔστι καὶ ὄρος Ποιμένιον ἐν Μακεδονίᾳ. οἱ κατοικοῦντες ὁμοίως Ποιμένιοι.

Event Date: -1
§ P531.3   Poimne: Ποίμνη, ... ὡς αὐλή ... "ποιμνίτας ὑμεναίους". καὶ ποιμνιώτας.

Event Date: -1
§ P531.5  Pola: Πόλα, πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν Πολάτης. καὶ ἀκρωτήριον Πολατικόν καὶ τὸ Πολεατικόν.

Event Date: -1
§ P531.7  Polemonion: Πολεμώνιον, ἐν Πόντῳ λιμὴν καὶ πόλις. τὸ ἐθνικὸν Πολεμώνιος καὶ Πολεμωνιεύς.

Event Date: -1
§ P531.9   Polesioi: Πολήσιοι, πόλις καὶ οἱ πολῖται, ὡς Λοκροί Δελφοί οἱ οἰκήτορες ὁμοίως.

Event Date: -1
§ P531.11   Polieion: Πολίειον, πόλις Ἰταλίας, ἡ πρότερον Σῖρις καλουμένη. τὸ ἐθνικὸν Πολιειεύς, ὡς τοῦ Σίγειον τὸ Σιγειεύς.

Event Date: -1
§ P531.13  Polion: Πόλιον, ἐν Λέσβῳ τόπος, ὅπου τὸ ἡρῷον Ταντάλου. λέγεται δὲ Ζεὺς Πολιεύς.

Event Date: -1
§ P531.15   Polis: Πόλις, [ὄνομα πόλεως Αἰγυπτίας]. ὁ οἰκήτωρ πολίτης καὶ πολιεύς. Πολιεύς γὰρ ὁ Ζεὺς τιμᾶται, ἀπὸ τῆς πόλιος γενικῆς, κατὰ τροπὴν τοῦ 'ος' εἰς 'ευς'. τὸ δὲ θηλυκὸν τοῦ πολιεύς πολίεια. λέγεται καὶ ἄλλο θηλυκὸν πολιάς, ὡς Σουνιάς.

Event Date: -1
§ P532.1   Politeia: Πολίτεια, πόλις Ἀχαΐας.

Event Date: -1
§ P532.2  Politorion: Πολιτώριον, πόλις Λατίνων, ἣν ἑλὼν Μάρκιος ὁ βασιλεὺς μετήγαγεν εἰς Ῥώμην. τὸ ἐθνικὸν Πολιτωρῖνος.

Event Date: -1
§ P532.4  Polichna: Πολίχνα, πόλις τῆς Τρῳάδος. οἱ πολῖται Πολιχναῖοι. ἔστι καὶ Κρήτης Πολίχνη πόλις, ἧς ὁ πολίτης Πολιχνίτης.

Event Date: -1
§ P532.6   Pollentos: Πολλεντός, ὡς Σωρεντός, ἢ Πολλέντιον ὡς Ῥήγιον ... [τὸ ἐθνικὸν Πολλεντῖνος.] τὰ γὰρ τούτων ἐθνικὰ τύπον ἕνα διὰ τοῦ 'ινος' ἔχουσιν, ὡς Ῥηγῖνος Σωρεντῖνος.

Event Date: -1
§ P532.9   Polyara: Πολύαρα, πόλις Καρίας. ὁ πολίτης Πολυαρεύς.

Event Date: -1
§ P532.10  Polydora: Πολυδώρα, νῆσος ἐν τῇ Κυζίκῳ. τὸ ἐθνικὸν Πολυδωρεύς.

Event Date: -1
§ P532.11   Polypodousa: Πολυπόδουσα, νῆσος τῆς Κνιδίας. τὸ ἐθνικὸν Πολυποδουσαῖος.

Event Date: -1
§ P532.13   Polyrrenia: Πολυρρηνία, πόλις Κρήτης, ἀπὸ τοῦ πολλὰ ῥήνεα, τουτέστι πρόβατα, ἔχειν. ὁ πολίτης Πολυρρήνιος.

Event Date: -1
§ P532.15  Pompeioupolis: Πομπηιούπολις, πόλις Παφλαγονίας. τινὲς δὲ δίχα τοῦ 'υ' Πομπηιόπολις λέγουσι καὶ Πομπηιοπολίτης.

Event Date: -1
§ P532.17  Poneropolis: Πονηρόπολις, πόλις ἐν Θρᾴκῃ. ὁ πολίτης Πονηροπολίτης.

Event Date: -1
§ P532.19  Pontos: Πόντος, ἰδικῶς ὁ Εὔξεινος. τὸ ἐθνικὸν Πόντιος καὶ Ποντία καὶ Ποντιάς, καὶ τὸ κτητικὸν Ποντικός. ἔστι καὶ Πόντος Πολεμωνιακός ἐπαρχία.

Event Date: -1
§ P532.22   Poplonion: Ποπλώνιον, πόλις Τυρρηνῶν. τὸ ἐθνικὸν Ποπλώνιος τῷ τῆς χώρας ἔθει.

Event Date: -1
§ P533.1   Pordoselene: Πορδοσελήνη, νῆσος περὶ τὴν Λέσβον, πόλιν ὁμώνυμον ἔχουσα. ὁ πολίτης Πορδοσεληνίτης. τινὲς δὲ ἐκκλίνοντες τὸ δύσφημον τοῦ ὀνόματος Ποροσελήνην ἐκάλεσαν.

Event Date: -1
§ P533.4   Porthmia: Πορθμία, καὶ Πορθμίον, κώμη ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος λίμνης. τὸ ἐθνικὸν Πορθμιεύς ὡς Σουνιεύς, καὶ Πορθμίτης.

Event Date: -1
§ P533.7   Porphyreon: Πορφυρεών, πόλις Φοινίκης. τὸ ἐθνικὸν Πορφυρεώνιος καὶ Πορφυρεωνίτης.

Event Date: -1
§ P533.9  Porphyritis: Πορφυρῖτις, πόλις Ἀραβίας κατ´ Αἴγυπτον.

Event Date: -1
§ P533.10   Poseideion: Ποσείδειον, πόλις μεταξὺ Κιλικίας καὶ Συρίας. τὸ ἐθνικὸν Ποσειδειεύς.

Event Date: -1
§ P533.12  Poseidonia: Ποσειδωνία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ποσειδωνιᾶται καὶ Ποσειδώνιος.

Event Date: -1
§ P533.14   Potamosakon: Ποταμοσάκων, Σάκων ὄνομα κύριον. ἔστι δὲ ποταμὸς καὶ νῆσος τῆς Αἰολίδος.

Event Date: -1
§ P533.16   Potidaia: Ποτίδαια, πόλις Θρᾴκης. ἡ δ´ αὐτὴ ἐκλήθη καὶ Κασάνδρεια, ὁ πολίτης Ποτιδαιάτης καὶ Ποτιδαιεῖς.

Event Date: -1
§ P533.18   Potidania: Ποτιδανία, πόλις Αἰτωλίας. τὸ ἐθνικὸν Ποτιδανιάτης.

Event Date: -1
§ P533.19   Potioloi: Ποτίολοι, πόλις Τυρρηνίας, κτίσμα Σαμίων, ἥτις καὶ Δικαιάρχεια. τὸ ἐθνικὸν Ποτιολεῖς καὶ Ποτιολήσιοι.

Event Date: -1
§ P533.21   Potniai: Πότνιαι, πόλις Βοιωτίας. τὸ ἐθνικὸν Ποτνιεύς καὶ τὸ θηλυκὸν Ποτνιάς. λέγεται καὶ Πότνιος καὶ τὸ κτητικὸν Ποτνιακός καὶ Ποτνιακή.

Event Date: -1
§ P533.24   Praaspa: Πράασπα, πόλις τῆς Ἀτροπατηνῆς. τὸ ἐθνικὸν Πραασπηνός.

Event Date: -1
§ P533.26   Prainestos: Πραίνεστος, πόλις Ἰταλίας, ἀπὸ Πραινέστου τοῦ Λατίνου τοῦ Ὀδυσσέως καὶ Κίρκης υἱοῦ. ὁ πολίτης Πραινεστῖνος.

Event Date: -1
§ P534.3   Praisos: Πραισός, πόλις Κρήτης, θηλυκῶς. τὸ ἐθνικὸν Πραίσιος καὶ Πραισιεύς.

Event Date: -1
§ P534.5   Praitetia: Πραιτετία, χωρίον ἐπὶ τοῦ Ἀδρία, ἧς ὁ οἰκήτωρ Πραιτετιανός καὶ Πραιτετιανή.

Event Date: -1
§ P534.7   Prakiai: Πρακίαι, καὶ Πρᾶκες, ἔθνος, ἀπὸ Πρακὸς τοῦ ἐξ Ἠπείρου μὲν ὁρμήσαντος, οἰκήσαντος δὲ ἐν τῇ Λακωνικῇ. τὸ ἐθνικὸν Πρᾶκες καὶ Πρακηνοί.

Event Date: -1
§ P534.10   Praknos: Πρᾶκνος, πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν Πράκνιοι.

Event Date: -1
§ P534.11   Praxilos: Πράξιλος, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Πραξίλιος.

Event Date: -1
§ P534.12   Pras: Πρᾶς, ὄνομα πόλεως Περραιβικῆς. περισπᾶται καὶ περιττοσυλλάβως κλίνεται. τὸ ἐθνικὸν Πράντες.

Event Date: -1
§ P534.14   Prasiai: Πρασιαί, δῆμος Ἀθήνησι Πανδιονίδος φυλῆς. ὁ δημότης Πρασιεύς καὶ Πρασιᾶθεν. τὸ τοπικὸν Πρασιάζε καὶ Πρασιᾶσιν. ἔστι καὶ Λακωνικὸν πολίχνιον, οὗ ὁ πολίτης ὁμοίως Πρασιεύς.

Event Date: -1
§ P534.18   Prasioi: Πράσιοι, ἔθνος Ἰνδικὸν Διονύσῳ πολεμῆσαν.

Event Date: -1
§ P534.19   Prason: Πράσον, ἀκρωτήριον περὶ τὴν Ἐρυθρὰν θάλασσαν

Event Date: -1
§ P534.21   Prassaiboi: Πράσσαιβοι, ἔθνος Θεσπρωτικόν.

Event Date: -1
§ P534.22  Pretanike: Πρετανική, νῆσος ἤπειρον μιμουμένη, παρὰ τῇ Κελτικῇ. οἱ ταύτην οἰκοῦντες Πρετανοί καλοῦνται.

Event Date: -1
§ P535.1   Priaisos: Πριαισός, πόλις Κρήτης. οἱ πολῖται Πριαίσιοι καὶ Πριαισιεύς.

Event Date: -1
§ P535.3  Priapos: Πρίαπος, πόλις Ἑλλησποντίας, θηλυκῶς. ὁ πολίτης Πριαπηνός καὶ Πριαπηνή. ἐστὶ καὶ ἄλλο ἐθνικὸν Πριηπεύς καὶ Πριαπεῖς πληθυντικῶς. καὶ ἡ χώρα Πριαπίς.

Event Date: -1
§ P535.6   Priene: Πριήνη, πόλις Ἰωνίας. τὸ ἐθνικὸν Πριηνεύς καὶ Πριήνιος καὶ Πριηνιάς.

Event Date: -1
§ P535.8  Prinassos: Πρινασσός, πόλις Καρίας. τὸ ἐθνικὸν Πρινασσεῖς.

Event Date: -1
§ P535.9   Priola: Πριόλα, πόλις πλησίον Ἡρακλείας. τὸ ἐθνικὸν Πριολαεύς.

Event Date: -1
§ P535.10  Privernos: Πριούερνος, Ἰταλίας πόλις. τὸ ἐθνικὸν Πριουερνᾶται.

Event Date: -1
§ P535.11  Proarna: Πρόαρνα, πόλις Μηλιέων, οὐδετέρως. οἱ οἰκήτορες Προάρνιοι.

Event Date: -1
§ P535.13   Probalinthos: Προβάλινθος, δῆμος Πανδιονίδος φυλῆς. ὁ δημότης Προβαλίσιος. τὰ τοπικὰ Προβαλινθόθεν Προβάλινθόνδε Προβαλινθοῖ. θηλυκῶς δὲ λέγεται ὁ δημότης.

Event Date: -1
§ P535.16   Progaseia: Προγάσεια, πόλις Λυδίας, ἀπὸ Προγάσου τοῦ υἱοῦ Μελάμπου. τὸ ἐθνικὸν Προγασεύς.

Event Date: -1
§ P536.1   Prokle: Πρόκλη, πόλις Λυδίας. τὸ ἐθνικὸν Προκλαῖος.

Event Date: -1
§ P536.2   Prokonnesos: Προκόννησος, μία τῶν Σποράδων ἐν τῇ Προποντίδι. ὁ πολίτης Προκοννήσιος.

Event Date: -1
§ P536.4   Pronastai: Προνάσται, ἔθνος Βοιωτίας. "Βοιωτῶν δέ τινες τὸ πάλαι [ἔθνος] Προνάσται καλέονται".

Event Date: -1
§ P536.6   Pronektos: Πρόνεκτος, πόλις Βιθυνίας πλησίον τῆς Δρεπάνης, ἣν ἔκτισαν Φοίνικες.

Event Date: -1
§ P536.8   Propalai: Πρόπαλαι, πόλις Σικελίας. τὸ ἐθνικὸν Προπαλαῖος. ἔστι δ´ ὡς Ἐπιπολαῖος.

Event Date: -1
§ P536.10   Proxenoupolis: Προξενούπολις, περὶ Ναύκρατιν. ὁ πολίτης Προξενοπολίτης ὡς Ἑρμοπολίτης.

Event Date: -1
§ P536.12  Propontis: Προποντίς, ἡ πρὸ τοῦ πόντου τοῦ Εὐξείνου θάλασσα καὶ γῆ Βυζαντίων. ὁ οἰκήτωρ Προποντίτης καὶ Προπόντιος. καὶ Προποντίς ἡ θάλασσα.

Event Date: -1
§ P536.15   Proselenoi: Προσέληνοι, οἱ Ἀρκάδες. καὶ Προσεληνίς τὸ θηλυκόν.

Event Date: -1
§ P536.16  Prospalta: Πρόσπαλτα, δῆμος Ἀκαμαντίδος φυλῆς. ὁ δημότης Προσπάλτιος. τὰ ἐθνικὰ Προσπαλτόθεν Πρόσπαλτάδε Προσπαλτοῖ.

Event Date: -1
§ P536.19   Prostropaia: Προστρόπαια, πόλις Σικελίας, οὐδετέρως. τὸ ἐθνικὸν Προστροπαῖος.

Event Date: -1
§ P536.21   Prosymna: Πρόσυμνα, μοῖρα τοῦ Ἄργους. ὁ οἰκήτωρ Προσυμναῖος.

Event Date: -1
§ P536.22   Proschion: Πρόσχιον, χώρα Αἰτωλίας. τὸ ἐθνικὸν Προσχιεύς ὡς Σούνιον Σουνιεύς.

Event Date: -1
§ P536.24   Prosopis: Προσωπίς, πόλις Αἰγύπτου. τὸ ἐθνικὸν Προσωπίτης, ὡς Ναυκρατίτης καὶ ὅσα τοιαῦτα. [λέγεται καὶ Προσωπῖτις.]

Event Date: -1
§ P537.1  Prosopitis: Προσωπῖτις, νῆσος Αἰγύπτου. λέγεται καὶ Προσωπίς, ὁ πολίτης Προσωπίτης, τὸ θηλυκὸν Προσωπῖτις.

Event Date: -1
§ P537.3   Prosopon: Πρόσωπον, νῆσος οὐ πόρρω Καρχηδόνος. τὸ ἐθνικὸν Προσωπίτης καὶ Προσώπιος.

Event Date: -1
§ P537.5   Prousa: Προῦσα, τῆς Προυσιάδος διαφέρει. ἡ μὲν γὰρ Προυσιάς Βιθυνίας, ἀπὸ Προυσίου τοῦ Ζηίλα τοῦ Βιθυνῶν βασιλέως, ἡ Κίος πρότερον ὀνομασθεῖσα, ἧς ὁ πολίτης Προυσιεύς· ἡ δὲ Προῦσα καὶ αὐτὴ μὲν πόλις μικρὰ Βιθυνίας, κτίσμα Προυσίου τοῦ πρὸς Κῦρον πολεμήσαντος. ταύτης τὸ ἐθνικὸν Προυσαεύς, ὡς τῆς Νῦσα Νυσαεύς.

Event Date: -1
§ P537.11  Prochyte: Προχύτη, νῆσος Σικελίας. τὸ ἐθνικὸν Προχυταῖος.

Event Date: -1
§ P537.12  Prymnesia: Πρυμνησία, πόλις Καρίας, ἣν ἔκτισε Μίμαιθος. τὸ ἐθνικὸν Πρυμνησιεύς ὡς Θεοδοσιεύς.

Event Date: -1
§ P537.14   Proana: Πρώανα, πόλις Θεσσαλική, οὐδετέρως λεγομένη. τὸ ἐθνικὸν Πρωανεύς ὡς Τυανεύς Ἀδανεύς.

Event Date: -1
§ P537.16   Prote: Πρωτή, ὀξυτόνως, νῆσος παρὰ τῇ Σφακτηρίᾳ καὶ Πύλῳ. τὸ ἐθνικὸν Πρωταῖος.

Event Date: -1
§ P537.18   Ptelea: Πτελέα, δῆμος Οἰνηίδος φυλῆς. ὁ δημότης Πτελεάσιος. τὰ τοπικὰ Πτελέαθεν Πτελέανδε Πτελέασιν. ἔστι καὶ πόλις· οὕτω γὰρ ἡ Ἔφεσος ἐκαλεῖτο. τὸ ἐθνικὸν Πτελεαῖος.

Event Date: -1
§ P537.21  Pteleon: Πτελεόν, πόλις Ἰωνίας καὶ Τρῳάδος καὶ τῶν περὶ Θετταλίαν Ἀχαιῶν, οὐδετέρως. καλεῖται δὲ ὅτι πολλὰς ἔχει πτελέας. ὁ πολίτης Πτελεάτης καὶ Πτελεούσιος, καὶ Πτελεεῖς ὡς Φενεεῖς.

Event Date: -1
§ P538.3   Pterion: Πτέριον, πόλις Μήδων. τινὲς δὲ Πτερά οὐδετέρως τὴν ἀκρόπολιν Βαβυλῶνος. λέγεται καὶ θηλυκῶς ἡ Πτερία, ἔστι καὶ Πτερία πόλις Σινώπης. τὸ ἐθνικὸν τῆς Μηδικῆς Πτεριηνός, τῆς δ´ ἐν τῇ Σινώπῃ Πτέριος.

Event Date: -1
§ P538.7   Ptolemais: Πτολεμαΐς, πόλις Φοινίκης. ἐκαλεῖτο δὲ πρότερον Ἀκή ἀπὸ τῆς ἰάσεως τοῦ γενομένου δήγματος Ἡρακλεῖ ὑπὸ ὄφεως. ὁ πολίτης Πτολεμαΐτης καὶ Πτολεμαιεύς.

Event Date: -1
§ P538.10  Ptychia: Πτυχία, νῆσος παρὰ τῇ Κερκύρᾳ. τὸ ἐθνικὸν Πτυχιεύς, ὡς Ὑρία Ὑριεύς.

Event Date: -1
§ P538.12   Pygela: Πύγελα, πόλις Ἰωνίας. ὁ πολίτης Πυγελεύς.

Event Date: -1
§ P538.13   Pygmaioi: Πυγμαῖοι, ἔθνος, ἀπὸ Πυγμαίου τοῦ Δώρου τοῦ Ἐπάφου.

Event Date: -1
§ P538.14   Pydes: Πύδης, πόλις καὶ ποταμὸς Πισιδίας. τὸ ἐθνικὸν Πυδήσιος, ὡς Φαγρήσιος καὶ Μαγνήσιος, οὗ τὸ Μαγνησία.

Event Date: -1
§ P538.16  Pydna: Πύδνα, πόλις Μακεδονίας. ὁ πολίτης Πυδναῖος.

Event Date: -1
§ P538.17   Pyenis: Πυῆνις, πόλις Κόλχων. τὸ ἐθνικὸν Πυηνίτης τῷ λόγῳ τῶν εἰς 'ις' ληγόντων.

Event Date: -1
§ P538.19   Pythion: Πύθιον, τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος. οἱ κατοικοῦντες Πυθιεῖς καὶ οἱ τὸ Πύθιον οἰκοῦντες. ἐν ᾧ Ἀπόλλωνος ἱερόν ἐστι. καὶ Μακεδονίας Πύθιον, ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται. Πύθιος οὖν τὸ ἐθνικόν. ἔστι καὶ Πύθιον πλησίον τοῦ Ἀστακηνοῦ κόλπου. οἱ κατοικοῦντες Πυθιανοί καλοῦνται καὶ Πυθιανὰ ποτήρια.

Event Date: -1
§ P539.4  Pythopolis: Πυθόπολις, Καρίας πόλις, ἡ μετὰ ταῦτα κληθεῖσα Νῦσα, Πυθόπολις ἀπὸ Πυθοῦ περισπωμένως, ὡς ἀπὸ τῆς Ἑρμοῦ γενικῆς Ἑρμόπολις. ὁ δὲ Πυθῆς τοσοῦτον πλουσιώτατος ἦν, ὥστε τὸν Ξέρξην ὑποδεξάμενος ἑκάστῳ τῶν στρατιωτῶν ἀνὰ ἓξ δαρεικοὺς χρυσοῦς παρέσχεν. ὁ πολίτης Πυθοπολίτης ὡς Ἑρμοπολίτης. ἔστι καὶ ἄλλη Πυθόπολις Μυσίας. Πυθώ, ἡ τοῦ Ἀπόλλωνος πόλις. "Πυθοῖ ἐν ἠγαθέῃ". τὸ ἐθνικὸν Πυθῷος, ὡς Λητώ Λητῷος, καὶ Πύθιος καὶ Πυθία καὶ Πυθιάς ὡς Ἑλικωνιάς, καὶ Πύθιον, καὶ πυθαΐζειν, ἀπὸ τοῦ Πυθαῖος διαλύσεως γενομένης, καὶ πυθαϊστής. καὶ τὸ τοπικὸν Πυθῶθεν διὰ τοῦ 'ω' ὡς Κριῶθεν, καὶ μετὰ συστολῆς Πυθόθεν ὡς Λεσβόθεν. καὶ Πυθοῖ τὸ ἐν τόπῳ. καὶ παρὰ τὴν Πυθώ Πυθεύς ὡς Ἐνυώ Ἐνυεύς, καὶ ἀπὸ τῆς Πυθῆος γενικῆς ἰωνικῆς Πύθιος, ἐξ ἧς τὸ Πυθήιος κτητικὸν καὶ Πυθαιεύς καὶ Πυθαεύς ὡς Κρηταεύς.

Event Date: -1
§ P539.19  Pylai: Πύλαι, τόπος Ἀρκαδίας. καὶ Πυλαία, τὸ ἐθνικὸν Πυλαιίτης. λέγεται καὶ Πύλαια τὸ οὐδέτερον ἐπὶ τῆς θυσίας. καὶ τὸ ἐπίρρημα Πυλαιόθεν. τὸ ἐθνικὸν Πυλάτης, τὸ θηλυκὸν Πυλᾶτις.

Event Date: -1
§ P540.3  Pylene: Πυλήνη, πόλις Αἰτωλίας. τὸ ἐθνικὸν Πυλήνιος. τὸ θηλυκὸν Πυληνίς.

Event Date: -1
§ P540.5  Pylos: Πύλος, πόλις ἐν Μεσσήνῃ. ἐκαλεῖτο δὲ Κορυφάσιον, τὸ ἐθνικὸν Πύλιος καὶ Πυλαῖος. λέγεται καὶ θηλυκῶς καὶ ἀρσενικῶς. τρία τοίνυν ἐθνικά, Πύλιος Πυλαῖος Πυλίων.

Event Date: -1
§ P540.8   Pyxis: Πύξις, πόλις ἐν μεσογαίῃ τῶν Οἰνώτρων. [Ἑκαταῖος Εὐρώπῃ.] τὸ ἐθνικὸν Πύξιος.

Event Date: -1
§ P540.10   Pyxous: Πυξοῦς, πόλις Σικελίας, κτίσμα Μικύθου. ὁ οἰκήτωρ Πυξούντιος.

Event Date: -1
§ P540.12   Pyraia: Πυραία, μοῖρα Θεσσαλίας, ὠνομασμένη ἀπὸ Πύρας. ὁ οἰκήτωρ Πυραῖος.

Event Date: -1
§ P540.14   Pyramides: Πυραμίδες, ἐν Αἰγύπτῳ, κτίσμα ... εἰς ὃ λέγεται ἀνηλωκέναι κρομμύων καὶ σκορόδων καὶ τυροῦ τάλαντα μύρια πεντακόσια. ὠνομάσθησαν δὲ πυραμίδες ἀπὸ τῶν πυρῶν, οὓς ἐκεῖ συναγαγὼν ὁ βασιλεὺς ἔνδειαν ἐποίησε σίτου κατὰ τὴν Αἴγυπτον.

Event Date: -1
§ P540.19  Pyramos: Πύραμος, ποταμὸς ἐν Μαλλῷ τῆς Κιλικίας. ἐκαλεῖτο δὲ πρότερον Λευκόσυρος.

Event Date: -1
§ P541.1   Pyranthos: Πύρανθος, πόλις μικρὰ ἢ κώμη Κρήτης περὶ Γόρτυνα. οἱ κατοικοῦντες Πυράνθιοι.

Event Date: -1
§ P541.3   Pyrasos: Πύρασος, πόλις Φθίας. κέκληται δὲ διὰ τὸ τὴν χώραν εἶναι πυροφόρον. τὸ ἐθνικὸν Πυρασαῖος.

Event Date: -1
§ P541.5   Pyrgessa: Πύργησσα, πολίχνιον Ἰταλίας. ὁ πολίτης Πυργησσαῖος.

Event Date: -1
§ P541.6   Pyrgoi: Πύργοι, πόλις Μεσσήνης. τὸ ἐθνικὸν Πυργῖται.

Event Date: -1
§ P541.7   Pyrene: Πυρήνη, ὄρος Εὐρώπης. καὶ Πυρηναία πόλις Λοκρίδος.

Event Date: -1
§ P541.8   Pyrindos: Πύρινδος, πόλις Καρίας. τὰ εἰς 'ος' καὶ εἰς 'α' εἰς 'ευς' ἔχει τὸ ἐθνικόν.

Event Date: -1
§ P541.10   Pyrnos: Πύρνος, ὡς Κύρνος, πόλις Καρίας. οἱ πολῖται Πύρνιοι.

Event Date: -1
§ P541.11   Pyrra: Πύρρα, πόλις ἐν Λέσβῳ. ὁ πολίτης Πυρραῖος. ἔστι καὶ κώμη Λιγυστική. ἔστι καὶ νῆσος.

Event Date: -1
§ P541.13   Pyronaia: Πυρωναία, πόλις Λοκρίδος ἀπὸ Πύρωνος "Λοκρῶν ἀγυιαὶ καὶ Πυρωναῖαι νάπαι".

Event Date: -1
§ P541.15   Polis: Πῶλις, καὶ Σῆνος, πόλεις [Αἰγύπτου] ἐν νήσοις. ὁ μὲν Πωλίτης, ὁ δὲ Σηνικός.

Event Date: -1
§ R541.17   Rhaba: Ῥάβα, πόλις πρὸς τῷ Ἰονίῳ κόλπῳ. τὸ ἐθνικὸν Ῥαβαῖος, ὡς Βάββα Βαββαῖος.

Event Date: -1
§ R541.19   Rhabathmoba: Ῥαβάθμωβα, πόλις τρίτης Παλαιστίνης, ἡ νῦν Ἀρεόπολις, ὁ πολίτης Ῥαβαθμωβηνός.

Event Date: -1
§ R542.1   Rhabbatammana: Ῥαββατάμμανα, πόλις τῆς ὀρεινῆς Ἀραβίας. λέγεται δὲ οὐδετέρως. τὸ ἐθνικὸν Ῥαββαταμμανηνός.

Event Date: -1
§ R542.3   Rhabenna: Ῥάβεννα, πόλις Ἰταλίας. Ἕρμιππος ὁ Βηρύτιος Ῥούενναν αὐτὴν καλεῖ. Διονύσιος δ´ ἐν ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας καὶ πληθυντικῶς καὶ διὰ τοῦ 'η' καὶ δι´ ἑνὸς 'ν' "ἀμφότεροι ἀπήντησαν Φλουμίῳ περὶ τοὺς καλουμένους Ῥαβηνούς". τὸ ἐθνικὸν Ῥαβεννάτης, παρὰ τοῖς Ἰταλοῖς Ῥαβεννήσιος.

Event Date: -1
§ R542.9   Rhaga: Ῥάγα, πόλις ἐν Μηδίᾳ [τὸ ἐθνικὸν τῆς μὲν Ῥαγός Ῥάγιος, τῆς δὲ Ῥάγαι Ῥαγηνός ὡς Καρρηνός.] ἐκτισμένη ὑπὸ Σελεύκου τοῦ Νικάτορος. ἐκαλεῖτο δὲ Εὐρωπός, μετωνομάσθη δὲ καὶ Ἀρσάκη ἀπὸ Ἀρσάκου βασιλέως Περσῶν. ἔστι νῆσος Λυκίας Ῥάξ, ἀλλὰ ταύτης μὲν τὸ ἐθνικὸν Ῥάγιος, τῆς δὲ πόλεως Ῥαγηνός.

Event Date: -1
§ R542.15   Rhadanousia: Ῥαδανουσία, πόλις Μασσαλίας. τὸ ἐθνικὸν Ῥαδανουσιεύς.

Event Date: -1
§ R542.17   Rhaia: Ῥαία, πόλις μεταξὺ Σκυθίας καὶ Ὑρκανίας. τὸ ἐθνικὸν Ῥαιαῖος.

Event Date: -1
§ R543.1   Rhaitoi: Ῥαιτοί, Τυρρηνικὸν ἔθνος.

Event Date: -1
§ R543.2   Rhakelos: Ῥάκηλος, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Ῥακήλιος.

Event Date: -1
§ R543.3   Rhakotis: Ῥακῶτις, οὕτως ἡ Ἀλεξάνδρεια πρότερον ἐκαλεῖτο. ὁ οἰκήτωρ Ῥακωτίτης.

Event Date: -1
§ R543.5   Rhamnous: Ῥαμνοῦς, δῆμος τῆς Αἰαντίδος φυλῆς. ὁ δημότης Ῥαμνούσιος καὶ Ῥαμνουσία καὶ Ῥαμνουσίς. τὰ τοπικὰ Ῥαμνουντόθεν Ῥαμνοῦντάδε καὶ Ῥαμνοῦντι.

Event Date: -1
§ R543.8   Rhapta: Ῥάπτα, ἡ μητρόπολις τῶν ἐντὸς Αἰθιόπων. οἱ οἰκήτορες Ῥάψιοι. καὶ Ῥάπτα ὅρμος καὶ Ῥάπτος ποταμός. ἔστι δὲ καὶ μητρόπολις τῆς Βαρβαρίας [τὰ] Ῥάπτα καὶ αὐτὴ καλουμένη.

Event Date: -1
§ R543.11   Rharentos: Ῥαρεντός, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ῥαρεντῖνος.

Event Date: -1
§ R543.12  Rharion: Ῥάριον, πεδίον ἐν Ἐλευσῖνι. καὶ ᾿Ραρία γῆ. καὶ ᾿Ραριάς ἡ Δημήτηρ.

Event Date: -1
§ R543.14   Rhaukos: Ῥαῦκος, πόλις ἐν μεσογείῳ τῆς Κρήτης. τὸ ἐθνικὸν Ῥαύκιος καὶ Ῥαυκία.

Event Date: -1
§ R543.16  Rhaphaneia: Ῥαφάνεια, πολίχνιον Συρίας. ὁ πολίτης Ῥαφανεώτης. τῶν δὲ εἰς 'ωτης' ἐθνικῶν τὰ πολλὰ τὸ 'ι' πρὸ τοῦ 'ω' ἔχει, Πηλιώτης Φθιώτης, σπάνια δὲ τὸ 'ε' καὶ σχεδὸν ἀπὸ τῆς 'ει' συσταλέντα, Ἡρακλεώτης. οὕτω καὶ Ῥαφανεώτης.

Event Date: -1
§ R543.20   Rhapheia: Ῥάφεια, πόλις Συρίας. ὁ πολίτης Ῥαφεώτης. ἐκλήθη δὲ ἀπὸ τῆς ἱστορίας τῆς περὶ τὸν Διόνυσον.

Event Date: -1
§ R544.1   Rheation: Ῥεάτιον, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ῥεατῖνος, ὡς τοῦ Ῥήγιον Ῥηγῖνος.

Event Date: -1
§ R544.3   Rhemouria: Ῥεμουρία, πόλις πλησίον Ῥώμης. τὸ ἐθνικὸν Ῥεμουριάτης καὶ Ῥεμουριανός.

Event Date: -1
§ R544.5   Rhesala: Ῥέσαλα, πόλις Ὀμβρικῶν. τὸ ἐθνικὸν Ῥεσαλῖνος τῷ τῆς χώρας ἔθει.

Event Date: -1
§ R544.7   Rhesina: Ῥέσινα, πόλις περὶ τὸν Ἄβορον ποταμόν. καὶ εἰ μὲν ὡς Αἴγινα τονωθείη, τὸ ἐθνικὸν Ῥεσινάτης, εἰ δὲ ὡς Τερῖνα, Ῥεσιναῖος. Ῥεσινάτης δὲ ἄμεινον.

Event Date: -1
§ R544.10   Rhebas: Ῥήβας, ποταμὸς παρὰ τῷ Πόντῳ. ἔστι καὶ χώρα, οὗ τὸ ἐθνικὸν Ῥηβαῖοι.

Event Date: -1
§ R544.12   Rhegillos: Ῥήγιλλος, Σαβίνων πόλις.

Event Date: -1
§ R544.13   Rhegion: Ῥήγιον, πόλις Ἑλληνίς. ὁ πολίτης Ῥηγῖνος, τὸ θηλυκὸν Ῥηγίνη, καὶ Ῥηγῖνον τὸ οὐδέτερον.

Event Date: -1
§ R544.15   Rhegma: Ῥῆγμα, πόλις, ὡς Ἅρμα. καὶ κόλπος Ῥῆγμα περὶ τὸν Περσικὸν κόλπον. τὸ ἐθνικὸν Ῥηγματίτης.

Event Date: -1
§ R544.17  Rhene: Ῥήνη, νῆσος μικρὰ πλησίον Δήλου. λέγεται καὶ Ῥηνίς καὶ Ῥηναία, καὶ Ῥηναιεύς καὶ Ῥήνιος.

Event Date: -1
§ R544.19   Rhenoi: Ῥῆνοι, ἔθνος παροικοῦν τῷ Ῥήνῳ τῷ ποταμῷ καὶ ἀπ´ αὐτοῦ καλούμενοι.

Event Date: -1
§ R544.21   Rhizenia: Ῥιζηνία, πόλις Κρήτης. ὁ πολίτης Ῥιζηνιάτης.

Event Date: -1
§ R545.1   Rhizis: Ῥίζις, ἄκρα μεγάλη, ἣν οἰκοῦσι Τρωγλοδύται. οἱ κατοικοῦντες Ῥιζῖται. δύναται καὶ Ῥίζις Ῥίζιος Ῥιζιανός ὡς Φασιανός.

Event Date: -1
§ R545.4   Rhizous: Ῥιζοῦς, πόλις Θεσσαλίας. τὸ ἐθνικὸν Ῥιζούντιος.

Event Date: -1
§ R545.5  Rhizon: Ῥίζων, πόλις τῆς Ἰλλυρίας καὶ ποταμὸς ὁμώνυμος. ὁ πολίτης Ῥιζωνίτης.

Event Date: -1
§ R545.7   Rhithymnia: Ῥιθυμνία, πόλις Κρήτης. τὸ ἐθνικὸν Ῥιθυμνιάτης καὶ Ῥιθύμνιος.

Event Date: -1
§ R545.9  Rhinokouroura: Ῥινοκούρουρα, πόλις Αἰγύπτου "ἀπὸ τῶν εἰσῳκισμένων ἐκεῖ τοπαλαιὸν ἀνθρώπων τὰς ῥῖνας ἠκρωτηριασμένων οὕτω καλουμένη". τὸ ἐθνικὸν Ῥινοκουρουραῖος καὶ Ῥινοκουρουρίτης.

Event Date: -1
§ R545.13   Rhion: Ῥίον, πόλις Μεσσήνης ἢ Ἀχαΐας. καὶ ἄλλη Αἰτωλίας, ἣ καὶ Μολυκρικόν ἐκαλεῖτο.

Event Date: -1
§ R545.15  Rhipaia: Ῥιπαῖα, ὄρος Ὑπερβορέων. τὸ ἐθνικὸν Ῥιπαῖος, οὗ παράγωγον τὸ Ῥιπαιεύς.

Event Date: -1
§ R545.17  Rhipe: Ῥίπη, Ἀρκαδικὴ πόλις. βαρύτονον. τὸ ἐθνικὸν Ῥιπαῖος ὁμοίως.

Event Date: -1
§ R545.19   Rhobeia: Ῥόβεια, περίης. τὸ ἐθνικὸν Ῥοβειάτης καὶ Ῥοβείτης, καὶ κατὰ διάλυσιν Ῥοβεΐτης.

Event Date: -1
§ R546.1   Rhodanousia: Ῥοδανουσία, πόλις ἐν Μασσαλίᾳ. ὁ πολίτης Ῥοδανούσιος, καὶ τὸ θηλυκὸν Ῥοδανουσία.

Event Date: -1
§ R546.3   Rhodai: Ῥοδαί, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ῥοδαιάτης.

Event Date: -1
§ R546.4  Rhode: Ῥόδη, πόλις Ἰβηρίας. τὸ ἐθνικὸν Ῥοδαῖος ὡς Μενδαῖος Ἰουδαῖος.

Event Date: -1
§ R546.6  Rhodia: Ῥοδία, πόλις Λυκίας. τὸ ἐθνικὸν Ῥοδιάς Ῥοδιεύς. καὶ τῆς Ῥόδης Ῥοδεύς. ἄμεινον δὲ τὸ Ῥοδιαῖος.

Event Date: -1
§ R546.8   Rhodoe: Ῥοδόη, πόλις Ἰνδική. τὸ ἐθνικὸν Ῥοδοΐτης, ὡς Ἀρσινοΐτης.

Event Date: -1
§ R546.10  Rhodope: Ῥοδόπη, πόλις Ἰωνίας. τὸ ἐθνικὸν Ῥοδοπεύς ὡς Σινωπεύς.

Event Date: -1
§ R546.12   Rhodos: Ῥόδος, νῆσος ἐπιφανεστάτη. ἐκαλεῖτο δὲ Ὀφιοῦσσα, καὶ Αἰθραία, οἱ κατοικοῦντες Αἰθραῖοι. οἱ κατοικοῦντες Ῥόδιοι καὶ Ῥοδία.

Event Date: -1
§ R547.1   Rhodountia: Ῥοδουντία, χώρα πλησίον Οἴτης. τὸ ἐθνικὸν Ῥοδούντιος. τὸ οὐδέτερον "Ῥοδούντιον αἶπος".

Event Date: -1
§ R547.3   Rhodoussa: Ῥοδοῦσσα, πόλις τῆς Ἀργείας. τὸ ἐθνικὸν Ῥοδούσσιος ὡς Πιτυούσσιος, καὶ Ῥοδουσσαῖος.

Event Date: -1
§ R547.5   Rhoixos: Ῥοῖξος, ἐπίνειον Κιλικίας ἐπὶ ταῖς ἐκβολαῖς τοῦ Σάρου ποταμοῦ. τὸ ἐθνικὸν Ῥοίξιος ἢ Ῥοιξίτης.

Event Date: -1
§ R547.7   Rhoiteion: Ῥοίτειον, Ὦρος ἄκραν εἶναί φησι. καὶ πόλις δέ ἐστι Τρῳάδος. ὁ πολίτης Ῥοιτειεύς καὶ Ῥοιτειάς καὶ Ῥοιτηίς διὰ τοῦ 'ι'.

Event Date: -1
§ R547.9   Rhoitia: Ῥοιτία, πόλις Βάκτρων. τὸ ἐθνικὸν Ῥοιτιηνός ὡς Ἀριηνός, καὶ Ῥοιτιανός ὡς Βακτριανός.

Event Date: -1
§ R547.11   Rhondaioi: Ῥονδαῖοι, ἔθνος Θρᾴκιον.

Event Date: -1
§ R547.12   Rhoxonokaia: Ῥοξονοκαία, πόλις. τὸ ἐθνικὸν Ῥοξονοκαῖος καὶ Ῥοξονοκαιάτης καὶ Ῥοξονοκαιανός.

Event Date: -1
§ R547.14   Rhopeis: Ῥοπεῖς, ἔθνος. οὗ μέμνηται Φαβωρῖνος ἐν ἐπιτομῇ δʹ τῆς Παμφίλης.

Event Date: -1
§ R547.16   Rhybdos: Ῥύβδος, φρούριον Σικελίας. τὸ ἐθνικὸν Ῥύβδιος.

Event Date: -1
§ R547.17   Rhynchai: Ῥύγχαι, χωρίον Εὐβοίας. τὸ ἐθνικὸν Ῥυγχαῖος.

Event Date: -1
§ R547.18   Rhyme: Ῥύμη, ὁ στενωπός. τὸ τοπικὸν ῥυμαῖος ἢ ῥυμίτης.

Event Date: -1
§ R548.1   Rhyndakos: Ῥύνδακος, πόλις μεταξὺ Φρυγίας καὶ Ἑλλησπόντου. οἱ κατοικοῦντες Ῥυνδακηνοί ὡς Κυζικηνοί. λέγεται καὶ ἀπὸ τοῦ Ῥύνδακος θηλυκὸν Ῥυνδακίς, καὶ Ῥυνδακίτης.

Event Date: -1
§ R548.4   Rhypai: Ῥύπαι, πόλις Ἀχαϊκή. λέγεται καὶ Ῥυπαίη, ἐξ οὗ τὸ Ῥυπαῖος. ὁ πολίτης Ῥύψ. τὸ κτητικὸν ἀπὸ τοῦ Ῥύπες Ῥυπικόν.

Event Date: -1
§ R548.6   Rhytion: Ῥύτιον, πόλις Κρήτης. ὁ πολίτης Ῥυτιεύς. τοῦ δὲ Ῥυτιασσός Ῥυτιασσεύς ὡς Ἁλικαρνασσεύς.

Event Date: -1
§ R548.8   Rhogane: Ῥωγάνη, πόλις ἐν τῇ Ἰνδικῇ.

Event Date: -1
§ R548.9  Rhoge: Ῥώγη, νῆσος ἐπὶ τῇ Λυκίᾳ. τὸ ἐθνικὸν Ῥωγαῖος.

Event Date: -1
§ R548.10   Rhogmoi: Ῥωγμοί, Κιλικίας ἐπίνειον. τὸ ἐθνικὸν Ῥωγμίτης.

Event Date: -1
§ R548.11   Rome: Ῥώμη, διασημοτάτη πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ῥωμαῖος ὡς Θηβαῖος. καὶ Ῥωμαία καὶ Ῥωμαΐς.

Event Date: -1
§ R548.13   Rhomylia: Ῥωμυλία, τῶν ἐν Ἰταλίᾳ Σαυνιτῶν πόλις. τὸ ἐθνικὸν Ῥωμυλιάτης.

Event Date: -1
§ R548.15   Rhon: Ῥών, πόλις τῆς Γανδαρικῆς Σκυθίας. τὸ ἐθνικὸν Ῥώνιος ἢ Ῥωνίτης ὡς Θωνίτης.

Event Date: -1
§ R548.17  Rhosos: Ῥωσός, πόλις Κιλικίας. τὸ ἐθνικὸν Ῥώσιος. ἀλλὰ καὶ Ῥωσεύς, ὡς ἀπὸ τοῦ Ταρσός Ταρσεύς. καὶ τὸ κτητικὸν Ῥωσικός "Ῥωσικὸς σκόπελος".

Event Date: -1
§ S548.20   Sabai: Σαβαί, πόλις μεγάλη πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης καὶ φρούριον. τὸ ἐθνικὸν τῆς πόλεως καὶ τοῦ φρουρίου Σαβαῖοι καὶ θηλυκῶς Σαβαία. καὶ τὸ κτητικὸν Σαβαϊτικόν, ὡς ἀπὸ τοῦ Σπάρτης Σπαρτιακόν.

Event Date: -1
§ S549.4   Sabbatia: Σαββατία, κώμη Κελτική. τὸ ἐθνικὸν Σαββατιανός καὶ Σαββάτιος.

Event Date: -1
§ S549.6  Sabinoi: Σαβῖνοι, Ἰταλικὸν ἔθνος. τὸ θηλυκὸν Σαβίνη καὶ ἐπὶ τῆς γυναικὸς καὶ ἐπὶ τῆς χώρας.

Event Date: -1
§ S549.8   Saboi: Σάβοι, ἔθνος Φρυγίας. λέγονται καὶ ἀντὶ τοῦ βάκχοι παρὰ Φρυξίν.

Event Date: -1
§ S549.10   Sabo: Σαβώ, πόλις μεγάλη πέραν τῆς Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Σαβαῖοι.

Event Date: -1
§ S549.12   Sagalassos: Σαγαλασσός, πόλις Πισιδίας. λέγεται καὶ Σελγησσός, τὸ ἐθνικὸν Σαγαλασσεύς καὶ Σαγαλασσηνός.

Event Date: -1
§ S549.14   Sagartia: Σαγαρτία, χερρόνησος παρὰ τῇ Κασπίᾳ θαλάσσῃ. τὸ ἐθνικὸν Σαγάρτιοι.

Event Date: -1
§ S549.16   Sangarios: Σαγγάριος, ποταμὸς τῆς κάτω Φρυγίας. τὸ ἐθνικὸν Σαγγάριος. προὔφθη γὰρ ὁ τύπος τοῦ πρωτοτύπου καταληφθείς.

Event Date: -1
§ S549.18   Sagountos: Σάγουντος, πόλις ἐν Ἱσπανίαις. οἱ πολῖται Σαγούντιοι.

Event Date: -1
§ S549.19  Sadalis: Σάδαλις, Αἰγυπτία πόλις. τὸ ἐθνικὸν Σαδαλίτης.

Event Date: -1
§ S549.20   Sazoi: Σάζοι, ἔθνος παρὰ τῷ Πόντῳ.

Event Date: -1
§ S549.21   Saidene: Σαιδηνή, ὄρος Κύμης. τὸ ἐθνικὸν Σαιδηνός καὶ Σαιδηνή ἡ χώρα.

Event Date: -1
§ S550.1   Saixai: Σαΐξαι, ἔθνος παρὰ τῷ Ἴστρῳ.

Event Date: -1
§ S550.2  Sais: Σάις, πόλις Αἰγύπτου. κλίνεται δὲ Σάεως ὡς Μέμφεως. [καὶ κτητικὸν Σάιος καὶ Σαΐα] καὶ Σαΐτης νομὸς καὶ ὁ πολίτης. καὶ κτητικὸν Σαϊτικόν. τὸ θηλυκὸν Σαῗτις. καὶ Σαϊτηνός.

Event Date: -1
§ S550.5   Sakai: Σάκαι, ἔθνος. τοὺς Σκύθας οὕτως φασίν, ἀπὸ τοῦ ὅπλου, ὅτι αὐτὸ εὕραντο. τὸ θηλυκὸν Σακίς.

Event Date: -1
§ S550.7   Sakos: Σάκος, κώμη τῆς ἐν Μακεδονίᾳ Πιερίας. τὸ ἐθνικὸν Σάκιος.

Event Date: -1
§ S550.9   Sakchenoi: Σακχηνοί, ἔθνος Ἀράβιον.

Event Date: -1
§ S550.10   Salangos: Σάλαγγος, ὡς πέλαγος, ἔθνος Ἰταλίας. ἔστι δὲ καὶ ἕτερον ἔθνος Ἰνδικόν.

Event Date: -1
§ S550.12   Salamioi: Σαλάμιοι, ἔθνος Ἀράβων. σάλαμα δὲ ἡ εἰρήνη. ὠνομάσθησαν δὲ ἀπὸ τοῦ ἔνσπονδοι γενέσθαι τοῖς Ναβαταίοις.

Event Date: -1
§ S551.1  Salamis: Σαλαμίς, ἡ πρὸς τῇ Ἀττικῇ νῆσος καὶ πόλις. ὁ πολίτης Σαλαμίνιος καὶ Σαλαμινία.

Event Date: -1
§ S551.3   Salars: Σάλαρς, ὡς μάκαρς, νῆσος Λιβύης. τὸ ἐθνικὸν Σαλάρτιος ὡς Τιρύνθιος.

Event Date: -1
§ S551.5   Salganeus: Σαλγανεύς, μετὰ τὴν Χαλκίδα ἐστὶν ὁ Σαλγανεὺς συνάπτων τῷ Εὐρίπῳ. ἔστι δὲ πόλις Βοιωτίας. ὁ οἰκήτωρ Σαλγάνιος. δύναται δὲ καὶ Σαλγανείτης καὶ Σαλγανεὺς Ἀπόλλων.

Event Date: -1
§ S551.8   Salgas: Σάλγας, ποταμὸς καὶ πόλις Σάλγα τῆς Μαυριτανίας. τὸ ἐθνικὸν Σαλγαῖος ἢ Σαλγανός.

Event Date: -1
§ S551.10   Salesioi: Σαλήσιοι, μοῖρα Παιόνων. "Σαλησίοις δ´ οἵπερ καὶ αὐτοὶ μοῖρα Παιόνων τυγχάνουσι".

Event Date: -1
§ S551.12  Sallentia: Σαλλεντία, πόλις Μεσσαπίων. τὸ ἐθνικὸν Σαλλεντῖνος.

Event Date: -1
§ S551.13  Sallyes: Σάλλυες, ἔθνος Λιγυστικόν, πολεμῆσαν Ῥωμαίοις, ὡς Χάραξ ἐν δεκάτῳ χρονικῶν.

Event Date: -1
§ S551.15   Salmakis: Σαλμακίς, πόλις Καρίας. τὸ ἐθνικὸν Σαλμακίτης, καὶ Σαλμακεύς διὰ τὸ ἐπιχώριον.

Event Date: -1
§ S551.17   Salmenoi: Σαλμηνοί, ἔθνος νομαδικόν, ὡς Γλαῦκός φησιν ἐν .. Ἀραβικῆς ἀρχαιολογίας.

Event Date: -1
§ S551.19   Salmos: Σάλμος, πόλις Βοιωτίας, ἧς οἱ πολῖται Σαλμώνιοι, ὡς Ἑλλάνικος ἐν δευτέρῳ Δευκαλιωνείας.

Event Date: -1
§ S551.21   Salmydessos: Σαλμυδησσός, κόλπος τοῦ Πόντου. τὸ ἐθνικὸν Σαλμυδήσσιος καὶ Σαλμυδησσία καὶ Σαλμυδησσηνοί. ἡ ἀπὸ τόπου σχέσις Σαλμυδησσόθεν.

Event Date: -1
§ S552.3   Salmyka: Σάλμυκα, πόλις περὶ τὰς Ἡρακλείους στήλας. τὸ ἐθνικὸν ὡς ἀπὸ τῆς Σάλμυκος Σαλμυκῖνος ὡς Ἐρυκῖνος.

Event Date: -1
§ S552.5  Salmone: Σαλμώνη, πόλις τῆς Πισάτιδος καὶ κρήνη ὁμωνύμως, ἀπὸ τοῦ Σαλμωνέως τοῦ βασιλέως. ὁ πολίτης Σαλμωνεύς ἢ Σαλμωνείτης ὡς Ἀταρνείτης. τὸ θηλυκὸν Σαλμωνεῖτις.

Event Date: -1
§ S552.8  Salona: Σάλωνα, πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν Σαλωνίτης. εἰσὶ καὶ Σαλῶναι πόλις Δελματίας, ὧν Σαλωνεύς τὸ ἐθνικόν, ὡς Πρίσκος ἐν ἕκτῳ.

Event Date: -1
§ S552.11   Saloneia: Σαλώνεια, πόλις Βιθυνίας. καὶ τόπος Σάλων Σάλωνος. ὁ κατοικῶν Σαλωνείτης. οὐκ ἔστι δὲ τοῦ Σάλωνος ὁ Σαλωνείτης, ἀλλὰ τῆς Σαλωνείας. λέγεται καὶ Σαλωναῖος.

Event Date: -1
§ S552.14   Samareia: Σαμάρεια, πόλις τῆς Ἰουδαίας, ἡ μετονομασθεῖσα Νεάπολις, καὶ Ἐπαφρόδιτος μὲν τὸ ἐθνικὸν αὐτῆς Σαμαρεύς εἶπε καὶ τὴν πρώτην συλλαβὴν ἐμήκυνεν, ὁ δ´ Ἀντίοχος Σαμαρείτης.

Event Date: -1
§ S553.1   Sambos: Σάμβος, πόλις Ἀράβων. καὶ ἑνικῶς μὲν ἡ πόλις, πληθυντικῶς δὲ οἱ πολῖται Σάμβοι. καὶ Σαμβίτης.

Event Date: -1
§ S553.3   Samenoi: Σαμηνοί, νομάδων Ἀραβίων ἔθνος.

Event Date: -1
§ S553.4   Samikon: Σαμικόν, οὐδετέρως, Τριφυλιακὴ πόλις. τὸ ἐθνικὸν Σαμικεύς ὡς ἀπὸ τοῦ οὐδετέρου, ἢ Σαμικόν ὡς Ἀττικόν τῆς Ἀττικῆς.

Event Date: -1
§ S553.7   Samnion: Σάμνιον, πόλις Πρετανίας. τὸ ἐθνικὸν Σάμνιος καὶ Σαμνίτης. καὶ Σαμνιτικός κτητικόν.

Event Date: -1
§ S553.9   Samothraike: Σαμοθρᾴκη, νῆσος πρὸς τῇ Θρᾴκῃ, πόλιν ὁμώνυμον ἔχουσα. ἐκλήθη δὲ ἀπὸ τῶν Σαμίων καὶ τῶν Θρᾳκῶν. ἐκαλεῖτο δὲ πρότερον Δαρδανία, τὸ ἐθνικὸν Σαμοθρᾴξ καὶ Σαμοθρᾴκιος.

Event Date: -1
§ S553.12   Samorna: Σάμορνα, καὶ Σάμορνος ἡ Ἔφεσος ἐκαλεῖτο. τὸ ἐθνικὸν τῆς Σαμόρνης Σαμορναῖος, τῆς δὲ Σάμορνος Σαμόρνιος.

Event Date: -1
§ S553.14  Samos: Σάμος, ἐπιφανὴς πρὸς τῇ Καρίᾳ νῆσος. ἐκλήθη δὲ πρότερον Παρθενία καὶ Δρύουσα καὶ Ἀνθέμουσα καὶ Μελάμφυλλος τὸ ἐθνικὸν Σαμαῖος καὶ Σάμιος καὶ Σαμία. καὶ Σαμιακός.

Event Date: -1
§ S554.1   Samosata: Σαμόσατα, πόλις Κομμαγηνῆς ἐπὶ τῷ Εὐφράτῃ. ὁ πολίτης Σαμοσατεύς.

Event Date: -1
§ S554.3   Samydake: Σαμυδάκη, πόλις Καρμανίας. τὸ ἐθνικὸν Σαμυδακηνός, ὡς τῆς Ἀρτάκης Ἀρτακηνός.

Event Date: -1
§ S554.5   Samylia: Σαμυλία, πόλις Καρίας, Μοτύλου κτίσμα τοῦ τὴν Ἑλένην καὶ Πάριν ὑποδεξαμένου. τὸ ἐθνικὸν Σαμυλιανός.

Event Date: -1
§ S554.7   Samphe: Σάμφη, πόλις Φοινίκης. τὸ ἐθνικὸν Σαμφαῖος.

Event Date: -1
§ S554.8   Sampsa: Σάμψα, κώμη τῆς Ἀραβίας. τὸ ἐθνικὸν Σαμψηνός. σάμψα δὲ παρὰ τοῖς Ἄραψιν ὁ ἥλιος.

Event Date: -1
§ S554.10   Sampseira: Σάμψειρα, πόλις Αἰγύπτου. τὸ ἐθνικὸν Σαμψειρεώτης ὡς Μαρεώτης, καὶ Σαμψειρίτης.

Event Date: -1
§ S554.12  Sandalion: Σανδάλιον, Πισιδίας χωρίον. ὁ τοῦτο οἰκῶν Σανδαλιεύς.

Event Date: -1
§ S554.13  Sandon: Σάνδων, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Σανδώνιος ὡς Αὐλώνιος Σαλώνιος.

Event Date: -1
§ S554.15   Saneia: Σάνεια, πόλις Ἰνδική, ὡς Ἀδριανὸς Ἀλεξανδριάδος ἑβδόμῳ. τὸ ἐθνικὸν Σανεύς.

Event Date: -1
§ S554.17   Sane: Σάνη, πόλις Θρᾴκης μεταξὺ Ἄθω καὶ Παλλήνης. οἱ πολῖται Σάνιοι καὶ Σαναῖοι ὡς Καναῖοι.

Event Date: -1
§ S555.1   Sanina: Σάνινα, πόλις ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης. τὸ ἐθνικὸν Σανιναῖος ὡς Κωνσταντιναῖος. ἀλλ´ ἐπειδὴ τῷ εἰς 'ιτης' χαίρουσι τύπῳ, γίνεται Σανινίτης.

Event Date: -1
§ S555.4   Sannigai: Σαννίγαι, ἔθνος Σκυθίας τοῖς Ἀβασγοῖς παρακείμενον.

Event Date: -1
§ S555.5   Santis: Σάντις, πόλις Κελτική. τὸ ἐθνικὸν Σαντίτης ὡς Λέπτις Λεπτίτης.

Event Date: -1
§ S555.7  Santones: Σάντονες, ἔθνος τῆς Ἀκυϊτανίας.

Event Date: -1
§ S555.8   Saxones: Σάξονες, ἔθνος οἰκοῦν ἐν τῇ Κιμβρικῇ χερρονήσῳ.

Event Date: -1
§ S555.9   Saos: Σάος, ἡ τῶν Σαΐων νῆσος. τὸ ἐθνικὸν Σάιος.

Event Date: -1
§ S555.10   Sapai: Σάπαι, ἔθνος Θρᾴκης. λέγονται δὲ Σαπαῖοι καὶ Σάιοι καὶ τὸ κτητικὸν Σαπαϊκόν καὶ Σαπαϊκή.

Event Date: -1
§ S555.12  Sapeires: Σάπειρες, ἔθνος ἐν τῇ μεσογείᾳ τῆς Ποντικῆς, οἱ νῦν διὰ τοῦ 'β' λεγόμενοι Σάβειρες.

Event Date: -1
§ S556.1   Sappheirene: Σαπφειρηνή, νῆσος ἐν τῷ Ἀραβίῳ. ἐκ ταύτης ὁ σάπφειρος λίθος.

Event Date: -1
§ S556.3   Saraka: Σάρακα, χώρα Ἀραβίας μετὰ τοὺς Ναβαταίους. οἱ οἰκοῦντες Σαρακηνοί.

Event Date: -1
§ S556.5  Sarapis: Σάραπις, νῆσος ἐν τῷ Ἰνδικῷ κόλπῳ. τὸ ἐθνικὸν Σαραπίτης.

Event Date: -1
§ S556.7  Sarapta: Σάραπτα, πόλις Φοινίκης. ὁ πολίτης Σαράπτιος καὶ Σαραπτία καὶ Σαραπτηνός.

Event Date: -1
§ S556.9   Sargantha: Σάργανθα, πόλις Ἰβηρίας. τὸ ἐθνικὸν Σαργανθῖνος.

Event Date: -1
§ S556.10   Sargantis: Σάργαντις, πόλις καὶ φυλακὴ Αἰγυπτία. ὁ πολίτης Σαργαντίτης, ὡς Ναυκρατίτης.

Event Date: -1
§ S556.12   Sardaion: Σάρδαιον, ὄρος περὶ Ἀσωπόν. τὸ ἐθνικὸν Σαρδαῖος καὶ Σαρδαιεύς.

Event Date: -1
§ S556.14   Sardessos: Σαρδησσός, πόλις Κιλικίας πλησίον Λυρνησσοῦ. ὁ οἰκήτωρ Σαρδήσσιος. καὶ Σαρδήσσιος ὁ Ζεὺς τιμᾶται.

Event Date: -1
§ S556.16   Sardis: Σάρδις, πόλις Λυδίας. ὁ πολίτης Σαρδιανός καὶ Σαρδιανή. τὸ κτητικὸν Σαρδιανικός καὶ Σαρδιανική καὶ Σαρδιανός.

Event Date: -1
§ S556.18   Sardos: Σάρδος, ὡς Πάρθος, πόλις Ἰλλυρίας. οἱ πολῖται Σαρδηνοί.

Event Date: -1
§ S556.19   Sardo: Σαρδώ, νῆσος .... ὁ Σάρδος οὖν τῇ Σαρδοῖ ἀναλόγως. λέγεται καὶ Σαρδών, ὡς τῇ Πυθώ παράκειται τὸ Πυθών. ἐκαλεῖτο δὲ Ἰχνοῦσσα, διότι ἐοικυῖα ἦν ἀνθρώπου ἴχνει. ὁ κατοικῶν Σαρδόνιος καὶ Σαρδονία καὶ Σαρδῷος. καὶ Σαρδονικός καὶ Σαρδονική.

Event Date: -1
§ S557.5   Saricha: Σάριχα, πόλις Καππαδοκίας. τὸ ἐθνικὸν Σαριχηνός ἢ Σαριχεύς ὡς Τυανεύς.

Event Date: -1
§ S557.7  Sarmatai: Σαρμάται, ἔθνος Σκυθικόν. ἡ χώρα αὐτῶν Σαρματία καὶ Σαρματικὸν ὄρος.

Event Date: -1
§ S557.9   Sarnous: Σαρνοῦς, ὡς Μυοῦς, πόλις Ἰλλυρική. τὸ ἐθνικὸν Σαρνούσιος ὡς Μυούσιος.

Event Date: -1
§ S557.11  Sarpedon: Σαρπηδών, πόλις Θρᾴκης. τὸ ἐθνικὸν Σαρπηδόνιος καὶ Σαρπηδονία.

Event Date: -1
§ S557.13  Sarte: Σάρτη, πόλις περὶ τὸν Ἄθων. τὸ ἐθνικὸν Σαρταῖος.

Event Date: -1
§ S557.14  Saron: Σάρων, τόπος Τροιζῆνος. Σαρώνιος οὖν καὶ Σαρωνία καὶ Σαρωνικός καὶ Σαρωνική.

Event Date: -1
§ S557.16   Satra: Σάτρα, πόλις Κρήτης, ἡ μετονομασθεῖσα Ἐλεύθερνα. ὁ πολίτης Σατραῖος.

Event Date: -1
§ S557.18   Satornia: Σατορνία, ἡ Ἰταλία πρῶτον ἐκαλεῖτο. τὸ ἐθνικὸν Σατορνῖνος, καὶ τὸ κύριον ὁμοίως.

Event Date: -1
§ S557.20  Satala: Σάταλα, πόλις Ἀρμενίας, ὡς Ἀλέξανδρος ἐν Ἀσίᾳ. τὸ ἐθνικὸν Σαταλεύς.

Event Date: -1
§ S557.22   Satikola: Σατίκολα, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Σατικολανός ὡς Μεδιολανός.

Event Date: -1
§ S557.24   Satrai: Σάτραι, ἔθνος Θρᾴκης, ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ φησί.

Event Date: -1
§ S558.1  Satria: Σατρία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Σατριανός, ὡς Διονύσιος.

Event Date: -1
§ S558.3  Satyrion: Σατύριον, χώρα πλησίον Τάραντος. τὸ ἐθνικὸν Σατυρῖνος καὶ Σατύριος.

Event Date: -1
§ S558.5   Saua: Σαῦα, οὐδετέρως, κώμη τῆς εὐδαίμονος Ἀραβίας. οἱ κωμῆται Σαυηνοί. ἔστι δὲ καὶ Σαῦνις πόλις Ἀραβίας, ἧς καὶ ἡ αἰτιατικὴ Σαῦνιν.

Event Date: -1
§ S558.8  Saunitai: Σαυνῖται, τῶν Ἰαπύγων ὅμοροι. καὶ τὸ θηλυκὸν Σαυνῖτις, καὶ τὸ κτητικὸν Σαυνιτικός.

Event Date: -1
§ S558.10   Saura: Σαῦρα, πόλις Σαυνιτῶν. τὸ ἐθνικὸν "Σαυρανῶν δ´ οἱ κορυφαιότατοι".

Event Date: -1
§ S558.12  Sauromatai: Σαυρομάται, ἔθνος Ἰνδικόν. καὶ Σαχαλίτης κόλπος. "κατὰ τοῦτον, τὸν Σαχαλίτην κόλπον, κεῖνται πελάγιοι νῆσοι ἑπτά".

Event Date: -1
§ S558.15  Sebaste: Σεβαστή, πόλις Ἀρμενίας, ἡ νῦν Σεβάστεια καλουμένη, ὡς Ἀλέξανδρος ὁ Ἐφέσιος. ἔστι δὲ καὶ [ἐν] τῇ Σαμαρείτιδι πολίχνιον. τὸ ἐθνικὸν Σεβαστηνός. λέγεται καὶ ἡ πρὸς τῇ Κωρύκῳ χερρόνησος οὕτως.

Event Date: -1
§ S558.19   Sebeda: Σέβεδα, λιμὴν Λυκίας, ὡς Ἀλέξανδρος ἐν περίπλῳ. τὸ ἐθνικὸν Σεβεδεύς.

Event Date: -1
§ S558.21  Sebennytos: Σεβέννυτος, πόλις Αἰγύπτου καὶ λίμνη καὶ ποταμός. καὶ Σεβεννύτης νομὸς καὶ πολίτης. καὶ Σεβεννυτικὸν στόμα.

Event Date: -1
§ S559.1  Segida: Σεγίδα, πόλις Κελτιβήρων. τὸ ἐθνικὸν Σεγιδαῖος.

Event Date: -1
§ S559.2   Sethroe: Σεθρόη, πόλις Αἰγύπτου. ὁ πολίτης Σεθροΐτης, ὡς Ἀρσινοΐτης. Ἀλέξανδρος τρίτῳ Αἰγυπτιακῶν.

Event Date: -1
§ S559.4  Seirenousai: Σειρήνουσαι, νῆσοι ἐν τῇ Ἰταλίᾳ περὶ τὸν πορθμὸν ἐπ´ αὐτῆς τῆς ἄκρας κείμεναι προπεπτωκότος τόπου καὶ διαλαμβάνοντος τοὺς κόλπους, τόν [τε] περιέχοντα Κύμην [καὶ] τὸν διειληφότα τὴν καλουμένην Ποσειδωνίαν, ἐν ᾧ καὶ νεὼς αὐτῶν ἵδρυται καὶ τιμῶνται καθ´ ὑπερβολήν. ὧν καὶ τὰ ὀνόματα ταῦτα, Παρθενόπη καὶ Λευκωσία καὶ Λίγεια. τὸ ἐθνικὸν Σειρηνούσιος καὶ Σειρηνουσαῖος.

Event Date: -1
§ S559.11   Sekella: Σέκελλα, κώμη Παλαιστίνης, ὡς Ἰώσηπος. τὸ ἐθνικὸν Σεκελλοί.

Event Date: -1
§ S559.13  Selasia: Σελασία, πόλις τῆς Λακωνικῆς. τὸ ἐθνικὸν Σελασιεύς, ὡς τῆς Πειρασίας Πειρασιεύς.

Event Date: -1
§ S560.1   Selge: Σέλγη, πόλις Πισιδίας, ἄποικος Λακεδαιμονίων. οἱ πολῖται Σελγεῖς. καὶ Σελγική κτητικόν.

Event Date: -1
§ S560.3  Seleukeia: Σελεύκεια, πόλις ἐπὶ Κιλικίᾳ τραχεῖα λεγομένη. ὠνόμασε δὲ Σελεύκειαν αὐτὴν Σέλευκος ὁ Νικάτωρ, ὡς Ἀλέξανδρός φησι. πρότερον δὲ Ὀλβία ἐκαλεῖτο καὶ Ὑρία, οἱ πολῖται ἀπὸ τῆς Ὑρίας Ὑριεῖς, καὶ τῆς Ὀλβίας Ὀλβιανοί, καὶ τῆς Σελευκείας Σελευκεῖς καὶ Σελευκεύς καὶ Σελευκηνός, καὶ Σελευκίς ἡ χώρα. ἔστι καὶ ποτηρίων εἶδος Σελευκίς, ἀπὸ Σελεύκου.

Event Date: -1
§ S560.10  Seleukos: Σέλευκος, πόλις παρὰ τῇ ἐν Συρίᾳ Ἀπαμείᾳ, ἀρσενικῶς λεγομένη. ὁ πολίτης Σελευκίτης.

Event Date: -1
§ S560.12   Seleukobelos: Σελευκόβηλος, πόλις Συρίας, πλησίον .... ὁ πολίτης Σελευκοβηλίτης καὶ Σελευκοβηλαῖος. λέγεται καὶ Σελευκεύς πρὸς τῷ Βήλῳ. οὕτω γὰρ Παυσανίας ἐν τῷ περὶ Ἀντιοχείας φησί.

Event Date: -1
§ S560.16   Selenes polis: Σελήνης πόλις, [πόλις] Τυρρηνίας. τὸ ἐθνικὸν Σεληνοπολίτης. καὶ ἑτέρα μεγάλη μία τῶν Ἑκατὸν νήσων. ἔστι καὶ σελήνη πόπανόν τι τῷ ἄστρῳ παραπλήσιον. ὁ οἰκήτωρ Σεληνίτης καὶ Σεληναῖος.

Event Date: -1
§ S560.2  Selinous: Σελινοῦς, πόλις Σικελίας, ἀρσενικῶς καὶ θηλυκῶς λεγομένη. ὁ πολίτης Σελινούντιος καὶ Σελινούσιος καὶ Σελινουντία.

Event Date: -1
§ S561.3   Sellasia: Σελλασία, πόλις Λακωνική. Θεόπομπος ἐν τετάρτῳ Ἑλληνικῶν. ὁ πολίτης Σελλασιεύς, ὡς τῆς Ἀπίας Ἀπιεύς.

Event Date: -1
§ S561.5   Selloi: Σελλοί, οἱ Δωδωναῖοι. "ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται". λέγεται καὶ δίχα τοῦ 'σ' Ἐλλοί.

Event Date: -1
§ S561.7   Semphe: Σέμφη, ὡς Τύμφη, πόλις τῆς κατὰ Εὐφράτην Ἀραβίας. τὸ ἐθνικὸν Σεμφαῖος καὶ Σεμφηνός.

Event Date: -1
§ S561.9  Sennones: Σέννονες, ἔθνος Γαλατικόν, ὡς Οὐράνιος ἐν Ἀραβικῶν πρώτῳ.

Event Date: -1
§ S561.11   Senoessanoi: Σενοεσσανοί, ἔθνος Ἰταλικόν, ὡς Πολύβιος ἐν τρίτῳ.

Event Date: -1
§ S561.12   Seriphos: Σέριφος, μία τῶν Σποράδων, ἐξ οὗ καὶ τὸ βάτραχος Σερίφιος. καὶ τὸ θηλυκὸν Σεριφία καὶ Σεριφαία.

Event Date: -1
§ S561.14   Sermylia: Σερμυλία, πόλις παρὰ τὸν Ἄθω, ὡς Ἑκαταῖος. ἔοικε δὲ ὡς παρὰ τὸ Σερμύλιον τὸ ἐθνικὸν Σερμυλιαῖος καὶ Σερμυλία καὶ Σερμυλιεύς.

Event Date: -1
§ S561.17   Serreion: Σέρρειον, ἀκρωτήριον τῆς Θρᾴκης. ἔστι καὶ πόλις Σαμοθρᾴκης. τὸ ἐθνικὸν Σερρειεύς καὶ Σερρεώτης, ὡς τοῦ Λαύρειον Λαυρεώτης, καὶ Σερρεάτης, ὡς Λέπρεον Λεπρεάτης. καὶ Σέρρειον τεῖχος, οὗ τὸ ἐθνικὸν Σερρειοτειχίτης. καὶ ἀπὸ τοῦ Σέρρεια ὄρη Σέρρειος ἐθνικόν. λέγεται καὶ Σέρρα, ἧς ἡ γενικὴ κατ´ Ἴωνας Σέρρης, καὶ Σερρατειχίτης.

Event Date: -1
§ S562.1   Sesarethos: Σεσάρηθος, πόλις Ταυλαντίων, ὥς φησιν Ἑκαταῖος. καὶ τὸ ἐθνικὸν Σεσαρήθιος.

Event Date: -1
§ S562.3   Sesindion: Σεσίνδιον, πόλις Ἰνδική. τὸ ἐθνικὸν Σεσίνδιος, ὡς τῆς Ἰσίνδου Ἰσίνδιος.

Event Date: -1
§ S562.5   Sestion: Σέστιον, πόλις ἐν μεσογείᾳ Οἰνώτρων. τὸ ἐθνικὸν Σεστιεύς, ὡς τὰ εἰς 'ον' οὐδέτερα.

Event Date: -1
§ S562.7   Sekoanos: Σηκοανός, πόλις Μασσαλιωτῶν. ἀφ´ οὗ τὸ ἐθνικὸν Σηκοανοί, ὡς Ἀρτεμίδωρος ἐν πρώτῃ.

Event Date: -1
§ S562.9   Selymbria: Σηλυμβρία, πόλις Θρᾴκης. κέκληται δὲ ἀπὸ Σήλυος. βρία γὰρ κατὰ Θρᾷκας ἡ πόλις, ὡς Πολτυμβρία ἡ Πόλτυος πόλις. ὁ πολίτης Σηλυμβριανός.

Event Date: -1
§ S562.12   Semachidai: Σημαχίδαι, δῆμος Ἀττικῆς, ἀπὸ Σημάχου, ᾧ καὶ ταῖς θυγατράσιν ἐπεξενώθη Διόνυσος, ἀφ´ ὧν αἱ ἱέρειαι αὐτοῦ. ἔστι δὲ τῆς Ἀντιοχίδος φυλῆς. Φιλόχορος δὲ τῆς Ἐπακρίας φησὶ τὸν δῆμον. ὁ δημότης Σημαχίδης. τὰ τοπικὰ ἐκ Σημαχιδῶν ἐν Σημαχιδῶν εἰς Σημαχιδῶν.

Event Date: -1
§ S562.17   Sene: Σήνη, πόλις Κελτική. ὁ πολίτης Σηναῖος καὶ Σήνων.

Event Date: -1
§ S562.18   Senos: Σῆνος, πόλις Αἰγύπτου. Ἑκαταῖος ἐν αὐτῆς περιηγήσει. ὁ πολίτης Σηνικός.

Event Date: -1
§ S562.20  Seres: Σῆρες, ἔθνος Ἰνδικόν, ἀπροσμιγὲς ἀνθρώποις, ὡς Οὐράνιος ἐν τρίτῳ Ἀραβικῶν.

Event Date: -1
§ S562.22   Sesamon: Σήσαμον, πόλις Παφλαγονίας, ἐν ᾗ ᾤκησεν ὁ πρῶτος Φινεύς. Δίδυμος δὲ νῆσον αὐτήν φησι. τὸ ἐθνικὸν Σησαμηνοί καὶ Σησαμίτης.

Event Date: -1
§ S563.1   Sestos: Σηστός, πόλις πρὸς τῇ Προποντίδι. λέγεται δὲ ἀρσενικῶς παρ´ Ἐφόρῳ. οἱ δ´ Ἀθηναῖοι "ἐν τῇ Σηστῷ" φασιν. ὁ πολίτης Σήστιος· ἔστι δὲ ὡς Φαῖστος Φαίστιος.

Event Date: -1
§ S563.4   Setaion: Σηταῖον, χώρα παρὰ Σύβαριν, ἔνθα Σήταιαν, μίαν τῶν αἰχμαλώτων, πείσασαν τὰς ἄλλας τῶν Ἑλλήνων ἐμπρῆσαι τὰς ναῦς αὐτοὶ ἐσταύρωσαν. τὸ ἐθνικὸν Σηταῖος.

Event Date: -1
§ S563.7  Setia: Σητία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Σητῖνοι. εἰσὶ δὲ καὶ Σητοί [Βιθυνίας] πόλις. τὸ ἐθνικὸν τῶν Σητῶν τῶν ἐν Βιθυνίᾳ Σηταῖος. λέγονται καὶ Σητοί, ὡς Δελφοί καὶ Λοκροί.

Event Date: -1
§ S563.10   Siagathourgoi: Σιαγαθουργοί, ἔθνος, περὶ οὗ φησι Μαρκιανὸς ἐν περίπλῳ Σαρματίας.

Event Date: -1
§ S563.12   Sibai: Σίβαι, Ἰνδικὸν ἔθνος, ἅμα Δηριάδῃ μαχεσάμενον Διονύσῳ, καθά φησι Διονύσιος.

Event Date: -1
§ S563.14   Sibda: Σίβδα, πόλις Καρίας. οἱ πολῖται Σιβδᾶται. τὸ ἐθνικὸν Σιβδανός καὶ Σιβδίτης.

Event Date: -1
§ S563.16   Siberine: Σιβερίνη, πόλις Οἰνώτρων. τὸ ἐθνικὸν Σιβερῖνος. προκατελήφθη γὰρ ὁ τύπος τῷ πρωτοτύπῳ.

Event Date: -1
§ S563.18  Sibyrtos: Σίβυρτος, πόλις Κρήτης. τὸ ἐθνικὸν Σιβύρτιος, ὡς Πολύβιος ἐν τρισκαιδεκάτῳ.

Event Date: -1
§ S564.1   Sigatha: Σίγαθα, πόλις Λιβύης, ὡς Στράβων ἑπτακαιδεκάτῃ. ὁ πολίτης Σιγαθεύς.

Event Date: -1
§ S564.3   Singa: Σίγγα, πόλις Λιβύης, ὡς Πολύβιος δωδεκάτῳ. τὸ ἐθνικὸν Σιγγαῖος.

Event Date: -1
§ S564.5  Singara: Σίγγαρα, πόλις Ἀραβίας πρὸς τῇ Ἐδέσσῃ, ὡς Οὐράνιος ἐν πρώτῳ Ἀραβικῶν. ὁ πολίτης Σιγγαρηνός.

Event Date: -1
§ S564.7   Singos: Σίγγος, πόλις παρὰ τῷ Ἄθῳ. τὸ ἐθνικὸν Σίγγιος, καὶ Σιγγικός τὸ κτητικόν. καὶ Σιγγαῖος.

Event Date: -1
§ S564.9   Singya: Σίγγυα, πόλις Παμφυλίας. τὸ ἐθνικὸν Σιγγυάτης, ὡς Αἰγύας Αἰγυάτης.

Event Date: -1
§ S564.11   Sigeion: Σίγειον, πόλις Τρῳάδος, ὡς Στράβων τρισκαιδεκάτῃ. ὁ πολίτης Σιγειεύς, τὸ θηλυκὸν Σιγειάς. καὶ Σιγειακός. ἔστι καὶ ἄλλο ἐθνικὸν Σίγειος.

Event Date: -1
§ S564.14  Sige: Σίγη, πόλις Τρῳάδος, ὡς Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Σιγίτης.

Event Date: -1
§ S564.16  Signia: Σιγνία, πόλις Ἰταλίας, ὡς Στράβων πέμπτῃ. τὸ ἐθνικὸν Σιγνῖνος.

Event Date: -1
§ S565.1   Sigrion: Σίγριον, Λέσβου λιμήν. τὸ ἐθνικὸν δύναται καὶ Σιγριεύς καὶ Σίγριος.

Event Date: -1
§ S565.3   Sigynnos: Σίγυννος, πόλις Αἰγυπτίων, ὡς Κτησίας ἐν πρώτῳ περίπλων. οἱ πολῖται Σίγυννοι.

Event Date: -1
§ S565.5   Sidake: Σιδάκη, πόλις Λυκίας, ἀπὸ Σιδάκης τῆς Ἀμισωδάρου. τὸ ἐθνικὸν Σιδακηνός καὶ Σιδακηνή [καὶ Σιδακηνόν], καὶ Σιδακεύς τῷ τῆς χώρας ἔθει· χαίρουσι γὰρ τῷ τύπῳ.

Event Date: -1
§ S565.8   Sidarous: Σιδαροῦς, πόλις [Λυκίας] καὶ λιμήν. τὸ ἐθνικὸν Σιδαρούντιος ὡς Τραπεζούντιος.

Event Date: -1
§ S565.10  Side: Σίδη, πόλις Παμφυλίας, ὡς Ἑκαταῖος Ἀσίᾳ. κέκληται δὲ ἀπὸ Σίδης τῆς θυγατρὸς μὲν Ταύρου, γυναικὸς δὲ Κιμώλου, ἀφ´ οὗ ἡ νῆσος. ὁ πολίτης Σιδήτης. τὴν δευτέραν συλλαβὴν ἔχει διὰ τοῦ 'η' διὰ τὸν βαρὺν τοῦ πρωτοτύπου τόνον. τὰ γὰρ εἰς 'η' λήγοντα δισύλλαβα πρωτότυπα ὀξυνόμενα μὲν διὰ τοῦ 'ε' τὸ παράγωγον ἐκφέρει, φυλή φυλέτης, βαρυνόμενα δὲ διὰ τοῦ 'η', κώμη κωμήτης, Πύλη Πυλήτης καὶ Πυλάτης.

Event Date: -1
§ S565.18   Sidele: Σιδήλη, πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Σιδηληνός.

Event Date: -1
§ S565.20   Sidene: Σιδήνη, πόλις Λυκίας, ὡς Ξάνθος ἐν Λυδιακῶν τετάρτῳ. τὸ ἐθνικὸν Σιδηνός ὡς Σωφηνός.

Event Date: -1
§ S565.22   Sidous: Σιδοῦς, κώμη Κορίνθου ἢ Μεγαρίδος ἐπίνειον. τὸ ἐθνικὸν Σιδούντιος. ἔστι καὶ περὶ Κλαζομενὰς κώμη. καὶ ἄλλη τῆς Ἐρυθραίας. καὶ τόπος τῆς Παμφυλίας. τὸ ἐθνικὸν Σιδούσιος.

Event Date: -1
§ S566.3   Sidousa: Σίδουσα, πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ "ἐν δὲ Σίδουσα πόλις".

Event Date: -1
§ S566.5  Sidyma: Σίδυμα, πόλις Λυκίας, ἧς Ἀλέξανδρος μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Σιδύμου. ὁ πολίτης Σιδυμεύς.

Event Date: -1
§ S566.7   Sidon: Σιδών, πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Σιδώνιος διὰ τοῦ 'ω' μεγάλου καὶ διὰ τοῦ 'ο' μικροῦ. καὶ Σιδωνίς τὸ θηλυκόν. ἀλλὰ καὶ Σιδών ἐθνικόν.

Event Date: -1
§ S566.10   Sidonia: Σιδωνία, πόλις Τρῳάδος. τὸ ἐθνικὸν Σιδώνιος· προκατελήφθη γὰρ τὸ πρωτότυπον.

Event Date: -1
§ S566.12   Sithenoi: Σιθηνοί, ἔθνος παρακείμενον τῇ Ἐρυθρᾷ θαλάσσῃ, ὡς Μαρκιανὸς ἐν περίπλῳ.

Event Date: -1
§ S566.14   Sithonia: Σιθωνία, μέρος Θρᾴκης. τὸ ἐθνικὸν Σιθώνιος καὶ Σιθωνίη.

Event Date: -1
§ S566.16   Sikane: Σικάνη, πόλις Ἰβηρίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Σικάνιος.

Event Date: -1
§ S566.18  Sikania: Σικανία, ἡ περίχωρος Ἀκραγαντίνων. καὶ ποταμὸς Σικανός, ὥς φησιν Ἀπολλόδωρος.

Event Date: -1
§ S566.2   Sikelia: Σικελία, ἡ χώρα καὶ ἡ νῆσος. [[Σικανία πρότερον ὠνομάζετο, εἶτα Σικελία ἐκλήθη, ὥς φησιν Ἑλλάνικος Ἱερειῶν τῆς Ἥρας βʹ "ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὔσονες ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἀνέστησαν, ὧν ἦρχε Σικελός· καὶ διαβάντες εἰς τὴν νῆσον τὴν τότε Σικανίαν καλουμένην περὶ τὴν Αἴτνην καθιζόμενοι ᾤκουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν Σικελὸς βασιλείην ἐγκαταστησάμενος, καὶ ἐντεῦθεν ὁρμώμενος [ὁ Σικελὸς οὗτος] πάσης ἤδη τῆς νήσου τότε [ταύτης] Σικελίας καλουμένης ἀπὸ τοῦ Σικελοῦ [τούτου], ὃς καὶ ἐν αὐτῇ ἐβασίλευσε". καὶ Μένιππος δὲ ταῦτά φησιν. [Θουκυδίδης δὲ οὕτως] "ἐλθόντες εἰς Σικελίαν στρατὸς πολὺς ἐξ Ἰταλίας τούς τε Σικανοὺς κρατήσαντες μάχῃ ἀπέστειλαν εἰς τὰ μεσημβρινὰ καὶ τὰ ἑσπέρια μέρη αὐτῆς καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίησαν καλεῖσθαι, καὶ τὰ κράτιστα τῆς γῆς ᾤκησαν ἔχοντες". μεγίστη δὲ αὕτη μαρτυρεῖται τῶν ἑπτά, καθά φησιν Ἄλεξις ὁ κωμικός τῶν ἑπτὰ νήσων, ἃς δέδειχεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος, ἐστὶν μεγίστη, δευτέρα Σαρδώ, τρίτη Κύρνος, τετάρτη δ´ ἡ Διὸς Κρήτη τροφός, Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος, Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦς´ ἔχει. .... "τῶν δὲ νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ Ἰταλίας Σικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδες Ἕλληνές εἰσι Σικελιῶται, ὡς Ἰταλιῶται".]] τὸ ἐθνικὸν Σικελοί καὶ Σικελιῶται. καὶ οἱ μὲν ἀπὸ τοῦ οἰκιστοῦ καὶ ἀρχηγέτου τῆς χώρας, ἀφ´ οὗ καὶ ἡ χώρα, ὡς Κίλικες τοῦ Κίλικος, οὗ καὶ ἡ Κιλικία, ὡς Θετταλοί ἀπὸ Θετταλοῦ, οὗ ἡ Θετταλία, καὶ Φρύγες Φρυγός, οὗ ἡ Φρυγία. οἱ δ´ ἐπιγενόμενοι καὶ τὴν χώραν εὑρόντες προκεκλημένην ἐπωνομάσθησαν, ὡς ἀπὸ τῆς Φθίας Φθιῶται, οὕτω Ἰταλίας καὶ Σικελίας Ἰταλιῶται καὶ Σικελιῶται. καὶ Σικελός καὶ Σικελή. ἔστι καὶ ἄλλη Σικελία κατὰ τὴν Πελοπόννησον.

Event Date: -1
§ S568.15  Sikimos: Σίκιμος, πόλις Ἀραβίας, καὶ Σίκιμα, τὸ ἐθνικὸν Σικήμιος καὶ Σικημίτης. τοῦ δὲ Σίκημα τὸ ἐθνικὸν Σίκημοι.

Event Date: -1
§ S568.17   Sikinos: Σίκινος, νῆσος περὶ τὴν Κρήτην, ὡς Στράβων δεκάτῃ. αὕτη Οἰνόη πρότερον ἐκαλεῖτο. ὁ οἰκήτωρ Σικινίτης, ὡς νῆσος νησίτης.

Event Date: -1
§ S569.3  Sikyon: Σικυών, πόλις Πελοποννήσου. λέγεται καὶ θηλυκῶς καὶ ἀρσενικῶς. ἡ δ´ αὐτὴ ἐκλήθη καὶ Μηκώνη καὶ Τελχινία, ὁ πολίτης Σικυώνιος. καὶ ὑποδήματα Σικυώνια.

Event Date: -1
§ S569.6   Silindion: Σιλίνδιον, πόλισμα περὶ τὴν Ἴδην, ὡς Δημήτριος ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῳ τοῦ Τρωικοῦ διακόσμου. οἱ πολῖται Σιλινδῖται καὶ Σιλινδιῶται.

Event Date: -1
§ S569.9   Sillyos: Σίλλυος, πόλις Ἰωνίας πρὸς τῇ Σμύρνῃ. τὸ ἐθνικὸν Σιλλυεῖς.

Event Date: -1
§ S569.11   Simana: Σίμανα, πόλις Βιθυνίας μεταξὺ δύο ποταμῶν. τὸ ἐθνικὸν Σιμαναῖος καὶ Σιμανεύς.

Event Date: -1
§ S569.13  Simena: Σίμηνα, πόλις Λυκίας, οὐδετέρως. οἱ κατοικοῦντες Σιμηνεῖς ὡς Σιδυμεῖς.

Event Date: -1
§ S569.15  Simoeis: Σιμόεις, καὶ Σιμοῦς, ὡς Ὀπόεις Ὀποῦς. παράγωγον Σιμούντιος, καὶ θηλυκὸν Σιμουντίς.

Event Date: -1
§ S569.17   Simyros: Σίμυρος, πόλις Σύρων. Ἔφορος δὲ Σίμυρα οὐδετέρως αὐτήν φησι. τὸ ἐθνικὸν Σιμύριος, τοῦ δὲ οὐδετέρου Σιμυρεύς.

Event Date: -1
§ S569.19  Sinai: Σίναι, μητρόπολις τῶν Σινῶν, περὶ ὧν φησι Μαρκιανὸς ἐν περίπλοις.

Event Date: -1
§ S569.21   Sindessos: Σινδησσός, ὡς Τελμησσός, πόλις Καρίας. τὸ ἐθνικὸν Σινδησσεύς καὶ Σινδήσσιος.

Event Date: -1
§ S569.23   Sindia: Σινδία, πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Σίνδιοι.

Event Date: -1
§ S569.25  Sinda: Σίνδα, πόλις πρὸς τῷ μεγάλῳ κόλπῳ τῆς Ἰνδικῆς, ἔνθεν οἱ καλούμενοι Σίνδαι.

Event Date: -1
§ S569.27   Sindoi: Σίνδοι, ἀπὸ μεσημβρίας τῆς Μαιώτιδος λίμνης. ἔνιοι δὲ καὶ τὸ Σινδικὸν γένος φασὶν εἶναι τῶν Μαιωτῶν ἀπόσπασμα. λέγεται καὶ τὸ γυναικεῖον αἰδοῖον.

Event Date: -1
§ S570.3   Sindonaioi: Σινδοναῖοι, Θρᾴκιον ἔθνος, ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ.

Event Date: -1
§ S570.4   Sinera: Σίνηρα, πόλις Φοινίκης, τῶν ἀπὸ τῆς Φοινίκης καὶ Συρίας. τὸ ἐθνικὸν Σινηρεύς.

Event Date: -1
§ S570.6   Sinthos: Σίνθος, πόλις παρὰ τῷ Θερμαίῳ. Ἡρόδοτος ἑβδόμῃ. τὸ ἐθνικὸν Σίνθιος.

Event Date: -1
§ S570.8  Sinoessa: Σινόεσσα, πόλις Σικελίας. τὸ ἐθνικὸν Σινοεσσαῖος καὶ Σινοεσσανός.

Event Date: -1
§ S570.1  Sintia: Σιντία, πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ὡς Εὔδοξος ἐν τετάρτῳ γῆς περιόδου. οἱ ἐνοικοῦντες Σιντοί ὀξυτόνως. γίνεται δέ τι θαυμαστὸν παρ´ αὐτοῖς, ὥς φησιν Ἀριστοτέλης, ποταμόν τινα εἶναι Πόντον προσαγορευόμενον, ἐν ᾧ καταφέρεσθαί τινας λίθους, οἳ καιόμενοι τοὐναντίον πάσχουσι τοῖς ἐκ τῶν ξύλων ἄνθραξι· ῥιπιζόμενοι μὲν γὰρ ἀποσβέννυνται ταχέως, ὕδατι δὲ ῥαινόμενοι ἀνάπτονται· ὅταν δὲ δὴ καίωνται, πονηρὸν ὄζουσι καὶ παραπλήσιον ἀσφάλτῳ, καὶ τὴν ὀσμὴν οὕτω δριμεῖαν ἔχουσιν, ὡς μηδὲν τῶν ἑρπετῶν ὑπομένειν καιομένων αὐτῶν". λέγεται καὶ Σίντιοι καὶ Σίντιον τὸ οὐδέτερον.

Event Date: -1
§ S571.6   Sintoion: Σίντοιον, φρούριον Ἀρμενίας, κτίσμα Γαλατῶν. τὸ ἐθνικὸν Σιντοιεύς.

Event Date: -1
§ S571.8  Sinope: Σινώπη, πόλις διαφανεστάτη τοῦ Πόντου, κτίσμα Κρητίνου [καὶ] Κῴου, ὥς φησι Φλέγων. ὁ πολίτης Σινωπεύς καὶ Σινωπίτης καὶ Σινωπῖτις καὶ Σινωπίς ἀπὸ τοῦ Σινωπεύς. καὶ Σινωπικόν.

Event Date: -1
§ S571.12   Sixos: Σίξος, πόλις Μαστιηνῶν. Ἑκαταῖος "μετὰ δὲ Σίξος πόλις".

Event Date: -1
§ S572.1   Sipous: Σιποῦς, πόλις Δαυνίων. τὸ ἐθνικὸν Σιπούντιος.

Event Date: -1
§ S572.2   Sipylos: Σίπυλος, πόλις Φρυγίας. Ἑλλάνικος ἐν Ἱερειῶν πρώτῳ. τὸ ἐθνικὸν Σιπυληνός καὶ Σιπυληνή.

Event Date: -1
§ S572.4   Sirbon: Σίρβων, καὶ Σιρβωνίς λίμνη πλησίον τοῦ Κασίου. τὸ κτητικὸν Σιρβώνιος ἀπὸ τῆς Σίρβωνος γενικῆς, ὡς Κιθαιρώνιος καὶ Ἀργανθώνιος.

Event Date: -1
§ S572.7   Sires: Σίρες, ἔθνος Θρᾴκης ὑπὲρ τοὺς Βυζαντίους, ὡς δέδεικται ἐν τῷ περὶ Νίψων.

Event Date: -1
§ S572.9   Siris: Σῖρις, πόλις Ἰταλίας πλησίον τοῦ Μεταποντίου καὶ ποταμός. μετωνομάσθη δὲ καὶ Πολίειον ἀπὸ τῆς ἐν Ἰλίῳ Πολιάδος Ἀθηνᾶς. ὁ πολίτης Σιρίτης ὡς Σύβαρις Συβαρίτης, τὸ θηλυκὸν Σιρῖτις. καὶ Σιρῖνος. ἔστι καὶ Σῖρις ἐν Παιονίᾳ, ἧς τὸ ἐθνικὸν ἀπὸ τῆς γενικῆς Σιριοπαίονες.

Event Date: -1
§ S572.14   Sirmion: Σίρμιον, πόλις Παιόνων. τὸ ἐθνικὸν Σιρμιεύς, ὡς τοῦ Σούνιον Σουνιεύς.

Event Date: -1
§ S572.16  Sirra: Σίρρα, πόλις Θρᾴκης. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῷ. τὸ ἐθνικὸν Σιρραῖος.

Event Date: -1
§ S572.18   Sisigylis: Σισίγυλις, πόλις μεγάλη πλησίον Κελτικῆς. τὸ ἐθνικὸν Σισιγυλίτης.

Event Date: -1
§ S572.20   Sisyrba: Σίσυρβα, μέρος Ἐφέσου, ἀπὸ Σισύρβης Ἀμαζόνος. τὸ τοπικὸν Σισυρβίτης.

Event Date: -1
§ S572.22   Sitikon: Σιτικόν, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Σιτικῖνοι.

Event Date: -1
§ S572.23   Sittake: Σιττάκη, πόλις Περσική, ὡς Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Σιττακηνός, καὶ ἡ χώρα Σιττακηνή.

Event Date: -1
§ S573.1   Siphai: Σῖφαι, ἐπίνειον τῆς Θεσπιακῆς. καὶ ἑνικῶς Σίφη, ἔστι δὲ ὡς ἀπὸ τῆς Κρηταῖος Κρηταιεύς οὕτω Σιφαῖος Σιφαιεύς.

Event Date: -1
§ S573.3   Siphnos: Σίφνος, περὶ τὴν Κρήτην νῆσος, ἀπὸ Σίφνου τοῦ Σουνίου, ὡς Νικόλαος πέμπτῳ. ἐκαλεῖτο δὲ πρότερον Μερόπη, τὸ ἐθνικὸν Σίφνιος. καὶ Σίφνιον ποτήριον καὶ σιφνιάζειν.

Event Date: -1
§ S573.6   Sionia: Σιωνία, πόλις Ποντική. τὸ ἐθνικὸν Σιωνίτης καὶ Σιωνῖτις τὸ θηλυκόν.

Event Date: -1
§ S573.8  Skabala: Σκάβαλα, χώρα Ἐρετριέων. Θεόπομπος εἰκοστῷ τετάρτῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Σκαβαλαῖος.

Event Date: -1
§ S573.10   Skaioi: Σκαιοί, ἔθνος μεταξὺ τῆς Τρῳάδος καὶ τῆς Θρᾴκης, ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ.

Event Date: -1
§ S573.12   Skamandros: Σκάμανδρος, ποταμὸς Τροίας, ἀπὸ Σκαμάνδρου. τὸ ἐθνικὸν Σκαμάνδριος. καὶ Σκαμανδρία, καὶ Σκαμανδριανός, ὡς τοῦ Καρδία Καρδιανός, καὶ Σκαμανδριηνός.

Event Date: -1
§ S573.15   Skambonidai: Σκαμβωνίδαι, δῆμος Ἀττικῆς Λεοντίδος φυλῆς. τὰ τοπικὰ ἐκ Σκαμβωνιδῶν καὶ ἐν Σκαμβωνιδῶν καὶ εἰς Σκαμβωνιδῶν.

Event Date: -1
§ S573.18   Skandeia: Σκάνδεια, ἐπίνειον Κυθήρων, ὡς Παυσανίας τρίτῳ.

Event Date: -1
§ S573.19  Skaptesyle: Σκαπτησύλη, πόλις Θρᾴκης μικρὰ ἀντικρὺ Θάσου. τὸ ἐθνικὸν Σκαπτησυλῖται.

Event Date: -1
§ S573.21   Skaroi: Σκάροι, πόλις Λυκίας, ἧς τὸ ἐθνικὸν ὁμοίως. ἔστι δὲ καὶ κρήνη ἱερά, οὗ κατ´ εὐχὴν ἐμβάλλειν τινάς ...

Event Date: -1
§ S574.1   Skarpheia: Σκάρφεια, πόλις Λοκρίδος τῶν Θερμοπυλῶν ἐγγύς. κέκληται ἀπὸ Σκαρφείας. τὸ ἐθνικὸν Σκαρφεύς καὶ Σκαρφαιεύς καὶ Σκαρφαῖος καὶ Σκάρφιος.

Event Date: -1
§ S574.4   Skempsa: Σκέμψα, πόλις Θρᾴκης. τὸ ἐθνικὸν Σκεμψαῖος καὶ "Σκέμψιοι, Δαυνιοτειχῖται".

Event Date: -1
§ S574.6   Skenai: Σκηναί, πόλις ἀξιόλογος Περσική, ὡς Στράβων ιϛʹ. οἱ πολῖται Σκηνῖται.

Event Date: -1
§ S574.8   Skepsis: Σκῆψις, πόλις Τρωική. Ξενοφῶν Ἑλληνικῶν τρίτῳ. ἐκλήθη δὲ ἀπὸ τοῦ σκήψασθαι τὴν Ῥέαν ἀντὶ τοῦ παιδὸς λίθον τεκεῖν. τὸ ἐθνικὸν Σκήψιος.

Event Date: -1
§ S574.11   Skiathos: Σκίαθος, νῆσος Εὐβοίας. τὸ ἐθνικὸν Σκιάθιος.

Event Date: -1
§ S574.12   Skiapodes: Σκιάποδες, ἔθνος Αἰθιοπικόν, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου.

Event Date: -1
§ S574.14   Skias: Σκιάς, χώρα Ἀρκαδίας. καὶ Σκιάτης τὸ ἐθνικόν, ὡς Λευκάς Λευκάτης. ἔστι καὶ Σκιά πολίχνιον Εὐβοίας, οὗ τὸ ἐθνικὸν Σκιεύς.

Event Date: -1
§ S574.17   Skithai: Σκίθαι, πόλις Θρᾴκης πλησίον Ποτιδαίας. ὁ πολίτης Σκιθαῖος, ὥς φησι Θεόπομπος.

Event Date: -1
§ S575.1   Skidros: Σκίδρος, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Σκιδρανός, ὡς Λύκος ἐν τῷ περὶ Ἀλεξάνδρου.

Event Date: -1
§ S575.3   Skillous: Σκιλλοῦς, πόλις Τριφυλιακή. τὸ ἐθνικὸν Σκιλλούσιος καὶ Σκιλλούντιος καὶ Σκιλλουντίς.

Event Date: -1
§ S575.5   Skiritis: Σκιρῖτις, ἡ δωδεκάπολις τῆς Καρίας. οἱ οἰκοῦντες Σκιρῖται.

Event Date: -1
§ S575.7  Skiros: Σκίρος, Ἀρκαδίας κατοικία πλησίον Μαιναλέων καὶ Παρρασίων. οἱ κατοικοῦντες Σκιρῖται, τὸ θηλυκὸν Σκιρῖτις. ἔστι καὶ ἕτερον Σκίρον τόπος Ἀττικός. καὶ Σκιρωνίδες πέτραι, ἀπὸ Σκίρωνος. ἢ οὗτος μὲν ἀπὸ τόπου, ὁ τόπος δὲ ἀπὸ Σκίρου ἥρωος. ἐν δὲ τῷ τόπῳ τούτῳ αἱ πόρναι ἐκαθέζοντο. ἴσως δὲ καὶ τὸ σκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον εἰς ὃν οἱ κυβευταὶ συνίασι. καὶ ὁ σκιροφόρος, ὃ σημαίνει τὸν ἀκόλαστον καὶ κυβευτήν, ἀπὸ τῶν ἐν Σκίρῳ διατριβόντων. Σκίρα δὲ κέκληται, τινὲς μὲν ὅτι ἐπὶ Σκίρῳ Ἀθηνᾷ θύεται, ἄλλοι δὲ ἀπὸ τῶν γινομένων ἱερῶν Δήμητρι καὶ Κόρῃ ἐν τῇ ἑορτῇ ταύτῃ ἐπὶ Σκίρῳ κέκληται. λέγεται καὶ ὁ Σκῖρος καὶ τὸ Σκίριον βαρύνεται δέ· τὰ γὰρ εἰς 'ρον' λήγοντα καθαρὸν δισύλλαβα ἔχοντα πρὸ τέλους φύσει μακρὰν βαρύνεσθαι θέλει, εἰ μὴ κατὰ πλεονασμὸν ἀποβολὴν ποιήσεται γένους, δῶρον σπεῖρον σκῖρον. [εἰσὶ καὶ Σκίροι Γαλατικὸν ἔθνος.] τὸ ἐθνικὸν Σκιριεύς καὶ Σκιρεύς.

Event Date: -1
§ S576.7  Skirtonion: Σκιρτώνιον, πόλις Ἀρκαδίας, ὡς Παυσανίας ὀγδόῳ. τὸ ἐθνικὸν Σκιρτώνιος.

Event Date: -1
§ S576.9   Skirphai: Σκίρφαι, πόλις Φωκική. τὸ ἐθνικὸν Σκίρφιος καὶ Σκιρφαῖος, ὡς Διευχίδας φησί.

Event Date: -1
§ S576.11   Skione: Σκιώνη, πόλις Θρᾴκης, ἔνθα λέγεται τὰς Τρῳάδας αἰχμαλώτους, διὰ τὸ μὴ ὑπὸ τῶν Ἑλλήνων εἰς δουλείαν ἀπενεχθῆναι τῶν αὐτῶν γυναικῶν, ἐμπρῆσαι τὰς ναῦς. οἱ δὲ πλοίων ἀποροῦντες ἐξ ἀνάγκης κατέμειναν αὐτοῦ πόλιν Σκιώνην οἰκίσαντες. ὁ πολίτης Σκιωναῖος καὶ Σκιωνεύς. ἔστι δὲ ὡς τοῦ Σινώπη Σινωπεύς.

Event Date: -1
§ S577.4   Skolis: Σκόλις, Ἀχαΐας πόλις. ὁ πολίτης Σκολιεύς, ὡς Ῥιανὸς ἐν τετάρτῳ Ἀχαϊκῶν.

Event Date: -1
§ S577.6   Skordiskoi: Σκορδίσκοι, καὶ Σκίρτιοι, ἔθνη Παιονίας, ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ.

Event Date: -1
§ S577.8   Skorpianos: Σκορπιανός, ἔθνος. Ἡρωδιανὸς ἑβδόμῃ "Ζυγιανός Ταυριανός Σκορπιανός".

Event Date: -1
§ S577.1  Skotina: Σκότινα, τόπος ἐν Λακεδαίμονι, ἐν ᾧ τιμᾶται Ζεὺς Σκοτινᾶς, ὡς Παυσανίας τρίτῳ "ἰοῦσι δὲ ἀπὸ τῶν Ἑρμῶν ἔστι τόπος οὗτος δρυῶν πλήρης. ὄνομα δὲ τῷ χωρίῳ Σκοτινὰ οὐ τὸ συνεχὲς τῶν δένδρων ἐποίησεν, ἀλλὰ Ζεὺς ἐπίκλησιν Σκοτινᾶς".

Event Date: -1
§ S578.1  Skotousa: Σκότουσα, πόλις καὶ χωρίον τῆς ἐν Θετταλίᾳ Πελασγίας. καὶ πληθυντικῶς Σκότουσαι, τὸ ἐθνικὸν Σκοτουσαῖος καὶ Σκοτουσαία.

Event Date: -1
§ S578.4   Skoupoi: Σκοῦποι, πόλις Θρᾴκης. Λέπιδος ἐν ἱστορικῆς ἐπιτομῆς ὀγδόῳ. τὸ ἐθνικὸν Σκουπηνοί.

Event Date: -1
§ S578.6   Skybros: Σκύβρος, χωρίον Μακεδονικόν, ὡς Θεόπομπος. τὸ ἐθνικὸν Σκύβριος.

Event Date: -1
§ S578.8  Skydra: Σκύδρα, Μακεδονικὴ πόλις, ὡς Θεαγένης ἐν Μακεδονικοῖς. τὸ ἐθνικὸν Σκυδραῖος.

Event Date: -1
§ S578.10   Skythai: Σκύθαι, ἔθνος Θρᾴκιον. ἐκαλοῦντο δὲ πρότερον Νομαῖοι, Σκύθαι δὲ ἀπὸ Σκύθου παιδὸς Ἡρακλέους, τινὲς δὲ ἀπὸ τοῦ σκύζεσθαι· ὀργιλώτατοι γάρ. Σκυθία τοίνυν καὶ Σκύθαι καὶ Σκυθικοί καὶ Σκυθικά λέγεται καὶ Σκυθική. ἔστι καὶ ὑποδήματος εἶδος, ὡς Περσικαί. καὶ Σκυθίη καὶ "Σκύθης ὅμιλος" καὶ "Σκύθην ἐς οἶμον" καὶ "Σκύθης σίδηρος". ὅθεν τὸ ἀποσκυθίσαι τὸ τῷ σιδήρῳ τὰς τρίχας τεμεῖν. ἡ κλητικὴ Σκύθα ἐστίν, ὡς Πέρσα, ἔστι δὲ Σκύθη. καὶ Σκυθίς τὸ θηλυκόν, καὶ Σκύθαιναν ὡς κηρύκαιναν, καὶ σκυθίζειν.

Event Date: -1
§ S578.19   Skythenoi: Σκυθηνοί, ἔθνος οὐ πόρρω τῶν Μακρώνων, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τετάρτῳ.

Event Date: -1
§ S578.21   Skythopolis: Σκυθόπολις, Παλαιστίνης πόλις. ἢ Νύσσης κοίλης Συρίας Σκυθῶν πόλις, πρότερον Βαίσων λεγομένη ὑπὸ τῶν βαρβάρων. ὁ πολίτης Σκυθοπολίτης.

Event Date: -1
§ S579.3  Skylake: Σκυλάκη, πόλις περὶ Κύζικον. Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Σκυλακηνός καὶ Σκυλάκιος.

Event Date: -1
§ S579.5   Skyllaion: Σκύλλαιον, ἄκρα, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ φησί. τὸ ἐθνικὸν Σκυλλαῖος.

Event Date: -1
§ S579.7   Skylletion: Σκυλλήτιον, πόλις Σικελίας, ὡς Εὔδοξος ἕκτῃ. τὸ ἐθνικὸν Σκυλλητῖνοι. τὸ κτητικὸν Σκυλλητικός.

Event Date: -1
§ S579.9   Skyllion: Σκύλλιον, ὄρος Κρήτης. οἱ παροικοῦντες Σκύλλιοι· Σκύλλιος γὰρ ὁ Ζεὺς αὐτοῦ τιμᾶται, ἔνθα φασὶν ἀποθέσθαι τοὺς Κουρῆτας μετὰ τῶν Σπαρτιατῶν τὸν Δία.

Event Date: -1
§ S579.12   Skymniadai: Σκυμνιάδαι, ἔθνος σὺν Γέταις. Εὔδοξος τετάρτῃ γῆς περιόδου "Σκυμνιάδαι καὶ Γέται".

Event Date: -1
§ S579.14   Skyrmos: Σκύρμος, πόλις ἐν τῇ Δολιονίδι Κυζίκου πλησίον. οἱ πολῖται Σκύρμιοι.

Event Date: -1
§ S579.16   Skyros: Σκῦρος, νῆσος, περὶ ἧς Νικόλαος ἐν πέμπτῳ "Σκῦρον δὲ τὸ μὲν παλαιὸν ᾤκουν Πελασγοί τε καὶ Κᾶρες". οἱ νησιῶται Σκύριοι καὶ Σκυρία αἴξ.

Event Date: -1
§ S580.3   Skytopolis: Σκυτόπολις, πόλις Λιβύης, περὶ ἧς ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ. τὸ ἐθνικὸν Σκυτοπολίτης.

Event Date: -1
§ S580.5   Skyphia: Σκυφία, πολίχνιον Κλαζομενίων, ὡς Ἔφορος ἐν τρίτῳ "ἐν Σκυφίᾳ κατῴκει". τινὲς δὲ διὰ τοῦ 'π'.

Event Date: -1
§ S580.7   Skolos: Σκῶλος, πόλις Βοιωτίας, ἀρσενικῶς ... δὲ κώμη τις ... ὁ πολίτης Σκώλιος καὶ Σκωλιεύς.

Event Date: -1
§ S580.9   Smila: Σμίλα, πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ "μετὰ δὲ Σμίλα πόλις". τὸ ἐθνικὸν Σμιλαῖος.

Event Date: -1
§ S580.11   Sminthe: Σμίνθη, πόλις Τροίας. τὸ ἐθνικὸν Σμινθαῖος. γράφεται δὲ καὶ διὰ τοῦ 'ε' καὶ διὰ τῆς 'αι' διφθόγγου. καὶ Σμινθεύς.

Event Date: -1
§ S580.13   Sminthion: Σμίνθιον, ἄλσος. Στράβων τρισκαιδεκάτῃ. ὁ οἰκήτωρ Σμίνθιος, καὶ διὰ διφθόγγου ὡς Ἀχίλλειος. καὶ Σμινθήιον. καὶ θηλυκῶς Σμινθία ἡ χώρα.

Event Date: -1
§ S580.16   Smyrna: Σμύρνα, πόλις Ἰωνίας, ἣν πρῶτον ἔκτισε καὶ ᾤκησε Τάνταλος. καὶ τότε μὲν Ναύλοχον, ὕστερον δὲ Σμύρνα προσηγορεύθη, ἀπὸ Σμύρνης Ἀμαζόνος κατασχούσης τὴν Ἔφεσον. τὸ ἐθνικὸν Σμυρναῖος, καὶ τὸ κτητικὸν Σμυρναϊκὸς κόλπος.

Event Date: -1
§ S581.1  Soanes: Σόανες, ἔθνος ἀνδρεῖον, ὡς Στράβων ἑνδεκάτῃ "πλησίον δὲ καὶ οἱ Σόανες".

Event Date: -1
§ S581.3  Sogdiane: Σογδιανή, χωρίον περὶ τὴν Βακτριανήν, ἧς οἱ οἰκήτορες Σόγδιοι καὶ Σόγδοι.

Event Date: -1
§ S581.5   Sodoma: Σόδομα, μητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφεισῶν. ὁ πολίτης Σοδομίτης.

Event Date: -1
§ S581.7  Solkoi: Σολκοί, πόλις ἐν Σαρδοῖ, ὡς Ἀρτεμίδωρος ἐν ἐπιτομῇ "ἀπὸ δὲ Καράλεως ἐπὶ Σολκούς".

Event Date: -1
§ S581.9   Sollion: Σόλλιον, Κορίνθου πολίχνιον. Θουκυδίδης δευτέρᾳ. τὸ ἐθνικὸν Σολλιεύς, ὥσπερ Κάλλιον Καλλιεύς, Σούνιον Σουνιεύς, Ἴλιον Ἰλιεύς.

Event Date: -1
§ S581.12   Soloi: Σόλοι, Κιλικίας πόλις, ἡ νῦν Πομπηιούπολις, Ἑκαταῖος Ἀσίᾳ. κέκληται δὲ ἀπὸ Σόλωνος, ὡς Εὐφορίων ἐν Ἀλεξάνδρῳ. ἀνεκτίσθη ὑπὸ Πομπηίου καὶ μετωνομάσθη Πομπηιούπολις. ὁ πολίτης Σολεύς καὶ Σόλιος, τὸ θηλυκὸν Σολουντίς, ὡς ἀπὸ τῆς Σολοῦς Σολοῦντος. Διονύσιος δ´ ἐν τρίτῳ Βασσαρικῶν Σώλειαν λέγει διὰ τοῦ 'ω' τὴν πρώτην καὶ τὴν δευτέραν διὰ τῆς 'ει' διφθόγγου.

Event Date: -1
§ S581.19   Solous: Σολοῦς, πόλις Σικελίας, ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ. ἐκλήθη δὲ ἀπὸ Σολοῦντος κακοξένου, ὃν ἀνεῖλεν Ἡρακλῆς. ὁ πολίτης Σολούντιος καὶ Σολουντῖνος μετὰ τοῦ 'ν', καὶ Σολουντινίς καὶ Σολουντιάς καὶ Σολουντίς.

Event Date: -1
§ S581.23   Solygeia: Σολύγεια, κώμη Κορίνθου, ὡς Θουκυδίδης τετάρτῃ. τὸ ἐθνικὸν ὤφειλεν εἶναι Σολυγεύς. ἔστι δὲ κτητικὸν "Σολύγειος λόφος".

Event Date: -1
§ S581.26  Solyma: Σόλυμα, πόλις Ἀσσυρίων, μετὰ τὴν ἅλωσιν τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύμοις κτισθεῖσα, ὡς Κουάδρατος ἐνάτῳ Παρθικῶν. τὸ ἐθνικὸν Σολυμηνός.

Event Date: -1
§ S582.3  Solymoi: Σόλυμοι, οἱ νῦν Πισίδαι "Σολύμους καλουμένους παρελθὼν Μαυσώλου ....".

Event Date: -1
§ S582.5   Souangela: Σουάγγελα, πόλις Καρίας, ἔνθα ὁ τάφος ἦν τοῦ Καρός, ὡς δηλοῖ καὶ τοὔνομα. καλοῦσι γὰρ οἱ Κᾶρες σοῦαν τὸν τάφον, γέλαν δὲ τὸν βασιλέα. ὁ πολίτης Σουαγγελεύς.

Event Date: -1
§ S582.8   Soukchaioi: Σουκχαῖοι, ἔθνος Μαυρούσιον, ὡς Δέξιππος χρονικῶν δεκάτῳ.

Event Date: -1
§ S582.10  Soumatia: Σουματία, πόλις Ἀρκαδίας, ἀπὸ Σουματέως τοῦ Λυκάονος ἑνὸς παίδων. γράφεται καὶ διὰ διφθόγγου Σουμήτεια, τὸ ἐθνικὸν τῷ πρωτοτύπῳ ὁμώνυμον.

Event Date: -1
§ S582.13  Sounion: Σούνιον, δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ "ἀλλ´ ὅτε Σούνιον ἄκρον". ὁ δημότης Σουνιεύς ὡς Ἰλιεύς. τὰ τοπικὰ Σουνιόθεν Σούνιόνδε Σουνιοῖ. καὶ τὸ θηλυκὸν Σουνιάς.

Event Date: -1
§ S582.17  Soura: Σοῦρα, μαντεῖον Λυκίας, περὶ οὗ Πολύχαρμός φησιν ἐν Λυκιακοῖς "ὅπου νῦν φρέαρ θαλάσσης τόπος Σούριος καλούμενος". τὸ ἐθνικὸν Σουρηνός ὡς Καρρηνός. ἔστι καὶ Φοινίκης πόλις Σῶρα, τὸ ἐθνικὸν Σωρανός ὡς Νωλανός.

Event Date: -1
§ S583.1   Sousa: Σοῦσα, πόλις ἐπίσημος Περσική, Μέμνονος κτίσμα. κέκληται δὲ ἀπὸ τῶν κρίνων, ἃ πολλὰ ἐν τῇ χώρᾳ πεφύκει ἐκείνῃ, σοῦσόν τε αὐτὸ καλοῦσιν οἱ βάρβαροι. οἱ πολῖται Σούσιοι, οὓς καὶ Κισσίους φησὶ κεκλῆσθαι, ἀπὸ Κισσίας τῆς μητρὸς Μέμνονος. καὶ Σουσιανή ἡ χώρα, καὶ κώμη Σουσιανή.

Event Date: -1
§ S583.7  Soutrion: Σούτριον, πόλις, ἡ πρότερον Τυρρηνῶν, ὕστερον δὲ Ῥωμαίων. τὸ ἐθνικὸν Σουτρῖνος.

Event Date: -1
§ S583.9   Spada: Σπάδα, οὐδετέρως, κώμη Περσική, ἐν ᾗ πρώτῃ εὐνουχισμὸς γέγονεν, ὅθεν σπάδοι λέγονται. τὸ ἐθνικὸν Σπαδονεύς.

Event Date: -1
§ S583.11  Spartakos: Σπάρτακος, πόλις Θρᾴκης. Ἐρατοσθένης ἐν Γαλατικῶν δευτέρῳ. τὸ ἐθνικὸν Σπαρτάκιος ἢ καὶ Σπάρτακος.

Event Date: -1
§ S583.13   Spalethre: Σπαλέθρη, πόλις Θεσσαλίας. Ἑλλάνικος δὲ Σπάλαθρον αὐτήν φησι. τὸ ἐθνικὸν Σπαλαθραῖος.

Event Date: -1
§ S583.15   Sparte: Σπάρτη, Λακωνικὸν χωρίον, ἀπὸ τῶν μετὰ Κάδμου Σπαρτῶν, περὶ ὧν Τιμαγόρας φησίν "ἐκπεσόντας δὲ αὐτοὺς εἰς τὴν Λακωνικὴν Σπάρτην ἀφ´ ἑαυτῶν ὀνομάσαι". τὸ ἐθνικὸν Σπαρτιᾶται, τὸ θηλυκὸν Σπαρτιᾶτις καὶ Σπαρτιάς. τὸ κτητικὸν Σπαρτιατικός. τὰ τοπικά, ἐκ τόπου Σπάρτηθεν, εἰς τόπον Σπάρτηνδε. ἔστι καὶ Σπάρτον ὄρος καὶ Σπάρτη κώμη πλησίον τοῦ Εὐξείνου πόντου.

Event Date: -1
§ S584.3   Spartolos: Σπάρτωλος, πόλις Μακεδονίας, ὡς Θουκυδίδης ἐν δευτέρᾳ. τὸ ἐθνικὸν Σπαρτώλιος.

Event Date: -1
§ S584.5   Spasinou charax: Σπασίνου χάραξ, πόλις ἐν τῇ μέσῃ τοῦ Τίγρητος Μεσήνῃ. ἡ δὲ τοῦ Σπασίνου εὐθεῖα Σπασίνης ἐστί. τὸ ἐθνικὸν [ἐκ] Σπασίνου χάρακος ῥητέον. εἰ γὰρ τὸν συνήθη τύπον ἐκλάβωμεν, ἀνάγκη Σπασινοχαρακηνός εἰπεῖν.

Event Date: -1
§ S584.9   Spelaion: Σπήλαιον, τὸ ἄντρον. οἱ οἰκοῦντες σπηλαῗται. εἰσὶν οὖν "ἀγάλματα Ἡρακλέους Ἑρμοῦ καὶ Ἀπόλλωνος σπηλαῗται καλούμενοι".

Event Date: -1
§ S584.12   Spina: Σπῖνα, πόλις Ἰταλίας, ὡς Εὔδοξος καὶ Ἀρτεμίδωρος. τὸ ἐθνικὸν Σπινάτης, ὡς τοῦ Βέμβινα Βεμβινάτης. ἔστι δὲ καὶ ποταμὸς Σπῖνος καλούμενος.

Event Date: -1
§ S584.15   Sporgilos: Σπόργιλος, δῆμος Ἀττικός. ὁ δημότης Σποργίλιος.

Event Date: -1
§ S584.16   Stageira: Στάγειρα, πόλις [Μακεδονίας], οὐδετέρως πληθυντικῶς. ὁ πολίτης Σταγειρίτης. Ἀριστοτέλης Σταγειρίτης.

Event Date: -1
§ S584.18   Stamene: Σταμένη, πόλις Χαλύβων. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Σταμεναῖος καὶ Σταμένιος.

Event Date: -1
§ S584.2   Stasis: Στάσις, πόλις Περσικὴ ἐπὶ πέτρης μεγάλης. ἣν εἶχεν Ἀντίοχος ὁ Σελεύκου. τὸ ἐθνικὸν Στασίτης, τῆς δὲ χώρας Στασηνός.

Event Date: -1
§ S585.3   Steiria: Στειριά, δῆμος Ἀττικὸς Πανδιονίδος φυλῆς, θηλυκῶς καὶ οὐδετέρως. ὁ δημότης Στειριεύς Στειριέως καὶ κατὰ συναίρεσιν Στειριῶς. τὸ κτητικὸν Στειριακός, τὰ τοπικὰ Στειριᾶθεν Στειριάνδε Στειριοῖ.

Event Date: -1
§ S585.7   Stenykleros: Στενύκληρος, πόλις Μεσσήνης. τὸ ἐθνικὸν Στενυκλάριος. τὸ θηλυκὸν Στενυκλαρία.

Event Date: -1
§ S585.9   Stephane: Στεφάνη, πόλις Φωκίδος. τὸ ἐθνικὸν Στεφαναῖος.

Event Date: -1
§ S585.10   Stephanis: Στεφανίς, πόλις Μαριανδυνῶν. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Στεφανίτης.

Event Date: -1
§ S585.12   Stelai: Στῆλαι, πόλις Κρήτης πλησίον Παραισοῦ καὶ Ῥιθύμνης. τὸ ἐθνικὸν Στηλαῖος, ὡς Λάμπη Λαμπαῖος. ἀλλὰ καὶ Στηλίτης, ὡς παρὰ τὸ ἀγαλμαϊστὸν λίθον, ἀφ´ οὗ καὶ στηλιτεύω.

Event Date: -1
§ S585.16   Stilpai: Στίλπαι, πόλις Σικελίας. τὸ ἐθνικὸν Στιλπαῖος.

Event Date: -1
§ S585.17   Stoiai: Στοῖαι, πόλις Λιβύης, ὡς Ἑκαταῖος περιηγήσει αὐτῆς. τὸ ἐθνικὸν Στοιίτης.

Event Date: -1
§ S585.19  Stoichades: Στοιχάδες, νῆσοι τρεῖς πρὸς τῇ Μασσαλίᾳ. καλοῦνται δὲ καὶ Λιγυστίδες.

Event Date: -1
§ S586.1   Stouinos: Στουῖνος, πόλις Λιγύρων. οἱ πολῖται Στουῖνοι.

Event Date: -1
§ S586.2  Stratia: Στρατία, βαρυτόνως, Ἀρκαδικὴ πόλις. Ὅμηρος "Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην". ὠνόμασται δὲ ἀπὸ τῆς θυγατρὸς Φενεοῦ. βαρυτονητέον δὲ τὰ ὀνόματα εἰς ἰδιότητα. τρία δὲ σημαίνει ἡ στρατία, τὴν πόλιν καὶ τὸ σύστημα τοῦ στρατοῦ μετὰ τῆς αὐτῆς γραφῆς, ἀλλὰ τόνου διαφόρου· ὀξύνεται γὰρ τὸ δηλωτικὸν τοῦ συστήματος, τοῦ τῆς πόλεως βαρυνομένου. τὸ δὲ ἀξίωμα ἡ στρατεία καὶ διὰ διφθόγγου καὶ βαρύνεται. τὸ ἐθνικὸν Στρατιεύς καὶ Στρατιάτης.

Event Date: -1
§ S586.11   Strambai: Στράμβαι, πόλις Θρᾴκης. τὸ ἐθνικὸν "Σταγειρῖται, Στραμβαῖοι".

Event Date: -1
§ S586.13   Stration: Στράτιον, πόλις Ἀκαρνανίας. ὁ πολίτης Στρατιώτης καὶ Στράτιος.

Event Date: -1
§ S586.15   Stratonikeia: Στρατονίκεια, πόλις Μακεδόνων πλησίον Καρίας. κέκληται δὲ ἀπὸ Στρατονίκης τῆς Ἀντιόχου γυναικός. ὁ πολίτης Στρατονικεύς. ἐκτίσθη δὲ ὑπὸ Ἀδριανοῦ καὶ Ἀδριανούπολις ὠνομάσθη. ἔστι καὶ ἕτερον πολίχνιον πρὸς τῷ Ταύρῳ.

Event Date: -1
§ S586.19  Stratos: Στράτος, πόλις Ἀκαρνανίας, θηλυκῶς καὶ ἀρσενικῶς. ὁ πολίτης Στράτιος.

Event Date: -1
§ S586.21   Strepsa: Στρέψα, πόλις Μακεδονίας. τὸ ἐθνικὸν Στρεψαῖος καὶ Στρέψιος καὶ Στρεψιανός.

Event Date: -1
§ S587.1   Strenos: Στρῆνος, Ἡρωδιανὸς ἑβδόμῃ "[Στρῆνος] πόλις Κρητική". τὸ ἐθνικὸν Στρήνιος, ὡς Φαῖστος Φαίστιος.

Event Date: -1
§ S587.3   Strobos: Στρόβος, πόλις Μακεδονίας, Ῥωμαίων ἄποικος. τὸ ἐθνικὸν Στροβαῖος.

Event Date: -1
§ S587.5   Strongyle: Στρογγύλη, μία τῶν ἑπτὰ Αἰόλου νήσων "ἀπὸ τοῦ σχήματος καλουμένη, καὶ φλογὸς μὲν λειπομένη, φέγγους δὲ μετέχουσα". τὸ ἐθνικὸν Στρογγυλαῖος, ὡς τῆς Λιπάρας Λιπαραῖος. ἔστι καὶ ἄλλη πρὸς τῇ Λύκτῳ. τὸ ἐθνικὸν τῷ τῆς χώρας ἔθει Στρογγυλεύς.

Event Date: -1
§ S587.10   Strogola: Στρόγωλα, πόλις Λυδίας. Ξάνθος ἐν Λυδιακῶν δευτέρῳ. τὸ ἐθνικὸν Στρογωλεύς.

Event Date: -1
§ S587.12   Stroutheia: Στρούθεια, πόλις Φρυγίας ἐν τοῖς ὅροις Λυκαονίας. τὸ ἐθνικὸν Στρουθεύς.

Event Date: -1
§ S587.14  Strophades: Στροφάδες, νῆσοι πρὸς τῇ Ζακύνθῳ δύο. τὸ ἐθνικὸν Στροφαδεύς.

Event Date: -1
§ S587.16   Strybia: Στρυβία, νῆσος τῶν Σποράδων. τὸ ἐθνικὸν Στρυβιαῖος.

Event Date: -1
§ S587.17   Stryme: Στρύμη, πόλις Θρᾴκης, ὡς Ἀνδροτίων ἑβδόμῳ. τὸ ἐθνικὸν Στρυμηνός καὶ Στρυμήσιος καὶ Στρυμαῖος. καὶ τὸ κτητικὸν Στρυμαϊκός.

Event Date: -1
§ S588.1  Strymon: Στρυμών, ποταμὸς Ἀμφιπόλεως, ἀφ´ οὗ ὁ βορρᾶς "Στρυμονίου βορέαο". οἱ οἰκοῦντες Στρυμόνιοι. "οὗτοι διαβάντες εἰς τὴν Ἀσίαν Βιθυνοὶ ἐκλήθησαν". καὶ ἀπὸ τῆς Στρυμόνος γενικῆς τὸ θηλυκὸν Στρυμονίς. καὶ Στρυμονία ἡ γῆ.

Event Date: -1
§ S588.5   Stroe: Στρώη, πόλις Λιβύης, ὡς Ἑκαταῖος Ἀσίας περιηγήσει. τὸ ἐθνικὸν Στρωαῖος ἢ Στρωίτης.

Event Date: -1
§ S588.7   Styella: Στύελλα, φρούριον τῆς ἐν Σικελίᾳ Μεγαρίδος. τὸ ἐθνικὸν Στυελλῖνος ὡς Ἐντελλῖνος.

Event Date: -1
§ S588.9   Styllagion: Στυλλάγιον, πόλις Τριφυλίας. τὸ ἐθνικὸν Στυλλάγιος καὶ Στυλλαγιεύς.

Event Date: -1
§ S588.11  Stymphalos: Στύμφαλος, πόλις Ἀρκαδίας καὶ πεδίον ὁμώνυμον καὶ πηγή. ἡ πόλις ἀρσενικῶς καὶ θηλυκῶς. τὸ ἐθνικὸν Στυμφάλιος καὶ Στυμφαλία Ἄρτεμις καὶ λίμνη καὶ γυνή.

Event Date: -1
§ S588.14  Styra: Στύρα, πλησίον Καρύστου, τῆς Εὐβοίας πόλις. ὁ πολίτης Στυρεύς.

Event Date: -1
§ S588.16   Styrakion: Στυράκιον, ὄρος Κρήτης. οἱ ἐνοικοῦντες Στυρακῖται· Στυρακίτης γὰρ Ἀπόλλων.

Event Date: -1
§ S588.18   Stolos: Στῶλος, πόλις μία τῶν ἐν Θρᾴκῃ βαρβαρικῶν, ἃς μετήνεγκαν ἐκ τῶν Ἠδωνῶν οἱ Χαλκιδεῖς εἰς τὰς αὐτῶν πόλεις. τὸ ἐθνικὸν Στώλιος.

Event Date: -1
§ S588.21   Syagra: Σύαγρα, χωρίον Κιλικίας πλησίον Ἄδου καὶ Λαέρτου. τὸ ἐθνικὸν Συαγρεύς.

Event Date: -1
§ S588.23   Syalis: Σύαλις, πόλις Μαστιανῶν. τὸ ἐθνικὸν Συαλίτης τῷ κοινῷ λόγῳ. δύναται καὶ Συαλεύς.

Event Date: -1
§ S588.25   Syassos: Συασσός, κώμη Φρυγίας. ἐν ταύτῃ τῇ κώμῃ φασὶ Κιμμερίους εὑρεῖν ἐν σιροῖς τεθησαυρισμένας μυριάδας πυρῶν, ἀφ´ ὧν αὐτοὺς ἐπὶ πολὺν χρόνον διατραφῆναι. τὸ ἐθνικὸν Συασσεύς, διὰ τὸν εἰθισμένον τῇ χώρᾳ χαρακτῆρα.

Event Date: -1
§ S589.3   Sybaris: Σύβαρις, πόλις Ἰταλίας καὶ ποταμός. ἡ δὲ πόλις ὕστερον ὠνομάσθη Θούριον, ἥλω δὲ ὑπὸ Κροτωνιατῶν χρησμοῦ δοθέντος αὐτοῖς εὐδαίμων, Συβαρῖτα, πανευδαίμων σὺ μὲν αἰεὶ ἐν θαλίῃσι θεῶν τιμῶν γένος αἰὲν ἐόντων, εὖτ´ ἂν δὴ πρότερον θνητὸν θεοῦ ἄνδρα σεβίζῃ, τηνίκα σοι πόλεμός τε καὶ ἔμφυλος στάσις ἥξει. ἐγένετο δ´ αὐτῶν ὄλεθρος κατὰ τὸ μαντεῖον οὕτως. τῶν Συβαριτῶν τις οἰκέτην ἐμαστίγου ἐν ἀγρῷ, τοῦ δὲ καταφυγόντος ἐπὶ τὴν θεὸν ὁ δεσπότης ἐπέμενε παίων· ὁ δὲ παῖς, ἐπεὶ οὐδὲν ὠφέλει, εὐθέως ἐπὶ τὴν στήλην τοῦ πατρὸς καταντήσας ἔτυχεν αἰδοῦς, καὶ εὐθὺς ἀπεστράφη τὸ ἄγαλμα τῆς Ἥρας. ὁ πολίτης Συβαρίτης. καὶ θηλυκὸν Συβαρῖτις. καὶ Συβαριτικός καὶ Συβαριτικὴ συμφορά.

Event Date: -1
§ S589.17   Syberos: Σύβερος, πόλις Ἰλλυρίδος. τὸ ἐθνικὸν Συβέριος καὶ Συβερεύς καὶ Συβερίτης.

Event Date: -1
§ S589.19   Sybota: Σύβοτα, νῆσος πρὸς τῷ Ἀμβρακικῷ κόλπῳ, καὶ λιμήν. ὁ νησιώτης Συβότιος.

Event Date: -1
§ S589.21   Sybridai: Συβρίδαι, δῆμος τῆς Ἐρεχθηίδος φυλῆς. ὁ δημότης Συβρίδης. τὰ τοπικὰ ἐκ Συβριδῶν [εἰς Συβριδῶν] ἐν Συβριδῶν.

Event Date: -1
§ S589.23  Syedra: Σύεδρα, πόλις Ἰσαυρίας, ὡς Καπίτων ἐν Ἰσαυρικῶν τρίτῳ. ὁ πολίτης Συεδρεύς.

Event Date: -1
§ S590.1   Syessa: Σύεσσα, καλύβη τις ἐν Λυκίᾳ, ἀπὸ Συέσσης γραός τινος ὑποδεξαμένης τὴν Λητώ. τὸ ἐθνικὸν Συεσσαῖος καὶ Συεσσεύς. καὶ Σύεσσα πόλις Τυρρηνῶν. τὸ ἐθνικὸν Συεσσῖνος.

Event Date: -1
§ S590.4   Syene: Συήνη, πόλις μέση Αἰγύπτου καὶ Αἰθιοπίας ἐπὶ τῷ Νείλῳ, μεθ´ ἣν ὠνόμασται Σῖρις ὁ ποταμός. μέμνηται τῆς πόλεως Παυσανίας. κέκληται δὲ ἀπὸ Συήνου Ἀέτου παιδός. ὁ πολίτης Συηνίτης. τὸ κτητικὸν Συηνιτικόν.

Event Date: -1
§ S590.8   Syia: Συΐα, πόλις μικρὰ Κρήτης, ἐπίνειον οὖσα τῆς Ἐλύρου. ὁ πολίτης Συϊάτης καὶ Συϊεύς.

Event Date: -1
§ S590.10   Syis: Σύϊς, πόλις Αἰγύπτου, ὡς Ἑκαταῖος ἐν τῇ αὐτῆς περιηγήσει. καὶ νομὸς Συΐτης.

Event Date: -1
§ S590.12  Sykai: Συκαί, πόλις ἀντικρὺ τῆς νέας Ῥώμης. [ἡ καθ´ ἡμᾶς Ἰουστινιαναί, προσαγορευθεῖσα]. Στράβων ἑνικῶς αὐτὴν λέγει Συκήν .... οἰκειότερον δέ, ὡς λέγονται, Συκαί καλοῖντ´ ἄν. οἱ τόποι γὰρ ἀπὸ τῶν ἐν αὐτοῖς ὄντων ὀνομάζονται, Κυπάρισσος Ἐλαία, καὶ τύπῳ περιεκτικῶν Σικυών Μαραθών, καὶ εἰς 'ους' Δαφνοῦς Κερασοῦς Φηγοῦς Μυρρινοῦς Ἀχερδοῦς Ἁγνοῦς Σελινοῦς. [ἡ πόλις αὕτη παρὰ τὸ γεννικῶς ἀνθεῖν Ἄνθουσα.] οὐδὲν τῶν τοιούτων εἰς 'ις' λήγει, Συκίς, ἀλλ´ ἐχρῆν ἢ Συκάς ἢ Συκήν ἢ Συκοῦντα ἢ Συκῶνα καλεῖσθαι. ἔστι καὶ ἄλλη Συκή πλησίον Συρακουσῶν. καὶ Κιλικίας. ἔστι καὶ ἑτέρα Ἀλεξανδρείας. [φησὶν ἕνα τῶν Τιτάνων Συκέα διωκόμενον τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν τοῦτο.] ὁ πολίτης ὤφειλε Συκαῖος. ἔστι δὲ νῦν Συκαΐτης, ὅπερ ἐστὶν ἀπὸ τῆς Συκαῖος, ὡς Θηβαῖος Θηβαΐτης.

Event Date: -1
§ S591.7  Sykaminon: Συκαμίνων, πόλις Φοινίκων. τὸ ἐθνικὸν Συκαμινίτης.

Event Date: -1
§ S591.8  Sylkoi: Σύλκοι, πόλις ἐν Σαρδοῖ, Καρχηδονίων κτίσμα.

Event Date: -1
§ S591.9   Syleion: Σύλειον, πόλις Φρυγίας, διὰ τῆς 'ει' διφθόγγου. τινὲς δὲ Παμφυλίας. τὸ ἐθνικὸν Συλειεύς.

Event Date: -1
§ S591.11   Syliones: Συλίονες, ἔθνος Χαονίας, ὡς Ῥιανὸς ἐν τετάρτῳ Θεσσαλικῶν "Συλίονες δ´ ἕσποντο ὁμοῦ".

Event Date: -1
§ S591.13   Symaitha: Σύμαιθα, πόλις Θετταλίας. ὁ πολίτης Συμαιθεύς, ὡς Θεόπομπος Φιλιππικῶν εἰκοστῷ δευτέρῳ.

Event Date: -1
§ S591.15   Symbra: Σύμβρα, οὐδετέρως, Φρυγίας φρούριον, ὡς Καπίτων ἐν Ἰσαυρικῶν δευτέρῳ. τὸ ἐθνικὸν Συμβριανός.

Event Date: -1
§ S591.17  Syme: Σύμη, νῆσος Καρική, ὡς Στράβων τεσσαρεσκαιδεκάτῃ. καὶ πόλις ὁμώνυμος. ὠνόμασται δὲ ἀπὸ Σύμης τῆς Ἰαλύσου. καὶ πρότερον μὲν ἐκαλεῖτο Μεταποντίς, εἶτα Αἴγλη, τὸ ἐθνικὸν Συμαῖος, ὡς Κυμαῖος Δυμαῖος. λέγεται καὶ Συμεύς.

Event Date: -1
§ S591.21   Synangos: Σύναγγος, Ἡρωδιανὸς ἕκτῳ φησί "Σύναγγος πόλις Φοινίκων". τὸ ἐθνικὸν Συνάγγιος ὡς Σίγγιος.

Event Date: -1
§ S592.1   Syndikos: Σύνδικος, πόλις προσεχὴς τῇ Σκυθίᾳ, ἔχουσα λιμένα. ἔνιοι δὲ Γοργίππην καλοῦσι.

Event Date: -1
§ S592.3   Synnada: Σύνναδα, πόλις Φρυγίας ".... καὶ Δοκίμεια κώμη ἐπέκεινα αὐτῆς ... οἱ δ´ ἐπιχώριοι Δοκιμῖτιν καὶ Δοκιμαίαν". λέγουσι δὲ Ἀκάμαντα μετὰ τὰ Τρωικὰ ἀποπλανηθέντα ἐλθεῖν εἰς Φρυγίαν καὶ καταλαβεῖν πολιορκούμενον τὸν τῶν τόπων δυνάστην καὶ βοηθήσαντα αὐτῷ λαβεῖν χώραν καὶ κτίσαι πόλιν· συναθροίσαντα δὲ πολλοὺς οἰκήτορας τῶν ἀπὸ τῆς Ἑλλάδος Μακεδόνων κατὰ τὴν Ἀσίαν, τὸ μὲν πρῶτον αὐτὴν ἀπὸ τῆς συναγωγῆς καὶ συνοικήσεως Σύνναια προσαγορεῦσαι, μετὰ δὲ ταῦτα παρεφθαρμένως ὑπὸ τῶν πλησιοχώρων Σύνναδα κληθῆναι. ὁ πολίτης Συνναδεύς. οὕτω γὰρ καὶ ἐπὶ τοῦ παρόντος λέγεται.

Event Date: -1
§ S592.14   Sypalettos: Συπαληττός, δῆμος τῆς Κεκροπίδος φυλῆς. ὁ δημότης Συπαλήττιος. ἐκ τόπου Συπαληττόθεν, εἰς τόπον Συπαληττόνδε, ἐν τόπῳ Συπαληττοῖ.

Event Date: -1
§ S592.17   Syrakousai: Συράκουσαι, πόλις Σικελίας μεγίστη, ὡς Ἑκαταῖος Εὐρώπῃ, κτίσμα μὲν Ἀρχίου, Κορίνθου δ´ ἄποικος, τοῖς ἐν Σικελίᾳ [Μεγάροις] καὶ Νάξῳ ὁμόχρονος. φασὶ δὲ Μύσκελλον τὸν Κρότωνος οἰκιστὴν καὶ τὸν ταύτης Ἀρχίαν Πυθοῖ χρηστηριαζομένους ἐρωτηθῆναι ἐκ τῆς Πυθίας, πότερον βούλονται πλοῦτον ἔχειν ἢ ὑγίειαν, καὶ Μύσκελλον μὲν ὑγιαίνειν, Ἀρχίαν δὲ πλοῦτον εἰπεῖν, καὶ τῷ μὲν δοῦναι κτίσαι Συράκουσαν τῷ δὲ Κρότωνα, καὶ συμβῆναι τοὺς Κροτωνιάτας ὑγιεινὴν οἰκῆσαι τὴν πόλιν καὶ ἀθλητὰς εἶναι, Συρακουσίους δὲ πλουτεῖν ἐπὶ τοσοῦτον, ὡς καὶ παροιμίαν ἐκπεσεῖν ἐπὶ τῶν εὐτελῶν τὴν "ὡς οὐκ ἂν ἐκγένοιτο αὐτοῖς Συρακουσίων δεκάτη". τὸ ἐθνικὸν Συρακούσιος καὶ Συρακουσία τὸ θηλυκόν, καὶ λίμνη, ἥ τις καλεῖται Συρακώ καὶ Συρακοσεύς.

Event Date: -1
§ S593.9   Syrbane: Συρβανή, νῆσος ἐν τῷ Εὐφράτῃ, ὡς Κουάδρατος ἐνάτῳ Παρθικῶν. τὸ ἐθνικὸν Συρβανηνός.

Event Date: -1
§ S593.11   Syrinthos: Σύρινθος, πόλις Κρήτης. τὸ ἐθνικὸν Συρίνθιος ὡς Ὀλύνθιος, τὸ θηλυκὸν Συρινθία.

Event Date: -1
§ S593.13   Syrmaion: Συρμαῖον, πεδίον μεταξὺ Νομάδων τε καὶ Ναβαταίων. τὸ ἐθνικὸν Συρμαῖος.

Event Date: -1
§ S593.15   Syrmatai: Συρμάται, οἱ Σαυρομάται, ὡς Εὔδοξος πρώτῳ "ποταμὸν τοῦ Τανάιδος Συρμάτας κατοικεῖν".

Event Date: -1
§ S593.17   Syrna: Σύρνα, πόλις Καρίας. ἔκτισται δὲ ὑπὸ Ποδαλειρίου· ἐκπεσόντα γὰρ αὐτὸν εἰς Καρίαν σωθῆναι ὑπό τινος αἰγοβοσκοῦ καὶ ἀχθῆναι πρὸς Δαμαιθὸν Καρίας βασιλέα, οὗ τὴν θυγατέρα Σύρναν πεσοῦσαν ἀπὸ τοῦ τέγους ὑπ´ αὐτοῦ θεραπευθῆναι. φησὶ δὲ οὕτως "ἀθυμοῦντος δὲ τοῦ Δαμαιθοῦ τὸν Ποδαλείριον ἀφ´ ἑκατέρου τῶν βραχιόνων αἷμα ἀφελόντα σῶσαι τὴν παῖδα, τὸν δὲ θαυμάσαντα συνοικίσαι αὐτῷ τὴν παῖδα καὶ δοῦναι τὴν χερρόνησον· ἐν ᾗ δύο πόλεις κτίσαντα τὴν μὲν ἀπὸ [τῆς] γυναικὸς Σύρνον, τὴν δὲ ἑτέραν ἀπὸ τοῦ σώσαντος αὐτὸν νομέως [Βυβασσὸν καλέσαι]". τὸ ἐθνικὸν Σύρνιοι. τὸ θηλυκὸν Συρνιάς.

Event Date: -1
§ S594.7   Syroi: Σύροι, κοινὸν ὄνομα πολλῶν ἐθνῶν. λέγονται καὶ Λευκόσυροι, Στράβων ἑκκαιδεκάτῃ "δοκεῖ δὲ ἀπὸ Βαβυλωνίας τῶν Σύρων τὸ ὄνομα διατείνειν μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου πόντου. οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ οἵ τε πρὸς τῷ Πόντῳ, μέχρι νῦν Λευκόσυροι καλοῦνται". τὸ κτητικὸν Συρικός.

Event Date: -1
§ S594.13  Syros: Σῦρος, νῆσος Ἰωνική. ὡς Στράβων δεκάτῃ, τὸ 'υ' μακρόν. τὸ ἐθνικὸν Σύριος. νῆσος Ἀκαρνανίας.

Event Date: -1
§ S594.15   Syrrention: Συρρέντιον, πόλις Τυρρηνίας, καὶ Συρρεντόν, τὸ ἐθνικὸν Συρρέντιος.

Event Date: -1
§ S594.17   Syopioi: Συώπιοι, ἔθνος προσεχὲς τοῖς Λιβυρνοῖς, ὡς Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ S594.19   Sphakteria: Σφακτήρια, οὐδετέρως. ἔστι δὲ μεθόριον Ἠλείων τῆς πρὸς Μεσσήνην χώρας. κέκληται δ´ οὕτως, ὥς φησιν Ἐχεφυλίδης, διὰ τὸ ἐν αὐτῷ σφαγιασαμένους τοὺς Ἡρακλείδας πρὸς Ὄξυλον ποιήσασθαι συνθήκας περὶ φιλίας καὶ ὁμονοίας. ἔστι καὶ νῆσος Σφακτηρία, ἧς μνημονεύει Παυσανίας ἐν τρίτῳ περιηγήσεως Ἑλλάδος. ἐκαλεῖτο καὶ Σφαγία, ὡς Φαβωρῖνος. ἔστι καὶ Σφαγῖτις ἄκρα Σκυθίας. τὸ ἐθνικὸν ἀπὸ τῆς ἀναλογίας Σφακτηριεύς καὶ Σφακτηριώτης, καὶ τοῦ Σφαγία Σφαγιεύς, ὡς τοῦ Ὑρία Ὑριεύς.

Event Date: -1
§ S595.4  Sphendale: Σφενδαλή, δῆμος Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Σφενδαλεύς. τὰ τοπικὰ Σφενδαλῆθεν Σφενδαλήνδε Σφενδαλῆσιν.

Event Date: -1
§ S595.7   Sphekeia: Σφήκεια, πόλις Εὐβοίας. Λυκόφρων "οἱ πέντε που Σφήκειαν εἰς Κεραστίδα". οὕτω δὲ καὶ ἡ Κύπρος ἐκαλεῖτο. τὸ ἐθνικὸν Σφῆκες. Σφήκειαν δὲ καὶ Κεράστειαν τὴν Κύπρον.

Event Date: -1
§ S595.10  Sphettos: Σφηττός, δῆμος Ἀκαμαντίδος φυλῆς. ὁ δημότης Σφήττιος. τὰ τοπικὰ Σφηττόθεν Σφηττόνδε Σφηττοῖ. ὁ δῆμος καλεῖται ἀπὸ Σφήττου τοῦ Τροιζῆνος παιδός.

Event Date: -1
§ S595.13  Scheria: Σχερία, ἡ Φαιακία. κέκληται, ὡς Ἀριστοτέλης φησίν, ἀπὸ τοῦ τὴν Δήμητραν φοβουμένην, μὴ οἱ ἐκ τῆς ἠπείρου ἐπιχεόμενοι ποταμοὶ ἤπειρον αὐτὴν ποιήσωσι, δεηθῆναι τοῦ Ποσειδῶνος ἀποστρέψαι τὰ τῶν ποταμῶν ῥεύματα. ἐπισχεθέντων οὖν τούτων ἀντὶ Δρεπάνης Σχερίαν αὐτὴν κληθῆναι. τὸ ἐθνικὸν Σχεριεύς. οἱ ἐνοικοῦντες Σχέριοι ἤτοι Φαίακες.

Event Date: -1
§ S595.19  Schinoussa: Σχινοῦσσα, ὡς Ῥοδοῦσσα, Φωκικὴ νῆσος. τὸ ἐθνικὸν Σχινούσσιος καὶ Σχινουσσαῖος.

Event Date: -1
§ S596.10   Schoinous: Σχοινοῦς, Ἀρκαδίας χωρίον, ἀπὸ Σχοινέως τοῦ Ἀταλάντης πατρός. ἑλώδης δὲ ὢν ὁ τόπος ἀπὸ τῶν ἐν αὐτῷ σχοίνων τὴν προσηγορίαν εἴληφεν, ὥσπερ καὶ τῶν δήμων ἀπὸ τῶν ἐν αὐτοῖς φυομένων Ῥαμνοῦς Φηγοῦς Μυρρινοῦς Μαραθοῦς. ὁ τὸ χωρίον οἰκῶν Σχοινούντιος, ὡς Σελινούντιος ... καὶ Σχοινεύς ποταμός, ἀπὸ Σχοινέως τοῦ Ἀθάμαντος. Τρύφων ἐν τῷ περὶ παρωνύμων ὧδέ φησι "τὰ εἰς 'ευς' λήγοντα παρώνυμα οὐδέποτε τῆς γενικῆς τοῦ πρωτοτύπου μιᾷ πλεονάζει. ὁ γοῦν Φωκαεύς οὐ παρὰ τὸν Φῶκον γέγονε, παρὰ μέντοι τὴν Φώκαιαν, καὶ ὁ παρὰ Καλλιμάχῳ Ἐλλοπιεύς παρὰ τὴν Ἐλλοπίαν, οὐ παρὰ τὸν Ἔλλοπα. ὁ δὲ παραρρέων τὸν Σχοῖνον ποταμὸς Σχοινεύς καλεῖται ἤτοι παρὰ τοὺς σχοίνους ἢ παρὰ τὸν Σχοινέα τὸν τῆς Ἀταλάντης πατέρα". ὁ πολίτης μέντοι Σχοινεύς (ὁ γὰρ ποταμὸς καὶ ὁ οἰκιστὴς Σχοινεύς) ὡς Ταρσοῦ Ταρσεύς. ἐκ τόπου Σχοινόθεν.

Event Date: -1
§ S596.16   Sobala: Σώβαλα, πόλις Καρίας. οὐδετέρως. τὸ ἐθνικὸν Σωβαλεύς.

Event Date: -1
§ S596.17   Sozousai: Σώζουσαι, πόλεις τρεῖς, Φοινίκης Πισιδίας καὶ Αἰθιοπίας.

Event Date: -1
§ S596.19   Solimna: Σώλιμνα, πόλις Ἰνδίας, ὡς Ἡρωδιανὸς ἐν ἑνδεκάτῳ. τὸ ἐθνικὸν Σωλιμναῖος.

Event Date: -1
§ S596.21  Sosandra: Σωσάνδρα, νῆσος περὶ Κρήτην. ἐκλήθη δὲ ἐπειδή ποτε τῶν Λυττίων νύκτωρ ἐπελθόντων τῇ πόλει διασῶσαι λέγεται τοὺς εἰς αὐτήν. ὁ νησιώτης Σωσάνδριος.

Event Date: -1
§ S596.24  Soteira: Σώτειρα, πόλις Ἀριηνῶν, Ἀντιόχου κτίσμα τοῦ Σελεύκου. τὸ ἐθνικὸν διὰ τὴν χώραν Σωτειρηνός.

Event Date: -1
§ S597.1   Sophene: Σωφηνή, χώρα τῶν πρὸς Ἀρμενίαν, ὡς Στράβων ἐν ἑνδεκάτῃ. παρὰ δ´ Ἀρριανῷ Σωφανηνή τετρασυλλάβως. οἱ κατοικοῦντες Σωφηνοί. φησὶ γὰρ Στράβων ἐν τῇ εἰρημένῃ "Σωφηνὸς Ἀρσάκης ἔχων τὰ νότια μέρη". ἀντίκειται δὲ ταύτῃ ἡ Κομμαγηνὴ ὅμορος οὖσα τῇ Μελιτηνῇ.

Event Date: -1
§ T597.6   Tabai: Τάβαι, πόλις Λυδίας, περὶ ὧν ὁ χρησμός φησι πρὸς Πισίδας "ἄστυ Ταβῶν ἐρικυδὲς ἐλευθερὸν οἰκίζεσθαι". καὶ Ἀπολλώνιος ἐνάτῳ "ἐδεήθησαν ὅπως αὐτοὺς εἰς Τάβας καταγάγωσι". βαρύνεται δέ, ὡς Σάβαι, κύριον καὶ ἰαμβικόν. ἐκλήθη δὲ ἀπὸ Τάβου. ὁ δὲ Τάβος ἥρως. οἱ δέ φασι τὸν Κιβύραν καὶ Μαρσύαν ἀδελφοὺς τὸν μὲν κτίσαι Κιβύραν πόλιν, τὸν δὲ Τάβας, καὶ καλέσαι ἀπὸ τοῦ ἐπὶ πέτρας οἰκεῖσθαι· τάβαν γὰρ τὴν πέτραν Ἕλληνες ἑρμηνεύουσιν. ἔνιοι ἀπὸ Ταβηνοῦ Ἀργείου. ὁ πολίτης Ταβηνός [ὡς Γερηνός]. Ἡσίοδος "παρ´ ἱπποδάμοισι Γερηνοῖς". ἔστι καὶ ἄλλη πόλις Καρίας Τάβαι, καὶ τρίτη τῆς Περαίας, ἣν Ἀλέξανδρος ἐν τῷ περὶ Συρίας ἑρμηνεύει ἀγαθήν.

Event Date: -1
§ T597.18   Tabenoi: Ταβηνοί, ἔθνος, κατὰ τὴν ἔρημον Καρμανίας οἰκοῦντες.

Event Date: -1
§ T597.19   Tabioi: Τάβιοι, πόλις Ἰταλίας, ἐν ᾗ οἱ περὶ Ῥέμον ἐπαιδεύθησαν. τὸ ἐθνικὸν ὁμοίως Τάβιοι, διὰ τὴν πρόληψιν τοῦ ἐν τῷ πρωτοτύπῳ ἐθνικοῦ χαρακτῆρος.

Event Date: -1
§ T597.22   Tabis: Τάβις, πόλις Ἀραβίας. Ἑκαταῖος περιηγήσει Αἰγύπτου. ὁ πολίτης Ταβηνός.

Event Date: -1
§ T598.1   Tabathra: Τάβαθρα, πόλις Λιβύης. Πολύβιος δωδεκάτῳ. τὸ ἐθνικὸν Ταβαθρηνός διὰ τὴν χώραν.

Event Date: -1
§ T598.3   Taenoi: Ταηνοί, ἔθνος ἀπὸ τῶν Σαρακηνῶν πρὸς μεσημβρίαν, ὡς Ὀλυμπιανὸς ἐν Ἀραβικοῖς καὶ Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ.

Event Date: -1
§ T598.6   Tainaros: Ταίναρος, πόλις, ἀπὸ Ταινάρου τοῦ Γεραίστου μὲν ἀδελφοῦ, Διὸς δὲ παιδός. ὃς πλέων σὺν Καλάβρῳ τῷ ἀδελφῷ καὶ τόπον τῆς Πελοποννήσου καταλαβών τινα Ποσειδῶνος ἱερὸν ἱδρύσατο, ὃ καλεῖται Ταίναρον, ἔστι καὶ Ταίναρος ὁ Ἰκαρίου υἱός "ἀφ´ οὗ καλεῖται ἡ πόλις καὶ ἡ ἄκρα καὶ ὁ λιμήν". λέγεται δὲ ἀρσενικῶς καὶ θηλυκῶς. λέγεται καὶ Ταινάριος καὶ Ταιναρία καὶ Ταινάριον. εἰσὶ δὲ καὶ Ταινάριοι θῆβαι, ὡς Χάραξ ἐν Ἑλληνικῶν δευτέρῳ. λέγεται καὶ ταιναρίζειν, ὡς Ἕρμιππος Θεοῖς "καὶ σέ τι χρὴ παραταιναρίζειν." Ὦρος δέ φησιν ἐν τῇ ὀρθογραφίᾳ "Ταίναρον· πεδίον τῆς Λακωνικῆς, καὶ Ταιναρῖται οἱ ἐν αὐτῷ".

Event Date: -1
§ T598.17   Takompsos: Τάκομψος, κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιόπων πρὸς τῇ Φίλῃ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῳ. τὸ ἐθνικὸν Τακομψίτης, ὡς Κάνωβος Κανωβίτης, Πεντάσχοινος Πεντασχοινίτης.

Event Date: -1
§ T599.3   Talaria: Ταλαρία, πόλις Συρακουσίων. Θεόπομπος ἐν Φιλιππικῶν μʹ. τὸ ἐθνικὸν Ταλαρῖνος, ὡς τῆς Πανδοσίας Πανδοσῖνος καὶ Πλακεντῖνος. Σικελικῶς καὶ γὰρ ἀμφότερα.

Event Date: -1
§ T599.6   Tamasos: Τάμασος, πόλις Κύπρου, ἐν μεσογείᾳ, διάφορον ἔχουσα χαλκόν. τὸ ἐθνικὸν Ταμασίτης, καὶ Ταμάσιος ὡς Ἐφέσιος Θάσιος. ἐντεῦθέν τινες γράφουσιν "ἐς Τάμασιν μετὰ χαλκόν". ἀπιθάνως. ἔστι γὰρ καὶ Ταμέση πόλις τῆς Ἰταλίας καὶ ποταμός. Πολύβιος δ´ ἐν τῷ πρώτῳ Τεμέσειαν τὴν πόλιν καλεῖ. τὸ ταύτης ἐθνικὸν Τεμεσαῖος.

Event Date: -1
§ T599.12  Tambrax: Τάμβραξ, πόλις Παρθυαίων. τὸ ἐθνικὸν Ταμβράκιος, διὰ δὲ τὴν χώραν Ταμβρακηνός.

Event Date: -1
§ T599.14  Tamiathis: Ταμίαθις, πόλις Αἰγύπτου. λέγεται καὶ θηλυκῶς. ἡ γενικὴ Ταμιάθεως. [οὕτω Γεώργιος ὁ Χοιροβοσκὸς ἐν τῷ ὀνοματικῷ.]

Event Date: -1
§ T599.17   Tamieion: Ταμιεῖον, οἶκος ἐν ᾧ τὰ ἀναγκαῖα ἀπετίθεσαν, ὡς Ἀριστοφάνης καὶ ἰπνὸς καὶ ἄλλοι. Φρύνιχος δὲ ἐν σοφιστικῇ παρασκευῇ καὶ ἐπὶ τῶν κακῶν φησι τὸ ταμιεῖον. εἴρηται δὲ παρὰ τὸν ταμίαν. ὁ δὲ τοῦ ταμιείου οἰκήτωρ ταμιεύς.

Event Date: -1
§ T600.4   Tamna: Τάμνα, πόλις Ἀραβική, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ. ὁ πολίτης Ταμνίτης.

Event Date: -1
§ T600.6   Tamyna: Τάμυνα, πόλις Ἐρετρίας. Στράβων δεκάτῃ. καὶ πληθυντικῶς "εἰς τὰς Ταμύνας". τὸ ἐθνικὸν Ταμυνεύς, καὶ θηλυκὸν Ταμυνηίς ἐξ αὐτοῦ. λέγεται καὶ Ταμυναῖος. οὕτω γὰρ ὁ Ζεὺς ἐν αὐτῇ τιμᾶται. Παυσανίας ιʹ περιηγήσεως.

Event Date: -1
§ T600.10   Tamyrake: Ταμυράκη, πόλις Σαρματίας τῆς ἐν Εὐρώπῃ. τὸ ἐθνικὸν Ταμυρακηνός.

Event Date: -1
§ T600.12  Tanagra: Τάναγρα, πόλις Βοιωτίας, ἣν Ὅμηρος Γραῖαν καλεῖ διὰ τὸ πλησίον εἶναι. ἐκαλεῖτο δὲ πρότερον Ποιμανδρία, Λυκόφρων "ἣν ἐς βαθεῖαν λαιμίσας Ποιμανδρίαν". τὴν δὲ Γραῖαν ἔνιοι λέγεσθαι τὸ νῦν τῆς Θηβαϊκῆς καλούμενον ἕδος τινὲς δὲ τὴν Ταναγραίαν, ὧν εἷς ἐστι καὶ Καλλίμαχος, Ἀριστοτέλης δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν. ἔστι δὲ τόπος τῆς τῶν Ὠρωπίων πόλεως πρὸς τῇ θαλάττῃ. ὁ πολίτης Ταναγραῖος, καὶ Ταναγρίς ἀπὸ τοῦ Τάναγρα, καὶ τὸ Ταναγραῖον. καὶ Ταναγρική. Ἡρόδοτος πέμπτῃ "Ταναγρικὴ μοῖρα", καὶ Μένανδρος "Ταναγρικὴ γυνή".

Event Date: -1
§ T601.8  Tanais: Τάναϊς, πόλις ὁμώνυμος τῷ ποταμῷ. Στράβων ἑβδόμῃ, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ "κατὰ δὲ τὰς εἰς τὴν λίμνην τὴν Μαιῶτιν ἐκβολὰς τοῦ Τανάιδος πόλις Ἑλληνικὴ ἔκτισται Ταναΐς, ἥ τις καὶ Ἐμπόριον ὀνομάζεται". ὁ πολίτης Ταναΐτης, καὶ θηλυκῶς Ταναῗτις. τινὲς δὲ καὶ τὸν ποταμὸν Ἀκεσίνην εἶναι καὶ Ἰαξάρτην, ἡλληνίσθαι δὲ τὰ πολλὰ τῶν βαρβαρικῶν ὀνομάτων, ὡς Νικάνωρ φησί.

Event Date: -1
§ T601.15  Tanis: Τάνις, πόλις μεγάλη Αἰγύπτου. ὁ πολίτης Τανίτης .... τὸ ἐθνικὸν τὸ αὐτό.

Event Date: -1
§ T602.1   Tanos: Τάνος, πόλις Κρήτης, ὡς Ἀρτεμίδωρος ἐν τετάρτῳ γεωγραφουμένων. τὸ ἐθνικὸν Τάνιος.

Event Date: -1
§ T602.3  Tantalos: Τάνταλος, ὄρος Λέσβου, ἀπὸ Ταντάλου. τὸ ἐθνικὸν Ταντάλιος ὡς Φαρσάλιος.

Event Date: -1
§ T602.5   Taxiana: Ταξίανα, νῆσος περὶ τὸν Πηλώδη κόλπον τῆς Σουσιανῆς. τὸ ἐθνικὸν Ταξιανεύς ὡς Ἀδανεύς. ... ὀγδόῳ. τῷ τύπῳ τῆς χώρας Ταξιανηνός.

Event Date: -1
§ T602.8   Taxila: Τάξιλα, πόλις Ἰνδική. Στράβων ιεʹ. τὸ ἐθνικὸν Ταξιλίτης τῷ τῆς χώρας τύπῳ καὶ Ταξιληνός, τῷ δὲ παρ´ ἡμῖν Ταξιλεύς.

Event Date: -1
§ T602.11   Taochoi: Τάοχοι, ἔθνος ἐνδοτέρω τοῦ Πόντου. καὶ ἡ χώρα οὕτω. τούτους τινὲς Τάους καλοῦσιν, ὡς Σοφαίνετος ἐν τῇ ἀναβάσει φησί.

Event Date: -1
§ T602.14  Taposeiris: Ταπόσειρις, πόλις Αἰγύπτου πλησίον Ἀλεξανδρείας. ὁ πολίτης Ταποσειρίτης.

Event Date: -1
§ T602.16  Taprobane: Ταπροβάνη, νῆσος μεγίστη ἐν τῇ Ἰνδικῇ θαλάσσῃ. Ἀλέξανδρος ὁ καὶ Λύχνος νῆσος τετράπλευρος, ἁλιστέφανος Ταπροβάνη, θηρονόμος πέπληθεν ἐυρρίνων ἐλεφάντων. ἣ πάλαι μὲν ἐκαλεῖτο Σιμούνδου, νῦν δὲ Σαλική, πλοῦ μῆκος. οὖσα ἑπτάκις που χιλίων σταδίων, πλάτος δὲ πεντακοσίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων.

Event Date: -1
§ T602.23   Tapyrroi: Τάπυρροι, οὐ πόρρω Ὑρκανίας ἔθνος. Κουάδρατος Τάπουρρα φησί. τὸ ἐθνικὸν Ταπουρραῖοι.

Event Date: -1
§ T602.25   Tarandros: Τάρανδρος, χῶρος Φρυγίας. τὸ ἐθνικὸν Ταράνδριος.

Event Date: -1
§ T603.10   Taras: Τάρας, πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος παρὰ θάλασσαν. ἀρσενικῶς δὲ κατ´ ἀναλογίαν· οὐδὲν γὰρ εἰς 'ρας' θηλυκὸν εὑρίσκεται· τοῦτο δ´ εὕρηται καὶ θηλυκῶς. ὁ πολίτης Ταραντῖνος. καὶ ἀνεγράφησαν οὕτω πολλοὶ χρηματίζοντες, μάλιστα Πυθαγόρειοι, καὶ Ἀριστόξενος μουσικός, Ἀριστοτέλους γνώριμος. καὶ Ῥίνθων Ταραντῖνος, φλύαξ, τὰ τραγικὰ μεταρρυθμίζων ἐς τὸ γελοῖον· φέρονται δ´ αὐτοῦ δράματα ληʹ. καὶ Ἴκκος ὁ Ταραντῖνος ἰατρὸς ἐπὶ τῆς οζʹ ὀλυμπιάδος· μέμνηται τούτου καὶ Πλάτων ἐν Πρωταγόρᾳ. τὸ θηλυκὸν Ταραντίνη, καὶ Ταραντῖνον οὐδετέρως. καὶ ταραντινίζειν τὸ τὴν ἐνόπλιον καὶ εἰς τὰς μάχας χρήσιμον ἱππασίαν ποιεῖσθαι. ἔστι δὲ καὶ Τάραντος ἀρσενικῶς λεγομένη πόλις Βιθυνίας, ἔνθα τιμᾶται Ταρανταῖος Ζεύς, ὡς Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν. εὕρηται καὶ διὰ τοῦ 'δ' Δάρανδος.

Event Date: -1
§ T603.15   Taricheai: Ταριχέαι, πόλεις πολλαί, αἱ μὲν Μενδήσιαι αἱ δὲ Σηνικαὶ αἱ δὲ Κανωβικαί. οἱ πολῖται ταριχευταί. παρὰ τὸ ταριχεύω. καὶ ὤφειλε διὰ διφθόγγου. ἔστι καὶ Ταριχέα καὶ ἑνικῶς καὶ πληθυντικῶς λεγομένη πόλις τῆς Ἰουδαίας, ὡς Ἰώσηπος. τὸ ἐθνικὸν Ταριχεάτης. καὶ ταριχεία τὸ πρᾶγμα παρὰ τὸ ταριχεύω.

Event Date: -1
§ T603.21   Tarkynia: Ταρκυνία, πόλις Τυρρηνίδος, ἀπὸ Τάρκωνος. τὸ ἐθνικὸν Ταρκύνιος ἢ καὶ Ταρκυνιεύς, ὡς Δουλιχιεύς καὶ Βουπρασιεύς, ποτὲ δὲ καὶ Ταρκυνῖται. εἰσὶ καὶ Ταρκυναῖοι ἔθνος Ὑπερβορέων, παρ´ οἷς οἱ γρῦπες τὸν χρυσὸν φυλάσσουσιν, ὡς Ἱεροκλῆς ἐν τοῖς φιλίστορσιν.

Event Date: -1
§ T604.1  Tarne: Τάρνη, πόλις Ἀχαΐας. ὁ οἰκήτωρ Τάρνιος. καὶ Τάρνια ἔργα.

Event Date: -1
§ T604.3   Tarpe: Τάρπη, πόλις Ἰταλίας. καὶ Ταρπαῖον ὄρος. καὶ ἐθνικὸν Ταρπαῖος ὡς Ῥωμαῖος, τριγενές.

Event Date: -1
§ T604.5   Tarra: Τάρρα, πόλις Λυδίας. [ἀφ´ ἧς Λεύκιος ὁ γραμματικός.] ἑτέρα Κρήτης, ἐν ᾗ Ταρραῖος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἄλλη πόλις Τάρρα παρὰ τὸν Καύκασον, Κρητῶν ἄποικος. Λούκιος δ´ ἦν ἀπὸ Τάρρας τῆς Κρητικῆς πόλεως· φέρεται δὲ τούτου τὰ περὶ παροιμιῶν τρία βιβλία ἄριστα καὶ περὶ γραμμάτων καὶ τεχνικὰ γλαφυρώτατα. τὸ θηλυκὸν ἐπὶ τῆς χώρας Ταρραία.

Event Date: -1
§ T604.12   Tarrakina: Ταρρακῖνα, πόλις Ἰταλίας. Διονύσιος ιεʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Ταρρακῖνος.

Event Date: -1
§ T604.14   Tarrakon: Ταρράκων, πόλις δυσμικωτέρα τῆς Ταρρακωνησίας χώρας. ὁ πολίτης Ταρρακωνήσιος. τὸ ἐθνικὸν Ταρρακωνίτης, ὡς Ἀσκάλων Ἀσκαλωνίτης καὶ Μάρων Μαρωνίτης καὶ Καύκων Καυκωνίτης.

Event Date: -1
§ T604.18   Tarrachine: Ταρραχίνη, πόλις Ἰταλίας. Φλέγων ὀλυμπιάδι ρπαʹ. ὅτι παιδίον ἐκ δούλης γενόμενον τῇ ἐνάτῃ καὶ τεσσαρακοστῇ τῆς γενέσεως τὸν προσαγορεύσαντα ἀντιπροσαγορεῦσαι, ἐφ´ οἷς τοὺς μάντεις προαγορεῦσαι ὄλεθρον. τὸ ἐθνικὸν Ταρραχῖνος.

Event Date: -1
§ T604.22   Tarseion: Ταρσήιον, πόλις πρὸς ταῖς Ἡρακλείαις στήλαις. Πολύβιος τρίτῳ. τὸ ἐθνικὸν ἔδει Ταρσηίτης ἢ Ταρσηιώτης. νῦν δὲ κατὰ τὸ ἐπιχώριον Ταρσηῖνοι λέγονται.

Event Date: -1
§ T605.1   Tarsos: Ταρσός, ἐπισημοτάτη πόλις Κιλικίας, ἣν διὰ τοῦ 'ε' ἔλεγον Τερσόν παρὰ τὸ τερσανθῆναι, ὅ ἐστιν ἀναξηρανθῆναι. τῶν γὰρ ὑδάτων κατὰ τὴν πρώτην σύστασιν προχωρούντων εἰς τὸ νῦν πέλαγος φασὶν ἀναφανθῆναι πρῶτα τὰ Ταυρικὰ ὄρη. Διονύσιος δὲ ὁ Θρᾷξ ἐν τῷ περὶ Ῥόδου ἀπὸ τῆς τοῦ Βελλεροφόντου πτώσεως· μέρος γάρ τι τοῦ ποδὸς ταρσὸν καλεῖσθαι, τῆς ἐκείνου χωλείας ὑπόμνημα ποιουμένων τῶν ἀρχαίων. Ἀλέξανδρος δὲ ὁ πολυίστωρ διὰ τὸ τὸν Πήγασον ἵππον ἐκεῖ τὸν ταρσὸν κλάσαντα καὶ Βελλεροφόντην ἐν τῷ Ἀληίῳ πεδίῳ πλανηθῆναι. ἄλλοι δέ φασι διὰ τὸ μετὰ τὸν κατακλυσμὸν τοὺς τόπους τούτους τῆς Κιλικίας πρώτους ἀναφανῆναι καὶ ἀναξηρανθῆναι, διὸ καὶ τὴν πόλιν Τερσίαν ὀνομασθῆναι. Ἐρατοσθένης δέ [φησι τὴν κλῆσιν τῇ πόλει εἶναι ἀπὸ Διὸς Τερσίου τοῖς ἐκεῖ καλουμένου. οἱ δέ φασι] Τερσὸν, διὰ τὸ πρότερον τῶν καρπῶν χλωρῶν φθειρομένων ἐν τῷ παρακμάζειν τούτους πρώτους συναγαγόντας τερσᾶναι καὶ εἰς τὸν χειμῶνα ἀποθέσθαι τὴν τροφήν. ἐκ ταύτης ἐγένετο Ἑρμογένης ὁ τὴν ῥητορικὴν γεγραφώς. Θαρσός δὲ ἐκαλεῖτο καὶ Θαρσεῖς οἱ Κίλικες, ὡς Ἰώσηπος ἐν ἀρχαιολογίᾳ. ἐκαλεῖτο δὲ καὶ Κρανία ἀπὸ κρανίου. ἐκλήθη δὲ καὶ Ἱερά, ἐκλήθη δὲ καὶ Ἀντιόχεια ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς. ἔστι δ´ ἄποικος Ἀργείων, κτίσμα Σαρδαναπάλλου. ταύτην διαρρεῖ ποταμὸς Κύδνος μέσος, ψυχρός τε καὶ καθαρός. ὁ πολίτης Ταρσεύς ὡς Ἁλικαρνασσεύς. Ἐρατοσθένης δὲ καὶ Ταρσηνόν φησιν. ἔστι δὲ καὶ Ταρσός ἄλλη τῆς Βιθυνίας. τὸ ἐθνικὸν ταύτης Τάρσιος καὶ Ταρσία. Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν Τάρσειαν διὰ τῆς 'ει' διφθόγγου τὴν πόλιν οἶδε. τὸ ἐθνικὸν Τάρσειος. [ἔστι καὶ χωρίον Βιθυνίας Ταρσός λεγόμενον.] καὶ Τάρσα κώμη ἐπὶ τῷ Εὐφράτῃ, ὡς Κουάδρατος ἐν τρίτῳ Παρθικῶν "ἀπὸ δὲ Σαμοσάτων κατὰ ῥοῦν ἰόντι ὅσον σταδίους ἑκατὸν πεντήκοντα Τάρσα κώμη πολυάνθρωπος ᾠκεῖτο ἄνω τοῦ ποταμοῦ σταδίους πεντεκαίδεκα". τὸ ἐθνικὸν Ταρσηνός.

Event Date: -1
§ T606.8  Tartaros: Τάρταρος, Κράτης τὸν ὑπὸ τοῖς πόλοις ἀέρα παχύν τε καὶ ψυχρόν τινα καὶ ἀφώτιστον, Ὅμηρος δὲ τόπον εἶναι συνέχοντα τοὺς περὶ Κρόνον καὶ ὑπὸ γῆν ὄντας. λέγεται δὲ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ὁ οἰκήτωρ Ταρτάριος, καὶ διὰ τῆς 'ει' διφθόγγου παρ´ Εὐριπίδῃ ἐν Εὐρυσθεῖ σατυρικῷ. καὶ τὸ κωμικὸν Ταρταρίτης. λέγεται καὶ παρὰ τὸ ταράσσειν ταρταρίζειν τὸ ταράσσεσθαι.

Event Date: -1
§ T606.15   Tartessos: Ταρτησσός, πόλις Ἰβηρίας, ἀπὸ ποταμοῦ τοῦ ἀπὸ τοῦ Ἀργυροῦ ὄρους ῥέοντος, ὅστις ποταμὸς καὶ κασσίτερον ἐν Ταρτησσῷ καταφέρει. τὸ ἐθνικὸν Ταρτήσσιος καὶ Ταρτησσία καὶ Ταρτησσίς. καὶ οὐδετέρως "Ταρτήσσιον ὄλβιον ἄστυ".

Event Date: -1
§ T606.19   Tarphara: Τάρφαρα, οὐδετέρως, πόλις τῆς εὐδαίμονος Ἀραβίας. ὁ πολίτης Ταρφαρηνός, ὡς Ζόαρα Ζοαρηνός, Αὔαρα Αὐαρηνός, ὡς Οὐράνιος ἐν Ἀραβικῶν τρίτῳ.

Event Date: -1
§ T606.22  Tarphe: Τάρφη, πόλις Λοκρῶν. Ὅμηρος "Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα". λέγουσι δ´ αὐτὴν ἀπὸ τῆς περὶ Φαρύγας κρήνης. οἱ δὲ καὶ αὐτὴν καὶ τὸν τόπον διὰ τὴν τῆς ὕλης πυκνότητα· τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηρος λέγει "βαθείης τάρφεσιν ὕλης". καὶ τὸ ἐθνικὸν Ταρφαῖος, ὡς Τύμφη Τυμφαῖος.

Event Date: -1
§ T607.1   Tarchia: Ταρχία, πόλις Σικελική. Φίλιστος ἑβδόμῳ Σικελικῶν. τὸ ἐθνικὸν Ταρχιάτης, καὶ Ταρχιανός τῷ τύπῳ τῆς χώρας.

Event Date: -1
§ T607.3   Tarchonion: Ταρχώνιον, πόλις Τυρρηνίας, ἀπὸ Τηλέφου παιδὸς Τάρχωνος. ὁ πολίτης Ταρχωνῖνος, [ὡς Ὦρος ἐν βʹ περὶ ἐθνικῶν,] ὡς Ἀσσώριον Ἀσσωρῖνος, ἢ Ταρχωνιεύς ὡς Ἱππωνιεύς.

Event Date: -1
§ T607.6   Taua: Ταῦα, πόλις Αἰγύπτου. ὁ πολίτης Ταυίτης, ὡς Ὦρος ἐν βʹ περὶ ἐθνικῶν.

Event Date: -1
§ T607.8   Tauaka: Ταύακα, πόλις Σικελίας. Φίλιστος ὀγδόῳ. τὸ ἐθνικὸν Ταυακῖνος ὡς Ἐρυκῖνος.

Event Date: -1
§ T607.10   Taygeton: Ταΰγετον, ὄρος τῆς Λακωνικῆς. Ὅμηρος "ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον". λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ἀπὸ Τηϋγέτης τῆς μητρὸς Εὐρώτα. τὸ ἐθνικὸν Ταϋγέτιος.

Event Date: -1
§ T607.14   Taulantioi: Ταυλάντιοι, Ἰλλυρικὸν ἔθνος. Εὐφορίων δὲ μετὰ τοῦ 'ν' Ταυλαντίνους αὐτούς φησι. παρὰ τούτοις ἐκ μέλιτος οἶνον γίνεσθαί φησιν Ἀριστοτέλης ἐν θαυμασίοις. λέγεται καὶ οὐδετέρως Ταυλάντιον καὶ Ταυλαντίς θηλυκῶς.

Event Date: -1
§ T607.18   Taurasia: Ταυρασία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ταυρασῖνος ὡς Πλακεντῖνος, καὶ Ταυρασιανός.

Event Date: -1
§ T607.2   Taurike: Ταυρική, νῆσος μεγάλη καὶ λίαν ἐπίσημος καὶ πολλὰ ἔχουσα ἔθνη καὶ περικλείουσα τῇ θέσει τὴν Μαιῶτιν λίμνην. ἧς οὐ πολὺ διεστῶσα ἡ Ἀλωπεκία ἐστὶ μικρά. τῇ δὲ Ταυρικῇ δύο παράκεινται νῆσοι, Φαναγόρα καὶ Ἑρμώνασσα. λέγεται δὲ Ὄσιριν ἐκεῖ ζεύξαντα βοῦς ἀρόσαι τὴν γῆν. διὰ οὖν τὸ ζεῦγος τοῦ ταύρου τὸ ἔθνος κληθῆναι. ὁ οἰκήτωρ Ταυρικός ὡς Ἀττικός. τινὲς Τάναϊν, οἱ δὲ Ἀλωπεκίαν, οἱ δὲ Μαιῶτιν αὐτήν φασι.

Event Date: -1
§ T608.3  Tauriskoi: Ταυρίσκοι, ἔθνος περὶ τὰ Ἄλπεια ὄρη. λέγονται καὶ Ταυρῖνοι ὡς Πολύβιος τρίτῳ. Ἐρατοσθένης Τερίσκους αὐτούς φησι διὰ τοῦ 'ε', οἳ καὶ Ταῦροι λέγονται.

Event Date: -1
§ T608.6   Tauroeis: Ταυρόεις, πόλις Κελτική, Μασσαλιητῶν ἄποικος. [οἱ πολῖται Ταυροέντιοι.] Ἀρτεμίδωρος ἐν πρώτῳ γεωγραφουμένων φησὶν ὅτι ταυροφόρος ἦν ἡ ναῦς ἡ διακομίσασα τοὺς τὴν πόλιν κτίσαντας, οἳ ἀπορριφέντες ἀπὸ τοῦ στόλου τῶν Φωκαέων καὶ προσενεχθέντες αὐτόθι ἀπὸ τοῦ ἐπισήμου τῆς νεὼς τὴν πόλιν ὠνόμασαν. τὸ ἐθνικὸν Ταυροέντιοι.

Event Date: -1
§ T608.12   Tauromenion: Ταυρομένιον, πόλις Σικελίας. ὁ πολίτης Ταυρομενίτης καὶ Ταυρομένιος.

Event Date: -1
§ T608.14   Tauropolion: Ταυροπόλιον, ἐν Σάμῳ Ἀρτέμιδος ἱερόν. Στράβων ιδʹ.

Event Date: -1
§ T608.15   Tauropolis: Ταυρόπολις, πόλις Καρίας. τὸ ἐθνικὸν Ταυροπολίτης.

Event Date: -1
§ T608.16  Tauros: Ταῦρος, ὄρος διὰ μέσης Ἀσίας διῆκον, διότι ταύρους οἱ παλαιοὶ πάντα ὅσα μεγάλα καὶ βίαια ἐπωνόμαζον. ἢ προτομῇ ταύρου τὰ πρὸς τῇ θαλάσσῃ αὐτοῦ ἀπείκασε. τὸ ἐθνικὸν Ταυριανός πλεονασμῷ τοῦ 'ι', ὡς Ζυγιανός.

Event Date: -1
§ T608.2   Taucheira: Ταύχειρα, πόλις Λιβύης, θηλυκῶς, καὶ οὐδετέρως ὡς Στάγειρα. ἀπὸ Ταυχείρας τῆς Αὐτάνδρου θυγατρός. λέγεται δὲ νῦν Ἀρσινόη, ὁ πολίτης Ταυχείριος, καὶ Ταυχέριος καὶ Ταύχερος καὶ Ταυχερίτης. καὶ Ἀρσινοΐτης ἀπὸ τῆς Αἰγυπτίας.

Event Date: -1
§ T609.3   Taphos: Τάφος, πόλις Κεφαλληνίας, νῦν δὲ Ταφιοῦσσα, "ἔστι καὶ νῆσος ἀπὸ τριάκοντα σταδίων Ταφιάς καλουμένη". καὶ ἑτέρα. οἱ πολῖται Τάφιοι. τῆς δὲ Ταφιούσσης Ταφιουσσαῖος, ὡς Σκοτουσσαῖος Πιθηκουσσαῖος.

Event Date: -1
§ T609.7  Taphosiris: Ταφόσιρις, πόλις Αἰγύπτου, ἐν ᾗ λέγεται Ὄσιρις τεθάφθαι.

Event Date: -1
§ T609.9  Taphrai: Τάφραι, καὶ Τάφρη ἑνικῶς, χώρα ταφρευθεῖσα περὶ τὴν Μαιῶτιν λίμνην ὑπὸ δούλων ταῖς δεσποίναις συμμιγέντων κατὰ τὸν πολυχρόνιον πόλεμον τῶν Σκυθῶν, τῶν δεσποτῶν πολεμούντων τοῖς Θρᾳξὶν ἢ τοῖς ἐντὸς Ἴστρου, ὡς Καλλίστρατος ἐν τρίτῳ. ταύτην τὴν χώραν κατοικῆσαι Σατορχαίους. οἱ οἰκοῦντες Σατορχαῖοι.

Event Date: -1
§ T609.15   Tachempso: Ταχεμψώ, νῆσος Αἰθιοπίας πρὸς τῇ Λιβύῃ. τὸ ἐθνικὸν Ταχεμψίτης τῷ τύπῳ τῆς χώρας.

Event Date: -1
§ T609.17  Teanon: Τεανόν, πόλις Ἰταλίας, ὡς Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων. τὸ ἐθνικὸν Τεανός.

Event Date: -1
§ T609.19   Teberis: Τέβερις, ποταμὸς Ἰταλίας, ἔνθα ἡ Ῥώμη καὶ ἡ τῶν Λατίνων ἐστὶ χώρα, ὡς Ἀπολλόδωρος.

Event Date: -1
§ T609.21   Tegea: Τεγέα, πόλις Ἀρκαδίας. "καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν" Ὅμηρος. καὶ Παυσανίας ηʹ "Μαντινεὺς καὶ Τεγεάτης καὶ Μαίναλος Τεγέαν κτίζουσι καὶ Μαντίνειαν". Λέπιδος δ´ ἐν ἱστορίας ἐπιτομῆς πρώτῳ περὶ Λακεδαιμονίων οὕτω φησί "χρᾷ δ´ αὐτοῖς ἡ Πυθία ἐπ´ Ἀρκαδίᾳ ὧδε Ἀρκαδίην μ´ αἰτεῖς. μέγα μ´ αἰτεῖς, οὔ τοι δώσω. πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ ς´ ἀποκωλύσουσιν. ἐγὼ δέ τοι οὔ τι μεγαίρω. δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι. ἐχρῶντο δὲ καὶ πάλιν, καὶ ἀφικνεῖται αὐτοῖς τάδε ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ, ἔνθ´ ἄνεμοι πνείουσι δύο κρατερῆς ὑπ´ ἀνάγκης, καὶ τύπος ἀντίτυπος καὶ πῆμ´ ἐπὶ πήματι κεῖται. ἔνθ´ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα, τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ". ἔστι καὶ Τεγέα ἐν Κρήτῃ ὑπὸ Ταλθυβίου κτισθεῖσα. ὁ πολίτης Τεγεάτης ὡς Ἐλεάτης, καὶ θηλυκὸν Τεγεᾶτις. ἦν δὲ καὶ μελοποιὸς Ἀνύτη Τεγεᾶτις. λέγεται καὶ Τεγεάς ὡς Ἰλιάς. ὀξύνεται. ὡς Σοφοκλῆς.

Event Date: -1
§ T610.18  Tegestra: Τέγεστρα, οὐδετέρως, πόλις Ἰλλυρίας πρὸς τῇ Ἀκυληίᾳ, [ἀπὸ Τεγέστρου.] Ἀρτεμίδωρος δ´ ἐν ἐπιτομῇ τῶν ἕνδεκα Τέργεστρον, αὐτὴν καὶ κώμην οἶδεν "ἀπὸ Τεργέστρου κώμης καὶ τοῦ μυχοῦ ἐπὶ τὸν Ἀδρίαν στάδιοι ͵εκεʹ". ὁ πολίτης Τεγεστραῖος.

Event Date: -1
§ T611.1   Tegessos: Τεγησσός, πόλις Κύπρου. Διονύσιος ἐν Βασσαρικῶν τρίτῳ. τὸ ἐθνικὸν Τεγήσσιος καὶ Τεγησσεύς.

Event Date: -1
§ T611.3  Tegyra: polis of Boeotia, where Apollo is said to have been born. Semos the Delian writes: "Some say the birth of Apollo took place in Lycia, others Delos, others Zoster in Attica, others Tegyra in Boeotia." Hence Apollo Tegyreios. Callisthenes in his 3rd Book of Hellenic Affairs says the oracles are: "the Ismenion in Thebes, the Trophonion in Lebadeia, the one called 'in Abai' in Phokis, and the preeminent one in Delphi, which he says indeed attested [the birth of Apollo] in Tegyra. GR: Τεγύρα, πόλις Βοιωτίας, ἐν ᾗ Ἀπόλλωνά φασι γεννηθῆναι. Σῆμος δ´ ὁ Δήλιος "τὴν Ἀπόλλωνος γένεσιν οἱ μὲν ἐν Λυκίᾳ, οἱ δ´ ἐν Δήλῳ, οἱ δ´ ἐν Ζωστῆρι τῆς Ἀττικῆς, οἱ δὲ ἐν Τεγύρᾳ τῆς Βοιωτίας φασίν". ὅθεν καὶ Τεγυρήιος Ἀπόλλων. Καλλισθένης ἐν τρίτῳ τῶν Ἑλληνικῶν εἶναι μαντεῖά φησι "τὸ μὲν Ἰσμήνιον ἐν Θήβαις, τὸ δὲ Τροφώνιον ἐν Λεβαδείᾳ, τὸ δὲ ἐν Ἀβαῖς λεγόμενον ἐν Φωκεῦσι, τὸ δὲ κυριώτερον ἐν Δελφοῖς, ὃ καὶ μάλιστά φασι μεμαρτυρηκέναι τὴν ἐν Τεγύρᾳ". τὸ ἐθνικὸν Τεγυρεύς. καὶ Τεγύρειος, καὶ ἰωνικῶς Τεγυρήιος.

Event Date: -1
§ T611.13   Teiria: Τείρια, πόλις Λευκοσύρων. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Τειριεύς ὡς Στειριεύς.

Event Date: -1
§ T611.15   Teichioeis: Τειχιόεις, φρούριον πλησίον τῆς Τραχῖνος. τὸ ἐθνικὸν Τειχιοέντιος, ὡς Ταυρόεις Ταυροέντιος.

Event Date: -1
§ T611.17   Teichioessa: Τειχιόεσσα, πόλις Μιλησίας. τὸ ἐθνικὸν Τειχιόεις καὶ θηλυκὸν Τειχιόεσσα.

Event Date: -1
§ T611.19   Teichos: Τεῖχος, φρούριον Ἀχαΐας. ὁ οἰκήτωρ Τειχίτης, ὡς τοῦ Γορδίου τείχους Γορδιοτειχίτης.

Event Date: -1
§ T611.21  Tekmon: Τέκμων, πόλις Θεσπρωτῶν. ὁ πολίτης Τεκμώνιος.

Event Date: -1
§ T611.22   Tektosax: Τεκτόσαξ, ὡς Ἄτραξ Ἄσφαξ, βαρυτόνως. Τεκτόσαγες, ἔθνος Ταλατικόν. εὕρηται καὶ Τεκτοσάγης εὐθεῖα καὶ Τεκτοσάγαι· ὡς γὰρ Καππάδοκος Καππαδόκης, οὕτω Τεκτόσαγος Τεκτοσάγης.

Event Date: -1
§ T612.3  Telamon: Τελαμών, πόλις Τυρρηνίας. τὸ ἐθνικὸν Τελαμώνιος ὡς Καλυδώνιος.

Event Date: -1
§ T612.5   Telane: Τελάνη, πόλις ἀρχαιοτάτη Συρίας, ἣν ᾤκει Νίνος πρὸ τῆς Νίνου κτίσεως. τὸ ἐθνικὸν Τελαναῖος καὶ ἐπιχωρίως Τελανηνός.

Event Date: -1
§ T612.8   Telethrion: Τελέθριον, ὄρος τῆς ἐν Εὐβοίᾳ Οἰχαλίας. Στράβων δεκάτῃ. οἱ οἰκήτορες Τελεθριεῖς ὡς Σουνιεῖς.

Event Date: -1
§ T612.10   Telmera: Τέλμερα, πόλις Καρίας. τὸ ἐθνικὸν Τελμερεύς. Τερμίλην δ´ ἑξῆς παραθήσομαι, ἑτέραν ἔχουσαν γραφήν, τὴν αὐτὴν οὖσαν ὡς οἶμαι.

Event Date: -1
§ T612.13   Telmessos: Τελμησσός, πόλις Καρίας, ὡς δὲ Φίλων καὶ Στράβων, Λυκίας. ἔστι γὰρ ἀμφοτέρων ὅριον μετὰ Δαίδαλα. ὁ πολίτης Τελμησσεύς. καὶ δρᾶμα Ἀριστοφάνους Τελμησσεῖς. λέγεται καὶ τετρασυλλάβως Τελεμησσεῖς, ὡς αὐτὸς ἐν αὐτῷ "πῶς ἄν τις ἂν οὖν, ἢ τί ποιήσας, ὦ Τελεμησσῆς;" καὶ πάλιν "φέρε δὴ τοίνυν, ταῦθ´ ὅταν ἔλθῃ, τί ποιεῖν χρή μ´, ὦ Τελεμησσῆς". ἔστι δὲ τὸ μέτρον ἀναπαιστικὸν τετράμετρον καταληκτικόν, οὗ πρὸ τῆς τελευταίας συλλαβῆς ἀνάπαιστος τάττεται, σπανιαίτατα δὲ σπονδεῖος. τὸ θηλυκὸν Τελμησσίς ὡς βασιλίς. καὶ Τελμήσσιος ὡς Λυρνήσσιος, καὶ θηλυκὸν Τελμησσιάς, ὡς τοῦ Ἑλικώνιος τὸ Ἑλικωνιάς. ἔστι καὶ ἄκρα Λυκίας οὕτω λεγομένη Τελμησσιάς, ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων.

Event Date: -1
§ T613.1   Telphousa: Τέλφουσα, πόλις Ἀρκαδίας, ἀπὸ νύμφης λεγομένης Τελφούσης, θυγατρὸς Λάδωνος. ὁ οἰκήτωρ Τελφούσιος. τὸ θηλυκὸν Τελφουσία. Λυκόφρων "δίκης ἐάσει τάρροθος Τελφουσία". ἔστι καὶ Βοιωτίας Τελφούσιον, Στράβων ἐνάτῃ. Ἔφορος δὲ Τιλφωσαῖον ὄρος ἐν Ἀλαλκομενίᾳ. "Πίνδαρος δὲ καὶ Κηφισίδα καλεῖ ταύτην". ἔστι καὶ Βοιωτίας Τίλφωσα κρήνη καὶ ὄρος, ἀπὸ Τιλφούσης. Ἡρωδιανὸς δὲ Τιλφῶσσα φησίν.

Event Date: -1
§ T614.4   Telchis: Τελχίς, πόλις Αἰθιοπίας πρὸς τῇ Λιβύῃ. τὸ ἐθνικὸν τῷ μὲν ἔθει τῆς χώρας Τελχίτης, τῷ δὲ κοινῷ χαρακτῆρι Τελχίνιος, ἀπὸ τῆς γενικῆς, ἐπειδὴ καὶ ἡ Κρήτη Τελχινία ἐλέγετο καὶ οἱ Κρῆτες Τελχῖνες. λέγονται καὶ τελχῖνες θηλυκῶς αἱ ὑπὸ πληγῆς εἰς θάνατον καταφοραί. Τελχινία δὲ καὶ ἡ Σικυὼν ἐκαλεῖτο. καὶ τὸ ἐθνικὸν Τελχίνιος.

Event Date: -1
§ T614.10  Tembrion: Τέμβριον, πόλις Φρυγίας. Χάραξ δὲ Τύμβριον αὐτήν φησι. Μένανδρος δὲ Τεμβρίειον φησὶν ὡς Τορδίειον. τὸ ἐθνικὸν Τεμβριεύς.

Event Date: -1
§ T614.13   Tembros: Τέμβρος, πόλις Κύπρου, ἐν ᾗ τετίμηται Ὑλάτης Ἀπόλλων. τὸ ἐθνικὸν Τέμβριος.

Event Date: -1
§ T614.15   Temeneia: Τεμένεια, πόλις Φρυγίας πρὸς τῇ Λυκαονίᾳ. τὸ ἐθνικὸν Τεμενεύς.

Event Date: -1
§ T614.17  Temenos: Τέμενος, τόπος Σικελίας ὑπὸ τὰς Ἐπιπολὰς πρὸς ταῖς Συρακούσαις. ὁ οἰκήτωρ Τεμενίτης καὶ θηλυκῶς διὰ τοῦ 'ι'. ἔστι καὶ Τεμενίτης λόφος ἐν τῇ Θρᾴκῃ πρὸς τῇ Τριβαλλῶν.

Event Date: -1
§ T615.1   Temese: Τεμέση, πόλις Ἰταλίας. Ὅμηρος "ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ´ αἴθωνα σίδηρον". ὁ πολίτης Τεμεσαῖος.

Event Date: -1
§ T615.3   Temmix: Τέμμιξ, ἔθνος πρῶτον οἰκῆσαν ἐν Βοιωτίᾳ. Λυκόφρων "Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι". τὸ θηλυκὸν Τεμμικία παρὰ τῷ αὐτῷ "ὃν Βομβύλεια κλιτὺς ἡ Τεμμικία". καὶ θηλυκῶς Τεμμικίς. καὶ Τεμμίκειος τὸ κτητικόν· Μενέλαος δὲ διὰ τοῦ 'ι' "Τεμμίκιον ἄστυ" ἐν πρώτῳ Θηβαΐδος φησίν.

Event Date: -1
§ T615.8  Tendeba: Τένδηβα, πόλις Καρίας ἀρχαία. τὸ ἐθνικὸν Τενδηβεῖς.

Event Date: -1
§ T615.9   Tenea: Τενέα, κώμη Κορίνθου, ἀπὸ Τένου τοῦ Κύκνου. κεῖται μεταξὺ Κορίνθου καὶ Μυκηνῶν. τὸ ἐθνικὸν Τενεάτης. λέγεται καὶ Τενέα ἡ χώρα.

Event Date: -1
§ T615.12   Tenebrion: Τενέβριον, ἀκρωτήριον, καὶ κώμη Τενεβρία Ἰβηρίας. ὁ κωμήτης Τενεβριανός, ὡς Πολτυμβριανός Μεσημβριανός.

Event Date: -1
§ T615.14  Tenedos: Τένεδος, νῆσος τῶν Σποράδων, ὡς Ἑκαταῖος, ἐν Ἑλλησπόντῳ. ἀπὸ Τένου καὶ Ἀμφιθέας ἢ Ἡμιθέας, τῶν Κύκνου παίδων, οἱονεὶ Τενούεδος. ἐκαλεῖτο δὲ Λεύκοφρυς, ὁ πολίτης Τενέδιος, ὡς Ἀράδιος Ῥόδιος. ἔστι καὶ πόλις Τένεδος πρὸς τῇ Λυκίᾳ. Ἀπολλόδωρος δὲ Παμφυλίας αὐτὴν εἶναί φησι. καὶ παροιμία "Τενέδιος αὐλητής" ἐπὶ τῶν τὰ ψευδῆ μαρτυρούντων. τὸν γὰρ αὐλητὴν ἡ Φυλονόμη πρὸς Κύκνον ἤγαγε, μαρτυροῦντα ὅτι Τένης αὐτὴν ἤθελε βιάσασθαι. ἔστι καὶ ἑτέρα παροιμία "Τενέδιος πέλεκυς" ἐπὶ τῶν ἤτοι πικρῶς ἢ καὶ μᾶλλον συντόμως ἀποκοπτόντων τὰ ζητήματα καὶ τὰ ἄλλα πράγματα. καί φησιν Ἀριστείδης καὶ ἄλλοι τὸν ἐν Τενέδῳ Ἀπόλλωνα πέλεκυν κρατεῖν διὰ τὰ συμβάντα τοῖς περὶ Τένην. ἢ μᾶλλον, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ Τενεδίων πολιτείᾳ, ὅτι βασιλεύς τις ἐν Τενέδῳ νόμον ἔθηκε, τὸν καταλαμβάνοντα μοιχοὺς ἀναιρεῖν πελέκει ἀμφοτέρους. ἐπειδὴ δὲ συνέβη τὸν υἱὸν αὐτοῦ καταληφθῆναι μοιχόν, ἐκύρωσε καὶ περὶ τοῦ ἰδίου παιδὸς τηρηθῆναι τὸν νόμον, καὶ ἀναιρεθέντος εἰς παροιμίαν περιῆλθε τὸ πρᾶγμα ἐπὶ τῶν ὠμῶς πραττομένων. διὰ τοῦτό φησι καὶ ἐπὶ τοῦ νομίσματος τῶν Τενεδίων κεχαράχθαι ἐν μὲν τῷ ἑτέρῳ μέρει πέλεκυν ἐπὶ δὲ τοῦ ἑτέρου δύο κεφαλὰς εἰς ὑπόμνησιν τοῦ περὶ τὸν παῖδα παθήματος. ἔστι καὶ ἄλλη παροιμία "Τενέδιος ξυνήγορος" ὁ ἀπότομος καὶ σκληρός. Ἀπολλόδωρος δὲ ἐν νεῶν καταλόγῳ φησὶν ὅτι τοὺς μὲν τῆς Παμφυλίας Τενεδεῖς, τοὺς δὲ τῆς νήσου Τενεδίους. καὶ θηλυκῶς Τενεδία.

Event Date: -1
§ T616.16  Tentyris: Τέντυρις, πόλις Αἰγύπτου καθαρτικὴ τῶν κροκοδείλων. ὁ πολίτης Τεντυρίτης. λέγεται καὶ Τέντυρα ἡ πόλις, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτιακῶν.

Event Date: -1
§ T616.19   Terapse: Τεράψη, νῆσος πρὸς Καρχηδόνα οὐ μεγάλη. τὸ ἐθνικὸν Τεραψαῖος.

Event Date: -1
§ T616.21   Terbetia: Τερβητία, πόλις Σικελίας. οἱ πολῖται Τερβητῖνοι, ὡς Πλακεντῖνοι ἀπὸ Πλακεντίας. Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ.

Event Date: -1
§ T616.23   Tergis: Τέργις, πόλις ἐν Λιβύῃ πρὸς τῇ Αἰθιοπίᾳ. τὸ ἐθνικὸν Τεργίτης, ὡς τῆς Λέπτις Λεπτίτης. [οὕτως καὶ ὁ φιλόσοφος Κορνοῦτος ἐχρημάτιζε Λεπτίτης.]

Event Date: -1
§ T617.3  Teredon: Τερηδών, πόλις ἐπὶ τῇ Ἐρυθρᾷ. τὸ ἐθνικὸν Τερηδόνιος, ὡς Ἀνθηδόνιος Καρχηδόνιος.

Event Date: -1
§ T617.5  Terina: Τέρινα, πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος, κτίσμα Κροτωνιατῶν, ὡς Φλέγων. ἐκαλεῖτο δὲ καὶ μεγάλη Ἑλλάς, ὡς Ἀπολλωνίδης ὁ Νικαεὺς ἐν τῷ περὶ παροιμιῶν. τινὲς δὲ νῆσον αὐτήν, εἰς ἣν ἐξεβράσθη Λίγεια ἡ Σειρήν, ὡς Λυκόφρων "Λίγεια δ´ εἰς Τέριναν ἐκναυσθλώσεται". ὁ πολίτης Τεριναῖος.

Event Date: -1
§ T617.11  Termera: Τέρμερα, πόλις Λυκίας, ἀπὸ Τερμέρου. ὁ πολίτης Τερμερεύς. Ἡρόδοτος δὲ Τερμίλας αὐτοὺς καλεῖ ἐν τῷ πρώτῳ. ὁ δὲ χρησμὸς ὁ περὶ αὐτῶν Τερμιλέας αὐτούς φησι.

Event Date: -1
§ T617.14   Termessos: Τερμησσός, πόλις Πισιδίας. ἔστι καὶ ἄλλη ταύτης ἄποικος καὶ αὐτὴ Πισιδίας, λεγομένη μικρά, ὡς ἡ προτέρα μείζων. τὸ ἐθνικὸν Τερμησσεύς.

Event Date: -1
§ T618.3   Tetrapolis: Τετράπολις, τῆς Ἀττικῆς, ἔχουσα δήμους καὶ πόλεις τέτταρας, Οἰνόην Προβάλινθον Τρικόρυνθον Μαραθῶνα. Ἀνδροτίων δὲ Τετραπόλιδός φησι διὰ τοῦ 'δ'. αὕτη πρότερον ἐκαλεῖτο Ὑττηνία, οἱ οἰκήτορες Τετραπολεῖς καὶ Τετραπολῖται, ὡς Φαβωρῖνος ἐν πρώτῳ παντοδαπῆς ὕλης ἱστορικῆς.

Event Date: -1
§ T618.8   Tetrachoritai: Τετραχωρῖται, οἱ Βεσσοί, ὡς Στράβων ἑβδόμῃ. οὗτοι λέγονται καὶ Τετράκωμοι.

Event Date: -1
§ T618.10   Teuthis: Τευθίς, πόλις Ἀρκαδίας. τὸ ἐθνικὸν πατρωνυμικῶς Τευθίδης.

Event Date: -1
§ T618.12  Teuthrania: Τευθρανία, Μυσίας πόλις, ἀπὸ Τεύθραντος. ὁ Τεύθρας δὲ τὴν Αὔγην ἔγημε καὶ τὸν Τήλεφον ἐπαιδοποιήσατο. τὸ ἐθνικὸν Τευθράνιος, ὡς τῆς Παρρασίας Παρράσιος. λέγεται καὶ Τευθράντιος, Εὐριπίδης Λικυμνίῳ "Τευθράντιον δὲ σχῆμα Μυσίας χθονός", τὸ θηλυκὸν Τευθραντίς, ἀπὸ τῆς Τεύθραντος γενικῆς.

Event Date: -1
§ T618.18   Teukroi: Τευκροί, ὀξυτόνως, οἱ Τρῶες, ἀπὸ Τεύκρου τοῦ Σκαμάνδρου καὶ Ἰδαίας νύμφης. λέγεται καὶ Τευκρίς θηλυκῶς ἡ Τροία, καὶ Τεύκριον.

Event Date: -1
§ T618.21   Teumessos: Τευμησσός, ὄρος Βοιωτίας. Ὅμηρος ἐν τῷ εἰς Ἀπόλλωνα ὕμνῳ "εἰς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην". ἄστυ, ὡς Δημοσθένης ἐν τρίτῳ Βιθυνιακῶν. ἐκλήθη δ´ οὕτως, ὡς Ἀντίμαχος πρώτῳ Θηβαΐδος οὕνεκά οἱ Κρονίδης, ὅς[τε] μέγα πᾶσιν ἀνάσσει, ἄντρον ἐνὶ σκηνῇ τευμήσατο, τόφρα κεν εἴη Φοίνικος κούρη κεκυθμένα, ὄφρα ἑ μή τις μηδὲ θεῶν ἄλλος γε παρὲξ φράσσαιτό κεν αὐτοῦ. οἱ κατοικοῦντες Τευμήσσιοι, καὶ Τευμησσία ἡ ἀλώπηξ ἀπὸ τοῦ ὄρους, καὶ τὸ οὐδέτερον Τευμήσσιον. καὶ τὸ ἐκ τόπου Τευμησσόθεν, καὶ τὸ εἰς τόπον Τευμησσόνδε. Ἀντίμαχος ἐν πρώτῳ Θηβαΐδος.

Event Date: -1
§ T619.11   Teutlousa: Τεύτλουσα, νῆσος Ἰωνίας. Θουκυδίδης ηʹ. τὸ ἐθνικὸν Τευτλουσαῖος ἢ Τευτλούσσιος.

Event Date: -1
§ T619.13   Teuochis: Τεύωχις, πόλις Αἰγυπτία. ἔστι καὶ λίμνη ὁμώνυμος. ὁ πολίτης Τευωχίτης.

Event Date: -1
§ T619.15   Teos: Τέως, πόλις Ἰωνίας. ἔστι δὲ μέση Ἰωνίας, ὡς Ἡρόδοτος ἐν πρώτῃ. ἣν πρῶτον ἔκτισεν Ἀθάμας, ὅθεν Ἀθαμαντίδα καλεῖ αὐτὴν Ἀνακρέων. ἐκλήθη δὲ ἀπὸ τῆς Ἀθάμαντος θυγατρὸς Ἀρᾶς. σκοπουμένου γὰρ τοῦ Ἀθάμαντος ἔνθα ἱδρύσει τὸν λαόν, ἀθύρουσα οἷα δὴ παῖς ἐκ λίθων οἰκίαν δειμαμένη ἔλεγεν "ἕως σὺ χῶρον ἐσκόπεις, τέως ἐγὼ πόλιν σοι ἐδειμάμην". καὶ διὰ τοῦτο ἡ πόλις οὕτως ὠνομάσθη. τὸ ἐθνικὸν Τήιος. ἔστι γὰρ πρῶτον Τέιος καὶ Τεῖος καὶ ἰωνικῶς Τήιος. ἀφ´ οὗ "Πρωταγόρας ὁ Τήιος". καὶ Σκυθῖνος ἰάμβων ποιητὴς Τήιος. καὶ θηλυκῶς Τηία. ἔστι καὶ ἑτέρα πόλις ἐν Δυρβαίοις τῆς Σκυθίας, ἐν ᾗ λέγουσι λίμνην ἰχθύων ἔχουσαν πλῆθος, ἀφ´ ὧν εὐδίας γινομένης ἔλαιον ἐπιπολάζει τοσοῦτον, ὅσον ἀρύεσθαι αὐτὸ ταῖς χερσὶν εἰς σκάφος καὶ χρῆσθαι αὐτῷ.

Event Date: -1
§ T620.10   Telandros: Τήλανδρος, πόλις Καρίας. καὶ Τηλανδρία ἄκρα. Ἀλέξανδρος δ´ ὁ πολυίστωρ οὐδετέρως τὴν πόλιν Τήλανδρον καλεῖ ἐν πρώτῳ Λυκιακῶν. καὶ Τηλάνδρειαν τὴν αὐτήν· τὸ ἐθνικὸν Τηλανδρεύς. τοῦ δὲ Τηλάνδρου Τηλάνδριος τὸ ἐθνικόν.

Event Date: -1
§ T620.14   Telebois: Τηλεβοΐς, μοῖρα τῆς Ἀκαρνανίας, ἀπὸ Τηλεβόου, ἣ πρότερον Ταφίων ἐκαλεῖτο. οἱ οἰκήτορες Τηλεβόαι. ἔστι καὶ Τηλεβόας ποταμὸς πρὸς ταῖς πηγαῖς τοῦ Τίγρητος.

Event Date: -1
§ T620.17   Telephios: Τηλέφιος, δῆμος καὶ Τηλέφου κρήνη Λυκίας. Μέναιχμος γάρ φησιν ὅτι "ἀπὸ ἑπτὰ σταδίων Πατάρων Τηλέφου κρήνη δείκνυται, διὰ τὸ Τήλεφον ἀπονίψασθαι ἐκεῖ τὸ τραῦμα, θολερὰν δὲ εἶναι. ἔστι καὶ δῆμος Τηλέφιος". τὸ ἐθνικὸν Τηλέφιος ἢ Τηλεφιεύς.

Event Date: -1
§ T620.22   Telos: Τῆλος, νῆσος τῶν Κυκλάδων μία, ἀπὸ Τήλου οἰκιστοῦ. ἐκαλεῖτο δὲ καὶ Ἀγαθοῦσσα, ὡς Ἰάσων. τὸ ἐθνικὸν Τήλιος. Ἀνδροτίων ἕκτῳ Ἀτθίδος.

Event Date: -1
§ T621.3   Temenion: Τημένιον, χωρίον Μεσσήνης, ἐν ᾧ τέθαπται Τήμενος. οἱ οἰκήτορες Τημενιεῖς ὡς Ἰλιεῖς.

Event Date: -1
§ T621.5   Temnos: Τῆμνος, πόλις τῆς Αἰολίδος. ὁ Μαλαὸς γὰρ ἔλαβε χρησμόν, ὅπου ἂν ὁ τοῦ ἅρματος ἄξων διατμηθῇ πόλιν κτίσαι. καὶ διατμηθέντος τοῦ ἄξονος κτίζει. ὁ πολίτης Τημνίτης.

Event Date: -1
§ T621.8   Teneion: Τήνειον, πόλις Ἀχαΐας. τὸ ἐθνικὸν Τηνειεύς ὡς Σουνιεύς καὶ Σιγειεύς.

Event Date: -1
§ T621.1   Tenos: Τῆνος, νῆσος Κυκλάς, ἀπὸ οἰκιστοῦ Τήνου. ἐκλήθη καὶ Ὑδρόεσσα διὰ τὸ κατάρρυτον εἶναι, καὶ Ὀφιοῦσσα, Ἀριστοτέλης ἐν τῷ περὶ θαυμασίων ἀκουσμάτων φησὶν ὅτι ἐν Τήνῳ τῇ νήσῳ φασὶν εἶναι φιάλιον σύγκραμα ἔχον, ἐξ οὗ πῦρ ἀνάπτουσι πάνυ ῥᾳδίως. καὶ Ἀθήναιος ἐν δευτέρῳ δειπνοσοφιστῶν περὶ αὐτῆς ὅτι ἐν Τήνῳ τῇ νήσῳ κρήνη ἐστίν, ἧς τὸ ὕδωρ οἴνῳ οὐ μίγνυται. ἔστι καὶ πόλις Λακωνικὴ μία τῶν ἑκατὸν Τῆνος λεγομένη. ὁ πολίτης Τήνιος, καὶ τὸ θηλυκὸν Τηνία, ἀφ´ οὗ καὶ Ἥριννα Τηνία ποιήτρια. λέγεται καὶ Τηνεύς.

Event Date: -1
§ T622.6   Tibarenia: Τιβαρηνία, χώρα πρὸς τῷ Πόντῳ, πρόσοικος Χάλυψι καὶ Μοσσυνοίκοις. τὸ ἐθνικὸν Τιβαρανοί καὶ Τιβαρηνοί, καὶ τὸ θηλυκὸν Τιβαρηνίς. Ἔφορος ἐν πέμπτῳ φησὶν ὅτι "Τιβαρηνοὶ καὶ τὸ παίζειν καὶ τὸ γελᾶν εἰσιν ἐζηλωκότες καὶ μεγίστην εὐδαιμονίαν τοῦτο νομίζουσιν. ὅμοροι δὲ τούτοις Χάλυβες καὶ τὸ τῶν Λευκοσύρων ἔθνος".

Event Date: -1
§ T622.12   Tibeion: Τίβειον, τόπος Φρυγίας, ἀπὸ Τιβίου τινός. ἐκ τούτου καὶ Τιβίους τοὺς δούλους καλοῦσι.

Event Date: -1
§ T622.14   Tiberias: Τιβεριάς, πόλις τῆς Ἰουδαίας πρὸς τῇ Τεννησαρίτιδι λίμνῃ. ἐκτίσθη δὲ ὑπὸ Ἡρώδου. ἐκ ταύτης ἦν Ἰοῦστος ὁ τὸν Ἰουδαϊκὸν πόλεμον τὸν κατὰ Οὐεσπασιανοῦ ἱστορήσας. ὁ πολίτης Τιβεριεύς. Ἰουλιανὸς δὲ ὁ βασιλεὺς Τιβεριοπολίτας ἐπέγραψε, καὶ δῆλον ὡς τῆς πόλεως καλουμένης Τιβεριουπόλεως, τὸ θηλυκὸν Τιβεριάς.

Event Date: -1
§ T622.2   Tibyris: Τίβυρις, πόλις Ἰταλίας. Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων "ἔστι δ´ ἐν μεσογείῳ καὶ Τίβυρα πόλις Ἑλληνὶς τὴν ἀρχὴν γεγονυῖα, ἀπέχουσα ἀπὸ Ῥώμης σταδίους ρμζʹ". τὸ ἐθνικὸν Τιβυρτῖνος. Νικάνωρ δ´ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ, καὶ τὸ ἐθνικὸν Τιβουρῖνον, ὃ καὶ ἀναλογώτερον. "ἐν ᾗ Τιβουρίνιον τέμενος". αὕτη Πολυστέφανος ὠνομάζετο πρότερον.

Event Date: -1
§ T623.5  Tingis: Τίγγις, πόλις Μαυρουσίας. ὁ πολίτης ἔδει Τιγγίτης, ὡς Μεμφίτης Ζελείτης. Μαρκιανὸς δὲ Μαυριτανίαν αὐτὴν λέγει. Τιγγιτανός οὖν τὸ ἐθνικὸν καὶ θηλυκὸν Τιγγιτανή. "εἰσὶ δὲ ἀπὸ Τίγγεως στάδια ὀγδοήκοντα".

Event Date: -1
§ T623.9  Tigranokerta: Τιγρανόκερτα, οὐδετέρως, πόλις πρὸς Ἀρμενίαν, ἀπὸ Τιγράνου βασιλέως Ἀρμενίας. Κουάδρατος ἐνάτῳ "καὶ ᾤκισε τὰ Τιγρανόκερτα. τὸ δ´ ἐστὶ τῇ Παρθυαίων φωνῇ Τιγρανούπολις". τὸ ἐθνικὸν Τιγρανοκέρται.

Event Date: -1
§ T623.13   Tithoraia: Τιθοραία, πόλις Βοιωτίας, ἀπὸ νύμφης Τιθοραίας, ὡς Παυσανίας ιʹ. ἐνταῦθα Ζῆθος καὶ Ἀμφίων ἐτάφησαν. ὁ πολίτης Τιθοραιεύς. ἔστι δ´ ἐν τῇ ἄκρᾳ Παρνασσοῦ.

Event Date: -1
§ T624.3  Tithras: Τίθρας, δῆμος τῆς Αἰγηίδος φυλῆς. ὁ δημότης Τιθράσιος. ἐκ τόπου Τιθραντόθεν, εἰς τόπον Τιθραντάδε, ἐν τόπῳ Τιθραντοῖ.

Event Date: -1
§ T624.6   Tithronion: Τιθρώνιον, Φωκικὴ πόλις. τὸ ἐθνικὸν Τιθρωνιεύς.

Event Date: -1
§ T624.7   Tikinos: Τίκινος, πόλις Ἰταλίας περὶ Ῥαούενναν καὶ ποταμὸς ὁμώνυμος. τὸ ἐθνικὸν Τικίνιος.

Event Date: -1
§ T624.9   Tilataioi: Τιλαταῖοι, ἔθνος Θρᾴκης. Θουκυδίδης δευτέρᾳ.

Event Date: -1
§ T624.10   Tilphossaion: Τιλφωσσαῖον, χωρίον Θετταλίας. τὸ ἐθνικὸν Τιλφωσσαῖος ὁμοίως.

Event Date: -1
§ T624.12   Timyra: Τίμυρα, πόλις περὶ Ἰσαυρίαν. καὶ ποταμὸς Ἰνδός. τὸ ἐθνικὸν Τιμυραῖος.

Event Date: -1
§ T624.14   Timonion: Τιμώνιον, φρούριον Παφλαγονίας. τὸ ἐθνικὸν Τιμωνίτης καὶ τὸ θηλυκὸν Τιμωνῖτις.

Event Date: -1
§ T624.16   Tindion: Τίνδιον, πόλις Λιβύης. ὁ πολίτης Τινδανός. ἐχρῆν δὲ Τινδιεύς ὡς Σουνιεύς· ἀλλὰ μᾶλλον ἀπὸ τοῦ Τίνδα Τινδανός. τοῦ δὲ Τίνδα τὸ Τίνδιον. ἔστι καὶ Τίνδη Θρᾴκης Χαλκιδικὴ πόλις. τὸ ἐθνικὸν Τινδαῖος.

Event Date: -1
§ T624.2   Tios: Τίος, πόλις Παφλαγονίας τοῦ Πόντου, ἀπὸ Τίου ἱερέως τὸ γένος Μιλησίου, ὡς Φίλων. Δημοσθένης δ´ ἐν Βιθυνιακοῖς φησι κτιστὴν τῆς πόλεως γενέσθαι Πάταρον ἑλόντα Παφλαγονίαν, καὶ ἐκ τοῦ τιμᾶν τὸν Δία Τίον προσαγορεῦσαι. μέμνηται καὶ Μένιππος ἐν Παφλαγονίας περίπλῳ "ἀπὸ Ψύλλης χωρίου ἐς Τίον πόλιν καὶ ποταμὸν Βίλαιον στάδιοι Ϟʹ". [καί] "οἱ πάντες ἀπὸ Ἡρακλείας ἐς Τίον πόλιν καὶ ποταμὸν Βίλαιον στάδιοι τοʹ". καὶ πάλιν "οἱ πάντες ἀπὸ Τίου εἰς Ἄμαστριν στάδιοι σκʹ". Στράβων ἐν τῷ δωδεκάτῳ οὐδετέρως καὶ τρισυλλάβως τὸ Τίειον φησί. καὶ τὸ ἐθνικὸν ἀπὸ τῆς Τίου Τιανός, ὡς ἀπὸ τῆς Κίου Κιανός. λέγεται δὲ καὶ Τιανεύς.

Event Date: -1
§ T625.9   Tipanisai: Τιπανίσαι, ἔθνος παρὰ τὸν Καύκασον. Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ T625.11   Tiriza: Τίριζα, πόλις Παφλαγονίας. τὸ ἐθνικὸν Τίριζοι. Κτησίας δὲ Τιριζιβανοὺς αὐτούς φησιν ἐν τῷ δευτέρῳ "ἐκ δὲ τῶν Ὀδρυσῶν εἰς Τιριζιβανοὺς οἰκοῦντας ἐν Πα[φλαγονίᾳ]".

Event Date: -1
§ T625.14   Tirsai: Τίρσαι, πόλις Μυγδονίας τῆς ἐν Μακεδονίᾳ, ἀπὸ Τίρσης, μιᾶς τῶν γυναικῶν [Γρας]τοῦ παιδὸς Μύγδονος, ὡς Θεαγένης φησί. τὸ ἐθνικὸν Τιρσαῖος.

Event Date: -1
§ T625.17  Tiryns: Τίρυνς, πόλις τῆς Πελοποννήσου "οἳ δ´ Ἄργος τ´ εἶχον Τίρυνθά τε τειχιόεσσαν". ἀπὸ Τίρυνθος τῆς Ἄλω θυγατρός, ἥ τις Ἀμφιτρύωνος ἦν ἀδελφή. ἐκαλεῖτο δὲ πρότερον Ἁλιεῖς, διὰ τὸ πολλοὺς Ἑρμιονέων ἁλιευομένους οἰκεῖν αὐτοῦ. τὸ ἐθνικὸν Τιρύνθιος καὶ Τιρυνθιάς τὸ θηλυκὸν καὶ Τιρυνθίς. τὸ ἐκ τόπου Τιρυνθόθεν, εἰς τόπον Τίρυνθόνδε. ὤφειλε δὲ Τίρυνθάδε ὡς πρὸς αἰτιατικήν.

Event Date: -1
§ T626.6   Tisia: Τισία, ὡς Ἀσία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Τισιάτης ὡς Ἀσιάτης, καὶ Τισιᾶτις θηλυκόν.

Event Date: -1
§ T626.8  Tisis: Τῖσις, πόλις Αἰγύπτου, ἣν ἔκτισε Τῖσις. ὁ πολίτης Τισίτης.

Event Date: -1
§ T626.10   Tissai: Τίσσαι, χωρίον Σικελίας. Φίλιστος ἐνάτῳ. τὸ ἐθνικὸν Τισσαῖος.

Event Date: -1
§ T626.12  Titakidai: Τιτακίδαι, δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ἀπὸ Τιτακοῦ τοῦ προδόντος Ἀφίδνας τοῖς Διοσκούροις. ὁ δημότης Τιτακίδης ὁμοφώνως. καὶ τὰ τοπικὰ ἐπιρρήματα ὡσαύτως.

Event Date: -1
§ T626.15   Titana: Τίτανα, χωρίον τῆς Σικυωνίας. λέγεται καὶ ἑνικῶς "Τιτάνοιό τε λευκὰ κάρηνα". τὸ ἐθνικὸν Τιτάνιος καὶ Τιτανία. νῦν δὲ Τευτάνιον καλεῖται.

Event Date: -1
§ T627.3   Titaron: Τιταρών, πόλις Θεσσαλίας, ἣν Τίταρον Λυκόφρων φησί. τὸ ἐθνικὸν Τιταρώνιος. ἔστι καὶ Τιταρήσιος ποταμὸς Θεσσαλίας. τὸ ἐθνικὸν ὁμοφώνως Τιταρήσιος.

Event Date: -1
§ T627.6   Titoneus: Τιτωνεύς, ὄρος .... Διονύσιος Γιγαντιάδος πρώτῳ. ὁ οἰκήτωρ Τιτωνεύς.

Event Date: -1
§ T627.8   Tletes: Τλῆτες, ἔθνος Ἰβηρικὸν περιοικοῦν τοὺς Ταρτησσίους. Θεόπομπος τεσσαρακοστῷ πέμπτῳ.

Event Date: -1
§ T627.10   Tlos: Τλῶς, πόλις Λυκίας, ἀπὸ Τλῶ τοῦ Τρεμίλητος καὶ Πραξιδίκης νύμφης. τὸ ἐθνικὸν διχῶς καὶ Τλωεύς καὶ Τλωίτης. ἔστι καὶ Τλῶς Τλωός τὸ ἐθνικόν, ἀλλὰ καὶ Τλώιος. ἔστι καὶ ἄλλη Τλῶς πόλις Πισιδίας. τὸ κτητικὸν Τλωικός καὶ Τλωική.

Event Date: -1
§ T627.15   Tnyssos: Τνυσσός, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Τνυσσεύς τῷ τύπῳ τῆς χώρας.

Event Date: -1
§ T627.17   Tolerion: Τολέριον, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Τολερῖνος.

Event Date: -1
§ T627.18   Tolistobioi: Τολιστόβιοι, ἔθνος Γαλατῶν ἑσπερίων μετοικησάντων ἐκ τῆς Κελτογαλατίας εἰς Βιθυνίαν. Ἐρατοσθένης δ´ ἐν πρώτῳ Γαλατικῶν Τολιστοβωγίους αὐτούς φησι.

Event Date: -1
§ T628.1   Tolophon: Τολοφών, πόλις Λοκρῶν τῶν Ὀζολῶν. τὸ ἐθνικὸν Τολοφώνιος. Θουκυδίδης τρίτῃ.

Event Date: -1
§ T628.3   Tomaros: Τόμαρος, ὄρος Δωδώνης, ὅ τινες Τομοῦρον καὶ τοὺς κατοικοῦντας Τομούρους. οἱ δὲ Τμάρος, οὗ τὸ ἐθνικὸν Τμάριος.

Event Date: -1
§ T628.6  Tomeus: Τομεύς, πόλις πρὸς τῇ Ὀδησσῷ. Στράβων ἑβδόμῃ. ὠνομάσθη δὲ οὕτως διὰ τὸ Ἄψυρτον τὸν Αἰήτου υἱὸν ὑπὸ Μηδείας καὶ Ἰάσονος ἐν τῇ φυγῇ ἐκεῖ κατατμηθῆναι. ἔστι καὶ Τομαῖον ὄρος παρὰ τὸ Κορυφάσιον τῆς Πύλου, ἐοικὸς σμίλῃ. ὁ πολίτης Τομίτης, καὶ Τομῖτις τὸ θηλυκόν. ὤφειλε δὲ ὡς Ἀταρνείτης διὰ διφθόγγου γράφεσθαι.

Event Date: -1
§ T628.12  Tomisa: Τόμισα, χωρίον διορίζον Καππαδοκίαν ἀπὸ τοῦ Ταύρου. τὸ ἐθνικὸν Τομισηνός τῷ τύπῳ τῆς χώρας καὶ Τομισεύς.

Event Date: -1
§ T628.14   Toxioi: Τόξιοι, καὶ Τοξιανοί, ἔθνος Ταυρικόν. Ἡρωδιανὸς ἑβδόμῃ.

Event Date: -1
§ T628.16   Topazos: Τόπαζος, νῆσος Ἰνδική. τὸ ἐθνικὸν Τοπάζιος. Ἀλέξανδρος ὁ πολυίστωρ φησὶν ὡς εὑρίσκεσθαι καὶ ἐν τῇ τῶν Τοπαζίων νήσῳ λίθον ὁμώνυμον τῇ νήσῳ, [καὶ] ὅμοιον εἶναι τῇ χροιᾷ τῇ τοῦ νέου ἐλαίου. διὰ τοῦ 'ξ' δ´ ἐγράφετο πρότερον.

Event Date: -1
§ T628.20   Toretai: Τορέται, ἔθνος Ποντικόν. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς.

Event Date: -1
§ T628.22   Torrebos: Τόρρηβος, πόλις Λυδίας, ἀπὸ Τορρήβου τοῦ Ἄτυος. τὸ ἐθνικὸν Τορρήβιοι καὶ θηλυκὸν Τορρηβίς. "ἐν δὲ τῇ Τορρηβίδι ἐστὶν ὄρος Κάριος καλεόμενον καὶ τὸ ἱερὸν τοῦ Καρίου ἐκεῖ". "Κάριος δὲ Διὸς παῖς καὶ Τορρηβίας", ὡς Νικόλαος τετάρτῳ, "ὃς πλαζόμενος περί τινα λίμνην, ἥ τις ἀπ´ αὐτοῦ Τορρηβία ἐκλήθη, φθογγῆς Νυμφῶν ἀκούσας, ἃς καὶ Μούσας Λυδοὶ καλοῦσι, καὶ μουσικὴν ἐδιδάχθη καὶ αὐτὸς τοὺς Λυδοὺς ἐδίδαξε. καὶ τὰ μέλη διὰ τοῦτο Τορρήβια ἐκαλεῖτο".

Event Date: -1
§ T629.8   Tortomion: Τορτόμιον, πόλις μεταξὺ Συρίας καὶ Ἀρμενίας. τὸ ἐθνικὸν Τορτόμιος ὡς Βυζάντιος.

Event Date: -1
§ T629.10   Torone: Τορώνη, πόλις Θρᾴκης, ἀπὸ Τορώνης τῆς Πρωτέως ἢ Ποσειδῶνος καὶ Φοινίκης. ἔστι καὶ ἄλλη Τορώνη μετὰ Τροίαν κτισθεῖσα. ὁ πολίτης Τορωναῖος. ἔστι καὶ ἄλλη πόλις Σικελίας Τόροννα διὰ δύο 'νν' καὶ δύο 'οο'. λέγεται καὶ Τορωναϊκὸς κόλπος. οὕτως δὲ καλεῖται ἀπὸ τοῦ Καναστραίου ἕως τῆς Δέρρεως.

Event Date: -1
§ T629.16  Tourdetania: Τουρδητανία, χώρα τῆς Ἰβηρίας, ἣ καὶ Βαιτική καλεῖται παρὰ τὸν Βαῖτιν ποταμόν. οἱ οἰκοῦντες Τουρδητανοί καὶ Τουρδοῦλοι. Ἀρτεμίδωρος δὲ Τουρτυτανίαν αὐτὴν καλεῖ καὶ Τούρτους τοὺς οἰκήτορας καὶ Τουρτυτανούς.

Event Date: -1
§ T630.1   Tragasai: Τραγασαί, χωρίον ἐν ἠπείρῳ, ἀπὸ Τραγάσου, οὗ εἰς χάριν ὁ Ποσειδῶν ἁλὸς πῆξιν ἐποίησεν, ὅθεν Τραγασαῖοι ἅλες, ὡς Ἑλλάνικος ἐν πρώτῳ Λεσβιακῶν. ἀφ´ οὗ καὶ τὸ πεδίον Ἁλήσιον καλεῖται. ὁ οἰκήτωρ Τραγασαῖος. Ἀριστοφάνης Ἀχαρνεῦσι.

Event Date: -1
§ T630.6   Tragia: Τραγία, νῆσος πρὸς ταῖς Κυκλάσιν, ὅθεν ἦν Θεογείτων ὁ περιπατητικός, Ἀριστοτέλους γνώριμος. ἔστι [καὶ] πόλις ἐν Νάξῳ, ἐν ᾗ Τράγιος Ἀπόλλων τιμᾶται. Εὔπολις διὰ τοῦ 'ε' γράφει καὶ πληθυντικῶς Τραγέαι, τὸ ἐθνικὸν Τραγεάτης ὡς Τεγεάτης.

Event Date: -1
§ T630.11   Tragilos: Τράγιλος, πόλις μία τῶν ἐπὶ Θρᾴκης πρὸς τῇ χερρονήσῳ καὶ Μακεδονίᾳ. ἐκ ταύτης ἦν Ἀσκληπιάδης ὁ τὰ τραγῳδούμενα γράψας ἐν ἓξ βιβλίοις. ὁ πολίτης Τραγιλεύς.

Event Date: -1
§ T630.14   Trallia: Τραλλία, μοῖρα τῆς Ἰλλυρίας. λέγονται καὶ Τράλλοι, καὶ Τράλλεις παρὰ Θεοπόμπῳ. λέγεται καὶ Τραλλική καὶ Τράλλα ἔστι καὶ Τράλλιον Βιθυνίας, ἣ καθήκει πρὸς τὸν Ἀστακηνὸν κόλπον. τὸ ἐθνικὸν τούτου Τράλλιοι.

Event Date: -1
§ T630.18   Trallis: Τράλλις, πόλις Λυδίας πρὸς τῷ Μαιάνδρῳ ποταμῷ, ἡ πρότερον [λεγομένη] Πολυάνθεια διὰ τὸ πολλὰ ἄνθη ἐκεῖ πεφυκέναι. ἐκαλεῖτο καὶ Ἐρυμνά, τὸ ἐθνικὸν Τραλλιανός.

Event Date: -1
§ T631.1   Trampe: Τράμπη, πόλις Ἰωνίας. τὸ ἐθνικὸν Τραμπαῖος, ὡς Λάμπη Λαμπαῖος.

Event Date: -1
§ T631.3  Trampya: Τραμπύα, πόλις τῆς Ἠπείρου πλησίον Βουνίμων. ὁ πολίτης Τραμπυεύς καὶ Τραμπυάτης.

Event Date: -1
§ T631.5   Transalpinoi: Τρανσαλπῖνοι, ἔθνη Κελτῶν πέραν τῶν Ἄλπεων· τὸ γὰρ τράνς σημαίνει τὸ πέραν.

Event Date: -1
§ T631.7  Trapeza: Τράπεζα, πόλις Ἀρκαδίας ἐγγὺς Τρικολώνων. οἱ πολῖται Τραπεζεῖς.

Event Date: -1
§ T631.9  Trapezous: city toward the Euxine sea, colony of the Sinopeans. It also used to be called Oizenis. Aristotle in the book about Marvels Heard says the boxwood honey here is strong-smelling, and healthy people get deranged eating it while epileptics are immediately cured. There is in Arkadia a city Trapezous from Trapezous the son of Lykaon, as Pausanias writes in his 8th book. This is also one near the Arabic Gulf.... GR: Τραπεζοῦς, πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ, Σινωπέων ἄποικος. ἐκαλεῖτο καὶ Οἰζηνίς, ἐν ταύτῃ μέλι ἀπὸ τῆς πύξου φησὶν Ἀριστοτέλης γίνεσθαι ἐν τῷ περὶ θαυμασίων ἀκουσμάτων βαρύοσμον, ἀφ´ οὗ τοὺς φαγόντας ὑγιαίνοντας μὲν ἐξίστασθαι, τοὺς δ´ ἐπιλήπτους εὐθέως ἀπαλλάττεσθαι. ἔστι καὶ Ἀρκαδίας πόλις Τραπεζοῦς, ἀπὸ Τραπεζοῦντος παιδὸς Λυκάονος, ὡς Παυσανίας ὀγδόῳ. ἔστι καὶ ἄλλη πλησίον τοῦ Ἀραβικοῦ κόλπου. ὁ πολίτης Τραπεζούντιος ὡς Σελινούντιος, καὶ ἡ χώρα Τραπεζουντία. λέγεται καὶ Τραπεζούσιος ὡς Ἀμαθούσιος.

Event Date: -1
§ T631.19   Trauala: Τραύαλα, πόλις Λυκίας. τὸ ἐθνικὸν Τραυαλεύς.

Event Date: -1
§ T631.2   Trauchenioi: Τραυχένιοι, ἔθνος περὶ τὸν πόντον τὸν Εὔξεινον, ὅμορον Σίνδοις.

Event Date: -1
§ T632.1   Trausoi: Τραυσοί, πόλις Κελτοῦς. ἔθνος οὓς οἱ Ἕλληνες Ἀγαθύρσους ὀνομάζουσι.

Event Date: -1
§ T632.3   Traphe: Τράφη, πόλις πρὸς τῷ Πόντῳ. τὸ ἐθνικὸν Τραφαῖος.

Event Date: -1
§ T632.4   Trapheia: Τράφεια, πόλις Βοιωτίας, πολλὰ θρέμματα ἔχουσα. τὸ ἐθνικὸν Τράφιος ἢ Τραφιεύς.

Event Date: -1
§ T632.6   Tracheia: Τραχεῖα, οὕτως ἡ Ἰσαυρία πᾶσα. Στράβων τεσσαρεσκαιδεκάτῃ "Κιλικίας δὲ τῆς ἔξω Ταύρου ἡ μὲν λέγεται τραχεῖα ἡ δὲ πεδιάς. τὸ τοπικὸν Τραχεώτης. ἀρχὴ δ´ αὐτῆς ἀπὸ Κορακησίου, ἡ πεδιὰς δὲ ἀπὸ Σόλων καὶ Ταρσοῦ μέχρι Ἰσσοῦ". καί ἐστι τὸ ταύτης τοπικὸν ἔτι καὶ νῦν Πεδιανοί, ὀφεῖλον Πεδιεῖς ὡς Σουνιεῖς.

Event Date: -1
§ T632.12   Trachis: Τραχίς, πόλις Θεσσαλίας ὑπὸ τὴν Οἴτην, ὑπὸ Ἡρακλέους κτισθεῖσα καὶ ὀνομασθεῖσα οὕτως διὰ τὴν τραχύτητα. ὁ πολίτης Τραχίνιος καὶ Τρηχίνιος καὶ Τραχιναῖος.

Event Date: -1
§ T632.15   Tremithous: Τρεμιθοῦς, κώμη Κύπρου. καλοῦνται Τρεμιθούσιοι καὶ Τρεμιθοπολῖται. φασὶ δ´ ὅτι ἐπιβάσης Ἀφροδίτης εἰς τὸν τόπον διὰ τὴν παρουσίαν τῆς δαίμονος ὑπὸ τρόμου διασαλευθῆναι, διὸ καὶ Τρεμιθοῦντα κληθῆναι. ἐμοὶ δὲ δοκεῖ ἀπὸ τῶν περὶ τὸν τόπον πεφυκυιῶν τερεβίνθων ἃς Κύπριοι τρεμίθους καλοῦσιν ὠνομάσθαι, ὥσπερ πλείστας ἄλλας ἀπὸ τῶν ἐν αὐταῖς πλεοναζόντων φυτῶν, ἐν μὲν τῇ Ἀττικῇ Ῥαμνοῦντα, ἐν δὲ τῇ Πελοποννήσῳ Κυπάρισσον καὶ Θρύον, καὶ Ἐλαίας.

Event Date: -1
§ T633.8   Tremile: Lycia was called this from Tremilos, as Panyasis says:
"Here Great Tremiles dwelt, and married a daughter, the Ogygian nymph, whom they call Praxidike, on silver Sibros beside the whirling river. Her children Tloos, Xanthos, Pinaros and mighty Kragos, who plundered all the plowlands."
The inhabitants are Trimeleis. Alexandros: "When he died, Bellerophontes renamed the Tremileis Lycians." Hekataios calls them Tremilas in the 4th book of his Genealogies.
GR: Τρεμίλη, ἡ Λυκία ἐκαλεῖτο οὕτως ἀπὸ Τρεμίλου, ὡς Πανύασις: ἔνθα δ´ ἔναιε μέγας Τρεμίλης καὶ ἔγημε θύγατρα, νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσιν, Σίβρῳ ἐπ´ ἀργυρέῳ ποταμῷ παρὰ δινήεντι· τῆς δ´ ὀλοοὶ παῖδες Τλῶος Ξάνθος Πίναρός τε καὶ Κράγος, ὃς κρατέων πάσας ληίζετ´ ἀρούρας. οἱ κατοικοῦντες Τρεμιλεῖς. Ἀλέξανδρος "τελευτήσας τὰς δὲ τοὺς Τρεμιλέας Λυκίους Βελλεροφόντης μετωνόμασεν". Ἑκαταῖος Τρεμίλας αὐτοὺς καλεῖ ἐν τετάρτῳ τῶν γενεαλογιῶν.

Event Date: -1
§ T634.3   Treros: Τρῆρος, χωρίον Θρᾴκης, καὶ Τρῆρες Θρᾴκιον ἔθνος. λέγεται καὶ τρισυλλάβως παρὰ Καλλίνῳ τῷ ποιητῇ "Τρήρεας ἄνδρας ἄγων". Θεόπομπος Τρᾶρας αὐτοὺς καλεῖ.

Event Date: -1
§ T634.6   Trechis: Τρῆχις, πόλις Αἰγύπτου, ὡς Θῶνις Σάϊς. τὸ ἐθνικὸν Τρηχίτης.

Event Date: -1
§ T634.8  Triballoi: Τριβαλλοί, ἔθνος Ἰλλυρικόν. Ἀριστοφάνης Ὄρνισιν "ὄνομα δὲ τούτοις τῶν θεῶν τῶν βαρβάρων τί ἐστι; μανθάνω. Τριβαλλοί".

Event Date: -1
§ T634.11   Trizoi: Τριζοί, ἔθνος πρὸς νότον τοῦ Ἴστρου. Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ T634.12   Trieres: Τριῆρες, ἔθνος, ἀπὸ Τριήρου τοῦ Ὀβριάρεω παιδὸς καὶ Θρᾴκης, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς.

Event Date: -1
§ T634.14  Trieres: Τριήρης, πόλις Συρίας. ὁ πολίτης Τριηρίτης.

Event Date: -1
§ T634.15   Trikalon: Τρίκαλον, καὶ Τρίκαλα, οὐδετέρως, πόλις Σικελῶν. Φίλιστος. τὸ ἐθνικὸν Τρικαλῖνος καὶ Τρικαλίνη θηλυκῶς.

Event Date: -1
§ T634.17   Trikaranon: Τρικάρανον, φρούριον τῆς Φλιασίας. Θεόπομπος πεντηκοστῷ πέμπτῳ. τὸ ἐθνικὸν Τρικαρανεύς ὡς Τρικολωνεύς, τῆς αὐτῆς χώρας ἀμφότερα.

Event Date: -1
§ T635.1   Trikke: Τρίκκη, πόλις Θεσσαλίας, ἀπὸ Τρίκκης τῆς Πηνειοῦ θυγατρός. τὸ ἐθνικὸν Τρικκαῖος.

Event Date: -1
§ T635.3   Trikolonoi: Τρικόλωνοι, πόλις Ἀρκαδίας, ἀπὸ Τρικολώνου παιδὸς Λυκάονος. τὸ ἐθνικὸν Τρικολωνεύς.

Event Date: -1
§ T635.5   Trikorynthon: Τρικόρυνθον, οὐδετέρως Δίδυμος καὶ Διόδωρος, Διονύσιος ἀρσενικῶς, Εὐφορίων θηλυκῶς. ἔστι δὲ δῆμος τῆς Αἰαντίδος φυλῆς. ὁ δημότης Τρικορύσιος, καὶ θηλυκὸν Τρικορυσία. Ἀριστοφάνης ἐν Λυσιστράτῃ "οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;" καὶ Τρικορυνθόθεν καὶ Τρικόρυνθόνδε καὶ Τρικορυνθοῖ.

Event Date: -1
§ T635.11  Trinakria: Τρινακρία, ἡ Σικελία, παρὰ τὸ τρεῖς ἔχειν ἄκρας. τὸ ἐθνικὸν Τρινακριεύς. Καλλίμαχος δ´ Αἰτίων αʹ Τρινάκριον πόντον φησίν. ἐκλήθη δ´ οὕτως ἢ ὅτι τρεῖς ἄκρας ἔχει ἢ ὅτι θρίνακί ἐστιν ὁμοία. πολλὰ δὲ ἀπὸ τῆς ὁμοιότητος χωρία προσηγόρευται, Λυρνησσός Βρεντέσιον Σαρδώ. Σίβυλλα δὲ [διὰ τὸ] Τρίνακον [βούκολον] τὸν Ποσειδῶνος Σικελίας ἄρξαι, Τρινακίης νήσου, ἣν ἔκτισε Τρίνακος ἥρως, υἱὸς ποντομέδοιο Ποσειδάωνος ἄνακτος. ὕστερον Σικανία ἐκλήθη ἀπὸ Σικανοῦ.

Event Date: -1
§ T635.2  Trinemeis: Τρινεμεῖς, δῆμος τῆς Κεκροπίδος φυλῆς. Διόδωρος καὶ Δίδυμος Τρινεμεῖς ἀναγράφουσι τὸν δῆμον, Καλλίμαχος Ἑκάλῃ Τρινέμειαν, ὁ δημότης Τρινεμεύς. τὸ τοπικὸν Τρινεμέαθεν, εἰς τόπον Τρινεμήνδε, ἐν τόπῳ Τρινεμεᾶσι.

Event Date: -1
§ T636.3   Trinessa: Τρίνησσα, τόπος Φρυγίας. Θεόπομπος Ἑλληνικῶν τετάρτῳ. τὸ ἐθνικὸν Τρινησσαῖος.

Event Date: -1
§ T636.5   Triodos: Τρίοδος, τόπος τρεῖς ὁδοὺς ἔχων. ἀπὸ τριόδου Λυκηίδος. ἀπ´ αὐτοῦ τριοδίτης, ὡς τοπίτης χωρίτης, καὶ θηλυκὸν τριοδῖτις. οὕτω γὰρ ἡ Ἑκάτη. αὕτη καὶ ἐνοδία ἐκλήθη, ὅτι ἐν τῇ ὁδῷ εὑρέθη ὑπὸ Ἰνάχου, τριοδῖτις δὲ ὅτι ἐν ταῖς τριόδοις τετίμηται.

Event Date: -1
§ T636.1   Triopion: Τριόπιον, πόλις Καρίας, ἀπὸ Τριόπου τοῦ πατρὸς Ἐρυσίχθονος. λέγεται καὶ Τριοπία, Ἑλλάνικος δὲ καὶ Τρίοπά φησιν αὐτὸν ἀπὸ τοῦ Τρίοψ. τὸ ἐθνικὸν Τριόπιος [καὶ Τριοπίτης] καὶ Τριοπῖτις τὸ θηλυκὸν καὶ Τριοπηίς, ὡς ἀπὸ τοῦ Τριοπεύς. καὶ τὸ κτητικὸν Τριοπικός. Τριοπικὸν ἱερόν. Ἡρόδοτος πρώτῃ.

Event Date: -1
§ T637.1   Tripodiskos: Τριποδίσκος, καὶ Τριποδίσκοι, κώμη τῆς Μεγαρίδος. λέγεται καὶ Τριποδίσκη, Ἡρωδιανὸς δωδεκάτῃ. ὁ κωμήτης Τριποδίσκιος. Καλλίμαχος δ´ ἐν Αἰτίων ... πόλιν αὐτὴν εἶναί φησι.

Event Date: -1
§ T637.5  Tripolis: a city of Phoenicia, from being the colony of three cities, Arados, Tyre, and Sidon. The citizen is a Tripolites. There is another Tripolis in Macedonia and another in Perraibia and another in Caria, what is now Neapolis, in Messenia and also in Arkadia, Epiros, and Pontos. GR: Τρίπολις, πόλις Φοινίκης, διὰ τὸ ἐκ τριῶν πόλεων ἔχειν ἀποικίας, Ἀράδου Τύρου καὶ Σιδῶνος. ὁ πολίτης Τριπολίτης. ἔστι καὶ ἑτέρα Μακεδονίας καὶ ἄλλη Περραιβίας καὶ ἄλλη Καρίας, ἡ νῦν Νεάπολις, Μεσσηνίας καὶ Ἀρκαδίας καὶ Ἠπείρου, καὶ ἄλλη Ποντική.

Event Date: -1
§ T637.10   Tripolissoi: Τριπόλισσοι, ἔθνος Θεσπρωτικόν, οὓς καὶ Τριπολισσίους καλεῖ Ῥιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ.

Event Date: -1
§ T637.12   Trisplai: Τρίσπλαι, ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ T637.13   Tritaia: Τριταία, πόλις Ἀχαΐας. Στράβων ὀγδόῃ. ὁ πολίτης Τριταιεύς.

Event Date: -1
§ T637.15  Triteia: Τρίτεια, πόλις Τρωική, Ἀρισβαίων κτίσμα. ὁ πολίτης Τριτειεύς. ἔστι καὶ ἄλλη μεταξὺ Φωκίδος καὶ Λοκρῶν τῶν Ὀζολῶν. ἔστι καὶ Ἀχαΐας ἄλλη διὰ δύο 'ττ'.

Event Date: -1
§ T638.1   Trite: Τρίτη, πόλις περὶ τὰς Ἡρακλείους στήλας. ἡ χρῆσις ἐν τῷ περὶ Σάλμυκα κεῖται.

Event Date: -1
§ T638.3   Tritonos: Τρίτωνος, πολίχνιον Μακεδονίας. τὸ ἐθνικὸν Τριτώνιος.

Event Date: -1
§ T638.4  Triphylia: Τριφυλία, ἡ Ἦλις. λέγονται καὶ Τρίφυλοι παρὰ τὸ οἰκισθῆναι ἀπὸ τριῶν φυλῶν ἢ ἀπὸ τριῶν πυλῶν ἢ ἀπὸ Τριφύλης τῆς Κλυτίου μητρός. ὁ οἰκήτωρ Τριφύλιος, καὶ θηλυκὸν Τριφυλίς ὡς Παμφυλίς.

Event Date: -1
§ T638.8   Trichonion: Τριχώνιον, πόλις Αἰτωλίας. ὁ πολίτης Τριχωνιεύς, ὡς Δουλιχιεύς. καὶ Τριχόνιος εὕρηται διὰ τοῦ 'ο' μικροῦ. λέγεται καὶ Τριχωνήιος. ἔστι καὶ Τριχωνίτης καὶ θηλυκὸν Τριχωνῖτις.

Event Date: -1
§ T638.12   Troia: Τροία, χώρα Ἀσίας, ἡ πρότερον Ἰδαία, εἶτα Τευκρίς, εἶτα Τροία ἀπὸ Τρωός κατὰ Βοιωτούς, ἢ μᾶλλον ὡς βοιωτιακόν, ὡς Ἡρωδιανός. τὸ ἐθνικὸν Τρώς, ὁμόφωνον τῷ κτιστῇ, ὡς Ἀχαιός Δαναός Σικελός. τὸ θηλυκὸν Τρωίς καὶ Τρωιάς. ἢ παρὰ τὸ Τρώιος Τρωιάς, ὡς Λέσβιος Λεσβιάς. ἔστι καὶ Τρῴα θηλυκῶς. [καὶ Τρωίς καὶ Τρωιάς.] καὶ Τρωικόν τὸ κτητικόν. καὶ Τρωίη. εἰσὶ καὶ ἄλλαι Τροῖαι. ἐν Ἀττικῇ κώμη, ἥ τις νῦν Ξυπετή δῆμος καλεῖται. ἔστι καὶ πόλις ἐν Κεστρίᾳ τῆς Χαονίας. ἔστι καὶ τῆς Αἰγύπτου πόλις· ὁ πολίτης Τρωίτης. ἔστι καὶ Τρωίτης ποταμὸς καὶ Τρωικὸν ὄρος Αἰγύπτου. ἔστι καὶ Τροία πρὸς τῷ Ἀδρίᾳ τῆς Βενετίας, καὶ ἄλλη Λατίνων.

Event Date: -1
§ T639.5   Troizen: Τροιζήν, πόλις Πελοποννήσου, ἀπὸ Τροιζῆνος τοῦ Πέλοπος. ἐκαλεῖτο δὲ Ἀφροδισιάς καὶ Σαρωνία καὶ Ποσειδωνιάς καὶ Ἀπολλωνιάς καὶ Ἀνθανίς, τὸ ἐθνικὸν Τροιζήνιος καὶ Τροιζηνία, καὶ Τροιζηνίς, καὶ οὐδέτερον Τροιζήνιον. ἔστι καὶ ἄλλη Τροιζήν ἐν Μασσαλίᾳ τῆς Ἰταλίας, ἣν Χάραξ Τροιζηνίδα χώραν φησί.

Event Date: -1
§ T639.11  Trokmoi: Τροκμοί, ἔθνος Γαλατικόν. ἐκαλοῦντο δὲ καὶ Τροκμηνοί.

Event Date: -1
§ T639.13   Tropis: Τρόπις, νῆσος .... Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων.

Event Date: -1
§ T639.15   Trychai: Τρῦχαι, πόλις Εὐβοίας. Λυκόφρων δὲ μεταφράσας Τρύχαντα, καλεῖ. τὸ ἐθνικὸν Τρυχεύς, τοῦ δὲ Τρύχαντος Τρυχάντιος.

Event Date: -1
§ T639.18   Trogilos: Τρώγιλος, χωρίον ἐν Σικελίᾳ. ἔστι καὶ [χώρα] Μακεδονίας. τὸ ἐθνικὸν Τρωγίλιος καὶ Τρωγιλία. ἔστι καὶ Τρωγιλία τῆς Μυκάλης, ἣ λέγεται καὶ Τρωγίλιον.

Event Date: -1
§ T640.3   Troias: Τρῳάς, ἡ χώρα τοῦ Ἰλίου, ἣ ἐκαλεῖτο Τευκρίς καὶ Δαρδανία καὶ Ξάνθη, τὸ ἐθνικὸν Τρῳαδεύς. ἐντεῦθεν ἦν καὶ "Ἡγησιάναξ γραμματικός, γράψας περὶ τῆς Δημοκρίτου λέξεως βιβλίον ἓν καὶ περὶ ποιητικῶν λέξεων. ἦν δὲ Τρῳαδεύς".

Event Date: -1
§ T640.7   Tyana: Τύανα, πόλις μέση Κιλικίας καὶ Καππαδοκίας "ὑποπεπτωκυῖα τῷ Ταύρῳ τῷ κατὰ τὰς Κιλικίας πύλας". οἱ πολῖται Τυανεῖς ὡς Ἀδανεῖς. λέγεται καὶ Τυανίτης καὶ Τυανῖτις θηλυκόν. ἐκαλεῖτο δὲ Θόανα καὶ κατὰ παραγραμματισμὸν Τύανα, ὡς Ἀρριανός. ἔστι καὶ Τύανα πόλις Αἰγύπτου, ᾗ μᾶλλον ἀναλογεῖ τὸ Τυανίτης διὰ τὴν Αἰγυπτίων χώραν.

Event Date: -1
§ T640.14   Tyderta: Τύδερτα, πόλις Τυρρηνική, οὐδετέρως. τὸ ἐθνικὸν Τυδερτῖνος.

Event Date: -1
§ T640.16   Tyenis: Τυῆνις, πόλις Κόλχων, ἀπὸ Τυηνίδος ποταμοῦ. τὸ ἐθνικὸν Τυηνίτης.

Event Date: -1
§ T640.18   Tylessos: Τυλησσός, ὄρος Ἰταλίας. τὸ τοπικὸν Τυλήσσιος. Λυκόφρων "ἄλλοι δὲ πρῶνας δυσβάτους Τυλησσίων".

Event Date: -1
§ T640.20  Tylis: Τύλις, πόλις Θρᾴκης τοῦ Αἵμου πλησίον. καὶ κλίνεται Τύλεως. τὸ ἐθνικὸν Τυλίτης ὡς Μεμφίτης.

Event Date: -1
§ T640.22   Tymenaion: Τυμέναιον, ὄρος περὶ Φρυγίαν. οἱ κατοικοῦντες Τυμεναῖοι.

Event Date: -1
§ T640.24   Tymena: Τύμηνα, κώμη Λυκίας. ἐκλήθη δὲ ἀπό τινος τράγου οὕτως ὀνομαζομένου, ὃς ἀπαλλασσόμενος ἀπὸ τοῦ αἰπολίου ἤρχετο τὸν πώγωνα βεβρεγμένος, ᾧ κατακολουθήσαντες εὗρον πηγὴν ἔν τινι λόχμῃ. καὶ ταύτην καὶ τὸ χωρίον οὕτω καλέσαι. τὸ ἐθνικὸν Τυμηνεύς, ὡς Πιναρεύς Παταρεύς· χαίρουσι γὰρ οἱ Λύκιοι τῷ τύπῳ τούτῳ.

Event Date: -1
§ T641.6   Tymes: Τύμης, Τύμητος, πόλις Λιβύης. τὸ ἐθνικὸν Τυμήσιος, ὡς Φαγρήσιος Μαγνήσιος.

Event Date: -1
§ T641.8   Tymnessos: Τυμνησσός, πόλις Καρίας, ἀπὸ Τυμνησσοῦ ῥάβδου· Ξάνθιοι γὰρ τὴν ῥάβδον τυμνίαν λέγουσιν. ὁ πολίτης Τυμνησσεύς, ὡς Ἀλέξανδρος ἐν πρώτῳ Λυκιακῶν.

Event Date: -1
§ T641.11   Tymnos: Τύμνος, πόλις Καρίας. ὁ πολίτης Τύμνιος. Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας δευτέρῳ.

Event Date: -1
§ T641.13   Tymphe: Τύμφη, ὄρος Θεσπρωτικόν. καὶ Τυμφαία πόλις. τὸ ἐθνικὸν Τυμφαῖος καὶ θηλυκῶς Τυμφαία. καὶ κτητικὸν Τυμφαϊκόν. καὶ Τυμφαιίς ὡς Ἀχαιίς.

Event Date: -1
§ T641.16   Tymolos: Τύμωλος, οὕτως ὁ Τμῶλος κατὰ ποιητικὸν μετασχηματισμόν.

Event Date: -1
§ T641.18   Tynes: Τύνης, Τύνητος, πόλις Σικελίας. τὸ ἐθνικὸν [Τυνήσιος, καὶ] Τυνησαῖος ὡς Φαγρησαῖος Γυμνησαῖος Ἀδρυμησαῖος.

Event Date: -1
§ T642.1   Typaion: Τύπαιον, ὄρος Ἤλιδος. Παυσανίας Ἠλιακῶν αʹ.

Event Date: -1
§ T642.2   Typaneai: Τυπανέαι, πόλις Τριφυλίας. τὸ ἐθνικὸν Τυπανεάτης ὡς Φενεάτης.

Event Date: -1
§ T642.4  Tyras: Τύρας, πόλις καὶ ποταμὸς ἐν τῷ Εὐξείνῳ πόντῳ. καὶ ἔδει παρὰ τὸν Τύραν Τυράτην εἶναι τὸ ἐθνικόν. ἔστι καὶ Τυρίτης ἀπὸ τοῦ Τύρις, ὁ δὲ πολυίστωρ τὸν ποταμὸν καὶ τὴν πόλιν Τύραν, τοὺς δὲ πολίτας Τυρανούς. ἐκαλεῖτο δ´ Ὀφιοῦσσα.

Event Date: -1
§ T642.9   Tyrakinai: Τυρακῖναι, πόλις Σικελίας, μικρὰ μὲν εὐδαίμων δ´ ὅμως. τὸ ἐθνικὸν Τυρακιναῖος καὶ Τυρακιναία θηλυκόν. Τυρακὴν δὲ αὐτὴν Ἀλέξανδρος ἐν Εὐρώπῃ καλεῖ.

Event Date: -1
§ T642.12  Tyritake: Τυριτάκη, πόλις Πόντου. τὸ ἐθνικὸν Τυριτακαῖος καὶ Τυριτακηνός τῷ συνήθει τύπῳ.

Event Date: -1
§ T642.14   Tyrmenioi: Τυρμένιοι, Σκυθικὸν ἔθνος ναυτικώτατον. ἑρμηνεύονται δὲ φυγάδες.

Event Date: -1
§ T642.16   Tyrmidai: Τυρμίδαι, δῆμος Οἰνηίδος φυλῆς. ὁ δημότης Τυρμίδης. τὰ τοπικὰ ἐκ Τυρμιδῶν εἰς Τυρμιδῶν ἐν Τυρμιδῶν.

Event Date: -1
§ T642.18  Tyrodiza: Τυρόδιζα, πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ Τυρόριζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. τὸ ἐθνικὸν ἔδει Τυροδιζαῖος ὡς Γαζαῖος. νῦν δὲ Τυροδιζηνοί λέγονται, ὡς Κρατερὸς ἐν θʹ περὶ ψηφισμάτων.

Event Date: -1
§ T643.4   Tyros: Τύρος, νῆσος ἐν Φοινίκῃ, ἀπὸ Τύρου τοῦ Φοίνικος. ἔστι καὶ Τύρος τῆς Λακωνικῆς καὶ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ, ἣν Ἀρτεμίδωρος Τύλον διὰ τοῦ 'λ' καλεῖ. ἔστι καὶ πόλις Ἰνδίας καὶ Λυδίας καὶ Πισιδίας. Ἀρριανὸς δὲ τὰ Ἄναθα, Τύρον καλεῖ. τὸ ἐθνικὸν Τύριος καὶ Τυρία θηλυκὸν καὶ τὸ οὐδέτερον Τύριον. καὶ τὸ κτητικὸν Τυριακός ὡς Ῥοδιακός. ἐκλήθη δὲ καὶ Παλαίτυρος καὶ τὸ ἐθνικὸν Παλαιτύριος.

Event Date: -1
§ T643.11   Tyrrenia: Τυρρηνία, χώρα πρὸς τῷ Ἀδρίᾳ, ἀπὸ Τυρρηνοῦ. ἔστι καὶ Τυρρηνία πόλις, ἣ λέγεται καὶ Τυρρηνή, καὶ Τυρρηνοί οἱ πολῖται. καὶ Τυρσηνὴ θάλασσα καὶ Τυρσηνίς. καὶ κτητικὸν Τυρσηνικός καὶ Τυρσηνική καὶ Τυρσηνικόν. λέγονται καὶ Τυρρηνοί οἱ Ἀδριᾶται, ἀπὸ Τυρρηνοῦ ... κατὰ Δωρίδα διάλεκτον, ἀφ´ οὗ κατὰ ἀφαίρεσιν καὶ γράμματος προσθέσει τύραννος ἐκλήθη.

Event Date: -1
§ T643.18   Tyrseta: Τύρσητα, πόλις Σαυνιτῶν. Φίλιστος ἑνδεκάτῳ. τὸ ἐθνικὸν Τυρσητῖνος.

Event Date: -1
§ T643.20   Tysklos: Τύσκλος, πόλις Ἰταλίας. λέγεται καὶ Τυσκλανόν, τὸ ἐθνικὸν Τυσκλανός.

Event Date: -1
§ T643.22   Typhrestos: Τυφρηστός, πόλις τῆς Τραχῖνος ὀνομασθεῖσα ἀπὸ τῆς τέφρας Ἡρακλέους ἢ ἀπὸ Τυφρηστοῦ υἱοῦ Σπερχειοῦ. τὸ ἐθνικὸν Τυφρήστιος. καὶ τὸ οὐδέτερον Παρθένιος "Τυφρήστιον αἶπος". λέγεται καὶ ὄρος ἀρσενικῶς Τυφρηστός.

Event Date: -1
§ T644.1  Tyche: Τύχη, πόλις Σικελίας πλησίον Συρακουσῶν. Ἔφορος ἐν δωδεκάτῳ νῆσον Τυχίαν φησίν. ἔστι δὲ καὶ Τυχαῖον ὄρος μεταξὺ Ἐρετρίας καὶ Βοιωτίας. τὸ ἐθνικὸν τῆς Τύχης Τυχαῖος.

Event Date: -1
§ Y644.4  Hyaia: Ὑαία, πόλις Λοκρῶν τῶν Ὀζολῶν. τὸ ἐθνικὸν Ὑαῖος. Θουκυδίδης τρίτῃ.

Event Date: -1
§ Y644.6   Hyameia: Ὑάμεια, πόλις Μεσσήνης, τῶν πέντε μία. ὁ πολίτης Ὑαμίτης ἢ Ὑαμείτης διὰ διφθόγγου.

Event Date: -1
§ Y644.8   Hyamion: Ὑάμιον, πόλις Τρωική. τὸ ἐθνικὸν Ὑάμιος ὡς Βυζάντιος, καὶ Ὑαμιεύς ὡς Δουλιχιεύς.

Event Date: -1
§ Y644.10   Hyampolis: Ὑάμπολις, πόλις Φωκίδος. ὁ οἰκήτωρ Ὑαμπολίτης.

Event Date: -1
§ Y644.11   Hyantes: Ὕαντες, ἔθνος περὶ Ἀλαλκομένιον. λέγονται καὶ Ὑάντειοι, καὶ Ὑάντιος καὶ Ὑαντία, καὶ Ὑαντῖνοι καὶ Ὑαντίνη θηλυκῶς. ἔστι καὶ Ὑαντία πόλις Λοκρῶν.

Event Date: -1
§ Y644.14   Hyapeia: Ὑάπεια, πόλις Φωκίδος, ἀπὸ Ὑάπου. ὁ πολίτης Ὑαπεύς.

Event Date: -1
§ Y644.16   Hyasis: Ὕασις, πόλις Λιβύης. λέγεται καὶ Ὄασις καὶ ὁ πολίτης Ὀασίτης, ὁ ποιητὴς Σωτήριχος ὁ καὶ τὰ πάτρια γεγραφὼς αὐτοῦ. ὁ πολίτης Ὑασίτης.

Event Date: -1
§ Y644.19   Hyba: Ὕβα, οὕτως ὁ δῆμος τῆς Λεοντίδος φυλῆς. τινὲς δὲ τὸν δῆμον Ὑβάδαι λέγουσι. τὰ τοπικὰ ἐξ Ὑβαδῶν εἰς Ὑβαδῶν ἐν Ὑβαδῶν.

Event Date: -1
§ Y644.22   Hybele: Ὑβέλη, πόλις περὶ Καρχηδόνα. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Ὑβελίτης.

Event Date: -1
§ Y644.24   Hyblai: Ὕβλαι, τρεῖς πόλεις Σικελίας, ἡ μείζων ἧς οἱ πολῖται Ὑβλαῖοι, ἡ μικρὰ ἧς οἱ πολῖται Ὑβλαῖοι Γαλεῶται Μεγαρεῖς. ἡ δὲ ἐλάττων Ἡραία καλεῖται. ἔστι καὶ πόλις Ἰταλίας. τὴν δὲ Ὕβλαν, ἀπὸ Ὕβλου τοῦ βασιλέως, διὰ τὸ πολλὰς Ὕβλας καλεῖσθαι τῶν Σικελῶν πόλεων τοὺς ἐνοικοῦντας ἐκάλουν Μεγαρέας. μία δὲ τῶν Ὑβλῶν Στύελλα καλεῖται, ὡς Φίλιστος τετάρτῳ Σικελικῶν.

Event Date: -1
§ Y645.6   Hygassos: Ὑγασσός, πόλις Καρίας, ὡς Βουβασσός Κρυασσός. τὸ ἐθνικὸν Ὑγάσσιος ὡς Βουβάσσιος. λέγεται καὶ Ὑγάσσειον πεδίον διὰ διφθόγγου, ἀφ´ οὗ καὶ Ὑγασσεύς.

Event Date: -1
§ Y645.9   Hydarkai: Ὑδάρκαι, ἔθνος Ἰνδικὸν ἀντιταξάμενον Διονύσῳ, ὡς Διονύσιος Βασσαρικῶν τρίτῳ.

Event Date: -1
§ Y645.11   Hyde: Ὕδη, πόλις Λυδίας, ἐν ᾗ ᾤκει Ὀμφάλη δυναστεύουσα Λυδῶν, Ἰαρδάνου θυγάτηρ, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Ὅμηρος διὰ τοῦ 'λ' "σκυτοτόμων ὄχ´ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων". τὸ ἐθνικὸν Ὑδαῖος. Μαιάνδριος δ´, ὃν Νικάνωρ παρατίθησιν ἐν μετονομασίαις, τὴν αὐτὴν Ὕδην καὶ Σάρδεις φησίν.

Event Date: -1
§ Y645.17   Hydissos: Ὑδισσός, πόλις Καρίας, ἀπὸ Ὑδισσοῦ παιδὸς Βελλεροφόντου καὶ Ἀστερίας θυγατρὸς Ὑδέου, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. ἐξ ὧν ἐγεννήθη Ὕδης, ἐξ οὗ καὶ ἡ πόλις Ὑδισσός. ὁ πολίτης Ὑδισσεύς, ὡς αὐτὸς Ἀπολλώνιός φησιν.

Event Date: -1
§ Y645.21  Hydra: Ὕδρα, νῆσος Λιβύης περὶ Καρχηδόνα, ὡς Ἔφορος πέμπτῳ. τὸ ἐθνικὸν Ὑδραῖος ἢ Ὑδράτης.

Event Date: -1
§ Y646.1   Hydramia: Ὑδραμία, πόλις Κρήτης, ὡς Ξενίων ὁ τὰ Κρητικὰ γράψας. οἱ πολῖται Ὑδραμιεῖς ὡς Μεγαρεῖς.

Event Date: -1
§ Y646.3  Hydrea: Ὑδρέα, νῆσος πρὸς τῇ Τροιζῆνι. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Ὑδρεάτης· οὕτω γὰρ ἐχρημάτιζεν Εὐάγης Ὑδρεάτης κωμῳδίας ποιητής, ὡς Διονύσιος εἰκοστῷ τρίτῳ τῆς μουσικῆς ἱστορίας "ἦν δ´ ὁ Εὐάγης ποιμήν τις ἀγράμματος δηλαδὴ καὶ τῆς ἄλλης παιδείας ἄπειρος, ποιητὴς δ´ ἀγαθὸς κωμῳδιῶν".

Event Date: -1
§ Y646.9  Hydrela: Ὕδρηλα, πόλις Καρίας. Ἐρατοσθένης τριακοστῷ τρίτῳ Γαλατικῶν. τὸ ἐθνικὸν Ὑδρηλεύς.

Event Date: -1
§ Y646.11   Hydrous: Ὑδροῦς, φρούριον .... ἀρσενικῶς. Θεόπομπος τριακοστῷ ἐνάτῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Ὑδρούντιος ὡς Σελινούντιος. ἔστι καὶ πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ὑδρουσαῖος καὶ Ὑδρούσιος.

Event Date: -1
§ Y646.14   Hyettos: Ὑηττός, κώμη Βοιωτίας, ἀπὸ Ὑηττοῦ ἀνδρὸς Ἀργείου. λέγεται καὶ ἀρσενικῶς. ὠνόμασται δ´ οὕτως διὰ τὸ καθύεσθαι σφοδροῖς ὄμβροις. τὸ ἐθνικὸν Ὑήττιος ὡς Ὑμήττιος. τινὲς δὲ τὴν Ἀσπληδόνα Ὑηττὸν ἐκάλεσαν.

Event Date: -1
§ Y646.18   Hythmitai: Ὑθμῖται, ἔθνος πρὸς Λιβυρνοῖς καὶ Συωπίοις, ὥς φησιν Ἑκαταῖος Εὐρώπῃ.

Event Date: -1
§ Y646.2   Hykaron: Ὕκαρον, φρούριον Σικελίας, ὡς Φίλιστος Σικελικῶν πρώτῳ. Ἀπολλόδωρος δ´ ἐν δευτέρῳ χρονικῶν πόλιν λέγει αὐτὴν τὰ Ὕκαρα, μέμνηται τῆς λέξεως καὶ Θουκυδίδης. Ὕκαρα δὲ πόλισμά ἐστι τῆς Σικελίας. ἔνθεν φασὶ γενέσθαι καὶ Λαΐδα τὴν ἑταίραν. τὸ ἐθνικὸν Ὑκαρεύς καὶ κτητικὸν Ὑκαρικός.

Event Date: -1
§ Y647.4  Hylaia: Ὑλαία, χώρα Ποντική, Ἀβική λεγομένη τουτέστιν ὑλαία. Ἀλέξανδρος ἐν τῷ περὶ Πόντου.

Event Date: -1
§ Y647.6   Hylamoi: Ὕλαμοι, πόλις Λυκίας, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν δευτέρῳ περὶ Λυκίας. εἶτα Διονύσιός φησι Τούβεριν καὶ Τέρμεριν δύο ἀδελφὰς γῆμαι καὶ γεννῆσαι δέκα ἄρρενας ἑκάτερον. Ὑλάμους δὲ τοὺς καρπούς φασι. τὸ ἐθνικὸν Ὑλαμίτης.

Event Date: -1
§ Y647.10   Hyle: Ὕλη, πόλις Κύπρου, ἐν ᾗ Ἀπόλλων τιμᾶται Ὑλάτης. Λυκόφρων "καὶ Σέτραχον βλώξαντες Ὑλάτου τε γῆν". ἔστι καὶ πόλις Λοκρῶν τῶν Ὀζολῶν, ἧς τὸ ἐθνικὸν Ὑλαῖος. δῆλον δ´ ὅτι καὶ Βοιωτίας ἦν ἡ Ὕλη. Ὅμηρος "οἵ τ´ Ἐλεῶν´ εἶχον ἠδ´ Ὕλην καὶ Πετεῶνα". εἰρῆσθαι δ´ αὐτὴν ἀπὸ Ὕλης τῆς Θεσπιέως, ἢ ὅτι ὑλώδης ἐστί. καὶ Ὕλη χωρίον μεταξὺ τῆς Σαβίνων καὶ Ῥωμαίων πόλεως.

Event Date: -1
§ Y647.17  Hyllarima: Ὑλλάριμα, πολίχνιον Καρίας ὕπερθε Στρατονικείας, ὅθεν ἦν Ἱεροκλῆς, ὁ ἀπὸ ἀθλήσεων ἐπὶ φιλοσοφίαν ἀχθείς. ὁ πολίτης Ὑλλαριμεύς.

Event Date: -1
§ Y647.2  Hylleis: Ὑλλεῖς, ἔθνος Ἰλλυρικόν, ἀπὸ Ὕλλου τοῦ Ἡρακλέους καὶ Μελίτης τῆς Αἰγαίου τοῦ ποταμοῦ, ὡς Ἀπολλώνιος τετάρτῳ Ἀργοναυτικῶν. ἔστι καὶ πόλις Ὕλλη. τὸ ἐθνικὸν Ὑλλεύς καὶ θηλυκὸν Ὑλληίς, ὡς αὐτός φησι, καὶ παρὰ Καλλιμάχῳ Ὑλλίς Ὑλλίδος, ἀπὸ Ἀργείας μιᾶς τῶν νυμφῶν. ἢ ἀπὸ Ὕλλου [τοῦ Ἡρακλέους] καὶ Δηιανείρας. ἔστι δ´ ὡς Φῶκος Φωκεύς, Αἴολος Αἰόλεύς, οὕτως Ὕλλος Ὑλλεύς. Ἀπολλόδωρος [Ὕλλους τούτους γράφει λέγων] ἐν τῷ περὶ γῆς δευτέρῳ ὑπὲρ δὲ τοὺς Ὕλλους Λιβυρνοὶ καί τινες Ἴστροι λεγόμενοι Θρᾷκες. καὶ τὸ θηλυκόν Ὑλλὶς πρόκειται χερρόνησος ἡλίκη μάλιστα Πελοπόννησος, ὥς φασι ... ........... πεντεκαίδεκα πόλεις ἔχουσα παμμεγέθεις οἰκουμένας. ἔστιν Ὑλλίς καὶ φυλὴ Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων. ὁ φυλέτης Ὑλλεύς. Χάραξ θʹ "καὶ Παμφύλιοι καὶ Ὑλλεῖς".

Event Date: -1
§ Y648.17   Hyllouala: Ὑλλούαλα, δῆμος Καρίας. Ἀπολλώνιος εʹ Καρικῶν "Κᾶρες δὲ τὸν τόπον ἐκεῖνον, ἔνθα Ὕλλος ἀπώλετο, Ὑλλούαλαν ὠνόμασαν καὶ ἕδος ἐνταῦθα ἐδείμαντο Ἀπόλλωνος. καὶ νῦν ἔτι παρὰ τὸν θεὸν δῆμός ἐστιν Ὑλλούαλα λεγόμενος". ἄλα γὰρ οἱ Κᾶρες τὸν ἵππον ἔλεγον, ὡς καὶ πρότερον εἴρηται.

Event Date: -1
§ Y649.3   Hymettos: Ὑμηττός, ὄρος τῆς Ἀττικῆς. τὸ 'υ' μακρὸν καὶ βραχύ. ὁ οἰκήτωρ Ὑμήττιος.

Event Date: -1
§ Y649.5   Hyops: Ὕοψ, πόλις ἐν Ἰβηρίᾳ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ "μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λεσυρὸς ποταμός". τὸ ἐθνικὸν Ὑόπιος ἀπὸ τῆς γενικῆς.

Event Date: -1
§ Y649.8  Hypaipa: Ὕπαιπα, πόλις Λυδίας, κτισθεῖσα ὑπὸ τὸ παρακείμενον ὄρος, [ὑπὸ] τὸ Αἶπος. τὸ ἐθνικὸν Ὑπαιπηνός. καλλίστας ἔχειν γυναῖκας τὴν πόλιν, δῶρον Ἀφροδίτης.

Event Date: -1
§ Y649.11   Hypailochioi: Ὑπαιλόχιοι, ἔθνος Μολοσσικόν. Ῥιανὸς ἐν τετάρτῳ Θεσσαλικῶν.

Event Date: -1
§ Y649.13   Hypana: Ὕπανα, πόλις τῆς Τριφυλίας, ὡς Πολύβιος τετάρτῳ. τὸ ἐθνικὸν Ὑπανεύς.

Event Date: -1
§ Y649.15  Hypanis: Ὕπανις, ποταμὸς καὶ πόλις μεταξὺ τοῦ Πόντου καὶ τῆς Μαιώτιδος λίμνης. Ἀλέξανδρος δ´ ὁ πολυίστωρ φησὶν ὅτι ὁ Ὕπανις διχῇ σχιζόμενος τὸ μὲν ἓν μέρος εἰς τὴν Μαιῶτιν λίμνην βάλλει, τὸ δ´ ἕτερον εἰς τὸν Πόντον. Ἡρόδοτος δ´ ἐν τετάρτῳ καὶ κρήνην τινὰ πικρὰν εἰς αὐτὸν ἐγχεῖσθαι καὶ ἄποτον ποιεῖν τὸν ποταμόν. τὸ ἐθνικὸν Ὑπανίτης ὡς Ταναΐτης.

Event Date: -1
§ Y649.22  Hypate: Ὑπάτη, πόλις Αἰνιάνων. λέγεται δὲ καὶ Ὕπατα, ἔστι καὶ χώρα πλησίον Σαγγάρου ποταμοῦ. τὸ ἐθνικὸν Ὑπαταῖος καὶ Ὑπαταία καὶ Ὑπατεύς.

Event Date: -1
§ Y650.1   Hyperasia: Ὑπερασία, πόλις [Ἀχαΐας], ἧς τὸ ἐθνικὸν Ὑπερασιεύς. Φλέγων κγʹ ὀλυμπιάδι.

Event Date: -1
§ Y650.3   Hyperboreoi: Ὑπερβόρεοι, ἔθνος. Πρώταρχος δὲ τὰς Ἄλπεις Ῥίπαια ὄρη οὕτω προσηγορεῦσθαι, καὶ τοὺς ὑπὲρ τὰ Ἄλπεια ὄρη κατοικοῦντας πάντας Ὑπερβορέους ὀνομάζεσθαι. Καλλίμαχος δὲ τοὺς αὐτούς φησιν εἶναι τοῖς Ἀριμασποῖς. Δαμάστης δ´ ἐν τῷ περὶ ἐθνῶν, ἄνω Σκυθῶν Ἰσσηδόνας οἰκεῖν, τούτων δ´ ἀνωτέρω Ἀριμασπούς, ἄνω δ´ Ἀριμασπῶν τὰ Ῥίπαια ὄρη, ἐξ ὧν τὸν βορέαν πνεῖν, χιόνα δὲ μήποτε αὐτὰ ἐκλείπειν· ὑπὲρ δὲ τὰ ὄρη ταῦτα Ὑπερβορέους καθήκειν εἰς τὴν ἑτέραν θάλασσαν. καὶ ἄλλοι ἄλλως. Ἑλλάνικος δὲ Ὑπερβόρειοι γράφει διὰ διφθόγγου.

Event Date: -1
§ Y650.13   Hyperdexion: Ὑπερδέξιον, χωρίον Λέσβου, ἐν ᾧ Ζεὺς Ὑπερδέξιος καὶ Ὑπερδεξία Ἀθηνᾶ. ὡς οὖν ἀπὸ τοῦ Βυζαντίου Βυζάντιος, οὕτως παρὰ τὸ Ὑπερδέξιον Ὑπερδέξιος τὸ ἐθνικόν. Νικόλαος δὲ πληθυντικῶς Ὑπερδεξίους φησίν.

Event Date: -1
§ Y650.17  Hyperesia: Ὑπερησία, πόλις τῆς Ἀχαΐας. "οἵ θ´ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν". Ὅμηρος. κακῶς δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεσηίδος. καὶ πόλις Σικελική. ὠνομάσθη δὲ ἀπὸ Ὑπέρητος τοῦ Λυκάονος υἱοῦ. τὸ ἐθνικὸν τῆς Ὑπερησίας Ὑπερησιεύς, καὶ θηλυκὸν Ὑπερησίς παρ´ Ἡσιόδῳ. Θεόπομπος δὲ Ὑπερασιεῖς φησι διὰ τοῦ 'α'. ἀπὸ δὲ τῆς Ὑπερείας τῆς κρήνης Ὑπερηιάς θηλυκὴ εὐθεῖα, ἀφ´ ἧς τὴν Ὑπερηιάδος ἢ Ἀρεθούσης.

Event Date: -1
§ Y651.1   Hypios: Ὕπιος, ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. ἔστι καὶ Ὕπια ὄρη αὐτόθι, ὡς Νύμφις ἐν πρώτῳ [περὶ] Ἡρακλείας. καὶ τοὺς κατοικοῦντας ἐν τοῖς ὄρεσι τούτοις Μυσούς φασι. τὸ ἐθνικὸν Ὑπιανός ὡς Κίος Κιανός, Τίος Τιανός, καὶ Ὑπιανή.

Event Date: -1
§ Y651.7   Hypothebai: Ὑποθῆβαι, τινὲς οὕτως φασὶ τὰς Ποτνίας τῆς Βοιωτίας κεκλῆσθαι. οἱ δὲ πολισμάτιόν τι διὰ τὴν τοῦ τόπου θέσιν οὕτως ὠνομασμένον, ὡς τὴν Ὑποχαλκίδα καλοῦσι διὰ τὸ ὑπὸ τὸ ὄρος τὴν Χαλκίδα κεῖσθαι. πολλοὶ δὲ καὶ μετὰ προθέσεως τόποι, Ἐπικνημίδιοι Ὑπερβόρεοι Παραποτάμιοι Προποντίς Παρωκεανῖται.

Event Date: -1
§ Y651.13   Hypochalkis: Ὑποχαλκίς, πόλις Αἰτωλίας. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν ὁμοίως τῷ ἁπλῷ Ὑποχαλκιδεύς.

Event Date: -1
§ Y651.15  Hyria: Ὑρία, χώρα πλησίον Αὐλίδος. ἦν δὲ καὶ πρότερον πολίδιον. Ἡσίοδος δ´ ἐν Ὑρίᾳ τὴν Ἀντιόπην φησὶ γενέσθαι, Εὐριπίδης δ´ ἐν Ὑσιαῖς. ἔστι δ´ ἡ μὲν Ὑρία πρὸς τὸν Εὔριπον, αἱ δ´ Ὑσιαί τῆς Παρασωπίας ὑπ´ αὐτὸν τὸν Κιθαιρῶνα κείμεναι. ὁ κτίσας Ὑριεύς. ὁ πολίτης Ὑριάτης. ἔστιν Ὑρία καὶ ἡ κατὰ Ἰσαυρίαν Σελεύκεια, ᾗ παραρρεῖ ὁ Καλύκαδνος, ὃν Καλυδνόν τινες καλοῦσιν. ἔστιν Ὑρία πρὸς τῇ Ἰαπυγίᾳ, Κρητῶν κτίσμα. Ἡρόδοτος ἑβδόμῃ. τὸ ἐθνικὸν Ὑριεύς.

Event Date: -1
§ Y652.4  Hyrkania: Ὑρκανία, πόλις Θρᾴκης. τὸ ἐθνικὸν Ὑρκάνιος, ὡς Παρράσιος Ἀλβάνιος. καὶ Ὑρκανιάτης ὡς Κυδωνιάτης. ἔστι καὶ Ὑρκανία κώμη τῆς Παλαιστίνης πλησίον τῆς Ἰουδαίας, ἀπὸ Ὑρκανοῦ τοῦ ἐξάρχου τῶν Ἰουδαίων. ἔστι καὶ Ὑρκάνιον πεδίον τῆς Λυδίας, ὡς Ἐρατοσθένης ἐν πέμπτῳ Γαλατικῶν.

Event Date: -1
§ Y652.9   Hyrkanoi: Ὑρκανοί, ἔθνος προσεχὲς τῇ Κασπίᾳ θαλάσσῃ. λέγεται καὶ Ὑρκάνιος καὶ Ὑρκανία καὶ Ὑρκανίς, ἐξ οὗ τὸ "εἰς Ὑρκανίδα λίμνην", ὡς Ἀλέξανδρος ἐν Ἀσίᾳ.

Event Date: -1
§ Y652.12  Hyrmine: Ὑρμίνη, πόλις τῆς Ἤλιδος. "ὅσσον ἐφ´ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα". Μενέλαος δὲ τετάρτῳ Θηβαϊκῶν Ὕρμιναν διὰ τοῦ 'α' φησί. τὴν δ´ Ὑρμίνην Ἐχεφυλίδας φησὶ τὰς νῦν Ὁρμίνας, Ὁρμίνας δὲ καὶ τοὺς Ἐπειοὺς καλεῖσθαι. Ὅρμιναι δὲ δύο.

Event Date: -1
§ Y652.17   Hyrnethion: Ὑρνήθιον, χωρίον ἐν Ἐπιδαύρῳ ἀπὸ Ὑρνηθοῦς τῆς Τημένου θυγατρός. Παυσανίας δευτέρῳ περιηγήσεως. τὸ ἐθνικὸν Ὑρνηθιάς, ὡς Βιθυνιάς τοῦ Βιθυνίου.

Event Date: -1
§ Y652.2   Hyrtakos: Ὑρτακός, ἣ καὶ Ὑρτακῖνος, πόλις Κρήτης. ὁ πολίτης Ὑρτακῖνος. Πολύβιος δὲ τὸ θηλυκὸν Ὑρτακίνη ἀπὸ τοῦ Ὑρτακῖνος ἐθνικοῦ. ἀπὸ Ὑρτάκου δὲ Ὑρτάκιος.

Event Date: -1
§ Y653.3   Hysaeis: Ὑσαεῖς, νῆσος μικρὰ καὶ μεγάλη Αἰθιόπων. Ἑκαταῖος περιηγήσει Αἰγύπτου. οἱ νησιῶται Ὑσαῗται, ὡς Ὀασῖται.

Event Date: -1
§ Y653.5   Hysbe: Ὕσβη, πόλις Λυδίας. τὸ ἐθνικὸν Ὑσβαῖος καὶ Ὑσβίτης.

Event Date: -1
§ Y653.6   Hysia: Ὑσία, πόλις Βοιωτίας, καὶ ἑνικῶς καὶ πληθυντικῶς, περὶ ἧς Θουκυδίδης τρίτῃ. ἄποικος Ὑριέων, κτίσμα Νυκτέως τοῦ Ἀντιόπης πατρός. ἔστι καὶ ἄλλη, Παρθυαίων βασίλειον. Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων. τὸ ἐθνικὸν Ὑσιεύς. ἔστι καὶ Ἀργείας κώμη Ὑσία, ὡς Θουκυδίδης. Χάραξ δ´ αὐτὴν πόλιν λέγει ἐν ἐνάτῳ Ἑλληνικῶν. οἱ ἐξ αὐτῆς Ὑσιᾶται λέγονται, καὶ θηλυκῶς Ὑσιᾶτις. ἔστι καὶ Ἀρκαδίας πόλις, ὡς Φερεκύδης πρώτῳ. ἔστι καὶ Ῥυσία πόλις Βοιωτίας.

Event Date: -1
§ Y653.14   Hyskana: Ὕσκανα, πόλις Ἰλλυρίδος, οὐδετέρως. Πολύβιος ηʹ. τὸ ἐθνικὸν Ὑσκανεύς, ὡς Ἀδανεύς Τυανεύς.

Event Date: -1
§ Y653.16   Hystaspai: Ὑστάσπαι, ἔθνος Περσικόν. Νέστωρ δ´ ἐν τῇ πρώτῃ τῆς Ἀλεξανδριάδος ...

Event Date: -1
§ Y653.18   Hytenna: Ὕτεννα, πόλις Λυκίας. ὁ οἰκήτωρ Ὑτεννεύς.

Event Date: -1
§ Y653.19  Hypselis: Ὕψηλις, κώμη Αἰγύπτου. οἱ κωμῆται Ὑψηλῖται. εἰσὶν Ὑψηλῖται καὶ κατοικία Θρᾴκης.

Event Date: -1
§ Y653.21   Hypsous: Ὑψοῦς, πόλις Ἀρκαδίας, ὡς Παυσανίας ὀγδόῳ.

Event Date: -1
§ Y653.22   Hyope: Ὑώπη, πόλις Ματιηνῶν, προσεχὴς τοῖς Γορδίοις. Ἑκαταῖος Ἀσίᾳ "ἐν δὲ πόλις Ὑώπη· οἱ δ´ ἄνθρωποι ἐσθῆτα φορέουσιν οἵην περ Παφλαγόνες". τὸ ἐθνικὸν Ὑωπηνός τῷ ἐπιχωρίῳ τύπῳ. εἰ δὲ καθ´ ἡμᾶς, Ὑωπεύς ὡς Σινωπεύς, καὶ Ὑωπίτης ὡς Σινωπίτης.

Event Date: -1
§ Ph654.3   Phabia: Φαβία, πόλις Κελτογαλατῶν, κτίσμα Φαβίου στρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. τὸ ἐθνικὸν Φαβιάτης καὶ Φαβιανός.

Event Date: -1
§ Ph654.6   Phabentia: Φαβεντία, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Φαβεντῖνος ὡς Πλακεντῖνος.

Event Date: -1
§ Ph654.8   Phagres: Φάγρης, πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ καὶ Θουκυδίδης δευτέρᾳ. τὸ ἐθνικὸν Φαγρήσιος. λέγεται καὶ Φαγρησαῖος.

Event Date: -1
§ Ph654.10   Phagrorion: Φαγρώριον, πόλις, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν Αἰγυπτιακοῖς. ἐξ οὗ σύνθετον Φαγρωριόπολις καὶ Φαγρωριοπολίτης.

Event Date: -1
§ Ph654.13  Phaiax: Φαίαξ, καὶ Φαιακία, ἀπὸ Φαίακος. Ἑλλάνικος Ἱερειῶν αʹ "Φαίαξ ὁ Ποσειδῶνος καὶ Κερκύρας τῆς Ἀσωπίδος, ἀφ´ ἧς ἡ νῆσος Κέρκυρα ἐκλήθη, τὸ πρὶν Δρεπάνη τε καὶ Σχερία κληθεῖσα". τὸ θηλυκὸν Φαιακίς. οἱ ἐνοικοῦντες Φαίακες.

Event Date: -1
§ Ph654.17  Phaistos: Φαιστός, πόλις Κρήτης, ὀξυτόνως. τὸ γὰρ βαρύτονον κύριον. ἐκτίσθη ὑπὸ Φαίστου τοῦ Ῥοπάλου, Ἡρακλέους παιδός. ὁ πολίτης Φαίστιος καὶ Φαιστία καὶ Φαίστιον καὶ Φαιστιάς. ἔστι τῆς Φαιστιάδος καὶ ὁ καλούμενος Λισσής. Ὅμηρος "ἔστι δέ τις Λισσὴς αἰπεῖά τε εἰς ἅλα πέτρη. ἔστι καὶ Ἀχαΐας, ὡς Ῥιανὸς ἐν Ἀχαϊκῶν τρίτῳ. τὸ ἐθνικὸν ὁμοίως Φαίστιος. ἔστι καὶ ἀπὸ τοῦ Φαιστῖνος Φαιστίνιος. ἔστι καὶ ἄλλη Φαιστός Πελοποννήσου ἡ πρότερον Φρίξα καλουμένη.

Event Date: -1
§ Ph654.25   Phakion: Φάκιον, πόλισμα Θεσσαλίας. Θουκυδίδης δʹ. τὸ ἐθνικὸν Φακιεύς, ὡς Κάλλιον Καλλιεύς.

Event Date: -1
§ Ph655.1  Phakousa: Φάκουσα, κώμη μεταξὺ Αἰγύπτου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης. Στράβων ιζʹ. Ἑκαταῖος δὲ Φακόεσσαι καὶ Φακοέσσαις φησί. καὶ Φάκουσαι νῆσοι καὶ Φάκαιοι, τὸ ἐθνικὸν Φακούσιος.

Event Date: -1
§ Ph655.5   Phalaisiai: Φαλαισίαι, πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ. τὸ ἐθνικὸν Φαλαισιεύς.

Event Date: -1
§ Ph655.7  Phalakrai: Φαλάκραι, ἄκρα τῆς Ἴδης, ἥ τις οὐκ ἔχει ζῶν φυτὸν διὰ τὴν χιόνα καὶ τὸν κρύσταλλον, ἀλλ´ ἐψίλωται. καὶ πάντα δὲ τὰ ἐψιλωμένα ὄρη ἐλέγετο Φαλάκραι. ὁ ἐκ τόπου Φαλακραῖος. Λυκόφρων "στερρὰν κύβηλιν ἢ Φαλακραῖον κλάδον". καὶ θηλυκῶς "Φαλακραῖαι κόραι". καὶ οὐδέτερον. ἔστι καὶ κώμη Λιβύης Φαλάκραι, ἔστι καὶ Φάλακρον ἀκρωτήριον Κορκύρας, ὡς Ἀρτεμίδωρος ἐν πέμπτῳ γεωγραφουμένων φησί.

Event Date: -1
§ Ph655.14   Phalanthos: Φάλανθος, ὄρος καὶ πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ. ἀπὸ Φαλάνθου. τὸ ἐθνικὸν Φαλάνθιος, ὡς Ἀκάνθιος Ὀλύνθιος.

Event Date: -1
§ Ph655.17   Phalanna: Φάλαννα, πόλις Περραιβίας, ἀπὸ Φαλάννης τῆς Τυροῦς θυγατρός. Λυκόφρων "Γόννον Φάλανναν ἠδ´ Ὀλοσσόνων γύας". Ἑκαταῖος ἱστοριῶν αʹ Ἱππίαν αὐτὴν καλεῖ. καὶ Ἔφορος Φάλαννον αὐτὴν καλεῖ ἐν τῷ θʹ. ἔστι καὶ ἑτέρα Κρήτης, ἀφ´ ἧς ἦν Φανιάδης ὁ περιπατητικός. ὁ πολίτης Φαλανναῖος καὶ Φαλανναία τὸ θηλυκόν.

Event Date: -1
§ Ph656.1  Phalannaia: Φαλάνναια, πόλις Κρήτης. ὁ πολίτης Φαλανναιεύς, ὡς τοῦ Ἥραια Ἡραιεύς.

Event Date: -1
§ Ph656.3  Phalara: Φάλαρα, πόλις Θετταλίας πλησίον Λαμίας. τὸ ἐθνικὸν Φαλαρεύς ὡς Μεγαρεύς.

Event Date: -1
§ Ph656.5   Phalasarna: Φαλάσαρνα, πόλις Κρήτης, ἀπὸ Φαλασάρνης. ὁ πολίτης Φαλασάρνιος, ὡς Ξενίων φησίν.

Event Date: -1
§ Ph656.7   Phalga: Φάλγα, κώμη μέση Σελευκείας τῆς Πιερίας καὶ τῆς ἐν Μεσοποταμίᾳ. Ἀρριανὸς ἐν ιʹ Παρθικῶν. ἡ δὲ φάλγα γλώσσῃ τῇ ἐπιχωρίῳ τὸ μέσον δηλοῖ. τὸ ἐθνικὸν Φαλγηνός καὶ Φαλγαῖος, ὡς Ἐδεσσηνός καὶ Ἐδεσσαῖος καὶ Καρρηνός καὶ Καρραῖος, τὸ μὲν κατὰ λόγον τὸ δὲ κατὰ τὸ ἐπιχώριον.

Event Date: -1
§ Ph656.12   Phalerion: Φαλέριον, ὡς Βυζάντιον, πόλις Τυρρηνίας. τὸ ἐθνικὸν Φαλέριος.

Event Date: -1
§ Ph656.14   Phaleron: Φάληρον, δῆμος καὶ ἐπίνειον τῆς Ἀττικῆς. Παυσανίας πρώτῳ περιηγήσεως Ἑλλάδος. καὶ πληθυντικῶς τὰ Φάληρα, Ξενοφῶν ἱππαρχικῷ. ἀπὸ γὰρ Φαλήρου Φαληρεῖς ὀνομάζονται οἱ Ἀθηναῖοι. λέγεται δὲ καὶ ὁ δῆμος καὶ ὁ δημότης Φαληρεύς. λέγεται καὶ Φαληραῖος καὶ θηλυκῶς Φαληρίς. τὰ τοπικὰ Φαληρόθεν Φάληρόνδε καὶ Φαληροῖ. καὶ Φαληρικόν. ἔστι καὶ πόλις ἐν Ὀπικοῖς, εἰς ἣν ἐξεβράσθη Παρθενόπη ἡ Σειρήν, ἣ καλεῖται Νεάπολις, ἔστι καὶ Θετταλίας ἄλλη πρὸς τῇ Οἴτῃ, ἣν Ῥιανὸς διὰ τοῦ 'α' γράφει Φάλαρον λέγων καὶ Φάληρον διὰ τοῦ 'η'.

Event Date: -1
§ Ph656.24   Phaliskos: Φαλίσκος, πόλις Ἰταλίας, ἄποικος Ἀργείων. καὶ Φαλίσκοι οἱ οἰκήτορες.

Event Date: -1
§ Ph657.1  Phalore: Φαλώρη, πόλις Θετταλίας. ταύτην Ῥιανὸς Φαλώρειαν καλεῖ. τὸ ἐθνικὸν Φαλωρεύς καὶ Φαλωρείτης ὡς Μαρωνείτης.

Event Date: -1
§ Ph657.3  Phalorias: Φαλωριάς, πόλις Λοκρίδος. ὁ πολίτης Φαλωριεύς ὡς Ὀρθωσιεύς Ἀφροδισιεύς.

Event Date: -1
§ Ph657.5   Phamizon: Φαμιζών, κώμη τῆς Ἀμισίας καὶ νοτιωτέρα Ἀμισοῦ, ἧς οἱ κωμῆται Φαμιζωνῖται. ἡ χώρα Φαμιζωνῖτις. ἣ Νεάπολις λέγεται. οὕτως γὰρ Πομπήιος ταύτην ὠνόμασεν.

Event Date: -1
§ Ph657.8   Phanagoreia: Φαναγόρεια, πόλις, ἀπὸ Φαναγόρου, ὡς Ἑκαταῖος Ἀσίᾳ. ἡ νῆσος Φαναγόρη καὶ Φαναγόρεια, ἔστι καὶ ἐμπόριον τὰ Φαναγόρεια οὐδετέρως. τὸ ἐθνικὸν ἐχρῆν Φαναγορεύς ὡς Ἀλεξανδρεύς τῷ πλείονι λόγῳ. ἐκράτησε δ´ ὅμως Φαναγορείτης.

Event Date: -1
§ Ph657.13  Phanai: Cape of Chios, from which Delos appeared to Leto. The inhabitants are Phanaioi and Phanaia in the feminine. There is also Phana, singular, a city in Italy. GR: Φάναι, ἀκρωτήριον τῆς Χίου, ἀπὸ τοῦ ἐκεῖθεν ἀναφανῆναι τῇ Λητοῖ τὴν Δῆλον. οἱ οἰκήτορες Φαναῖοι καὶ Φαναία τὸ θηλυκόν. ἔστι καὶ Φάνα ἑνικῶς πόλις Ἰταλίας.

Event Date: -1
§ Ph657.16  Phanoteus: Φανοτεύς, πόλις Φωκίδος. Θουκυδίδης τετάρτῳ. λέγεται καὶ Φανότη καὶ Φανότεια, οἱ πολῖται Φανοτεῖς, ὡς Δελφοί καὶ Θούριοι, τῷ οἰκιστῇ παραπλησίως. τινὲς Πανόπειάν φασιν.

Event Date: -1
§ Ph657.2   Pharathos: Φάραθος, πόλις τῆς Γαλιλαίας. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Φαραθονίτης καὶ θηλυκῶς.

Event Date: -1
§ Ph658.3   Pharai: Φαραί, πόλις Μεσσήνης, ὅθεν ἦσαν οἱ Ἀφαρητιάδαι. ἔστι καὶ Ἀχαΐας. εἰσὶ καὶ διὰ τοῦ 'η' Φηραί, ὁ πολίτης Φηραῖος. εἰσὶ καὶ Φαραί Βοιωτίας. τὸ ἐθνικὸν Φάρης Φάρητος. ἔστι δ´ ἄλλη Κρήτης, ἄποικος τῆς ἐν Μεσσήνῃ, ὡς Φίλων. τὸ ἐθνικὸν τῆς Μεσσηνίας Φαραΐτης, ὡς Θῆβαι Θηβαΐτης καὶ Συκαί Συκαΐτης. τῆς δ´ ἐν Ἀχαΐᾳ Φαραιεῖς λέγονται. καὶ δῆλον, ὡς παρὰ τὸ Φαραῖος Φαραιεύς Κρηταῖος Κρηταιεύς Κωπαῖος Κωπαιεύς. καὶ κτητικὸν Φαραϊκός ἀπὸ τοῦ Φαραῖος.

Event Date: -1
§ Ph658.12  Pharan: Φαράν, πόλις μεταξὺ Αἰγύπτου καὶ Ἀραβίας. τὸ ἐθνικὸν Φαρανίτης. καὶ κτητικὸν Φαρανιτικὸν ὄρος.

Event Date: -1
§ Ph658.14  Pharbaithos: Φάρβαιθος, πόλις Αἰγύπτου. ὁ πολίτης Φαρβαιθίτης.

Event Date: -1
§ Ph658.15  Pharbelos: Φάρβηλος, πόλις Ἐρετριέων. τὸ ἐθνικὸν Φαρβήλιος.

Event Date: -1
§ Ph658.16   Pharis: Φᾶρις, πόλις τῆς Λακωνικῆς. Ὅμηρος "Φᾶριν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην". οἱ πολῖται Φαρῖται, ὡς Παυσανίας, καὶ Φαριάτης ὡς Σπαρτιάτης.

Event Date: -1
§ Ph658.19   Pharkedon: Φαρκηδών, πόλις Θεσσαλίας. Θεόπομπος δὲ θʹ Φιλιππικῶν Φαρκαδόνα διὰ τοῦ 'α' φησίν. ὁ πολίτης Φαρκηδόνιος ὡς Χαλκηδόνιος. καὶ Φαρκηδονίς καὶ Φαρκηνίς.

Event Date: -1
§ Ph658.22   Pharmakoussai: Φαρμακοῦσσαι, δύο νῆσοι πλησίον Σαλαμῖνος. ἔστι καὶ ἄλλη ὑπὲρ Μίλητον, ἐν ᾗ Ἄτταλος ἀνῃρέθη. τὸ ἐθνικὸν Φαρμακουσσαῖος ἢ Φαρμακούσσιος.

Event Date: -1
§ Ph659.3  Pharnakeia: Φαρνάκεια, χώρα καὶ πόλις Ποντικὴ προσεχὴς τῇ Τραπεζοῦντι. τὸ ἐθνικὸν Φαρνακεύς ἀπὸ τοῦ Φάρνακος, ὡς Ἀντίοχος Ἀντιοχεύς, Σέλευκος Σελευκεύς. ἔστι καὶ Φρυγίας Φαρνάκιον, ὡς Ἀλέξανδρος περὶ Φρυγίας τρίτῳ.

Event Date: -1
§ Ph659.7   Pharos: Φάρος, νῆσος ἐν τῷ Ἀδρίᾳ, ποταμὸν ὁμώνυμον ἔχουσα. ἔστι δὲ κτίσμα Παρίων, ὡς Ἔφορος εἰκοστῷ ὀγδόῳ. ἔστι καὶ πόλις Ἰλλυρίας, ὡς Πολύβιος γʹ. τὸ ἐθνικὸν Φάριοι. ἔστι καὶ νῆσος ἡ πρὸς τῇ Ἀλεξανδρείᾳ, ἐφ´ ἧς ὁ Σωστράτου τοῦ Δεξιφάνους πύργος ὁμωνύμως λεγόμενος. Φάρος γὰρ ὁ πρωρεὺς Μενελάου ἐν τῇ νήσῳ δηχθεὶς ὑπὸ ὄφεως ἐτάφη.

Event Date: -1
§ Ph659.13  Pharos: Φάρος, δὲ καὶ ἡ Ἀλεξάνδρεια ἐκαλεῖτο. τὸ ἐθνικὸν Φάριος καὶ Φαρία καὶ Φάριον. ἔστι καὶ πόλις Περραιβική. ἐθνικὸν τὸ αὐτό.

Event Date: -1
§ Ph659.16   Pharousioi: Φαρούσιοι, ἔθνος Λιβυκόν. μέμνηται αὐτῶν Διονύσιος καὶ Ἀρτεμίδωρος.

Event Date: -1
§ Ph659.18   Pharsalos: Φάρσαλος, πόλις Θεσσαλίας, ἀπὸ Φαρσάλου τοῦ Ἀκρισίου. τὸ ἐθνικὸν Φαρσάλιος καὶ Φαρσαλίς καὶ Φαρσαλία. ἔστι καὶ Παμφυλίας πόλις. λέγεται καὶ Φαρράλιος διὰ δύο 'ρρ', ὡς Μυρρίνη καὶ κόρρη καί "ἐπὶ κόρρης".

Event Date: -1
§ Ph659.22   Pharygai: Φαρύγαι, πόλις Λοκρίδος, ἣν Ὅμηρος Τάρφην καλεῖ. οἱ μὲν ἀπὸ τῆς ἐν Φαρύγαις κρήνης Τάρφης τοὔνομα, οἱ δὲ ἀπὸ τοῦ πυκνοῦ τῆς ὕλης ταύτας κεκλῆσθαι. οἱ πολῖται Φαρυγαῖοι, ὡς δῆλον ἐκ τῆς Φαρυγαίας Ἥρας.

Event Date: -1
§ Ph660.1  Phasaelis: Φασαηλίς, πόλις τῆς Ἰουδαίας, ὑπὸ Ἡρώδου κτισθεῖσα τοῦ πρώτου βασιλέως τῆς χώρας, τῷ ὀνόματι τοῦ ἀδελφοῦ, ὡς Ἰώσηπος ἐν αʹ τοῦ πρὸς Ῥωμαίους πολέμου. τὸ ἐθνικὸν Φασαηλίτης, ὡς αὐτὸς ἐν τῇ αὐτῇ.

Event Date: -1
§ Ph660.5   Phaselis: Φάσηλις, πόλις Παμφυλίας, ἡ πρότερον Πιτύουσα καὶ ὕστερον Φάρσαλος, ὁ πολίτης Φασηλίτης. Θεοδέκτης δ´ ἦν γένος Φασηλίτης, υἱὸς Ἀριστάνδρου, κάλλει διαφέρων, ὃς ἐποίησε τραγῳδίας νʹ καὶ ῥητορικὰς τέχνας καὶ λόγους ῥητορικοὺς ἐπῶν καί. ἀπέθανε δ´ Ἀθήνησι, καὶ ἐπιγέγραπται δὲ αὐτῷ ἐλεγεῖον τόδε Ἥδε χθὼν κόλποισι Φασηλίτην Θεοδέκτην κρύπτει, ὃν ηὔξησαν Μοῦσαι Ὀλυμπιάδες ... ἐν δὲ χορῶν [τραγικῶν] ἱεραῖς τρισὶ καὶ δέχ´ ἁμίλλαις ὀκτὼ ἀκηράτους ἀμφεθέμην στεφάνους. Ἡρωδιανὸς δὲ μόνος νῆσόν φησι καὶ προπαροξύνεσθαι. τὸ μέντοι ἀγγεῖον οἱ ἀπ´ Ἀλεξανδρείας ὀξύνουσιν.

Event Date: -1
§ Ph660.17   Phaseloussai: Φασηλοῦσσαι, δύο νῆσοι Λιβύης πλησίον Σίριος ποταμοῦ. Ἑκαταῖος περιηγήσει Λιβύης. οἱ νησιῶται Φασηλουσσαῖοι ὡς Σκοτουσσαῖοι.

Event Date: -1
§ Ph660.2  Phasis: Φᾶσις, πόλις τῆς Αἴας πρὸς τῷ Φάσιδι ποταμῷ ἐν Κόλχοις. ἐκτίσθη δὲ ὑπὸ Μιλησίων. τὸ ἐθνικὸν ἔδει Φασίτης ὡς Ὀασίτης Μεμφίτης, ἢ Φασιάτης πλεονασμῷ τοῦ 'α', ὡς καὶ λέγεται. τὸ ἐθνικὸν Φασιάτης. καὶ Φασιατικός καὶ Φασιανός, ὡς Ἀριστοφάνης ἐν Ὁλκάσι, καὶ Φασιανή θηλυκὸν καί "Φασιανὸν νάπος" οὐδετέρως. ἔστι καὶ ἄλλος ποταμὸς Φᾶσις ἐν τῇ Ταπροβάνῃ.

Event Date: -1
§ Ph661.7   Phastaia: Φάσταια, πόλις ἐν Σάκαις. τὸ ἐθνικὸν Φασταῖος καὶ Φασταιεύς διὰ τὸν τύπον.

Event Date: -1
§ Ph661.9   Phantia: Φαντία, πόλις Τρωική, κτίσμα Κυμαίων. καὶ Φαντεῖς, ὡς Νεανδρεῖς, τὸ ἐθνικόν.

Event Date: -1
§ Ph661.11   Phea: Φεά, πόλις τῆς Ἠλείας. Ὅμηρος διὰ τοῦ 'ι' "Φιᾶς πὰρ τείχεσσι". τὸ ἐθνικὸν Φεαῖος.

Event Date: -1
§ Ph661.13   Phelessaioi: Φελεσσαῖοι, ἔθνος ὅμορον τοῖς Ὀμβρικοῖς πρὸς τῇ Ἰαπυγίᾳ, ὡς Εὔδοξος ἕκτῳ.

Event Date: -1
§ Ph661.15  Phelleus: Φελλεύς, ὄρος τῆς Ἀττικῆς. τάχα δ´ οὐ μόνης τῆς Ἀττικῆς, ἀλλὰ παντός του τόπου ἔχοντος ἐπιπολῆς μὲν πέτραν, ὑπὸ ταύτης δὲ γῆν λιπαρὰν πρὸς ἐλαιοφυτίαν. τὸ τοπικόν φελλείτης ἂν εἴη, ὡς τοῦ Ἀταρνεύς Ἀταρνείτης.

Event Date: -1
§ Ph661.19   Phellos: Φελλός, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναι λέγει. ὁ πολίτης Φελλίτης καὶ Ἀντιφελλίτης, ὡς Ἀλέξανδρος ἐν τῇ εἰρημένῃ καὶ Πολύχαρμος.

Event Date: -1
§ Ph662.1   Phenebethis: Φενέβηθις, πόλις Αἰγύπτου. τὸ ἐθνικὸν τῷ συνήθει χαρακτῆρι Φενεβηθίτης. οὕτως γὰρ Ὡραπόλλων ὁ φιλόσοφος ἐχρημάτιζεν.

Event Date: -1
§ Ph662.4   Pheneos: Φενεός, πόλις Ἀρκαδίας "οἳ Φενεόν τ´ ἐνέμοντο καὶ Ὀρχομενόν". λέγεται καὶ ἀρσενικῶς [καὶ θηλυκῶς.] ἔστι δ´ ἡ πόλις τῆς Ἀζανίας. ὁμορεῖ δὲ ἐκ τῶν πρὸς βορρᾶν μερῶν τῇ Κλειτορίᾳ, ἐν δὲ τῷ πρὸς ἄρκτους Αἰγείροις καὶ Πελλήνῃ, ταῖς Ἀχαϊκαῖς πόλεσι. κεῖται δὲ ὑπὸ τὸ ὄρος τὴν Κυλλήνην. ὁ πολίτης Φενεεύς καὶ Φενεάτης καὶ Φενεαῖος καὶ θηλυκῶς Φενεαία καὶ Φενεαῖον. τὸ κτητικὸν Φενεατικός καὶ Φενεατική καὶ Φενικός καὶ Φενική.

Event Date: -1
§ Ph662.12   Pherai: Φεραί, πόλις Θεσσαλίας "οἵ τε Φερὰς ἐνέμοντο παραὶ Βοιβηίδα λίμνην". ἀπὸ Φέρητος τοῦ Κρηθέως ἢ Φερᾶς τῆς Αἰόλου θυγατρός. ὁ πολίτης Φεραῖος καὶ Φεραία. εἰσὶ καὶ ἄλλαι Φεραὶ ἀρχαῖαι τῶν νῦν Φερῶν ἀπέχουσαι στάδια ὀκτώ. εἰσὶ καὶ ἄλλαι Ἰαπυγίας καὶ Αἰτωλίας καὶ Παρθυαίων. ἔστι καὶ διὰ τοῦ 'η' "Φηράς τε ζαθέας ἠδ´ Ἄνθειαν βαθύλειμον". τὸ ἐθνικὸν Φηραῖος.

Event Date: -1
§ Ph662.19   Pherentinos: Φερεντῖνος, πόλις Σαυνιτῶν ἐν Ἰταλίᾳ. τὸ ἐθνικὸν Φερεντανός. λέγεται καὶ Φερέντιοι, ὡς Διονύσιος ιζʹ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας.

Event Date: -1
§ Ph663.1   Phegaia: Φηγαιά, δῆμος τῆς Αἰγηίδος φυλῆς. ὁ δημότης Φηγαιεύς. ἔστι καὶ ἄλλος δῆμος τῆς Πανδιονίδος φυλῆς οἱ Φηγαιεῖς, ὁ δημότης Φηγαιεύς. τὰ τοπικὰ ἐκ Φηγαιέων εἰς Φηγαιέων ἐν Φηγαιέων.

Event Date: -1
§ Ph663.5   Phegeia: Φήγεια, πόλις Ἀρκαδίας, ἀπὸ Φηγέως βασιλέως, ὡς Χάραξ Ἑλληνικῶν δʹ. Φηγεὺς δ´ ὁ ἀδελφὸς τοῦ Φορωνέως ἔκτισε πόλιν Φήγειαν, ἣ πρὶν Ἐρύμανθος ἐκαλεῖτο, ὕστερον δὲ Ψωφίς ὠνομάσθη, ὡς ἐροῦμεν, ἀπὸ τῆς μητρός ..... οἱ πολῖται Φηγεῖς.

Event Date: -1
§ Ph663.10  Phegous: Φηγοῦς, δῆμος Ἐρεχθηίδος φυλῆς. ὁ δημότης Φηγούσιος. τὰ τοπικὰ Φηγουντόθεν Φηγοῦντάδε Φηγοῦντι.

Event Date: -1
§ Ph663.12   Phemiai: Φημίαι, πόλις τῆς Ἀρναίας, ἀπὸ Φημίου τοῦ Ἄμπυκος. Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. τὸ ἐθνικὸν Φημιαῖος καὶ Φημιεύς καὶ Φημιάτης, ὧν οἱ τύποι εὕρηνται.

Event Date: -1
§ Ph663.15   Phtheirophagoi: Φθειροφάγοι, ἔθνος ... Στράβων ἑνδεκάτῃ.

Event Date: -1
§ Ph663.16  Phthia: Φθία, πόλις καὶ μοῖρα Θετταλίας. Παρμενίσκος δὲ χώραν αὐτήν φησι καὶ οὐ πόλιν· οὐκ ὀρθῶς. ἐκλήθη δὲ ἀπὸ Φθίας γυναικὸς ἢ Φθίου Ποσειδῶνος καὶ Λαρίσης. Στράβων δὲ εἰς τέσσαρα διαιρεῖ τὴν Θετταλίαν, Φθιῶτιν [Ἑστι]αιῶτιν Θετταλιῶτιν Πελασγιῶτιν. ὁ πολίτης Φθιώτης καὶ Φθιῶτις τὸ θηλυκόν, καὶ Φθιωτικός καὶ Φθῖος, ἀφ´ οὗ Φθῖοι καὶ Φθῖες. εὕρηται καὶ Φθιάς θηλυκῶς παρ´ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ "Φθιὰς ὅμως".

Event Date: -1
§ Ph664.4   Phthir: Φθίρ, ὄρος Καρίας. οἱ κατοικοῦντες Φθῖρες καὶ Φθιριάς θηλυκῶς.

Event Date: -1
§ Ph664.6   Phia: Φιά, πόλις τῶν περιμάχων Μεσσηνίοις καὶ Λάκωσιν. Ὅμηρος "Φιᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα". τὸ [δὲ] ἐθνικὸν [ταύτης] Φιεύς καὶ Φιάτης καὶ Φιαῖος.

Event Date: -1
§ Ph664.9   Phigaleia: Φιγάλεια, πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν εʹ Μεσσηνιακῶν "τὴν μὲν ἀνήγετ´ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν". μετωνομάσθη δὲ Φιάλεια δίχα τοῦ 'γ' ἀπὸ Φιάλου τινός. ἔστι καὶ Φιάλεια Βιθυνίας. τὸ ἐθνικὸν τῆς προτέρας Φιγαλεύς καὶ Φιγαλείτης.

Event Date: -1
§ Ph664.14   Phidene: Φιδήνη, πόλις Ἀλβανῶν. τὸ ἐθνικὸν Φιδηναῖος. ἔοικε καὶ Φίδηνα λέγεσθαι ὡς Ῥάβεννα, καὶ Φιδηνάτης ὡς Ῥαβεννάτης· οὕτω γὰρ Χάραξ ιβʹ κέχρηται Φιδηνάτης.

Event Date: -1
§ Ph664.17   Phikeion: Φίκειον, ὄρος Βοιωτίας, καὶ διὰ διφθόγγου καὶ διὰ βραχέος τοῦ 'ι'. τὸ ἐθνικὸν ἀμφοτέρων Φικειεύς, ὡς Βουδιεύς Ῥοιτειεύς Αἰγιεύς Σουνιεύς.

Event Date: -1
§ Ph665.1  Phila: Φίλα, πόλις Μακεδονίας, κτίσμα Δημητρίου τοῦ Ἀντιγόνου παιδός, τοῦ Γονατᾶ καλουμένου, ὃς ἀπὸ τῆς τούτου μητρὸς Φίλας ἐπὶ τοῦ Πηνειοῦ ἔκτισε πόλιν Φίλαν. ἔστι καὶ νῆσος ἐν Αἰγύπτῳ, Ἡρόδοτος τετάρτῃ "ἐπὶ ποταμὸν τὸν μέγαν, ᾧ οὔνομα Τρίτων ἐστίν· ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τριτωνίδα". τὸ ἐθνικὸν Φιλαῖος, τῆς νήσου δὲ Φιλάτης.

Event Date: -1
§ Ph665.8   Philadelpheia: Φιλαδέλφεια, πόλις Λυδίας, Ἀττάλου κτίσμα τοῦ φιλαδέλφου. ἔστι δὲ τῆς Κεκαυμένης, ὑπὸ Μυσῶν καὶ Λυδῶν κατεχομένης· Στράβων ιβʹ. ἔστι καὶ ἑτέρα τῆς Αἰγύπτου. καὶ τρίτη τῆς Συρίας ἐπιφανὴς πόλις, ἡ πρότερον Ἄμμανα, εἶτ´ Ἀστάρτη, εἶτα Φιλαδέλφεια ἀπὸ Πτολεμαίου τοῦ φιλαδέλφου. ὁ πολίτης Φιλαδελφεύς. τὸ δὲ Φιλαδελφηνός ἐπιχώριον. οὕτω γὰρ Ἰώσηπος κʹ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.

Event Date: -1
§ Ph665.15   Philaidai: Φιλαΐδαι, δῆμος τῆς Αἰγηίδος φυλῆς, ἀπὸ Φιλαίου τοῦ Αἴαντος υἱοῦ καὶ Λυσιδίκης τῆς Κορώνου τοῦ Λαπίθου. ὁ δημότης Φιλαΐδης. τὰ τοπικὰ ἐκ Φιλαϊδῶν εἰς Φιλαϊδῶν ἐν Φιλαϊδῶν.

Event Date: -1
§ Ph665.19  Phileas: Φιλέας, χωρίον Βυζαντίου. τὸ ἐθνικὸν Φιλεάτης. τινὲς δὲ Φιλίαν, ἄλλοι δὲ Φινέαν γράφουσιν.

Event Date: -1
§ Ph665.21   Philenorion: Φιληνόριον, πόλις ἐν Ἀρναίᾳ χώρᾳ τῆς Βοιωτίας, ἀπὸ Φιλήνορος τοῦ Αἰτωλοῦ. τὸ ἐθνικὸν Φιληνόριος.

Event Date: -1
§ Ph666.1   Philippoi: Φίλιπποι, πόλις Μακεδονίας, οἱ πρότερον Κρηνίδες, Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα "καὶ πόλις Φίλιπποι τὸ παλαιὸν Κρηνίδες. τοῖς δὲ Κρηνίταις πολεμουμένοις ὑπὸ Θρᾳκῶν βοηθήσας ὁ Φίλιππος Φιλίππους ὠνόμασεν". ἔνθεν ἦν Ἄδραστος ὁ περιπατητικὸς φιλόσοφος, Ἀριστοτέλους μαθητής. ἐκλήθησαν Φίλιπποι καὶ αἱ Θῆβαι Θεσσαλίας καὶ Γόμφοι Θεσπρωτίας. ὁ πολίτης Φιλιππεύς, Φιλιππηνός δὲ παρὰ Πολυβίῳ.

Event Date: -1
§ Ph666.9   Philippopolis: Φιλιππόπολις, πόλις Μακεδονίας, Φιλίππου τοῦ Ἀμύντου κτίσμα ἐν τῷ Ἕβρῳ. τὸ ἐθνικὸν Φιλιπποπολίτης.

Event Date: -1
§ Ph666.11  Philomeleion: Φιλομήλειον, πόλις τῆς μεγάλης Φρυγίας. Στράβων δωδεκάτῃ. τὸ ἐθνικὸν Φιλομηλεύς, ὡς Δορυλαεύς Κοτυαεύς.

Event Date: -1
§ Ph666.13   Philyres: Φίλυρες, ἔθνος πρὸς τῷ Πόντῳ, ἀπὸ Φιλύρας τῆς μητρὸς Κρόνου. τὸ θηλυκὸν Φιλυρίς καὶ Φιλυρηίς πλεονασμῷ τοῦ 'η'. δύναται καὶ ἀπὸ τοῦ Φιλύρη Φιλυρίτης εἶναι.

Event Date: -1
§ Ph666.16  Philotera: Φιλωτέρα, πόλις περὶ τὴν Τρωγλοδυτικήν, Σατύρου κτίσμα. Ἀπολλόδωρος δὲ Φιλωτερίδα καλεῖ. ἔστι καὶ κοίλης Συρίας Φιλωτέρα, ὡς Χάραξ ἐν ὀγδόῳ χρονικῶν. τὸ ἐθνικὸν ταύτης Φιλωτέριος, διὰ τό τινας καὶ Φιλωτερίαν αὐτὴν εἰρηκέναι. τῆς δ´ Αἰγυπτίας Φιλωτερίτης, διὰ τὸ σύνηθες τοῦ ἐπιχωρίου τύπου.

Event Date: -1
§ Ph667.3   Phineion: Φίνειον, τόπος τοῦ Πόντου, κτίσμα Φινέως. τὸ ἐθνικὸν Φινειεύς, ὡς Σίγειον Σιγειεύς.

Event Date: -1
§ Ph667.5  Phinopolis: Φινόπολις, πόλις πρὸς τῷ Πόντῳ, ἀπὸ Φινέως. τὸ Φινοπολίτης.

Event Date: -1
§ Ph667.7   Phlanon: Φλάνων, πόλις καὶ λιμὴν περὶ τὴν Ἄψυρτον νῆσον. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ιαʹ "μετὰ δὲ τὴν Ἄλωον λιμήν ἐστι Φλάνων καὶ πόλις Φλάνων, καὶ πᾶς ὁ κόλπος οὗτος Φλανωνικὸς καλεῖται". ἀπὸ οὖν τῆς γενικῆς Φλάνων Φλανωνίτης, ὡς Νάρβων Ναρβωνίτης.

Event Date: -1
§ Ph667.12  Phlegra: Φλέγρα, πόλις Θρᾴκης, ἣν Εὔδοξος μετὰ ταῦτα Παλλήνην φησὶ κληθῆναι. ὁ πολίτης Φλεγραῖος καὶ Φλεγραία καὶ Φλεγραῖον. ἔστι καὶ Φλεγρός καὶ Φλέγρα. Λυκόφρων.

Event Date: -1
§ Ph667.15   Phlegya: Φλεγύα, πόλις Βοιωτίας, ἀπὸ Φλεγύου τοῦ Ἄρεος καὶ Χρυσῆς παιδός. ὁ πολίτης Φλεγύας καὶ Φλεγυεύς. λέγεται δὲ ἡ χώρα Φλεγυαντίς, ὡς ἀπὸ περιττοσυλλάβου γενικῆς τῆς Φλεγύαντος. ἔστι δὲ τοῦ Φλεγύας καὶ Φλεγύης εὐθεῖα καὶ Φλέγυς.

Event Date: -1
§ Ph667.2  Phlious: Φλιοῦς, πόλις Πελοποννήσου, ἡ πρότερον Ἀραιθυρέα καὶ Ἀράντεια, ἀπὸ Φλιοῦντος τοῦ Διονύσου καὶ Χθονοφύλης. Παυσανίας δὲ ἀπὸ Φλίαντος ὡς μαρτυρεῖ καὶ τὸ ἐθνικὸν Φλιούντιος ἢ Φλιούσιος. Φιλήτας δέ φησι Φλιοῦς γὰρ πόλις ἐστί, Διωνύσου φίλος υἱός Φλιοῦς ἣν αὐτὸς δείματο λευκολόφος. ὠνόμασται δὲ παρὰ τὸ φλεῖν, ὅ ἐστιν εὐκαρπεῖν. Λακεδαιμόνιοι δὲ τῶν μηνῶν ἕνα Φλιάσιον καλοῦσιν, ἐν ᾧ τοὺς τῆς γῆς καρποὺς ἀκμάζειν συμβέβηκεν. ὤφειλε δὲ ἀπὸ τῆς Φλιοῦντος Φλιούσιος, πλεονασμῷ δὲ τοῦ 'α' Φλιάσιος. καὶ Τίμων ὁ περὶ σίλλων γεγραφὼς Φλιάσιος ἐχρημάτιζε. τὸ θηλυκὸν Φλιουντία καὶ Φλιουντίς.

Event Date: -1
§ Ph668.11   Phlygonion: Φλυγόνιον, πόλις Φωκίδος. λέγεται καὶ θηλυκῶς Φλυγονία, ὁ πολίτης Φλυγόνιος καὶ Φλυγονιεύς.

Event Date: -1
§ Ph668.13   Phlyeis: Φλυεῖς, δῆμος τῆς Κεκροπίδος φυλῆς. ὁ δημότης Φλυεύς καὶ Φλυῆθεν. τὰ τοπικὰ Φλυᾶθεν Φλυάζε Φλυῆσιν.

Event Date: -1
§ Ph668.15   Phoibia: Φοιβία, πόλισμα Σικυωνίων. τὸ ἐθνικὸν Φοίβιος ἢ Φοιβιανός.

Event Date: -1
§ Ph668.17   Phoinikaion: Φοινίκαιον, ὄρος Κορίνθου. Ἔφορος ἐννεακαιδεκάτῳ. τὸ ἐθνικὸν Φοινικαῖος.

Event Date: -1
§ Ph668.19  Phoinike: Φοινίκη, ἡ χώρα, ἀπὸ τῆς Φοίνικος γενικῆς, ὡς Κρής Κρητός Κρήτη, Λίβυς Λίβυος Λιβύη. ὁ δὲ Φοῖνιξ ἦν Ἀγήνορος παῖς ἢ Ποσειδῶνος καὶ Λιβύης. ἐκαλεῖτο δὲ πρότερον Ῥαββώθη καὶ Κολπίτης. τὸ ἐθνικὸν τῷ ὀνόματι τοῦ οἰκιστοῦ Φοῖνιξ, καὶ Φοινίκιος. τὸ κτητικὸν Φοινικικός. ἔστι καὶ Φοῖνιξ οὐ πολὺ ἀπέχων Ῥόδου. καὶ ποταμός ἐστι Φοῖνιξ.

Event Date: -1
§ Ph669.5  Phoinikous: Φοινικοῦς, πόλις Κρήτης. ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ. ἔστι καὶ Φοινικοῦς λιμήν. Θουκυδίδης ὀγδόῃ. τὸ ἐθνικὸν Φοινικούντιος καὶ Φοινικούσιος, ὡς Σελινούντιος καὶ Σελινούσιος.

Event Date: -1
§ Ph669.9   Phoinikoussai: Φοινικοῦσσαι, δύο νῆσοι ἐν τῷ Λιβυκῷ κόλπῳ πρὸς τῇ Καρχηδόνι, ὡς Ἑκαταῖος περιηγήσει Λιβύης. οἱ νησιῶται Φοινικουσσαῖοι. ἔστι καὶ πόλις Φοινίκων τῶν ἐν Συρίᾳ Φοινικοῦσσαι, ὡς αὐτὸς ἐν Ἀσίᾳ.

Event Date: -1
§ Ph669.13   Phoitiai: Φοιτίαι, πόλις Ἀκαρνανίας, ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον καὶ τὸ ἐθνικὸν Φοιτιεύς καὶ Φοίτιοι, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωικοῖς.

Event Date: -1
§ Ph669.17   Pholegandros: Φολέγανδρος, νῆσος τῶν Σποράδων, ἀπὸ Φολεγάνδρου τοῦ Μίνωος. "ἣν Ἄρατος σιδηρείην ὀνομάζει διὰ τὴν τραχύτητα". ὁ πολίτης Φολεγάνδριος καὶ Φολεγανδρῖνος καὶ οὐδέτερον Φολεγανδρῖνον.

Event Date: -1
§ Ph670.3  Pholoe: Φολόη, πόλις Ἀρκαδίας, ἀπὸ Φόλου τοῦ Κενταύρου. τὸ ἐθνικὸν Φολοεύς, ὡς Λευκονοεύς Ἀντινοεύς Μεροεύς.

Event Date: -1
§ Ph670.5  Phorbas: Φόρβας, πόλις τῶν ἐν Θεσσαλίᾳ Ἀχαιῶν. τὸ ἐθνικὸν Φορβάντιος, ἐπειδὴ Φορβάντιον ὄρος Τροιζῆνος.

Event Date: -1
§ Ph670.7   Phorieia: Φορίεια, κώμη Ἀρκαδίας. τὸ ἐθνικὸν Φοριαεύς, ὡς Ἔφορος ἐν τῇ ϛʹ τῶν ἱστοριῶν.

Event Date: -1
§ Ph670.9   Phorounna: Φόρουννα, πόλις Θρᾴκης. Πολύβιος ἐνάτῳ. τὸ ἐθνικὸν Φορουνναῖος, ὡς Κυνναῖος Πελινναῖος Φαλανναῖος.

Event Date: -1
§ Ph670.11   Phorobrentation: Φοροβρεντάτιον, πόλις Λιβύης. τὸ ἐθνικὸν Φοροβρεντατηνός.

Event Date: -1
§ Ph670.13   Phounda: Φοῦνδα, ὡς Νῶλα, πόλις Ἰταλίας. οἱ πολῖται Φουνδανοί, Διονύσιος πεντεκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας.

Event Date: -1
§ Ph670.15   Phournita: Φουρνίτα, πόλις Λιβύης. οἱ οἰκήτορες Φουρνιτανοί. Φλέγων ιεʹ τῶν Ὀλυμπιάδων.

Event Date: -1
§ Ph670.17   Phraaspa: Φράασπα, Μηδίας πόλις. Κουάδρατος Παρθικῶν τετάρτῳ. τὸ ἐθνικὸν Φραασπηνός κατὰ τὸ ἔθος τῆς χώρας.

Event Date: -1
§ Ph670.19   Phrangoi: Φράγγοι, ἔθνος Ἰταλίας τῶν Ἀλπείων ὀρῶν ἐγγύς. Παρθένιος ὁ Φωκαεὺς πρώτῳ.

Event Date: -1
§ Ph670.21   Phrada: Φράδα, πόλις ἐν Δράγγαις, ἣν Ἀλέξανδρος Προφθασίαν μετωνόμασεν, ὡς Χάραξ ἐν ἕκτῳ χρονικῶν.

Event Date: -1
§ Ph670.23  Phratria: Φρατρία, ἐξ ἧς οἱ φράτορες λέγονται, οἱ ἐκ τῆς αὐτῆς φρατρίας ὄντες, ὅ ἐστι τρίτον φυλῆς, ἥν τινες τριττὺν λέγουσιν. ἐλέγετο δὲ φράτηρ καὶ φράτωρ. ἀλλὰ τὸ μὲν φράτηρ ἀρχαῖον μετὰ τῆς αὐτοῦ κλίσεως, θάτερον δὲ νεώτερον. λέγεται καὶ φράτριον τόπος ἐν ᾧ οἱ τῆς αὐτῆς φρατρίας συνάγονται. λέγεται καὶ φρατρίζειν τὸ εἰς αὐτὴν συνιέναι. καὶ μετὰ τοῦ 'α' φρατριάζειν, ὅπερ σύνηθες τοῖς Ἀττικοῖς. φρατριάζειν δ´ ἔλεγον τὸ ἐν τῷ φρατρίῳ εὐωχεῖσθαι, ὅ ἐστι τὸ τῆς φρατρίας ἔθος. [καὶ κίνημα τοῖς Ῥωμαίοις καὶ τοῖς τούτων ἱστορικοῖς.] ἀλλὰ καὶ φρατριεῖς ἐκαλοῦντο οἱ ἐν αὐτῷ συνιόντες. ἐλέγοντο δὲ καὶ φρᾶτραι καὶ φᾶτραι· ἀλλ´ οὐ συνᾴδει τῷ φρατριεύς. ὡς γὰρ Ὑρία Ὑριεύς Ὑσία Ὑσιεύς, οὕτως φρατρία φρατριεύς.

Event Date: -1
§ Ph671.12   Phrearoi: Φρέαροι, δῆμος Ἀθήνησι τῆς Λεοντίδος φυλῆς, ἀπὸ Φρεάρου Ἀθήνησιν ἐπισήμου ἥρωος. ὁ δημότης Φρεάριος. τὰ τοπικὰ Φρεαρόθεν Φρέαρόνδε Φρεαροῖ.

Event Date: -1
§ Ph671.15   Phregella: Φρέγελλα, πόλις Ἰταλίας, ἣ τὸ μὲν ἀρχαῖον ἦν Ὀπικῶν, ἔπειτα Οὐολούσκων ἐγένετο. τὸ ἐθνικὸν Φρεγελλανός, ὡς Διονύσιος ιϛʹ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας καὶ ἄλλοι πλεῖστοι.

Event Date: -1
§ Ph671.18   Phrentanon: Φρεντανόν, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Φρεντανοί. Στράβων πέμπτῃ.

Event Date: -1
§ Ph672.1   Phres: Φρής, Φρητός, Φρῆτες, ἔθνος Λιβυκόν, ὡς Ἡρῳδιανὸς ιδʹ.

Event Date: -1
§ Ph672.3   Phrikion: Φρίκιον, ὄρος ὑπὲρ Θερμοπυλῶν Λοκρικόν, ἀφ´ οὗ Φρίκανες καὶ Φρικανεῖς οἱ αὐτόθι οἰκήσαντες Αἰολεῖς, ὡς Ἑλλάνικος ἐν ἱερειῶν Ἥρας βʹ. καλεῖται καὶ Φρικωνίς ἡ Λάρισα καὶ Φρικωνῖτις. ἔδει οὖν Φρικιεύς καὶ τὸ θηλυκὸν Φρικιάς. ἐκλήθη δὲ ἀπὸ Φρικίου τοῦ Κενταύρου, ὃν ἀπέκτεινεν Ἡρακλῆς. οἱ οἰκοῦντες Φρικωνέες καὶ Φρικωνεῖς. καλεῖται καὶ Φρίκειον, ὃ καὶ Δρίος ὠνομάζετο. λέγεται καὶ Φρικωνία καὶ Φρικωνίτης καὶ Φρικωνιάτης. κεῖται δὲ παρὰ Παρμένοντι τῷ Βυζαντίῳ ἐν τῷ πρώτῳ ἰάμβων.

Event Date: -1
§ Ph672.12   Phrixa: Φρίξα, πόλις .... "ἡ δὲ Φρίξα κεῖται μὲν τῆς Ὀλυμπίας ἀπέχουσα στάδια 'λ'". Φερεκύδης δὲ Ἀρκαδίας αὐτὴν γράφει. τὸ ἐθνικὸν Φριξαῖος.

Event Date: -1
§ Ph672.15  Phrixos: Φρίξος, πόλις Λυκίας. ἔστι καὶ Φρίξου λιμήν παρὰ τῷ στόματι τοῦ Πόντου ἐν τῇ Χαλκηδονίᾳ περαίᾳ, περὶ οὗ Νύμφις ἐν αʹ περὶ Ἡρακλείας τάδε φησίν .... τὸ ἐθνικὸν Φρίξιος, εἰ μή τις τῷ ἔθει τῆς Λυκιακῆς τῆς ἐκεῖ Φριξεύς εἴποι τὸ ἐθνικόν.

Event Date: -1
§ Ph672.20   Phrourentanoi: Φρουρεντανοί, ἔθνος Ἰταλίας. Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων.

Event Date: -1
§ Ph672.22  Phrygia: Φρυγία, δύο χῶραι. Στράβων "Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧς ὁ Μίδας ἐβασίλευε, καὶ τῆς ἄλλης μέρος οἱ Γαλάται κατέσχον· ἡ δὲ μικρὰ ἡ ἐφ´ Ἑλλησπόντῳ [καὶ ἡ] περὶ τὸν Ὄλυμπον, ἡ καὶ ἐπίκτητος λεγομένη". οἱ ἐξ ἑκατέρας λέγονται Φρύγες καὶ Μυσοί. λέγονται καὶ Βρίγες. τὸ ἐθνικὸν Φρύξ καὶ Φρύγιος καὶ Φρυγία ἄνθρωπος καὶ Φρύγιον, καὶ Φρυγικός κτητικὸν καὶ Φρυγική καὶ Φρυγικόν, καὶ φρυγίζειν καὶ φρυγιστί. ἔστι καὶ Φρυγία τόπος τῆς Οἴτης ἀπὸ τοῦ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα. ἔστι καὶ τὰ Φρύγια οὐδετέρως τόπος μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς. τὸ τοπικὸν Φρυγιεύς, ὡς Μέγαρα Μεγαρεύς.

Event Date: -1
§ Ph673.9  Phykous: Φυκοῦς, πόλις Λιβύης. κεῖται δὲ ὁ Φυκοῦς κατὰ τὸ Ταίναρον τῆς Πελοποννήσου. ὁ πολίτης Φυκούσιος, ἐπειδὴ καὶ Φυκουσία λίμνη. εἰσὶ καὶ Φυκοῦσσαι νῆσοι Λιβύης. ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρεις. οἱ νησιῶται Φυκουσσαῖοι ἢ Φυκούσσιοι.

Event Date: -1
§ Ph673.14  Phylake: Φυλάκη, πόλις Θεσσαλίας. "οἳ δ´ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα". ἀπὸ Φυλάκου τοῦ Δηιόνος. τὸ ἐθνικὸν δύναται μὲν διὰ περιφράσεως ἐκ Φυλάκης, εἴρηται δ´ ὅμως Φυλακήσιος, ὡς Ἰθακήσιος. καὶ τὸ ἐκ τόπου ἐπίρρημα Ἡλιόδωρος ἐν Πρωτεσιλάῳ "Ἀργείων τελέεσσιν ὅσοι Φυλάκηθεν ἕποντο".

Event Date: -1
§ Ph674.3  Phyle: Φυλή, δῆμος Οἰνηίδος φυλῆς. Ἀριστοφάνης Ἀχαρνεῦσι "πόθεν; ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι". καὶ ἐν Πλούτῳ "μὴ μνησικακήσῃς εἰ σὺ Φυλὴν κατέλαβες". ὁ δημότης Φυλάσιος. τὰ τοπικὰ ἐκ Φυλῆς καὶ ἀπὸ Φυλῆς. καὶ ἐθνικῶς οἱ ἀπὸ Φυλῆς. Φυλήνδε Φυλῆσιν. ἔστι καὶ φυλὴ τὸ τρίτον εἶδος τῶν παρ´ Ἕλλησι κοινωνιῶν. τὸ ἐθνικὸν φυλέτης, καὶ κτητικὸν φυλετικός φυλετική.

Event Date: -1
§ Ph674.10  Phyllis: Φυλλίς, χώρα Θρᾴκης, Ἡρόδοτος ἑβδόμῃ "ἡ δὲ γῆ αὕτη περὶ τὸ Πάγγαιον ὄρος καλέεται Φυλλίς". ἔστι καὶ ποταμὸς Βιθυνίας Φύλλις, οὗ Φυλληίς τὸ θηλυκόν. οἱ οἰκήτορες Φύλλιοι ἢ Φυλλιεῖς, ἀφ´ οὗ τὸ θηλυκὸν Φυλληίς.

Event Date: -1
§ Ph674.14   Phyllos: Φύλλος, πόλις ἐν Θετταλίᾳ. Στράβων θʹ [ἀρσενικῶς.] Ῥιανὸς δὲ Φύλλον θηλυκῶς λέγει ἐν θʹ Θεσσαλικῶν "οἳ δ´ ἄφαρ ὁπλισθέντες ἴσαν κραναὴν ποτὶ Φύλλον". οἱ οἰκοῦντες Φυλλεῖς.

Event Date: -1
§ Ph675.1   Phylon: Φῦλον, τὸ ἔθνος, ἀπὸ τῆς φυλῆς δηλονότι, ἢ ἀφ´ οὗ ἡ φυλή. σύνθετον ἔμφυλος καὶ ἐμφύλιος, ὡς [Βοιωτός] Βοιώτιος καὶ κάπρος κάπριος καὶ Πάμφυλος Παμφύλιος. λέγεται καὶ φύλιος ἄνευ τῆς ἐν.

Event Date: -1
§ Ph675.5   Physkia: Φυσκία, πόλις Λυκίας ἐφ´ ὑψηλοῦ ὄρους κειμένη. τὸ ἐθνικὸν Φύσκιος.

Event Date: -1
§ Ph675.7  Physkos: city of Lokris, from Physkos the son of Aitolos son of Amphiktyon son of Deukalion. There is another Physkos, a city in Caria. There is also a harbor of Rhodes. Also in the masculine Physkos. "Physkos, whence the Leleges who are now Lokrians..." Rianos calls them Physkeis. It is also said Physkeus. There is another in Macedonia, as Theagenes mentioned in his Makedonika. And the ethnos Physkoi and Lokroi. There is also a river Physkos, according to what Sophainetos says in the Anabasis of Cyrus. GR: Φύσκος, πόλις Λοκρίδος, ἀπὸ Φύσκου τοῦ Αἰτωλοῦ [τοῦ] Ἀμφικτύονος τοῦ Δευκαλίωνος. ἔστι καὶ ἑτέρα Φύσκος πόλις τῆς Καρίας. ἔστι καὶ λιμὴν Ῥόδου. λέγεται καὶ ἀρσενικῶς ὁ Φύσκος. "Φύσκος δέ, ἀφ´ οὗ οἱ Λέλεγες οἱ νῦν Λοκροί ..." Ῥιανὸς δὲ Φυσκέας αὐτοὺς καλεῖ. [λέγεται καὶ Φυσκεύς.] ἔστι καὶ ἄλλη Μακεδονίας, ἧς μέμνηται Θεαγένης ἐν Μακεδονικοῖς. καὶ τὸ ἔθνος Φύσκοι καὶ Λοκροί. ἔστι καὶ ποταμὸς Φύσκος, καθά φησι Σοφαίνετος ἐν Κύρου ἀναβάσει.

Event Date: -1
§ Ph675.15   Phytaion: Φύταιον, πόλις Αἰτωλίας. Πολύβιος ἑνδεκάτῳ. τὸ ἐθνικὸν Φυταῖος.

Event Date: -1
§ Ph675.17   Phyteion: Φύτειον, πόλις Ἤλιδος τῆς κοίλης, ἀπὸ Φυτέως λέγων αὐτὴν ὠνομάσθαι Ἴστρος δʹ τῶν Ἠλιακῶν. τὸ ἐθνικὸν Φυτεάτης ὡς Γυθεάτης· ὁ γὰρ τύπος Ἀρκάσι συνήθης.

Event Date: -1
§ Ph675.20  Phokaia: Φώκαια, πόλις Ἰωνίας. Ἡρόδοτος πρώτῃ. λέγεται καὶ Φωκαίη διὰ τοῦ 'η'. ἐκλήθη δὲ διὰ τὸ πολλὰς ἀκολουθῆσαι φώκας τοῖς κτίσασιν. ὁ πολίτης Φωκαεύς καὶ Φωκαιεύς καὶ Φωκαΐτης καὶ θηλυκὸν Φωκαΐς. ἔστι καὶ ἄλλη πόλις τῆς Καρίας ἐν τῇ Μυκάλῃ. ἐθνικὸν τὸ αὐτό.

Event Date: -1
§ Ph675.25   Phokis: Φωκίς, χώρα περὶ τὸν Παρνασσόν. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Φώκου τινός. οἱ κατοικοῦντες Φωκεῖς. καὶ Φωκικὸς πόλεμος καὶ Φωκική. ἔστι γὰρ καὶ παροιμία "Φωκικὴ ἀπόνοια" ἐπὶ τῶν τὰ ἀναλγῆ βουλευομένων.

Event Date: -1
§ Ph676.3   Phoriamoi: Φωριαμοί, τόπος Ἤλιδος, μεταξὺ Παρθενίου ... ἐπιτήδειος εἰς ἐνέδραν ἐν στενῷ κείμενος.

Event Date: -1
§ Ph676.5   Phormanoi: Φωρμανοί, πόλις Ἰταλίας. ἐθνικὸν τὸ αὐτὸ διὰ τὴν πρόληψιν τοῦ χαρακτῆρος.

Event Date: -1
§ Ph676.7   Photinaion: Φωτίναιον, προπαροξυτόνως, πόλις Θεσσαλίας, ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης.

Event Date: -1
§ Ch676.9   Chabarenoi: Χαβαρηνοί, ἔθνος. Εὔδοξος πρώτῳ γῆς περιόδου "ὀνομάζονται γὰρ καὶ Χαβαρηνοὶ οἱ περὶ Χαλύβων οἰκοῦντες, οἳ τῶν ξενικῶν γυναικῶν, ὧν ἴσως γένωνται κάριοι, [τοὺς] τίτθους ὠμοὺς ἐσθίουσι, τὰ δὲ παιδία κατευωχοῦσι".

Event Date: -1
§ Ch677.3   Chadisia: Χαδισία, πόλις Λευκοσύρων. Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ "ἡ δὲ Θεμισκύρη πεδίον ἐστὶν ἀπὸ Χαδισίης μέχρι Θερμώδοντος". Μένιππος δὲ Χαδίσιον κώμην καὶ ποταμὸν ἐν περίπλῳ τῶν δύο Πόντων φησίν "ἀπὸ τοῦ Λυκάστου εἰς κώμην καὶ ποταμὸν Χαδίσιον στάδια ἑκατὸν πεντήκοντα, ἀπὸ Χαδισίου ἐπὶ τὸν Ἶριν ποταμὸν στάδια ἑκατόν". οἱ πολῖται Χαδίσιοι καὶ Χαδισία τὸ θηλυκόν. Ἀπολλώνιος βʹ "νόσφι δ´ ἀκοντο[βόλοι Χαδίσιαι]".

Event Date: -1
§ Ch677.11   Chadramotitai: Χαδραμωτῖται, ἔθνος περὶ τὸν Ἰνδικὸν κόλπον, τῷ Πρίονι παροικοῦντες ποταμῷ, ὥς φησι Μαρκιανὸς ἐν τῷ περίπλῳ αὐτοῦ.

Event Date: -1
§ Ch677.14   Chazene: Χαζήνη, σατραπεία πρὸς τῷ Εὐφράτῃ τῆς Μεσοποταμίας. Ἀρριανὸς ἐν τρισκαιδεκάτῳ Παρθικῶν "ἐν ταύτῃ τῇ Ὀλβίᾳ καὶ τὰ πεδία τῆς Χαζήνης σατραπείου ἐπὶ μήκιστον ἀποτεταμένα".

Event Date: -1
§ Ch677.18   Chaireou: Χαιρέου, πόλις Αἰγυπτία, κατ´ ἔλλειψιν τοῦ πόλις. τὸ ἐθνικὸν Χαιρεώτης, ὡς Νικιώτης.

Event Date: -1
§ Ch678.10   Chaironeia: Χαιρώνεια, πόλις πρὸς τοῖς ὅροις Φωκίδος. Ἑκαταῖος Εὐρώπῃ "ἐν δὲ Χαιρώνεια πόλις τὰ πρῶτα". κέκληται ἀπὸ Χαίρωνος. Ἀριστοφάνης ἐν Βοιωτικῶν δευτέρῳ "λέγεται δ´ οἰκιστὴν γενέσθαι τοῦ πολίσματος Χαίρωνα". τοῦτον δὲ μυθολογοῦσιν Ἀπόλλωνος καὶ Θηροῦς, ὡς Ἑλλάνικος ἐν δευτέρῳ ἱερειῶν Ἥρας ...... "Ἀθηναῖοι καὶ [οἱ] μετ´ αὐτῶν ἐπὶ τοὺς Ὀρχομενίζοντας τῶν Βοιωτῶν ἐπερχόμενοι καὶ Χαιρώνειαν πόλιν Ὀρχομενίων εἷλον". ἐκαλεῖτο δὲ ἡ πόλις καὶ Ἄρνη τὸ ἀρχαῖον. ὅθεν καὶ Ὅμηρος, ὡς ἔμοιγε δοκεῖ, τῇ ἀρχαιοτέρᾳ ἐχρήσατο ὀνομασίᾳ, καθότι Αἴγυπτον τὸν ποταμὸν εἶπεν, οὐ Νεῖλον· καὶ πανταχοῦ τοῖς ἀρχαιοτέροις ὀνόμασι κέχρηται. ὁ οἰκήτωρ Χαιρωνεύς καὶ τὸ θηλυκὸν Χαιρωνίς. καὶ κτητικὸν Χαιρωνικός καὶ Χαιρωνική. Ἀπολλόδωρος ἐν χρονικῶν δευτέρῳ "κατὰ τὴν μάχην, ὥς φασι, τὴν Χαιρωνικήν". μάτην δὲ τοῦτο διὰ τῆς 'ει' διφθόγγου γράφει Ἀρκάδιος "τὸ τοπικὸν Χαιρωνική ὡς Μαντινική". ἐκ γὰρ τοῦ Χαίρωνος ἔστι Χαιρωνικός.

Event Date: -1
§ Ch678.18   Chalaion: Χάλαιον, πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ "μετὰ δὲ Λοκροί· ἐν δὲ Χάλαιον πόλις, ἐν δὲ Οἰάνθη πόλις". τὸ ἐθνικὸν Χαλαῖος. Θουκυδίδης γʹ "Μεσσαπίους καὶ Τριταιέας καὶ Χαλαίους καὶ Τολοφωνίους καὶ Ἱστίους καὶ Οἰανθίους".

Event Date: -1
§ Ch679.4  Chalastra: Χαλάστρα, πόλις Θρᾴκης περὶ τὸν Θερμαῖον κόλπον. Ἑκαταῖος Εὐρώπῃ "ἐν δ´ αὐτῷ Θέρμη πόλις Ἑλλήνων [Θρηίκων], ἐν δὲ Χαλάστρη πόλις Θρηίκων". Στράβων δ´ ἐν ἑβδόμῃ Μακεδονίας αὐτὴν καλεῖ. ὠνόμασται δὲ ἀπὸ Χαλάστρης. ἔστι καὶ λίμνη τῇ πόλει ὁμώνυμος. ὁ πολίτης Χαλαστραῖος. Λυκόφρων "Θεσπρωτὸς ἄμφω καὶ Χαλαστραῖος λέων". ἔστι δὲ καὶ πόλις ὡς ἀπὸ Χαλαστραῖος Χαλαστραία φησίν. ἡ μὲν παρὰ τὴν λίμνην Χαλαστραῖα, ἐν ᾗ τὸ λίτρον γίνεται.

Event Date: -1
§ Ch679.12   Chaldaioi: Χαλδαῖοι, οἱ πρότερον Κηφῆνες, ἀπὸ Κηφέως τοῦ πατρὸς Ἀνδρομέδας, ἀφ´ ἧς καὶ τοῦ Περσέως τῆς Δανάης καὶ Διὸς Πέρσης, ἀφ´ οὗ οἱ Κηφῆνες καὶ Χαλδαῖοι πρότερον [Πέρσαι] ἐκλήθησαν, ὡς εἴρηται ἐν τῷ περὶ Κηφηνίας. Ἑλλάνικος δέ φησιν ἐν πρώτῳ Περσικῶν οὕτω "Κηφέος οὐκέτι ζῶντος στρατευσάμενοι ἐκ Βαβυλῶνος ἀνέστησαν ἐκ τῆς χώρης καὶ τὴν γῆν ἔσχον .... οὐκέτι ἡ χώρη Κηφηνίη καλέεται, οὐδὲ οἱ ἄνθρωποι οἱ ἐνοικέοντες Κηφῆνες, ἀλλὰ Χαλδαῖοι". καὶ ἡ χώρα αὕτη πᾶσα νῦν Χαλδαϊκὴ καλεῖται. ἐκλήθησαν δὲ ἀπὸ Χαλδαίου τινός, ὡς Δικαίαρχος ἐν πρώτῳ τοῦ τῆς Ἑλλάδος βίου "τούτῳ δὲ συνέσει καὶ δυνάμει διάφορον γενόμενον τὸν καλούμενον Νίνον τὴν ὁμώνυμον αὐτῷ συνοικίσαι πόλιν. ἀπὸ δὲ τούτου τέταρτον ἐπὶ δέκα βασιλέα γενόμενον, ᾧ τοὔνομα Χαλδαῖον εἶναι λέγουσιν, ὅν φασι καὶ Βαβυλῶνα τὴν ὀνομαστοτάτην πόλιν περὶ τὸν Εὐφράτην ποταμὸν κατασκευάσαι, ἅπαντας εἰς ταὐτὸ συναγαγόντα τοὺς καλουμένους Χαλδαίους". λέγεται καὶ Χαλδαία χώρα. εἰσὶ δὲ καὶ Χαλδαῖοι ἔθνος πλησίον τῆς Κολχίδος. Σοφοκλῆς Τυμπανισταῖς "Κόλχος τε Χαλδαῖός τε καὶ Σύρων ἔθνος". οἱ μέντοι χαριέστεροι περὶ Βαβυλῶνα λέγουσιν οἰκεῖν αὐτούς, ὡς δέδεικται, μαντεῖον δ´ ἔχειν αὐτοὺς παρὰ βαρβάροις, ὡς Δελφοὶ παρ´ Ἕλλησιν.

Event Date: -1
§ Ch680.18   Chaldia: Χαλδία, χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν περίπλῳ τῶν δύο Πόντων "τὴν .... μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία". καὶ κατά "Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν". οἱ ἐν ταύτῃ κατοικοῦντες Χάλδοι· οὕτως γὰρ ἐπεκράτησεν.

Event Date: -1
§ Ch681.4   Chalia: Χαλία, πόλις Βοιωτίας. Θεόπομπος μεʹ "τὴν δὲ Χαλίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥπερ ἐστὶν ἐφεξῆς ἐκείνης, τῆς Βοιωτίας ..." τὸ ἐθνικὸν Χάλιος ὁ αὐτός "ὕστερον δὲ οἱ Χαλκιδεῖς πολεμήσαντες Αἰολεῦσι τοῖς τὴν ἤπειρον ἔχουσι, Χαλίοις καὶ Βοιωτοῖς καὶ Ὀρχομενίοις καὶ Θηβαίοις".

Event Date: -1
§ Ch681.9   Chalisia: Χαλισία, πόλις Λιβύης. Ἔφορος ἐν τῷ εʹ "ἀναχθέντι δ´ ἀπὸ τούτων πόλις ὀνομαζομένη Χαλισία". ἔστι καὶ ἄλλη πρὸς τῷ Πόντῳ, μία τῶν Ἀμαζόνων, ἧς οἱ οἰκήτορες Χαλίσιοι.

Event Date: -1
§ Ch681.12  Chalkeia: Χάλκεια, πόλις Λιβύης. ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ, ὡς Δημοσθένης, ᾧ μεμφόμενος Πολύβιος ἐν τῷ δωδεκάτῳ ὧδε γράφει "ἀγνοεῖ δὲ μεγάλως καὶ περὶ τῶν χαλκείων· οὐδὲ γὰρ πόλις ἐστίν, ἀλλὰ χαλκουργεῖα". ἔστι καὶ Καρίας Χάλκεια, ἧς τὸ ἐθνικὸν Χαλκεάτης, ὡς Κρατερῷ δοκεῖ.

Event Date: -1
§ Ch682.1   Chalke: Χάλκη, πόλις Λιβύης. "μετὰ δ´ αὐτὴν πόλις Φοινίκων Χάλκη". [ἔστι καὶ νῆσος.] Θουκυδίδης ὀγδόῃ "ἀπέπλευσεν εἰς Χάλκην, ἐντεῦθεν δ´ εἰς Σάμον". Θεόφραστος δὲ Χαλκίαν αὐτὴν λέγει. ἔστι καὶ ἄλλη Χάλκη Λαρισαίας πόλις. λέγεται καὶ πληθυντικῶς Χάλκαι, Θεόπομπος πρώτῳ Φιλιππικῶν ... καὶ τρίτῳ "ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν τῆς Λαρισαίας". βαρύνεται, ὡς Ἡρωδιανός φησι. τὸ ἐθνικὸν Χαλκαῖος καὶ Χαλκίτης.

Event Date: -1
§ Ch682.9  Chalkedon: Χαλκηδών, πόλις Βιθυνίας, ἡ πρὸς τῷ στόματι τοῦ Πόντου, καταντικρὺ τοῦ Βυζαντίου. ὁ πολίτης Χαλκηδόνιος. Στράβων "Χαλκηδόνιοι ἐπὶ τῆς περαίας ἱδρυμένοι πλησίον [οὐ] μετέχουσι τῆς εὐπορίας ταύτης". τὸ θηλυκὸν Χαλκηδονία καὶ Χαλκηδονίς. Στράβων ἐν δωδεκάτῃ "καλεῖται δὲ τὰ ἀριστερὰ τοῦ Πόντου [Θρᾳκικά], τὰ δ´ ἐν δεξιᾷ Χαλκηδονίς". καὶ Μένιππος ἐν περίπλῳ Βιθυνίας "ἀπὸ ἱεροῦ Διὸς οὐρίου καὶ τοῦ στόματος τοῦ Πόντου ἀριστερὰν ἔχοντι τὴν ἤπειρον καὶ ἐπιπλέοντι εἰς Χαλκηδόνα τὴν πόλιν εἰσὶ στάδια ρκʹ, ἀπὸ δὲ ταύτης ἕως τοῦ Ἀκρίτου στάδια ξʹ". μέμνηται ὁ αὐτὸς καὶ τῆς Χαλκίτιδος νήσου. ἐκλήθη δὲ ἀπὸ Χάλκιδος τοῦ παρακειμένου ποταμοῦ, ὡς οἱ ἱστορικοὶ ἅπαντές φασι.

Event Date: -1
§ Ch683.5   Chalketorion: Χαλκητόριον, πόλις Κρήτης. ὁ πολίτης Χαλκητορεύς. Ἀπολλόδωρος τετάρτῳ χρονικῶν "μεθ´ οὗ Χαρίδημος ἦν φυγὰς Χαλκητορεύς". Κρατερὸς δ´ ἐν τῷ περὶ ψηφισμάτων Χαλκήτορας αὐτούς φησι.

Event Date: -1
§ Ch683.9  Chalkis: Χαλκίς, πόλις Εὐβοίας. Ἑκαταῖος Εὐρώπῃ "Χαλκὶς πόλις ἐστίν, ἣ πρότερον Εὔβοια προσηγορεύετο". ἐκλήθη δὲ ἀπὸ Κόμβης τῆς Χαλκίδος καλουμένης, θυγατρὸς Ἀσωποῦ. τινὲς δὲ Χαλκιδεῖς φασι κληθῆναι διὰ τὸ χαλκουργεῖα πρῶτον παρ´ αὐτοῖς ὀφθῆναι. τὸ παλαιὸν δὲ Στύμφηλος προσηγορεύετο, νῦν δὲ Ἁλίκαρνα, [ἀλλὰ καὶ Ὑποχαλκίς διὰ τὸ ὑποκεῖσθαι ὄρει λεγομένῳ Χαλκίδι.] μέμνηται δ´ αὐτῆς καὶ ὁ ποιητής "Χαλκίδ´ Ἐρέτριάν τε πολυστάφυλόν τ´ Ἰστίαιαν". ὁ πολίτης Χαλκιδεύς, ὡς ἀπὸ τῆς Χαλκίδος γενικῆς, ὡς τοῦ Ἀρκάδος Ἀρκαδεύς καὶ τῆς Τρῳάδος Τρῳαδεύς. καὶ τὸ θηλυκὸν ὁμώνυμον τῇ πόλει, ὡς Φωκίς Λοκρίς, ἡ χώρα καὶ ἡ γυνή. Ἑλλάνικος ἱερειῶν Ἥρας δευτέρῳ "Θεοκλέης ἐκ Χαλκίδος μετὰ Χαλκιδέων καὶ Ναξίων ἐν Σικελίῃ πόλεις ἔκτισε". τὸ κτητικὸν Χαλκιδικόν. Ἀριστοφάνης Ἱππεῦσι "τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον"; καλοῦνται δὲ καὶ οἱ ἐν τῇ Κύμῃ τῆς Σικελίας Χαλκιδεῖς. οὗτοι δ´ ἄποικοί εἰσιν ἐξ Εὐβοίας. ἔστι καὶ Χαλκιδικὸν ὄρος Σικελίας, ὡς Πολύβιος πρώτῳ "ἐκ τῶν Συρακουσῶν ἐποιεῖτο τὴν πορείαν καὶ καταστρατοπεδεύσας ἐκ θατέρου μέρους περὶ τὸ Χαλκιδικὸν ὄρος καλούμενον". ἔστι καὶ βʹ Χαλκίς πόλις Κορίνθου. γʹ[Chalkis] Αἰτωλίας, ἀφ´ ἧς Ἀχελῷος ῥεῖ. Διονύσιος ὁ περιηγητής "νήσων τ´ ἀλλάων, ὅσσας τ´ ἀπὸ Χαλκίδος ἕρπων". δʹ πόλις ἐν Συρίᾳ, κτισθεῖσα ὑπὸ Μονικοῦ τοῦ Ἄραβος. τὸ ταύτης ἐθνικὸν Χαλκιδηνός. [εʹ] ἔστι καὶ πόλις Χαλκίς ἐν Σκυθίᾳ, ἧς οἱ πολῖται Χαλκῖται [ἔστι] καὶ ἡ χώρα Χαλκῖτις, ὡς Ἑρμείας ἐν περιηγήσει. ϛʹ καὶ πόλις Χαλκῖτις ἐν Μεσσαπίᾳ τῆς Ἰταλίας. ζʹ νῆσος ἔχουσα πόλιν ὁμώνυμον πρὸς τῇ Λέσβῳ, ἧς οἱ πολῖται Χαλκιδεῖς. ἔστι καὶ ἐν Ἄθῳ ἄλλη Χαλκίς, ὡς Εὔδοξος τετάρτῳ "μετὰ δὲ τὸν Ἄθω μέχρι Παλλήνης, ἣ ἐπὶ θάτερα πεποίηκε κόλπον βαθὺν καὶ πλατὺν Χαλκίδα ἐπονομαζόμενον".

Event Date: -1
§ Ch685.6   Chalkitis: Χαλκῖτις, νῆσος ἀντικρὺ Χαλκηδόνος, ἔχουσα χαλκοῦ μέταλλον. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ γεωγραφουμένων "ἀπὸ δὲ τοῦ Ἀκρίτου παραπλεύσαντι [πρὸς] εὖρον στάδια ἑκατὸν δέκα ἄκρα κεῖται Ὑρίς καλουμένη, καὶ νῆσος αὐτῇ παράκειται Πιτυώδης καὶ ἄλλη νῆσος καλουμένη Χαλκῖτις καὶ ἄλλη Πρῶτα λεγομένη· ἀπὸ δὲ ταύτης εἰς τὴν Χαλκῖτιν λεγομένην πόλιν στάδια τεσσαράκοντα". τὸ ἐθνικὸν Χαλκίτης, ὡς Προσωπίτιδος Προσωπίτης.

Event Date: -1
§ Ch685.14   Chalybes: Χάλυβες, περὶ τὸν Πόντον ἔθνος ἐπὶ τῷ ποταμῷ Θερμώδοντι, περὶ ὧν Εὔδοξος ἐν πρώτῳ "ἐκ δὲ τῆς Χαλύβων χώρας ὁ σίδηρος ὁ περὶ τὰ στομώματα ἐπαινούμενος ἐξάγεται". τούτους Ὅμηρος Ἁλιζῶνάς φησιν ἐν τῷ μετὰ τοὺς Παφλαγόνας καταλόγῳ αὐτὰρ Ἁλιζώνων Ὅδιος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ "τηλόθεν ἐκ Χαλύβης", ἢ τῶν ἀνθρώπων πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων. λέγεται καὶ μετὰ τοῦ 'δ' Χαλυβδικός τὸ κτητικόν. Λυκόφρων "Χαλυβδικῷ κνώδοντι". καὶ ἡ χώρα Χαλυβικὴ λέγεται. καὶ Χάλυβοι παρ´ Ἑκαταίῳ "Χαλύβοισι πρὸς νότον Ἀρμένιοι ὁμουρέουσι".

Event Date: -1
§ Ch686.3   Chandanake: Χανδανάκη, πόλις Περσική. Ἑκαταῖος Ἀσίας περιηγήσει. τὸ ἐθνικὸν Χανδανακηνός.

Event Date: -1
§ Ch686.5   Chandane: Χανδάνη, πόλις Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ "ἐν δὲ Χανδάνη πόλις, μετὰ δὲ Πευκαῖοι".

Event Date: -1
§ Ch686.7  Chaonia: Χαονία, μέση τῆς Ἠπείρου. οἱ οἰκήτορες Χάονες. Ἑλλάνικος ἱερειῶν Ἥρας τρίτῳ "Ἀμβρακιῶται καὶ οἱ μετ´ αὐτῶν Χάονες καὶ Ἠπειρῶται". καὶ ὁ Πρόξενος δὲ καταλέγων αὐτούς φησι "Χάονες Θεσπρωτοί Τυμφαῖοι Παραυαῖοι Ἀμύμονες Ἄβαντες Κασσωποί". λέγεται καὶ Χαόνιος. Εὐφορίων χιλιάσι "Ζηνὸς Χαονίοιο προμάντιες ηὐδάξαντο". καὶ Χαονίη τὸ θηλυκόν. Ἀλέξανδρος ὁ Ἐφέσιος ἐν Ἀσίᾳ καὶ Λιβύῃ "οἱ δὲ κάτω Πελασγίδα Χαονίην". καὶ Χαονῖται, Λυκόφρων "τοῦ Χαονίτου νᾶμα Πολυανθέος δρέπων", ὡς ἀπὸ τοῦ Χάονος, ὡς Αὔσονος Αὐσονίτης ὁ αὐτός "τὸν Αὐσονίτην Πύραμον δομήσεται". καὶ ἐν κτητικῷ τύπῳ ὁ αὐτός "φθογγὴν ἑδώλων Χαονιτικῶν ἄπο". καὶ Χαονικός ὡς ἀπὸ τοῦ Χάονος. Ἑκαταῖος Εὐρώπῃ "ὁ δὲ κόλπος Κιρραῖος καὶ τὸ πεδίον ἐν τῇ Χαονικῇ". καὶ Χαονίς τὸ θηλυκὸν ὡς Αὐσονίς. λέγεται καὶ Χαονεύς.

Event Date: -1
§ Ch687.5  Charadra: Χαράδρα, πόλις Φωκίδος οὐ πόρρω Λιλαίας. τὸ ἐθνικὸν Χαραδραῖος· ἐπάγει γὰρ ὡς Ἡρωδιανός "Χαραδραίοις".

Event Date: -1
§ Ch687.7  Charadros: Χάραδρος, λιμὴν καὶ ἐπίνειον Κιλικίας. Ἑκαταῖος Ἀσίᾳ "μετὰ δὲ Χάραδρος ποταμός".

Event Date: -1
§ Ch687.9   Charakmoba: Χαράκμωβα, πόλις τῆς νῦν τρίτης Παλαιστίνης, ἣν ἀναγράφει Πτολεμαῖος [ἐν] γεωγραφικοῖς ἐν εʹ βιβλίῳ ἐν ταῖς Ἀραβικαῖς τῆς εὐδαίμονος. Οὐράνιος δὲ ἐν τοῖς Ἀραβικοῖς· ἀξιόπιστος δὲ ἀνὴρ περὶ τὰ τοιαῦτα· σπουδὴν γὰρ ἔθετο ἱστορῆσαι ἀκριβῶς τὰ τῆς Ἀραβίας. καὶ Μωβουχάρακα φησίν. ὁ πολίτης τοῦ μὲν Χαράκμωβα Χαρακμωβηνός, ἐκ δὲ τοῦ Μωβουχάραξ Μωβοχαρακηνός, ἐπεὶ καὶ τοῦ Χάραξ Χαρακηνός, ὡς δείξομεν, καὶ τοῦ Μώαβα τὸ ἐθνικὸν Μωαβίτης. Γλαῦκος ἐν Ἀραβικῆς ἀρχαιολογίας τετάρτῳ "ἡσύχαζον δ´ ἐν τούτοις Χαρακμωβηνοί".

Event Date: -1
§ Ch688.8   Charax Alexandrou: Χάραξ Ἀλεξάνδρου, τόπος περὶ Κελαινὰς τῆς Φρυγίας, ἔνθα Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ἐστρατοπεδεύσατο. τὸ ἐθνικὸν Χαρακηνός. ἔστι καὶ Καρίας ἄλλη πόλις Χάραξ ἡ νῦν Τράλλις, ἔστι καὶ ἄλλος Χάραξ ἐμπόριον μέγιστον, ἐν τῷ τῆς Νικομηδείας κόλπῳ πλησίον αὐτῆς. τὸ ἐθνικὸν αὐτοῦ ὅμοιον. ἔστι καὶ ἄλλος τόπος τῆς Ποντικῆς.

Event Date: -1
§ Ch688.14   Charimatai: Χαριμάται, ἔθνος πρὸς τῷ Πόντῳ. Παλαίφατος ἐν ἑβδόμῳ Τρωικῶν "Κερκετέων ἔχονται Μόσχοι καὶ Χαριμάται τοῦ Παρθενίου κρατέουσιν εἰς τὸν Εὔξεινον πόντον". καὶ Ἑλλάνικος ἐν κτίσεσιν ἐθνῶν καὶ πόλεων "Κερκετέων δ´ ἄνω οἰκέουσι Μόσχοι καὶ Χαριμάται, κάτω δ´ Ἡνίοχοι, ἄνω δὲ Κοραξοί".

Event Date: -1
§ Ch688.2   Charisiai: Χαρισίαι, πόλις Ἀρκαδίας, ἀπὸ Χαρισίου παιδὸς Λυκάονος. Παυσανίας ὀγδόῳ "ὠνομάσθησαν δὲ [καὶ ἀπὸ Κρώμου Κρῶμοι καὶ Χαρισίαι Χαρίσιον ἔχουσαι οἰκιστήν]".

Event Date: -1
§ Ch689.1   Charmande: Χαρμάνδη, πόλις πέραν τοῦ Εὐφράτου. Σοφαίνετος ἐν Κύρου ἀναβάσει "ἐπὶ δὲ ταῖς Βαβυλωνίαις πύλαις πέραν τοῦ Εὐφράτου ποταμοῦ πόλις ᾤκιστο ὄνομα Χαρμάνδη". τὸ ἐθνικὸν τῷ μὲν τῆς τέχνης λόγῳ Χαρμανδαῖος καὶ Χαρμανδίτης, ὡς Σιδίτης, τῷ δὲ τῆς χώρας ἔθει Χαρμανδηνός.

Event Date: -1
§ Ch689.6  Charmis: Χάρμις, πόλις ἐν Σαρδοῖ, κτίσμα Καρχηδονίων. τὸ ἐθνικὸν Χαρμίτης. Παυσανίας δέ φησι περὶ αὐτοῦ.

Event Date: -1
§ Ch689.8  Chatramotitis: Χατραμωτῖτις, χώρα πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Χατραμωτῖται. Στράβων ἑκκαιδεκάτῃ "Γερραῖοι δ´ εἰς τὴν Χατραμωτῖτιν". καὶ πάλιν "πρὸς ἕω μάλιστα Χατραμωτῖται". Οὐράνιος δ´ ἐν πρώτῳ Ἀραβικῶν Χατραμώτας αὐτοὺς καλεῖ "καμηλοκόμοι Χατραμῶται Σαβαῖοι καὶ Ὁμηρῖται".

Event Date: -1
§ Ch689.14   Chattenia: Χαττηνία, χώρα τρίτη Γερραίων. Πολύβιος ιγʹ "ἔστι δ´ ἡ Χαττηνία τἆλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύασται διὰ τὴν εὔκαιρον τῶν Γερραίων· οὗτοι γὰρ αὐτὴν νέμονται". ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Χαττηνοί, ὡς αὐτός "τούτοις μὲν γὰρ παρήγγειλε φείδεσθαι τῆς τῶν Χαττηνῶν χώρας".

Event Date: -1
§ Ch689.2   Chaunoi: Χαῦνοι, ἔθνος Θεσπρωτικόν. Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν "Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί".

Event Date: -1
§ Ch690.1   Chauon: Χαύων, χώρα τῆς Μηδίας. Κτησίας ἐν πρώτῳ Περσικῶν "ἡ δὲ Σεμίραμις ἐντεῦθεν ἐξελαύνει αὐτή τε καὶ ἡ στρατιὰ καὶ ἀφικνεῖται εἰς Χαύονα τῆς Μηδίας". τὸ ἐθνικὸν Χαύονες.

Event Date: -1
§ Ch690.5   Χειμέρα, πόλις Σικελίας. Ξενοφῶν Ἑλληνικῶν πρώτῳ "στρατεύοντες δ´ ἐπὶ Σικελίαν δέκα μυριάσι στρατιᾶς αἱροῦσιν ἐν τρισὶ μησὶ δύο πόλεις Ἑλληνίδας, Σελινοῦντά τε καὶ Χειμέραν". τὸ ἐθνικὸν Χειμεραῖος ὡς Ἱμεραῖος.]

Event Date: -1
§ Ch690.9   Cheimerion: Χειμέριον, ἄκρα Θεσπρωτίας. τὸ ἐθνικὸν Χειμεριεύς, ὡς Ἐλευθεριεύς Βιθυνιεύς Βουπρασιεύς.

Event Date: -1
§ Ch690.11   Chelidonioi: Χελιδόνιοι, ἔθνος Ἰλλυρικόν. Ἑκαταῖος Εὐρώπῃ "Σεσαρηθίων πρὸς βορέω οἰκέουσι Χελιδόνιοι". εἰσὶ καὶ Χελιδονίαι πέτραι, ὧν πολλάκις ἐμνήσθημεν. δύο δέ εἰσι κεκλημέναι ἡ μὲν Κορύδελα ἡ δὲ Μελανίππεια, ὡς Φαβωρῖνος ἐν τοῖς παντοδαποῖς.

Event Date: -1
§ Ch690.16   Chelonitis: Χελωνῖτις, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. τὸ ἐθνικὸν Χελωνίτης. προελήφθη γὰρ τὸ ἐθνικὸν ἐν τῷ πρωτοτύπῳ.

Event Date: -1
§ Ch690.18  Chemmis: Χέμμις, πόλις Αἰγύπτου. Ἡρόδοτος "ἔστι καὶ Χέμμις πόλις μεγάλη νομοῦ τοῦ Θηβαϊκοῦ, ἐγγὺς τῆς Νέης πόλιος". φησὶ δ´ ὁ αὐτὸς καὶ νῆσον εἶναι Χέμμιν ἐν αὐτῇ. ὁ πολίτης Χεμμίτης, νομὸς Χεμμίτης. κλίνεται δὲ διὰ τοῦ 'εως' Χέμμεως. ἔστι καὶ Χέμβις νῆσος διὰ τοῦ 'β' ἐν Βουτοῖ, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου "ἐν Βουτοῖ περὶ τὸ ἱρὸν τῆς Λητοῦς ἐστι νῆσος Χέμβις οὔνομα, ἱρὴ τοῦ Ἀπόλλωνος· ἔστι δὲ ἡ νῆσος μεταρσίη καὶ περιπλέει καὶ κινέεται ἐπὶ τοῦ ὕδατος". ὁ νησιώτης Χεμβίτης καὶ Χέμβιος.

Event Date: -1
§ Ch691.7  Cherronesos: city in the peninsula of Knidos, near Triopion. The citizen is Cherronesios. Aelian in his 2nd book of historic discourse, "And Cherronesioi from Knidos". There is a second city, Chersonesos, in Thrace, about which Hecataeus writes in Europe, among them is a city Chersonesos on the isthmus of the peninsula. And he calls the citizen Chersonesian, "the Chersonesians border with the Apsinthians on the north." Herodotos says " Chersonitai from the towers signaled the event to the Athenians. He also calls them Chersonesians. The feminine form for them, as Euripides says, "who the best Chersonesian plain". There is a third city of Tauris. Herodotus in his 4th book: "The Tauric people are settled until the so-called rough Chersonesos." The ethnic of this one is Cherronesites. Cherronesos in Crete is an island having a little town of the same name. Xenion writes in his book on Crete, "On the same side there is also Cherronesos lying toward the sea between Knossos and Olous." The citizens are both Cherronesitai and Cherronesioi, as he says. GR: Χερρόνησος, πόλις ἐν τῇ κατὰ Κνίδον χερρονήσῳ, κατὰ Τριόπιον. ὁ πολίτης Χερρονήσιος. Αἰλιανὸς ἐν βʹ ἱστορικῆς διαλέξεως "Χερρονήσιοι δ´ ἀπὸ Κνίδου". ἔστι βʹ πόλις ἐν τῇ Θρᾴκῃ Χερρόνησος, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ "ἐν δὲ αὐτοῖσι πόλις Χερσόνησος ἐν τῷ ἰσθμῷ τῆς χερσονήσου". καὶ τὸν πολίτην Χερρονήσιόν φησιν "Ἀψινθίοισι πρὸς μεσαμβρίην ὁμουρέουσι [Χερσονήσιοι. Ἡρόδοτος δέ] "Χερσονησῖται ἀπὸ τῶν πύργων ἐσημήναντο τοῖσι Ἀθηναίοισι τὸ γεγονός". τούτους καὶ ... Χερρονησίους λέγει. ὧν τὸ θηλυκὸν Εὐριπίδης "ὃς τὴν ἀρίστην Χερσονησίαν πλάκα". ἔστι καὶ γʹ πόλις τῆς Ταυρικῆς. Ἡρόδοτος τετάρτῃ "νέμεται τὸ Ταυρικὸν ἔθνος μέχρι Χερσονήσου τῆς τρηχείης καλεομένης". τὸ ἐθνικὸν ταύτης Χερρονησίτης. δʹ Χερρόνησος κατὰ Κρήτην νῆσον ἔχουσα πολισμάτιον ὁμώνυμον. Ξενίων ἐν τῷ περὶ αὐτῆς με.. τὴν Κρήτην "κατὰ δὲ τὴν αὐτὴν πλευρὰν καὶ Χερρόνησος κεῖται πρὸς τῇ θαλάσσῃ μεταξὺ τῆς τε Κνωσοῦ καὶ τῆς Ὀ[λοῦντος]". οἱ πολῖται ὁμοίως Χερρονησῖται καὶ Χερρονήσιοι, ὡς αὐτός φησιν. ἔστιν εʹ πόλις Λιβύης Χέρρουρα καλουμένη, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ "ἔχεται χερρόνησος ὄνομα Χέρρουρα". ὁ πολίτης Χερρούριος, ὡς τοῦ Ταύχειρα Ταυχείριος. ϛʹ Χερρόνησος ἡ πρὸς τῇ Κορίνθῳ. ἔστι καὶ ἄλλη ἄκρα Χερρόνησος ἐν Λυκίᾳ. καὶ ἄλλη πρὸς τὴν Κορωνιτῶν πόλιν. τὸ ἐθνικὸν τούτων Χερρονήσιος.

Event Date: -1
§ Ch692.13   Chen: Χήν, πόλις τῆς Λακωνικῆς. ὁ πολίτης Χηνιεύς· οὕτω γὰρ Μύσων τῶν ἑπτὰ σοφῶν κριθέντων εἷς Χηνιεὺς ἐχρημάτιζεν. ἀλλὰ καὶ Χηνεύς, ὡς Πλάτων ἐν Πρωταγόρᾳ "τούτων τῶν ἀνδρῶν ἦν Θαλῆς καὶ Πιττακὸς καὶ Βίας καὶ Κλεόβουλος καὶ Σόλων ὁ ἡμέτερος καὶ Μύσων ὁ Χηνεὺς καὶ ἕβδομος ἐξ αὐτῆς τῆς Λακεδαίμονος Χίλων".

Event Date: -1
§ Ch692.19  Chenoboskia: Χηνοβοσκία, πόλις Αἰγύπτου. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν "ἀντικρὺ δὲ τοῦ Διοσπολίτου [νομοῦ] Χηνοβόσκιον, μηδὲν εἰς τὴν προσηγορίαν ἐμφέρουσα· νομὰς γὰρ χηνῶν οὐκ ἂν ἴδοι τις, ὑπερβάλλουσαν δὲ τὴν περὶ κροκοδείλους σπουδήν". τὸ ἐθνικὸν Χηνοβοσκιάτης.

Event Date: -1
§ Ch693.3   Chesion: Χήσιον, Ἰωνίας πολίχνιον, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῳ. ὁ πολίτης Χησιεύς, ὡς Ἴλιον Ἰλιεύς, Σούνιον Σουνιεύς. Ὦρος δ´ ἀρσενικῶς αὐτήν φησι, καὶ οὐδὲ πόλιν, ἀλλὰ τόπον.

Event Date: -1
§ Ch693.7   Chios: Χίος, ἡ ἐπιφανεστάτη νῆσος τῶν Ἰώνων, ἔχουσα καὶ πόλιν ὁμώνυμον. Ἑκαταῖος Εὐρώπῃ "Χίος κατὰ Ἐρυθράς, ἐν δὲ πόλις Χίος". ἀπὸ Χίου τῆς Ὠκεανοῦ, ἢ ἀπὸ τῆς χιόνος τῆς ἐκεῖ γινομένης πολλῆς, ἢ ἀπὸ νύμφης τῆς Χιόνης. ἔστι καὶ ἑτέρα πόλις Καρίας Χίος [ὑπὸ τὸ ὄρος τὸ Πελινναῖον, ὡς Διονύσιος ὁ περιηγητής "καὶ Χίος ἠλιβάτοιο Πελινναίου ὑπὸ πέζαν". ἔστι καὶ ἄλλη] κατὰ τὸ Τριόπιον κειμένη ἐν τῇ χερρονήσῳ. καὶ δʹ ἐν Εὐβοίᾳ. τὸ πρωτότυπον ὄνομα βραχὺ ἔχει τὸ 'ι', [τὸ δὲ ἐθνικὸν μακρόν,] ὡς τοῦ μήτι "μήτι δ´ ἡνίοχος", καὶ τοῦ Θέτι "πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν", καὶ τοῦ μάστι. Θουκυδίδης ὀγδόῃ "Χῖοι δὲ καὶ Ἐρυθραῖοι ἀποστῆναι καὶ αὐτοὶ ἕτοιμοι ὄντες". καὶ Ἡρόδοτος πρώτῃ "Χῖοι μὲν καὶ Ἐρυθραῖοι κατὰ τὠυτὸ διαλέγονται". τὸ κτητικὸν Χιακός, ὡς τοῦ Ῥόδιος Ῥοδιακός, Σάμιος Σαμιακός. οὗτοι δὲ πρῶτοι ἐχρήσαντο θεράπουσιν, ὡς Λακεδαιμόνιοι τοῖς Εἵλωσι καὶ Ἀργεῖοι τοῖς Γυμνησίοις καὶ Σικυώνιοι τοῖς Κορυνηφόροις καὶ Ἰταλιῶται τοῖς Πελασγοῖς καὶ Κρῆτες Μνωίταις. ὅτι παρ´ αὐτοῖς ἐγένετο πρῶτον μέλας οἶνος.

Event Date: -1
§ Ch694.8   Chitone: Χιτώνη, οὕτως ἡ Ἄρτεμις λέγεται, καὶ Χιτωνία, ὡς Παρμένων ὁ Βυζάντιος καὶ Ἐπίχαρμος ἐν Σφιγγί "καὶ τὸ τᾶς Χιτωνίας αὐλησάτω τίς μοι μέλος".

Event Date: -1
§ Ch694.11  Chna: Χνᾶ, οὕτως ἡ Φοινίκη ἐκαλεῖτο, ὥσπερ Λᾶ ἡ Λακωνικὴ πόλις. τὸ ἐθνικὸν ταύτης Χνᾶος, ὡς τῆς Λᾶ Λᾶος.

Event Date: -1
§ Ch694.13   Choi: Χοί, ἔθνος Βεχείρων ἐγγύς. Ἑκαταῖος ἐν Ἀσίᾳ "ἐς μὲν τοῦτο ἡ Βεχειρική, ἔχονται δ´ αὐτῶν Χοί". καὶ πάλιν "μέχρι μὲν τούτων Χοί". καὶ πάλιν "Χοῖσι δὲ ὁμουρέουσι πρὸς ἥλιον ἀνίσχοντα Δίζηρες".

Event Date: -1
§ Ch694.17   Choirades: Χοιράδες, πόλις Μοσσυνοίκων. Ἑκαταῖος Εὐρώπῃ "Τιβαρηνοῖσι δὲ πρὸς ἥλιον ἀνίσχοντα Μοσσύνοικοι ὁμουρέουσι· ἐν δὲ αὐτοῖσι Χοιράδες πόλις". τὸ ἐθνικὸν Χοιραδεύς, ὡς τῆς Ἀρκάδος Ἀρκαδεύς καὶ τῆς Χαλκίδος Χαλκιδεύς καὶ τῆς Τρῳάδος Τρῳαδεύς.

Event Date: -1
§ Ch695.3   Cholargos: Χολαργός, οὕτω Δίδυμος καὶ Διόδωρος, Διονύσιος δὲ Χολαργεῖς καὶ πληθυντικῶς .... μαρτυρεῖ. ἔστι δὲ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὁ δημότης Χολαργεύς.

Event Date: -1
§ Ch695.6   Cholleidai: Χολλεῖδαι, δῆμος τῆς Λεοντίδος φυλῆς. ὁ δημότης Χολλείδης. Διογένης δ´ ὁ Λαερτιεὺς ἐν τρίτῳ φιλοσόφου ἱστορίας Χολλειδεύς φησι. τὰ τοπικὰ ἐκ Χολλειδῶν εἰς Χολλειδῶν ἐν Χολλειδῶν.

Event Date: -1
§ Ch695.10   Cholobetene: Χολοβητηνή, μοῖρα Ἀρμενίας. Ἀρριανὸς ἕκτῳ Παρθικῶν "Τιγράνης ἀρχόμενος ἄρχεται σατράπης. ἡ δὲ χώρα ἧς ἐπῆρχε Χολοβητηνὴ ὀνομάζεται". τὸ ἐθνικὸν ὁμοίως διὰ τὴν πρόληψιν τῆς ἐν τῷ πρωτοτύπῳ τούτου.

Event Date: -1
§ Ch695.14   Chompso: Χομψώ, νῆσος ἐν τῷ Νείλῳ, μέση Αἰθιοπίας καὶ Αἰγύπτου, ὡς Ἡρόδοτος δευτέρᾳ. τὸ ἐθνικὸν Χομψοΐτης, ὡς Σαβοΐτης.

Event Date: -1
§ Ch695.17   Chorasmie: Χορασμίη, πόλις πρὸς ἕω Πάρθων. Ἑκαταῖος Ἀσίας περιηγήσει "ἐν δὲ αὐτοῖσι πόλις Χορασμίη". αὐτοὶ δὲ Χοράσμιοι, ὡς αὐτός φησι "Πάρθων πρὸς ἥλιον ἀνίσχοντα Χοράσμιοι οἰκέουσι". καὶ Ἡρόδοτος τρίτῃ "Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι". καὶ πάλιν "τοῦτο τὸ πεδίον ἦν ποτε Χορασμίων".

Event Date: -1
§ Ch695.23  Chorsia: Χορσία, πόλις Βοιωτίας. Παυσανίας ἐνάτῳ "ἐκ δὲ Κυρτώνων ὑπερβάλλοντι τὸ ὄρος πόλισμά ἐστι Χορσίας". τὸ ἐθνικὸν Χορσιεύς.

Event Date: -1
§ Ch696.3   Chortaso: Χορτασώ, πόλις Αἰγύπτου. ἀπὸ μέλλοντος ὁ σχηματισμός. ὡς γὰρ τοῦ καλύψω ἡ Καλυψώ, οὕτω καὶ τοῦ χορτάσω Χορτασώ. ἱστοροῦσι γὰρ Κλεοπάτραν εἰς πόλεμον μὴ ἔχειν σιτία, τοῖς δ´ οἰκοῦσι τὸν τόπον τοσαύτην παρασχέσθαι τούτου τὴν ἀφθονίαν, ὥστε χορτάσαι πᾶσαν τὴν στρατιὰν καὶ ὄνομα τῇ πόλει παρ´ αὐτῆς ἐντεῦθεν τεθῆναι.

Event Date: -1
§ Ch696.9   Chrysaoris: Χρυσαορίς, πόλις Καρίας, ἡ ὕστερον Ἰδριάς ὀνομασθεῖσα. Ἀπολλώνιος ἐν ἑβδόμῳ Καρικῶν "... καὶ πρώτη πόλις τῶν ὑπὸ Λυκίων κτισθεισῶν". τὸ ἐθνικὸν Χρυσαορεύς, ὡς αὐτὸς ἐν αὐτοῖς "Ταυροπολῖται μὲν συνεμάχουν [καὶ Χρυσαορεῖς] καὶ Πλαρασεῖς". ἔστι καὶ Χρυσαορεῖς δῆμος. Ἐπαφρόδιτος δὲ τὴν Καρίαν πᾶσαν Χρυσαορίδα λέγεσθαι.

Event Date: -1
§ Ch696.15  Chryse: Χρύση, βαρυτόνως, ἡ πόλις τοῦ Ἀπόλλωνος ἐγγὺς Λήμνου. Σοφοκλῆς Λημνίαις "ὦ Λῆμνε Χρύσης τ´ ἀγχιτέρμονες πάγοι". καὶ ἐν Αἰχμαλώτισι "ταύτην ἐγὼ Κίλλαν τε καὶ Χρύσην [νέμω".] εἰσὶ καὶ ἄλλαι Χρῦσαι ὁμώνυμοι πόλεις καὶ τόποι πολλοί. περὶ Σκῦρον. καὶ τῆς Λεσβίας τόπος. καὶ περὶ Ἡφαιστίαν τῆς Λήμνου ἀκρωτήριον πρὸς Τένεδον βλέπον. καὶ ἐν Βιθυνίᾳ περὶ Χαλκηδόνα. καὶ τῆς Καρίας ἐν τῇ Ἁλικαρνασσίδι, Δώριον πεδίον. καὶ ἐν Ἑλλησπόντῳ πόλις μέση Ὀφρυνίου καὶ Ἀβύδου. ὁ πολίτης Χρυσεύς. ἔστι καὶ ἄλλη περισπωμένως λεγομένη νῆσος Ὠκεανῖτις, ἣν οὕτω καλεῖ Διονύσιος διὰ τὸ χρυσοῦ ἔχειν μέταλλα. ἔστι καὶ ἄλλη χερρόνησος τῆς Ἰνδικῆς, Μαρκιανὸς ἐν περίπλῳ "ἐν δὲ τῇ ἐκτὸς Γάγγου Ἰνδικῇ χρυσῆ καλουμένη χερρόνησος".

Event Date: -1
§ Ch697.12   Chrysippa: Χρύσιππα, οὐδετέρως, πόλις Κιλικίας, ἀπὸ Χρυσίππου τοῦ κτίσαντος. τὸ ἐθνικὸν Χρυσιππανός, ὡς τῆς Ἀργύριππα Ἀργυριππανός. ἄμεινον δὲ Χρυσιππεύς· πολὺς γὰρ παρ´ αὐτοῖς ὁ εἰς 'ευς' τύπος.

Event Date: -1
§ Ch697.16   Chrysopolis: Χρυσόπολις, ἐν Βιθυνίᾳ, πλησίον Χαλκηδόνος τὸν ἀνάπλουν πλέοντι ἐν δεξιᾷ. Ἔφορος εἰκοστῷ τρίτῳ "παραδοῦναι τὴν Καλχηδονίων Χρυσόπολιν τοῖς συμμάχοις". καὶ Θεόπομπος ἐν πρώτῳ Ἑλληνικῶν "ἀνήχθησαν εἰς Καλχηδόνα καὶ Βυζάντιον μετὰ τοῦ λοιποῦ στρατεύματος βουλόμενοι Χρυσόπολιν κατασχεῖν". Διονύσιος δ´ ὁ Βυζάντιος τὸν ἀνάπλουν τοῦ Βοσπόρου γράφων περὶ τοῦ ὀνόματος αὐτοῦ τάδε φησί "κέκληται δὲ Χρυσόπολις, ὡς μὲν ἔνιοί φασιν, ἐπὶ τῆς Περσῶν ἡγεμονίας ἐνταῦθα ποιουμένων τοῦ προσιόντος ἀπὸ τῶν πόλεων χρυσοῦ τὸν ἀθροισμόν, οἱ δὲ πλείους ἀπὸ Χρύσου παιδὸς Χρυσηίδος καὶ Ἀγαμέμνονος". ἔστι καὶ ἄλλη Κιλικίας Χρυσόπολις, ὡς ὁ πολυΐστωρ. τὸ ἐθνικὸν Χρυσοπολίτης, ὡς τοῦ Νικόπολις Νικοπολίτης.

Event Date: -1
§ Ch698.6  Chyton: Χυτόν, χωρίον ἠπείρου. Ἔφορος ἐννεακαιδεκάτῳ "οἱ δ´ ἐκ Κλαζομενῶν κατῴκισαν τῆς ἠπείρου τὸ Χυτὸν καλούμενον". τὸ ἐθνικὸν Χυτίτης, ὡς ὅπλον ὁπλίτης, λίκνον λικνίτης.

Event Date: -1
§ Ch698.9  Chytroi: Χύτροι, Κύπρου πόλις, ἣν ὠνομάσθαι μὲν Ξεναγόρας φησὶν ἀπὸ Χύτρου τοῦ Ἀλεξάνδρου τοῦ Ἀκάμαντος. ὁ πολίτης Χύτριος. Ἀλέξανδρος ἐν τῷ περὶ Κύπρου "τὴν δὲ Γορδίαν ἀποδοῦναι Χυτρίοις". καὶ πάλιν "Εὐρυνόην τῶν Χυτρίων βασιλεὺς ἔγημεν". ἀναλογεῖ δὲ τὸ ἐθνικὸν πρὸς τὸ Χύτρος ἑνικόν, ὡς Κύπριος πρὸς τὸ Κύπρος.

Event Date: -1
§ Ch698.15   Chytropolis: Χυτρόπολις, Θρᾴκης χωρίον. Θεόπομπος Φιλιππικῶν εἰκοστῷ δευτέρῳ "παρῆλθεν εἰς Χυτρόπολιν, χωρίον ἀπῳκισμένον ἐξ Ἀφύτεως". τὸ ἐθνικὸν ἑξῆς ἐπάγει "εἰσδεξαμένων δὲ τῶν Χυτροπολιτῶν αὐτόν".

Event Date: -1
§ Ch698.19   Cholon teichos: Χωλὸν τεῖχος, πόλις Καρίας, ὡς Ἀπολλώνιος ὀκτωκαιδεκάτῳ Καρικῶν. τὸ ἐθνικὸν Χωλοτειχίτης. περὶ ὧν πολλάκις εἰρήκαμεν.

Event Date: -1
§ Ch699.1  Chone: Χώνη, πόλις Οἰνώτρων, ἧς Στράβων μέμνηται ἐν ἕκτῃ "καὶ τὴν γῆν ὀνομάσαι Χώνην". "καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφ´ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν". ἡ δὲ χώρα Χωνία. Λυκόφρων "ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν". οὐκοῦν καὶ Χώνιος, ὡς Θρᾴξ Θρᾳκός Θρᾴκιος Θρᾳκία, Τρώς Τρωός Τρώιος Τρωία.

Event Date: -1
§ Ch699.7  Chora: Χώρα, ἡ μερικὴ γῆ, ἀφ´ οὗ τὸ χῶ ῥῆμα, ἀφ´ οὗ καὶ χών καὶ χθών καὶ χωρικὴ γῆ. ἀφ´ οὗ καὶ χῶρος [καὶ χώρα], ὅθεν τὸ χωρίτης, ὡς τοῦ μέσος μεσίτης τόπος τοπίτης, ἢ ἀπὸ τοῦ χώρα χωρίτης, ὡς ἀπὸ τοῦ ἕδρα ἑδρίτης ἑσπέρα ἑσπερίτης. Σοφοκλῆς Αἰγεῖ "ἐκλύομεν. οὐκ ἔγωγε χωρίτην γ´ ὁρῶ". καὶ ἐν Ἡρακλεῖ "τρέφουσι κρήνης φύλακα, χωρίτην ὄφιν". καὶ Αἰσχύλος ἐν Λέοντι σατυρικῷ "ὁδοιπόρων δήλημα, χωρίτης δράκων". καὶ Ἀπολλώνιος ἐν τῷ Κανώβῳ τέρψει δὲ νηῶν ὁ γλυκύς σε χωρίτῃς πλόος κομίζων δῶρα πλουσίου Νείλου. καὶ χώριος οὐ σύνθετον, ἀλλὰ τὸ ἐγχώριος καὶ ἐπιχώριος σύνηθες ἐκ τοῦ ἐν χώρᾳ καὶ ἐπὶ χώρας, ὡς τοῦ ἐν τόπῳ ἐντόπιος καὶ τοῦ ἐκ τόπου ἐκτόπιος. τὸ ἐγχώριος καὶ παρὰ Σοφοκλεῖ κεῖται. τὸ δὲ ἐπιχώριος καὶ ἐπιχωριάζειν ἐν τῷ περὶ ψυχῆς φησι Πλάτων.

Event Date: -1
§ Ch700.8   Choramnaioi: Χωραμναῖοι, ἔθνος Περσικὸν ἀγρίων ἀνθρώπων. Κτησίας ἐν Περσικῶν δεκάτῳ "οὕτω δὲ ταχύς ἐστιν ὁ ἄγριος ἄνθρωπος, ὡς καὶ διώκων τὰς ἐλάφους καταλαμβάνειν". καὶ ἄλλα πλεῖστα περὶ αὐτῶν φησί.

Event Date: -1
§ Ch700.12   Choche: Χωχή, κώμη πρὸς τῷ Τίγριδι ποταμῷ. Ἀρριανὸς δεκάτῳ "καὶ βασιλεὺς δ´ ἐξελαύνει ἐκ Σελευκείας οὐ πρόσω τοῦ ποταμοῦ τοῦ Τίγριδος ἐς κώμην ᾗ τινι Χωχὴ ὄνομα". τὸ ἐθνικὸν δύναται καὶ Χωχηνός καὶ Χωχαῖος, ὡς τὰ παρακείμενα χωρία Καρραῖος Καρρηνός, Βατναῖος Βατνηνός.

Event Date: -1
§ Ps700.17   Psamathous: Ψαμαθοῦς, πόλις Λακωνική. Ἀρτεμίδωρος δευτέρῳ γεωγραφουμένων "μετὰ γὰρ τὸ Ταίναρον πόλις ἐκδέχεται Ψαμαθοῦς". τὸ ἐθνικὸν Ψαμαθούντιος καὶ Ψαμαθούσιος, ὡς Σελινούντιος καὶ Σελινούσιος.

Event Date: -1
§ Ps700.21   Psebo: Ψεβώ, χώρα ἐνδοτάτη Αἰθιοπίας, περὶ ἧς Ἀρισταγόρας ἐν Αἰγυπτιακοῖς τάδε γράφει "οὗτοι δή φασιν εἶναι χώραν ἀπέχουσαν Αἰθιοπίας ὁδὸν ἡμερῶν πέντε καλουμένην Ψεβώ". Ἀρτεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων λίμνην εἶναί φησι. τὸ ἐθνικὸν Ψεβοΐτης ὡς Σαβοΐτης.

Event Date: -1
§ Ps701.4   Psenako: Ψενακώ, κώμη τοῦ Ἀθριβίτου νομοῦ, ὡς Ἀρτεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων. οἱ κατοικοῦντες Ψενακοῗται ἂν κυρίως λέγοιντο.

Event Date: -1
§ Ps701.7   Pseneros: Ψένηρος, Αἰγυπτία κώμη. τὸ ἐθνικὸν Ψενηρίτης τῷ τύπῳ τῆς χώρας.

Event Date: -1
§ Ps701.9   Psenyris: Ψένυρις, Αἰγυπτία κώμη. κλίνεται Ψενύρεως. τὸ ἐθνικὸν Ψενυρίτης, ὡς Λεπτίτης Λέπτεως καὶ Μεμφίτης Μέμφεως.

Event Date: -1
§ Ps701.11   Pseudartake: Ψευδαρτάκη, λόφος ἐν Σκυθίᾳ μετὰ τὸ λεγόμενον Ἅγιον ὄρος, τὸ τοπικὸν Ψευδαρτακαῖος. καὶ κατὰ τέχνην. λέγεται Ψευδαρτακηνός διὰ τὰ πλησιόχωρα.

Event Date: -1
§ Ps701.14   Pseudokorasion: Ψευδοκοράσιον, αἰγιαλὸς μέγας μεταξὺ Κωρύκου [καὶ] τῆς Σελευκείας τῆς παρ´ Ἰσαύροις. Ἀρτεμίδωρος ἐνάτῳ τῶν γεωγραφουμένων "παραλλάξαντι δὲ ταύτην αἰγιαλὸς ἄλλος ἐκδέχεται σταδίων τριῶν, μηνοειδὴς καὶ ὕφορμος, καλούμενος Ψευδοκοράσιον".

Event Date: -1
§ Ps701.19   Psessoi: Ψησσοί, ἔθνος τῆς Ταυρινίας. Ἀπολλόδωρος ἐν δευτέρῳ περὶ γῆς "ἔπειτα δ´ Ἑρμώνασσα καὶ Κῆπος [πόλις], τρίτον δὲ τὸ Ψησσῶν ἔθνος".

Event Date: -1
§ Ps702.3   Psilion: Ψίλιον, ποταμὸς μεταξὺ Θυνίας καὶ Βιθυνίας. Δομίτιος Καλλίστρατος ἐν τρίτῳ περὶ Ἡρακλείας "ἐγκυριεύσαντος ἀπὸ τοῦ Σαγγάρου χωρίου ἐν[τὸς] τοῦ Ψιλίου ποταμοῦ". ἔστι καὶ ἄλλος Ψίλις ποταμὸς τῆς Βιθυνίας, ἐκρέων εἰς τὸν Εὔξεινον πόντον. τὸ τοπικὸν Ψιλίτης. ἐν δὲ τῇ συνηθείᾳ ἐπεκράτησεν ἀμφοτέρων τῶν ποταμῶν τοὺς οἰκήτορας Ψιλιανοὺς καλεῖν.

Event Date: -1
§ Ps702.10   Psimada: Ψίμαδα, χωρίον Ἰσαυρίας. τὸ ἐθνικὸν Ψιμαδεῖς. Καπίτων ἐν εʹ "Κόνωνα δὲ παρόντα Ψιμαδέα μεγάλως ἐφιλοφρονήσατο".

Event Date: -1
§ Ps702.13   Psinaphthos: Ψίναφθος, Αἰγύπτου πολίχνιον, ὡς Ἀλέξανδρος ἐν Αἰγυπτιακῶν δευτέρῳ. τὸ ἐθνικὸν Ψιναφθίτης.

Event Date: -1
§ Ps702.15   Psinektabis: Ψινέκταβις, κώμη Αἰγυπτία. κλίνεται Ψινεκτάβεως. τὸ ἐθνικὸν Ψινεκταβίτης τῷ λόγῳ τῶν εἰς 'ις' καὶ τῷ τύπῳ τῆς χώρας.

Event Date: -1
§ Ps702.18   Psittake: Ψιττάκη, πόλις παρὰ τῷ Τίγριδι, ἐν ᾗ τὸ φυτὸν τῶν ψιττακίων, ὡς Δαμόφιλος. ὁ πολίτης Ψιττάκιος, ὡς ἀπὸ τοῦ ψιττακίας καρποῦ. τὸ κυριώτερον δὲ ἐθνικὸν Ψιττακηνός διὰ τὸ ἐπιχώριον, καὶ Ψιττακηνή ἡ χώρα, ἧς καὶ Ἀριστοτέλης μέμνηται ἐν τοῖς θαυμασίοις.

Event Date: -1
§ Ps703.3   Psittachemmis: Ψιττάχεμμις, κώμη τῆς Αἰγυπτίας. τὸ ἐθνικὸν Ψιτταχεμμίτης καὶ τῷ τύπῳ τῶν εἰς 'ις' καὶ ὅτι τοῦ ἁπλοῦ τοῦ Χέμμις τὸ ἐθνικὸν Χεμμίτης. κώμη δ´ ἐστὶ καὶ αὐτὴ Αἰγυπτία.

Event Date: -1
§ Ps703.6   Psykterios: Ψυκτήριος, τόπος ἐν Θρᾴκῃ, ἀπὸ Ἡρακλέους ἀναψύξαντος τὸν ἱδρῶτα ἐν τῷ καταπαλαῖσαι τὸν Ἀδραμύλην, καθώς φησιν Ἀπολλώνιος ἐν Κνίδου κτίσει. τὸ ἐθνικὸν ὁμωνύμως διὰ τὸ προκατειλῆφθαι τὸ πρωτότυπον, ἔχον αὐτοῦ τὸν τύπον.

Event Date: -1
§ Ps703.10   Psylla: Ψύλλα, χωρίον μεταξὺ Ἡρακλείας καὶ τοῦ Πόντου. Μένιππος ἐν περίπλῳ τοῦ Πόντου "ἀπὸ Κρηνίδων εἰς Ψύλλαν χωρίον στάδια κʹ, ἀπὸ Ψύλλης χωρίου εἰς Τίον πόλιν καὶ ποταμὸν Βίλλαιον στάδια πʹ". τὸ ἐθνικὸν Ψυλλάτης.

Event Date: -1
§ Ps703.14  Psylloi: Ψύλλοι, καὶ Ψυλλικὸς κόλπος, ἐν τῷ Λιβυκῷ κόλπῳ. Ἑκαταῖος περιηγήσει Λιβύης "ὁ Ψυλλικὸς κόλπος μέγας καὶ βαθύς, τριῶν ἡμερέων πλόος". περὶ δὲ Ψύλλων Ἡρόδοτος τετάρτῃ "Νασαμῶσι προσόμουροί εἰσι Ψύλλοι". λέγονται δὲ ἀπὸ Ψύλλου. οὗτοι λέγονται πᾶσι θηρίοις καὶ ἑρπετοῖς δακνόμενοι ἀβλαβεῖς διατελεῖν.

Event Date: -1
§ Ps703.2   Psyra: Ψύρα, νῆσος μικρὰ πλησίον Χίου, ἣν ὁ ποιητὴς Ψυρίαν καλεῖ "νήσου ἐπὶ Ψυρίης". τὸ ἐθνικὸν οὖν Ψύριος, τὸ θηλυκὸν Ψυρία, τὸ οὐδέτερον Ψύριον. Στράβων δὲ ἐν τῷ ιδʹ Ψύρα φησὶν οὐδετέρως "τὰ Ψύρα νῆσος ἀπὸ πεντήκοντα σταδίων τῆς ἄκρας". τὸ ἐθνικὸν Ψυρεύς ὡς Μυρεύς. λαμβάνεται δὲ τὸ ὄνομα ἐπὶ εὐτελείᾳ διὰ τὸ εὐτελεστάτην εἶναι τὴν νῆσον. Κρατῖνος "Ψύρα τὸν Διόνυσον ἄγοντες". καὶ ἐν Νεμέσει "Ψύρα τε τὴν Σπάρτην ἄγεις".

Event Date: -1
§ Ps704.6   Psyttaleia: Ψυττάλεια, νῆσος περὶ Σαλαμῖνα. Ἡρόδοτος "εἰς τὴν νησῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Σαλαμῖνος κειμένην καὶ τῆς ἠπείρου". Ἡρωδιανὸς μέντοι Ψυττάλην αὐτὴν καλεῖ. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι, ὡς [Ἀγάμμεια] Μαντίνεια Ἐρύθεια Ζέλεια, ἀφ´ οὗ κατὰ συναλοιφὴν ἐγένετο, ὡς Ἀγάμμη Μαντίνη Ζέλη Ἐρύθη, περὶ ὧν κατὰ τοὺς οἰκείους εἰρήκαμεν τόπους. τὸ ἐθνικὸν Ψυτταλεύς, ὡς Ἀτταλεύς Μαντινεύς Ἀντιοχεύς. ἔστι γὰρ ἡ Ψυττάλεια ὡς Ἀττάλεια. κέκληται δὲ ἀπὸ Ψυττάλου.

Event Date: -1
§ Ps704.15   Psychion: Ψύχιον, τόπος Κρήτης, ἐν ᾧ πόλις ἦν ὁμώνυμος. τὸ ἐθνικὸν Ψυχιεύς, ὡς τοῦ Νότιον Νοτιεύς καὶ τοῦ Δουλίχιον Δουλιχιεύς.

Event Date: -1
§ Ps704.18   Psophis: Ψωφίς, πόλις Ἀρκαδίας. κέκληται ἀπὸ Ψώφιδος τοῦ Λυκάονος, ὑφ´ οὗ φασι τὸ παλαιὸν ἐκτίσθαι αὐτήν, ἢ ἀπὸ Ψωφῖδος τῆς Ἔρυκος θυγατρός. ἔστι καὶ ἑτέρα πόλις Ψωφίς Ἀκαρνανίας, ἡ παλαιά λεγομένη ..... ἔστι καὶ τρίτη τῆς Ἀχαΐας. ὁ πολίτης ὤφειλεν εἶναι Ψωφίτης, τῷ τύπῳ τῶν εἰς 'ις' ληγόντων. ἀλλὰ γέγονεν ἀπὸ τῆς γενικῆς, ὡς τῆς Ἀρκάδος Ἀρκάδιος καὶ τῆς Αὐλίδος Αὐλίδιος, οὕτω Ψωφῖδος Ψωφίδιος. Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ "κάπρος ἦν ἐν τῷ ὄρεϊ καὶ Ψωφιδίους κακὰ πολλὰ ἔοργεν". ἔστι καὶ ἑτέρα Ψωφίς πόλις Λιβύης. ὁ πολίτης Ψωφίτης τῷ τῆς χώρας τύπῳ. λέγεται δὲ καὶ ἡ Ζακυνθίων ἀκρόπολις Ψωφίς, ὡς Παυσανίας φησὶν ὀγδόῳ περιηγήσεως.

Event Date: -1
§ Ps705.6   Psochemmis: Ψώχεμμις, πολίχνιον Αἰγύπτου. Ἀρτεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων "καὶ Περίκερμις ἐκ δεξιῶν μερῶν καὶ Θαλαβαύδη καὶ Ψώχεμμις". τὸ ἐθνικὸν Ψωχεμμίτης τῷ ῥηθέντι λόγῳ ἐν τῷ Ψιττάχεμμις.

Event Date: -1
§ O705.10   Obarenoi: Ὠβαρηνοί, μέρος Ἀρμενίας παρακείμενον Κύρῳ ποταμῷ, ὅστις Εὐφράτῃ παραλλήλως ἔχει. μέμνηται δ´ αὐτῶν καὶ Κουάδρατος ἐν ἕκτῳ Παρθικῶν "παρὰ δὲ Κύρῳ ποταμῷ Ὠβαρηνοί τε καὶ Ὠτηνοὶ νέμονται, μέγα μέρος Ἀρμενίας ὄντες".

Event Date: -1
§ O705.14   Ogenos: Ὤγενος, ἀρχαῖος θεός, ὅθεν ὠγενίδαι καὶ ὠγένιοι ἀρχαῖοι. Παρθένιος ὁ Φωκαεὺς Δήλῳ "σὺν τῇ ἐγὼ Τηθύν τε καὶ ὠγενίης Στυγὸς ὕδωρ".

Event Date: -1
§ O705.17  Ogygia: Ὠγυγία, νῆσος ἀρχαία, ἔνθα Ὀδυσσεὺς ἐκ τοῦ ναυαγίου ἐξερρίφη. λέγεται καὶ ἡ Βοιωτία καὶ ἡ Θήβη ἀπὸ Ὠγύγου υἱοῦ Τερμέρας. τὰς ..... λέγονται καὶ οἱ Λύκιοι Ὠγύγιοι ἐξ αὐτοῦ Ὠγύγου. ἐλέγετο καὶ ἡ Ἀττικὴ πᾶσα Ὠγυγία, ὡς Χάραξ φησὶν ἐν τοῖς χρονικοῖς.

Event Date: -1
§ O706.3   Ogylos: Ὤγυλος, νῆσος μεταξὺ Πελοποννήσου καὶ Κρήτης. τὸ ἐθνικὸν Ὠγύλιος.

Event Date: -1
§ O706.5  Ogyris: Ὤγυρις, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. τὸ ἐθνικὸν Ὠγυρίτης διὰ τὴν συνήθειαν τοῦ τόπου· Ὁμηρῖται γὰρ καὶ Σαβοῗται καὶ ἄλλα παραπλήσια πλεῖστα.

Event Date: -1
§ O706.8   Odones: Ὤδονες, ἔθνος Θρᾴκης τοῖς Μαίδοις ὅμορον. Διονύσιος ἐν Βασσαρικῶν ιδʹ "Μαίδων τ´ ἄγρια φῦλα καὶ Ὤδονες ἑλκεσίπεπλοι".

Event Date: -1
§ O706.11  Okalea: Ὠκαλέα, πόλις Βοιωτίας. "Ὠκαλέην Μεδεῶνά τ´ ἐυκτίμενον πτολίεθρον" Ὅμηρος. ἔστι δὲ πρὸς τῇ Ἁλιάρτῳ. ἐκαλεῖτο δὲ Ὠκάλεια, ὡς Ἀπολλόδωρος. τὸ ἐθνικὸν Ὠκαλεύς, ὡς Μαντίνεια [Μαντινεύς]. ἐκλήθη δὲ οὕτως διὰ τὸ συντόμως πορεύεσθαι ἐκ Θεσπιῶν εἰς Θήβας· αἱ δὲ Θεσπιαὶ γειτονοῦσι καὶ ὁμοροῦσιν αὐτῇ.

Event Date: -1
§ O706.17  Okeanos: Ὠκεανός, ὁ ποταμὸς ὁ περιέχων τὴν γῆν. Φαβωρῖνος ἐν ταῖς παντοδαπαῖς ἱστορίαις "προσαγορεύουσι δὲ τὴν ἔξω θάλατταν ἐκεῖ μὲν οἱ πολλοὶ τῶν βαρβάρων Ὠκεανόν, οἱ δὲ τὴν Ἀσίαν οἰκοῦντες μεγάλην θάλατταν, οἱ δ´ Ἕλληνες Ἀτλαντικὸν πέλαγος". ἐκλήθη δ´ οὕτως παρὰ τὸ ὠκέως νάειν, ὅ ἐστι ῥεῖν. οἱ παροικοῦντες Ὠκεανῖται. καὶ τὸ θηλυκὸν Ὠκεανῖτις. ἀλλὰ καὶ Ὠκεανίς ἐκ τοῦ Ὠκεανός. καὶ ὥσπερ παρὰ τὸ ποταμόν καὶ Κηφισόν καὶ παρὰ γίνεται ἐκ δύο εἰς ἓν παραγωγὴ Παραποτάμιοι καὶ Παρακηφίσιοι, οὕτως καὶ ἐκ τῶν πρὸς Ὠκεανῷ [προσωκεάνιοι] προσωκεανίους ἔφησεν ἐν τῇ ιθʹ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας Διονύσιος ὁ Ἁλικαρνασσεὺς οὕτω "Λιβύην χειρωσάμενος μέχρι καὶ τῶν προσωκεανίων ἐθνῶν". περὶ δὲ τῆς τοιαύτης παραγωγῆς πολλάκις εἰρήκαμεν.

Event Date: -1
§ O707.12  Olenos: Ὤλενος, πόλις Ἀχαΐας καὶ Αἰτωλίας, θηλυκῶς λεγομένη. Αἰσχύλος Καρσίν "τὴν αἰπεινὴν ζαθέαν Ὤλενον". Σοφοκλῆς ἐν Ἱππόνῳ "ἐξ Ὠλένου γῆς φορβάδος κομίζομαι". Ἀπολλόδωρος δὲ ἀρσενικῶς αὐτήν φησιν ἐν τῇ ηʹ τοῦ νεῶν καταλόγου "τὸν Ὤλενον καὶ τὴν Πυλήνην νῦν μὲν οὐκέτι εἶναι συμβέβηκε". κέκληται δὲ ἀπὸ Ὠλένου τοῦ Διός, ὡς Ἴστρος ἐν Αἰγυπτίων ἀποικίαις "τῶν δὲ Δαναΐδων Ἀναξιθέας καὶ Διὸς Ὤλενον γενέσθαι τὸν ἄρξαντα τῶν Ὠλενίων". ἔστιν οὖν καὶ ἄλλη Αἰτωλίας, ἧς Ὅμηρος μνημονεύει "οἳ Πλευρῶν´ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην". τὸ θηλυκὸν Ὠλενία, Ἡσίοδος "ᾤκεε δ´ Ὠλενίην πέτρην ποταμοῖο [παρ´ ὄχθας.]" τὸ οὐδέτερον Ὠλένιον. τὸ τοπικὸν ἐπιρρηματικῶς Ὠλενίηθεν.

Event Date: -1
§ O708.3   Oleros: Ὤλερος, Κρητικὴ πόλις, περὶ ἧς Ξενίων ἐν Κρητικοῖς φησι "πορρωτέρω δὲ τῆς Ἱεραπύτνης Ὤλερος ἦν πόλις, ἐφ´ ὑψηλοῦ μὲν ᾠκισμένη τόπου". ὁ πολίτης Ὠλέριος, καὶ Ὠλερία Ἀθηνᾶ, τὸ οὐδέτερον Ὠλέριον. φησὶ γὰρ ὁ αὐτός "τῇ δὲ θεῷ ταύτῃ ἑορτὴν ἄγουσιν Ἱεραπύτνιοι, τὴν δ´ ἑορτὴν Ὠλέρια προσαγορεύουσιν".

Event Date: -1
§ O708.9  Oliaros: island of the Kyklades, about which Herakleides of Pontos writes in his book on islands: "Oliaros, a colony of the Sidonians lying 18 stades off Paros." GR: Ὠλίαρος, νῆσος τῶν Κυκλάδων μία, περὶ ἧς Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ νήσων οὕτω φησίν "Ὠλίαρος Σιδωνίων ἀποικία ἀπέχουσα Πάρου σταδίους ιηʹ". τὸ ἐθνικὸν Ὠλιάριος, ὡς Ἄμυρος Ἀμύριος.

Event Date: -1
§ O708.13   Olinna: Ὤλιννα, πόλις πρὸς τῇ Κασπίᾳ θαλάσσῃ. τὸ ἐθνικὸν Ὠλινναῖος, ὡς Πελινναῖος τῆς Πελίννης.

Event Date: -1
§ O708.15   Opiai: Ὠπίαι, ἔθνος Ἰνδικόν. Ἑκαταῖος Ἀσίᾳ "ἐν δὲ αὐτοῖσι οἰκέουσι ἄνθρωποι παρὰ τὸν Ἰνδὸν ποταμὸν Ὠπίαι, ἐν δὲ τεῖχος βασιλήιον. μέχρι τούτου Ὠπίαι, ἀπὸ δὲ τούτων ἐρημίη μέχρις Ἰνδῶν".

Event Date: -1
§ O708.19   Oreos: Ὠρεός, πόλις Εὐβοίας. [ἡ δὲ Εὔβοια νῆσός ἐστι περιφανεστάτη τῆς Ἑλλάδος, ἡ λεγομένη Εὔριπος.] τούτου τὸ ἐθνικὸν διὰ τῆς 'ει' διφθόγγου γράφεται Ὠρείτης, ὡς Ζελείτης Σαμαρείτης Μαρωνείτης. μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν χρονικῶν ιϛʹ "Ἀθηναῖοι ἅμα Χαλκιδεῦσι τοῖς ἐν Εὐβοίᾳ καὶ Μεγαρεῦσι στρατεύσαντες εἰς Ὠρεὸν Φιλιστίδην τὸν τύραννον ἀπέκτειναν καὶ Ὠρείτας ἠλευθέρωσαν". Ἀπολλόδωρος δὲ τετρασυλλάβως φησίν, οὐ διὰ τῆς 'ει' διφθόγγου, ἀλλὰ διὰ τοῦ 'ε' καὶ διὰ τοῦ 'ι' Ὠρεΐτας "οὕτω [δὲ] τὴν τῶν Ὠρεϊτῶν νυκτὸς αἱροῦσιν πόλιν". καὶ δοκεῖ ἀναλογώτερον εἶναι. τὰ γὰρ ἀπὸ τῶν εἰς 'ος' διὰ τοῦ 'ιτης' παραγόμενα μιᾷ συλλαβῇ πλεονάζει τῆς τοῦ πρωτοτύπου γενικῆς, Στάγειρος Σταγείρου Σταγειρίτης, Ἄβδηρος Ἀβδήρου Ἀβδηρίτης, Πεντάσχοινος Πεντασχοίνου Πεντασχοινίτης, Διόλκος Διόλκου Διολκίτης· οὕτως Ὠρεός Ὠρεοῦ Ὠρεΐτης, καὶ κατὰ σύνοδον τοῦ 'ε' καὶ τοῦ 'ι' Ὠρείτης. οὐχ ὅμοιον δὲ τούτῳ τὸ Ζελείτης καὶ Σαμαρείτης· ταῦτα γὰρ ἀπὸ τῶν εἰς 'α' καθαρὸν ληγόντων παρῆκται.

Event Date: -1
§ O709.16   Orikos: Ὤρικος, πόλις ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος λιμένα καλεῖ Ἠπείρου τὸν Ὤρικον ἐν τῇ Εὐρώπῃ "μετὰ δὲ Βουθρωτὸς πόλις, μετὰ δὲ Ὤρικος λιμήν". Ἀπολλόδωρος δὲ ὁ θαυμασιώτατος πόλιν αὐτὴν οἶδε. λέγεται ἀρσενικῶς, ὡς Πολύβιος ἑβδόμῳ "οἱ δὲ τὸν Ὤρικον κατοικοῦντες, οἳ καὶ πρῶτοι κεῖνται περὶ τὴν εἰσβολὴν πρὸς τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰσπλέοντι". ὁ πολίτης Ὠρίκιος, τὸ θηλυκὸν Ὠρικία ἡ χώρα καὶ ἡ γυνή.

Event Date: -1
§ O710.4   Orisia: Ὠρισία, πόλις Ἰβηρίας. τὸ ἐθνικὸν Ὠριτανός. Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων "ἀμφότεροι γὰρ" φησί "κατοικοῦσι τὴν παραλίαν καί τινα τῆς μεσογείου, πρῶτον μὲν Ὠριτανοί, πόλεις δ´ ἐν αὐτοῖς εἰσι μεγάλαι Ὀρσία καὶ Καστάλων".

Event Date: -1
§ O710.9  Oritai: Ὠρῖται, ἔθνος Ἰνδῶν αὐτόνομον. Στράβων πεντεκαιδεκάτῃ "τῷ ὁρίζοντι αὐτοὺς ἀπὸ τῶν ἑξῆς Ὠριτῶν· Ἰνδῶν δέ ἐστι καὶ αὕτη μερίς, ἔθνος αὐτόνομον". καὶ Ἀπολλόδωρος δευτέρῳ "ἔπειτα δ´ Ὠρίτας τε καὶ Γεδρωσίους, ὧν τοὺς μὲν Ἰνδοὺς ὡς ἐνοικοῦντας πέτραν ..."

Event Date: -1
§ O710.14   Orychion: Ὠρύχιον, τόπος τῆς Ἀττικῆς. τὸ τοπικὸν Ὠρύχιος. Εὐφορίων Διονύσῳ "ἴχνος ἂν Ὠρυχίοισιν ἐν ἕρκεσιν ὀκλάσσαιντο".

Event Date: -1
§ O710.16   Oropos: Ὠρωπός, πόλις Μακεδονίας, ἐξ ἧ Σέλευκος ὁ Νικάτωρ. καὶ ἄλλη Βοιωτίας, περὶ ἧς Εὐφορίων Κλείτορι "Αὐλίς τ´ Ὠρωπός τε καὶ Ἀμφιάρεια λοετρά". κέκληται ἀπὸ Ὠρωποῦ τοῦ Μακεδόνος τοῦ Λυκάονος. [ἔστι καὶ ἄλλη Εὐβοίας.] Ἀριστοτέλης γοῦν τὸν Ὠρωπὸν Γραῖάν φησι λέγεσθαι "ἡ δὲ Γραῖα τόπος τῆς Ὠρωπίας πρὸς τῇ θαλάσσῃ κατ´ Ἐρέτριαν τῆς Εὐβοίας κειμένη". ἔστι καὶ τρίτη ἐν Συρίᾳ, κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ἧς ὁ πολυΐστωρ ἐν τῷ περὶ Συρίας φησὶν οὕτως "Ξενοφῶν ἐν ταῖς ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖσθαι πόλιν Ὠρωπόν, ἣν πρότερον Τελμησσὸν καλεῖσθαι ὑπὸ τῶν κτισάντων. ταύτην δέ φασιν ὑπὸ Σελεύκου τοῦ Νικάτορος ἐπικτισθεῖσαν Ὠρωπὸν ὠνομάσθαι ἀπὸ τῆς ἐν τῇ Ἑλλάδι Ὠρωποῦ". ἔστιν οὖν καὶ τετάρτη πόλις ἐν Ἄργει ὕστερον κτισθεῖσα. καὶ πέμπτη ἐν Θεσπρωτίᾳ [ἤγουν ἐν Νικοπόλει]. λέγεται καὶ ἀρσενικῶς. Θουκυδίδης ὀγδόῃ "ἔχοντες οὖν τὸν Ὠρωπὸν ἀφικνοῦνται εἰς τὴν Ῥόδον". τὸ ἐθνικὸν Ὠρωπεύς· οὕτως γὰρ ὡς αὐτὸς ἐν νεῶν καταλόγου πρώτῃ "ἔστι δ´ ἡ Γραῖα τόπος, τῶν Ὠρωπέων πόλις". Στράβων δ´ ἐν τῇ ἐνάτῃ φησίν "ἀπὸ τῆς Ὠρωπίας ἐπὶ τὴν δύσιν", ὡς ἀπὸ τοῦ Ὠρώπιος· εἰ γὰρ ἦν ἀπὸ τοῦ Ὠρωπιεύς, Ὠρωπιάς ἂν εἶπε. Παυσανίας δὲ ἐν τῷ ἑβδόμῳ τὴν μὲν πόλιν θηλυκῶς φησι "διαρπάζουσιν Ὠρωπὸν ὑπήκοόν σφισιν οὖσαν", τὸ δ´ ἐθνικὸν οὕτως "καταφεύγουσιν ἐπὶ τὴν Ῥωμαίων βουλὴν οἱ Ὠρώπιοι". καὶ Θουκυδίδης δευτέρᾳ "παριόντες Ὠρωπὸν τὴν γῆν Γραϊκὴν καλουμένην, ἣν νέμονται Ὠρώπιοι Ἀθηναίων ὑπήκοοι, ἐδῄωσαν". καὶ Θεόπομπος ϛʹ Ἑλληνικῶν "ἀνακοινοῦνται τῶν Ὠρωπίων Τηλέφῳ καὶ τοῖς μετ´ ἐκείνου βουλομένοις καὶ τὸν Ὠρωπὸν ὑπάρχειν αὐτοῖς".

Event Date: -1
§ O712.11   Ostia: Ὠστία, πόλις Ἰταλίας. Ἰόβας ἐν πρώτῳ Ῥωμαϊκῆς ἱστορίας "ἀπὸ μὲν τῶν βορείων μερῶν ὁ Τίβερις, Ὠστία πόλις πλησίον". καὶ Πολύβιος ἕκτῳ "ἔκτισε δὲ καὶ πόλιν Ὠστίαν ἐπὶ τοῦ Τιβέριδος". ἐκτίσθη δ´ ὑπὸ Μαρκίου βασιλέως, τοῦ ἀπὸ Νουμᾶ τρίτου, ὡς Διονύσιός φησιν ἐν Ῥωμαϊκῇ ἀρχαιολογίᾳ. τὸ ἐθνικὸν δύναται καὶ Ὠστιανός καὶ Ὠστιάτης· συνήθης γὰρ ὁ τύπος τοῖς Ἰταλοῖς. Φλέγων δὲ Ὠστίους αὐτοὺς καλεῖ λέγων "παρέλαβε δὲ τὴν Ὠστίων πόλιν". Στράβων δὲ ἐν τῷ εʹ οὕτω φησὶν οὐδετέρως "τὰ Ὤστια τῆς Ῥώμης ἐπίνειον".

Event Date: -1
§ O712.21   Ostiones: Ὠστίωνες, ἔθνος παρὰ τῷ δυτικῷ ὠκεανῷ, οὓς Κοσσίνους Ἀρτεμίδωρός φησι, Πυθέας δ´ Ὠστιαίους "τούτων δ´ ἐξ ἐυωνύμων οἱ Κόσσινοι λεγόμενοι Ὠστίωνες, οὓς Πυθέας Ὠστιαίους προσαγορεύει".

Event Date: -1
§ O713.3  Otene: Ὠτηνή, μοῖρα Ἀρμενίας. Κουάδρατος ἐν Παρθικῶν τρίτῳ "ὁ δὲ τῆς Ἀρμενίας βασιλεὺς Πάκορος ἐν τούτῳ περὶ Ἀρτάξατα καὶ τὴν Ὠτηνὴν τῆς Ἀρμενίας διάγων". τὸ ἐθνικὸν ὁ αὐτὸς ἐν τῷ δευτέρῳ "περὶ δὲ Κῦρον ποταμὸν Ὠβαρηνοί τε καὶ Ὠτηνοὶ νέμονται, μέγα μέρος Ἀρμενίας ὄντες".

Event Date: -1
§ O713.8   Otieis: Ὠτιεῖς, μοῖρα Κυπρίων. Ἔφορος ιηʹ "Ἀμαθούσιοι δὲ καὶ Σόλιοι καὶ Ὠτιεῖς ἀντέχοντες ἔτι τῷ πολέμῳ".

Event Date: -1
§ O713.1   Ophthis: Ὦφθις, πόλις Λιβύης Αἰγύπτῳ παρακειμένη. ὁ πολίτης Ὠφθίτης, διὰ τὴν εἰς 'ιτης' κατάληξιν τὴν εἰθισμένην Αἰγυπτίοις τε καὶ Λίβυσι· τὸ μέντοι Ὠφθίς κατὰ χρῆσιν οὔπω τέως εὗρον.

Event Date: -1
§ 3,1.190   [Herodian]Dreros Δρῆρος πόλις Κρητική.

Event Date: -1
§ Ε  The End.

Ακολουθήστε μας στο Google News

Google News <-----Google News

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Γιαγιά στην Καππαδοκία τραγουδά Ελληνικό παραδοσιακό (Βίντεο)

Το νέο σύγχρονο μηχάνημα συγκομιδής ελιάς έφτασε και στις Σέρρες

Ο Μέγας Αλέξανδρος διαβαίνει τον Ελλήσποντο, 1 Απριλίου 334 π.Χ.

Νέα

Φωτογραφία της ημέρας

Φωτογραφίες

Βίντεο

Πρόσωπα

Καταστήματα

Συνταγές

Χθεσημεραυριο

Μουσικές Επιλογές: Bουτιά στο παρελθόν

Ιστορίες

Τσιμεριτας

Ο χαζός του χωριού

Κλινικός Ψυχρολόγος