Περί ποταμών - Ψευδοπλούταρχος


Ο Πλούταρχος (45-120 μ.Χ.) ήταν Έλληνας ιστορικός, βιογράφος, φιλόσοφος και δοκιμιογράφος.
Μερικές εκδόσεις των Ηθικών περιέχουν και αρκετά κείμενα που είναι γνωστό σήμερα ότι δεν γράφηκαν από τον Πλούταρχο (ψευδεπίγραφα), π.χ. το Βίοι δέκα ρητόρων (βιογραφίες των Αττικών ρητόρων), το Περί ποταμῶν, το Στρωματεῖς, το Περὶ τῶν ἀρεσκόντων φιλοσόφοις φυσικῶν δογμάτων, το Περὶ εἰμαρμένης και το Περὶ μουσικῆς. Αυτά αποδίδονται σε κάποιον άγνωστο συγγραφέα, που συμβατικά ονομάζεται «Ψευδοπλούταρχος», μπορεί όμως να ανήκουν και σε περισσότερους του ενός συγγραφείς. Αν και οι σκέψεις και γνώμες που παρουσιάζονται δεν είναι του Πλουτάρχου και αναφέρονται σε μία λίγο μεταγενέστερη εποχή, θεωρούνται κλασικές και έχουν αξία για τους ιστορικούς μελετητές.

Σε αυτά τα κείμενα ανήκει και το Περὶ ποταμῶν (Ψευδοπλούταρχος) De fluviis.

ΠΕΡΙ ΠΟΤΑΜΩΝ ΚΑΙ ΟΡΩΝ ΕΠΩΝΥΜΙΑΣ ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΟΙΣ ΕΥΡΙΣΚΟΜΕΝΩΝ

ΠΕΡΙ ΠΟΤΑΜΩΝ

ΥΔΑΣΠΗΣ
Χρυσίππη διὰ μῆνιν Ἀφροδίτης εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ γεννήσαντος Ὑδάσπου καὶ μὴ στέγουσα τοὺς παρὰ φύσιν ἔρωτας, νυκτὸς βαθείας τῷ προειρημένῳ συνῆλθε, τῆς τροφοῦ συνεργούσης. Κατηχηθεὶς δὲ περὶ τῶν συμβεβηκότων ὁ βασιλεὺς τὴν μὲν ἐνεδρεύσασαν αὐτὸν γραῦν ζῶσαν κατέχωσεν· τὴν δὲ θυγατέρα σταυρώσας διὰ λύπης ὑπερβολὴν ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Ἰνδὸν, ὃς ἀπ´ αὐτοῦ Ὑδάσπης μετωνομάσθη· ἔστι δὲ τῆς Ἰνδίας νεανικῶς καταφερόμενος εἰς τὴν Σαρωνικὴν Σύρτιν.

Γεννᾶται δὲ ἐν αὐτῷ λίθος λύχνις καλούμενος. Ἐλαιώδης δέ ἐστιν τῇ χρόᾳ καὶ ζεστὸς πάνυ· σελήνης δὲ αὐξομένης εὑρίσκεται πρὸς μελῳδίαν αὐλῶν· χρῶνται δὲ αὐτῷ οἱ ἐν ἐξοχῇ τυγχάνοντες.

Εὑρίσκεται δὲ αὐτοῦ παρὰ τὰς καλουμένας Πύλας βοτάνη παρόμοιος ἡλιοτροπίῳ· ταύτην λειοτριβοῦντες τῷ χυλῷ τοῖς καύμασιν ἀλείφονται καὶ φέρουσιν ἀκινδύνως τῆς περισσοτέρας θερμασίας τὴν ἀναθυμίασιν.

Οἱ δὲ ἐγχώριοι τὰς ἀσεβῶς ἀναστρεφομένας παρθένους σταυροῖς προσηλώσαντες εἰς αὐτὸν βάλλουσιν, τῇ σφῶν διαλέκτῳ τὸν Ἀφροδίτης ὕμνον ᾄδοντες. Κατορύσσουσι δὲ κατ´ ἐνιαυτὸν γραῦν κατάκριτον παρὰ τὸν ὀνομαζόμενον λόφον Θηρογόνον· ἅμα γὰρ τὴν πρεσβῦτιν κατορυχθῆναι ἑρπετῶν πλῆθος ἐκ τῆς ἀκρωρείας ἐξέρχεται καὶ τὰ περιιπτάμενα τῶν ἀλόγων ζώων κατεσθίει, καθὼς ἱστορεῖ Χρύσερμος ἐν πʹ Ἰνδικῶν. Μέμνηται δὲ τούτων ἀκριβέστερον Ἀρχέλαος ἐν ιγʹ περὶ Ποταμῶν.

Παράκειται δὲ αὐτῷ ὄρος Ἐλέφας καλούμενον δι´ αἰτίαν τοιαύτην· Ἀλεξάνδρου τοῦ Μακεδόνος μετὰ στρατεύματος εἰς Ἰνδίαν ἐλθόντος καὶ τῶν ἐγχωρίων κρίσιν ἐχόντων ἀντιπολεμεῖν αὐτῷ, Πώρου τοῦ βασιλέως τῶν τόπων ἐλέφας αἰφνιδίως οἰστροπλὴξ γενόμενος ἐπὶ τὸν Ἡλίου λόφον ἀνέβη καὶ ἀνθρωπίνῃ φωνῇ χρησάμενος εἶπεν· Δέσποτα βασιλεῦ, τὸ γένος ἀπὸ Γηγασίου κατάγων, μηδὲν ἐξ ἐναντίας Ἀλεξάνδρου ποιήσῃς· Διὸς γάρ ἐστιν * Γηγάσιος. Καὶ τελέσας τὸν λόγον ἔθανεν. Ἀκούσας δὲ τούτων ὁ Πῶρος ψοφοδεὴς τοῖς Ἀλεξάνδρου γόνασιν προσέπεσεν εἰρήνην αἰτούμενος· τυχὼν δὲ ὧν ἤθελεν, τὸ ὄρος Ἐλέφαντα μετωνόμασεν, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γʹ περὶ Ὀρῶν.


ΙΣΜΗΝΟΣ
Ἰσμηνὸς ποταμός ἐστι τῆς Βοιωτίας κατὰ πόλιν Θήβας· ἐκαλεῖτο δὲ τὸ πρότερον Κάδμου ποῦς ἀπ´ αἰτίας τοιαύτης· Κάδμος τὸν κρηνοφύλακα δράκοντα τοξεύσας καὶ εὑρὼν ὥσπερ πεφαρμακευμένον φόνῳ τὸ ὕδωρ, περιήρχετο τὴν χώραν ζητῶν πηγήν· γενόμενος δὲ κατὰ τὸ Κωρύκιον ἄντρον κατὰ πρόνοιαν Ἀθηνᾶς τὸν δεξιὸν πόδα βαθύτερον εἰς πηλὸν ἤρεισεν· ποταμοῦ δ´ ἀναδοθέντος ἐκ τοῦ τόπου, ὁ ἥρως βουθυτήσας Κάδμου πόδα προσηγόρευσεν αὐτόν. Μετὰ δέ τινα χρόνον Ἰσμηνὸς, Ἀμφίονος καὶ Νιόβης παῖς, ὑπὸ Ἀπόλλωνος τοξευθεὶς καὶ ἀλγηδόνι συνεχόμενος, ἑαυτὸν ἔβαλεν εἰς τὸν προειρημένον ποταμὸν, ὃς ἀπ´ αὐτοῦ Ἰσμηνὸς ὠνομάσθη, καθὼς ἱστορεῖ Σώστρατος ἐν βʹ περὶ Ποταμῶν.

Παράκειται δὲ αὐτῷ Κιθαιρὼν ὄρος, ὀνομαζόμενον δὲ πρότερον Ἀστέριον δι´ αἰτίαν τοιαύτην. Βοιωτοῦ τοῦ Ποσειδῶνος ἐκ δυεῖν γυναικῶν τῶν ἐπισήμων θέλοντος γῆμαι τὴν ὠφελιμωτέραν καὶ ἐν ταῖς ἀκρωρείαις λόφου τινὸς ἀνωνύμου νυκτὸς περιμένοντος ἀμφοτέρας, αἰφνίδιος ἐξ οὐρανοῦ κατενεχθεὶς ἀστὴρ ἐνέπεσεν τοῖς Εὐρυθεμίστης ὤμοις καὶ ἀφανὴς ἐγένετο.

Βοιωτὸς δὲ τὸ σημαινόμενον νοήσας τὴν μὲν κόρην ἔγημεν, τὸ δὲ ὄρος ὠνόμασεν Ἀστέριον ἀπὸ τοῦ συγκυρήματος. Ὕστερον δὲ ἐκλήθη Κιθαιρὼν δι´ αἰτίαν τοιαύτην. Τισιφόνη μία τῶν Ἐρινύων εἰς ἐπιθυμίαν ἐμπεσοῦσα παιδὸς εὐπρεποῦς, Κιθαιρῶνος τοὔνομα, καὶ μὴ στέγουσα τὴν ἐπίτασιν τῶν ἐρώτων, λόγους αὐτῷ περὶ συνόδων ἀπέστειλεν· ὁ δὲ τὸ καταπληκτικὸν τῆς προειρημένης φοβηθεὶς οὐδὲ ἀποκρίσεως αὐτὴν ἠξίωσεν· ἡ δὲ ἀποτυχοῦσα τῆς προαιρέσεως ἐκ τῶν πλοκάμων ἕνα τῶν δρακόντων ἀπέσπασεν καὶ ἐπὶ τὸν ὑπερήφανον ἔβαλεν· ὁ δὲ ὄφις τοῖς κόλποις περισφίγξας αὐτὸν ἀνεῖλεν Ἀστερίου ποιμαίνοντα ἐν ταῖς ἀκρωρείαις. Κατὰ δὲ πρόνοιαν θεῶν τὸ ὄρος ἀπ´ αὐτοῦ μετωνομάσθη Κιθαιρὼν, καθὼς ἱστορεῖ Λέων ὁ Βυζάντιος ἐν τοῖς Βοιωτιακοῖς.

Ἑρμησιάναξ δὲ ὁ Κύπριος ἱστορίας μέμνηται τοιαύτης. Ἑλικὼν καὶ Κιθαιρὼν ἀδελφοὶ τυγχάνοντες διαφόρους ἔσχον τῶν τρόπων τὰς διαθέσεις· ὁ μὲν γὰρ Ἑλικὼν πρᾳότερος ὑπάρχων καὶ προσηνὴς, συμπαθῶς ἐγηροβόσκει τοὺς γονεῖς· ὁ δὲ Κιθαιρὼν πλεονέκτης τυγχάνων καὶ θέλων εἰς ἑαυτὸν μεταστῆσαι τὴν οὐσίαν, πρῶτον μὲν ἐφόνευσεν τὸν γεννήσαντα, τὸν δὲ ἀδελφὸν ἐξ ἐνέδρας κατακρημνίζων, καὶ αὐτὸς συγκατηνέχθη· κατὰ δὲ θεῶν πρόνοιαν εἰς ὁμώνυμα ὄρη μεταμορφωθέντες ἐγένοντο Κιθαιρὼν μὲν διὰ τὴν ἀσέβειαν Ἐρινύων μυχός, Ἑλικὼν δὲ διὰ φιλοστοργίαν Μουσῶν ἐνδιαίτημα.


ΕΒΡΟΣ
Ἕβρος ποταμός ἐστι τῆς Θρᾴκης. [Ἐκαλεῖτο δὲ πρότερον Ῥόμβος, τὴν] προσηγορίαν εἰληφὼς ἀπὸ τῆς συστροφῆς τῆς καταφορᾶς τοῦ ὕδατος. Κάσανδρος δὲ, ὁ βασιλεὺς τῶν τόπων, γήμας Κροτονίκην ἐγέννησεν ἐξ αὐτῆς υἱὸν Ἕβρον· ἀποταξάμενος δὲ τῇ συμβιώσει τῆς προτέρας γυναικὸς ἐπέγημε τῷ τέκνῳ Δαμασίππην τὴν Ἄτρακος· ἥτις εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ προγόνου λόγους αὐτῷ περὶ συνόδων ἀπέστειλεν. Ὁ δ´ ὡς Ἐρινὺν φυγὼν τὴν μητρυιὰν προσηυκαίρει κυνηγίαις.

Ἀποτυχοῦσα δὲ τῆς προαιρέσεως ἡ ἀσελγὴς κατεψεύσατο τοῦ σώφρονος, ὡς βιάσασθαι αὐτὴν θελήσαντος. Κάσανδρος δὲ τῷ ζήλῳ συμπεριενεχθεὶς μεθ´ ὁρμῆς ἐπὶ τὴν ὕλην ἠνέχθη καὶ σπασάμενος τὸ ξίφος ἐδίωκε τὸν υἱὸν, ὡς ἐπίβουλον τῶν πατρῴων γάμων. Ὁ δὲ υἱὸς περικατάληπτος γενόμενος ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Ῥόμβον, ὃς ἀπ´ αὐτοῦ Ἕβρος μετωνομάσθη, καθὼς ἱστορεῖ Τιμόθεος ἐν ιαʹ περὶ Ποταμῶν.

Ὄρος δὲ αὐτῷ παράκειται Παγγαῖον τὴν προσηγορίαν ἔχον δι´ αἰτίαν τοιαύτην. Ὁ Παγγαῖος, Ἄρεως καὶ Κριτοβούλης παῖς, τῇ θυγατρὶ κατ´ ἄγνοιαν συγγενόμενος ἀθυμίᾳ συσχεθεὶς ἔδραμεν εἰς Καρμάνιον ὄρος, καὶ διὰ λύπης ὑπερβολὴν σπασάμενος τὸ ξίφος ἑαυτὸν ἀνεῖλεν· κατὰ δὲ πρόνοιαν θεῶν ὁ τόπος μετωνομάσθη Παγγαῖος.

Γεννᾶται δὲ ἐν αὐτῷ τῷ προειρημένῳ ποταμῷ βοτάνη παρόμοιος ὀριγάνῳ, ἧς τὰ ἄκρα δρεψάμενοι Θρᾷκες, ἐπιτιθέασιν πυρὶ μετὰ τὸν κόρον τῆς δημητριακῆς τροφῆς, καὶ τὴν ἀναφερομένην ἀναθυμίασιν δεχόμενοι ταῖς ἀναπνοιαῖς καροῦνται καὶ εἰς βαθὺν ὕπνον καταφέρονται.

Γεννᾶται δὲ καὶ ἐν τῷ Παγγαίῳ ὄρει βοτάνη κιθάρα καλουμένη διὰ ταύτην τὴν αἰτίαν. [Αἱ] διασπαράξασαι τὸν Ὀρφέα τὰ μέλη τοῦ προειρημένου εἰς ποταμὸν ἔβαλον Ἕβρον· καὶ ἡ μὲν κεφαλὴ τοῦ θνητοῦ κατὰ πρόνοιαν θεῶν εἰς δράκοντα μετέβαλεν τὴν μορφὴν (τοῦ σώματος)· ἡ δὲ λύρα κατηστερίσθη κατὰ προαίρεσιν Ἀπόλλωνος· ἐκ δὲ τοῦ ῥεύσαντος αἵματος ἀνεφάνη βοτάνη κιθάρα καλουμένη. Τῶν δὲ Διονυσίων τελουμένων αὕτη κιθάρας ἀναδίδωσιν ἦχον· οἱ δ´ ἐγχώριοι νεβρίδας περιβεβλημένοι καὶ θύρσους κρατοῦντες ὕμνον ᾄδουσιν·

Μὴ τότε φρονήσῃς, ὅταν ἔσῃ μάτην φρονῶν·

καθὼς ἱστορεῖ Κλειτώνυμος ἐν τῷ γʹ τῶν Θρᾳκικῶν.


ΓΑΓΓΗΣ
Γάγγης ποταμός ἐστι τῆς Ἰνδίας, τὴν προσηγορίαν λαβὼν δι´ αἰτίαν τοιαύτην. Ἰνδῷ τις Καλαυρία νύμφη ἐγέννησεν υἱὸν κάλλει περίβλεπτον, τοὔνομα Γάγγην. Οὗτος καρηβαρήσας τῇ μητρὶ κατ´ ἄγνοιαν συνεγένετο. Τῇ δ´ ἐπιούσῃ τῶν ἡμερῶν παρὰ τῆς τροφοῦ μαθὼν τὴν ἀλήθειαν διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Χλιαρὸν καλούμενον, ὃς ἀπ´ αὐτοῦ Γάγγης μετωνομάσθη.

Γεννᾶται δὲ ἐν αὐτῷ βοτάνη παραπλησία βουγλώσσῳ, ἣν λειοτριβοῦντες τὸν χυλὸν αὐτῆς τηροῦσιν, καὶ νυκτὸς βαθείας τοὺς φωλεοὺς τῶν τίγρεων περιρραίνουσιν· αἱ δὲ διὰ τὴν δύναμιν τῆς ἐκχυθείσης ὑγρασίας προχωρῆσαι μὴ δυνάμεναι θνήσκουσι, καθὼς ἱστορεῖ Καλλισθένης ἐν γʹ τῶν Κυνηγετικῶν.

Παράκειται δὲ αὐτῷ ὄρος Ἀνατολὴ καλούμενον δι´ αἰτίαν τοιαύτην. Ἀναξιβίαν νύμφην Ἥλιος θεασάμενος χορείαις προσευκαιροῦσαν εἰς ἐπιθυμίαν αὐτῆς ἐνέπεσεν καὶ μὴ στέγων * τῶν ἐρώτων, ἐπεδίωκε τὴν προειρημένην βιάσασθαι βουλόμενος· ἡ δὲ περικατάληπτος γενομένη κατέφυγεν ἐπὶ τὸ τῆς Ὀρθίας Ἀρτέμιδος τέμενος, ὅπερ ἦν ἐν ὄρει Κορύφη καλουμένῳ, καὶ ἀφανὴς ἐγένετο· κατόπιν δ´ ἀκολουθήσας ὁ θεὸς καὶ μηδαμοῦ τὴν ἀγαπωμένην εὑρὼν διὰ λύπης ὑπερβολὴν ἐκεῖθεν ἀνέτειλεν· οἱ δὲ ἐγχώριοι τὴν ἀκρώρειαν Ἀνατολὴν μετωνόμασαν ἀπὸ τοῦ συγκυρήματος, καθὼς ἱστορεῖ Καιμάρων ἐν δεκάτῳ Ἰνδικῶν.


ΦΑΣΙΣ
Φᾶσις ποταμός ἐστι τῆς Σκυθίας παραρρέων πόλιν· ἐκαλεῖτο δὲ τὸ πρότερον Ἀρκτοῦρος τὴν προσηγορίαν εἰληφὼς διὰ τὴν χωροθεσίαν τῶν κατεψυγμένων τόπων· μετωνομάσθη δὲ δι´ αἰτίαν τοιαύτην. Φᾶσις Ἡλίου καὶ Ὀκυρρόης τῆς Ὠκεανοῦ παῖς τὴν μητέρα μοιχευομένην ἐπ´ αὐτοφώρῳ καταλαβὼν ἀνεῖλεν· κατὰ δὲ ἐπιφάνειαν Ἐρινύων οἰστροπλὴξ γενόμενος ἑαυτὸν ἔρριψεν εἰς τὸν Ἀρκτοῦρον, ἀπ´ αὐτοῦ δὲ Φᾶσιν μετωνομασμένον.

Γεννᾶται δ´ ἐν τῷ ποταμῷ ῥάβδος ὀνομαζομένη λευκόφυλλος· εὑρίσκεται δὲ τοῖς μυστηρίοις τῆς Ἑκάτης περὶ τὸν ὄρθρον πρὸς παιανισμὸν ἔνθεον αὐτοῦ περὶ τὴν ἀρχὴν τοῦ ἔαρος· ἣν οἱ ζηλότυποι τῶν ἀνδρῶν δρεπόμενοι ῥίπτουσι περὶ τὸν παρθένιον θάλαμον καὶ ἀνόθευτον τηροῦσι τὸν γάμον. Ἐάν [γὰρ] τις προπετέστερον ἀποστραφῇ * τῶν ἀσεβεστέρων διὰ μέθην καὶ εἰς τὸν τόπον εἰσέλθῃ, τῶν σωφρονούντων ἀφαρπάζεται λογισμῶν καὶ εὐθὺς ὁμολογεῖ πᾶσιν, ὅσα παρανόμως ἢ ἔπραξεν ἢ μέλλει πράττειν. Οἱ δὲ παρατυγχάνοντες συλλαμβάνοντες ῥίπτουσιν ἐμβεβυρσωμένον εἰς τὸ καλούμενον Στόμιον τῶν ἀσεβῶν. Ἔστι δὲ στρογγυλοειδὲς, φρέατι παραπλήσιον. Ἐκδίδωσι δὲ τὸ βληθὲν μετὰ λʹ ἡμέρας εἰς τὴν Μαιῶτιν λίμνην σκωλήκων γέμον. Γῦπες δ´ αἰφνιδίως ἐπιφανέντες ἀθρόοι τὸν ἐγκείμενον διαρπάζουσι, ὡς ἱστορεῖ Κτήσιππος ἐν βʹ Σκυθικῶν.

Παράκειται δὲ τὸ Καυκάσιον ὄρος· ἐκαλεῖτο δὲ τὸ πρότερον Βορέου κοίτη δι´ αἰτίαν τοιαύτην. Βορέας δι´ ἐρωτικὴν ἐπιθυμίαν Χιόνην ἁρπάσας τὴν Ἀρκτούρου θυγατέρα κατήνεγκεν εἴς τινα λόφον Νιφάντην καλούμενον καὶ ἐγέννησεν ἐκ τῆς προειρημένης υἱὸν Ὕρπακα τὸν διαδεξάμενον Ἡνιόχου τὴν βασιλείαν. Μετωνομάσθη δὲ τὸ ὄρος Κοίτη Βορέου. Προσηγορεύθη δὲ Καύκασος διὰ περίστασιν τοιαύτην. Μετὰ τὴν γιγαντομαχίαν Κρόνος ἐκκλίνων τὰς Διὸς ἀπειλὰς ἔφυγεν εἰς τὴν ἀκρώρειαν Βορέου Κοίτης· καὶ εἰς κροκόδειλον μεταμορφωθεὶς [ἔλαθεν· ὁ δὲ Προμηθεὺς] ἕνα τῶν ἐγχωρίων ποιμένα Καύκασον ἀναταμὼν καὶ κατανοήσας αὐτοῦ τὴν διάθεσιν τῶν σπλάγχνων, εἶπεν οὐ μακρὰν εἶναι τοὺς πολεμίους. Ὁ δὲ Ζεὺς ἐπιφανεὶς τὸν μὲν πατέρα δήσας πλεκτῷ ἐρίῳ κατεταρτάρωσεν· τὸ δὲ ὄρος εἰς τιμὴν τοῦ ποιμένος Καύκασον μετονομάσας, προσέδησεν αὐτῷ τὸν Προμηθέα καὶ ἠνάγκασεν αὐτὸν ὑπὸ σπλαγχνοφάγου ἀετοῦ βασανίζεσθαι, ὅτι παρηνόμησεν εἰς τὰ σπλάγχνα, ὡς ἱστορεῖ Κλεάνθης ἐν γʹ Θεομαχίας γεγραφώς.

Γεννᾶται δ´ ἐν αὐτῷ βοτάνη Προμήθειος καλουμένη, ἣν Μήδεια συλλέγουσα καὶ λειοτριβοῦσα πρὸς ἀντιπαθείας τοῦ πατρὸς ἐχρήσατο, καθὼς ἱστορεῖ ὁ αὐτός.


ΑΡΑΡ
Ἄραρ ποταμός ἐστι τῆς Κελτικῆς, τὴν προσηγορίαν εἰληφὼς παρὰ τὸ ἡρμόσθαι τῷ Ῥοδανῷ· καταφέρεται γὰρ εἰς τοῦτον κατὰ τὴν χώραν τῶν Ἀλλοβρόγων. Ἐκαλεῖτο δὲ πρότερον Βρίγουλος· μετωνομάσθη δὲ δι´ αἰτίαν τοιαύτην. Ἄραρ κυνηγεσίας χάριν εἰς ὕλην προχωρήσας καὶ εὑρὼν τὸν ἀδελφὸν Κελτίβηρον ὑπὸ θηρίων ἀνηλωμένον, διὰ λύπης ὑπερβολὴν ἑαυτὸν καιρίως πλήξας ἔβαλεν εἰς τὸν ποταμὸν Βρίγουλον, ὃς ἀπ´ αὐτοῦ μετωνομάσθη Ἄραρ.

Γεννᾶται δὲ ἐν αὐτῷ μέγας ἰχθὺς, σκολοπίας προσαγορευόμενος ὑπὸ τῶν ἐγχωρίων· οὗτος αὐξανομένης τῆς σελήνης λευκός ἐστιν· μειουμένης δὲ μέλας γίνεται παντελῶς· ὑπεραυξήσας δὲ ἀναιρεῖται ὑπὸ τῶν ἰδίων ἀκανθῶν.

Εὑρίσκεται δ´ ἐν τῇ κεφαλῇ αὐτοῦ λίθος χόνδρῳ παρόμοιος ἁλὸς, ὃς κάλλιστα ποιεῖ πρὸς τεταρταίας νόσους, τοῖς ἀριστεροῖς μέρεσι τοῦ σώματος προσδεδεμένος τῆς σελήνης μειουμένης, καθὼς ἱστορεῖ Καλλισθένης ὁ Συβαρίτης ἐν ιγʹ Γαλατικῶν, παρ´ οὗ τὴν ὑπόθεσιν εἴληφεν Τιμαγένης ὁ Σύρος.

Παράκειται δὲ αὐτῷ ὄρος Λούγδουνος καλούμενον· μετωνομάσθη δὲ δι´ αἰτίαν τοιαύτην. Μώμορος καὶ Ἀτεπόμαρος, ὑπὸ Σεσηρονέως τῆς ἀρχῆς ἐκβληθέντες, εἰς τοῦτον κατὰ προσταγὴν [χρησμοῦ ἦλθον] τὸν λόφον πόλιν κτίσαι θέλοντες. Τῶν δὲ θεμελίων ὀρυσσομένων αἰφνιδίως κόρακες ἐπιφανέντες καὶ διαπτερυξάμενοι, τὰ πέριξ ἐπλήρωσαν δένδρα. Μώμορος δὲ οἰωνοσκοπίας ἔμπειρος ὑπάρχων, τὴν πόλιν Λούγδουνον προσηγόρευσεν. Λοῦγον γὰρ τῇ σφῶν διαλέκτῳ τὸν κόρακα καλοῦσι, δοῦνον δὲ τόπον ἐξέχοντα, καθὼς ἱστορεῖ Κλειτοφῶν ἐν ιγʹ Κτίσεων.


ΠΑΚΤΩΛΟΣ
Πακτωλὸς ποταμός ἐστι τῆς Λυδίας κατὰ πόλιν Σάρδεις. Ἐκαλεῖτο δὲ πρότερον Χρυσορρόας. * Χίος ὁ Ἀπόλλωνος καὶ Ἀπαθίππης * παῖς τὴν μηχανικὴν τέχνην ἀσκήσας καὶ σπάνει βίου συνεχόμενος, νυκτὸς βαθείας τοὺς θησαυροὺς Κροίσου τοῦ βασιλέως ἀνέῳξεν καὶ τὸν χρυσὸν ἐκκομίζων διεδίδου τοῖς οἰκείοις· καταδιωχθεὶς δὲ ὑπὸ τῶν φρουρῶν καὶ κατάληπτος γενόμενος, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν, ὃς ἀπ´ αὐτοῦ Χρυσορρόας μετωνομάσθη. Πακτωλὸς δὲ μετεκλήθη διὰ τήνδε τὴν περίστασιν. Πακτωλὸς, οειολιος * καὶ Λευκοθέης παῖς, ἐν τοῖς Ἀφροδίτης μυστηρίοις Δημοδίκην τὴν ἀδελφὴν κατ´ ἄγνοιαν βιασάμενος καὶ περὶ τῶν συμβεβηκότων κατηχηθεὶς διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Χρυσορρόαν, ὃς ἀπ´ αὐτοῦ Πακτωλὸς προσηγορεύθη.

Γεννᾶται δ´ ἐν αὐτῷ ψῆγμα Δαρείου χρυσίου καταφερόμενον εἰς τὸν εὐδαίμονα κόλπον.

Γεννᾶται δ´ ἐν αὐτῷ καὶ λίθος ἀρουραφύλαξ * καλούμενος· ἔστι δὲ ἀργύρῳ παρόμοιος· εὑρίσκεται δὲ δυσχερῶς τῷ καταφερομένῳ ψήγματι συναναμιγνύμενος· ἔχει δὲ δύναμιν τοιαύτην. Οἱ ἐν ἐξοχῇ τυγχάνοντες τῶν Λυδῶν συναγοράζουσιν αὐτὸν καὶ πρὸ τῆς εἰσόδου τῶν θησαυρῶν τιθέασι, καὶ διαφυλάττουσιν ἀκινδύνως τὸν διατιθέμενον χρυσόν. Ὁσάκις γὰρ ἂν φῶρες ἐπέλθωσι, σάλπιγγος ἦχον ἀναδίδωσιν ὁ λίθος. Οἱ δὲ, ὡς ὑπὸ δορυφόρων διωκόμενοι, κατὰ κρημνῶν φέρονται. Καὶ καλεῖται ὁ τόπος τῶν βιαιοθανατησάντων Πακτωλοῦ φρουρά.

Γεννᾶται δὲ [ἐν αὐτῷ καὶ] βοτάνη πορφυράνθεμος, καλουμένη χρυσοπόλη· πρὸς αὐτὴν γὰρ αἱ ἀστυγείτονες πόλεις τὸν ἀκέραιον χρυσὸν δοκιμάζουσιν. Ἅμα γὰρ αὐτὸν χωνευθῆναι βάπτουσι τὴν βοτάνην· καὶ ἐὰν μὲν ἀνόθευτον τὸ χρυσίον ᾖ, τὰ φύλλα χρυσοῦται· ἐὰν δ´ ἐφθαρμένον ὑπάρχῃ, τὴν ἠλλαγμένην ὑγρασίαν ἀποπτύει, καὶ διατηρεῖ τῆς ὕλης τὴν οὐσίαν, καθὼς ἱστορεῖ Χρύσερμος ἐν γʹ περὶ Ποταμῶν.

Παράκειται δὲ αὐτῷ ὄρος Τμῶλος, παντοδαπῶν θηρίων πλῆρες· ἐκαλεῖτο δὲ πρότερον Καρμανόριον ἀπὸ Καρμάνορος τοῦ Διονύσου καὶ Ἀλεξιρροίας παιδὸς, ὃς κυνηγετῶν ἀπέθανεν ὑπὸ κάπρου πληγείς· ὕστερον δὲ μετωνομάσθη Τμῶλος διὰ τοιαύτην αἰτίαν. Τμῶλος Ἄρεως καὶ Θεογόνης υἱὸς, βασιλεὺς Λυδίας, ἐν Καρμανορίῳ κυνηγετῶν ὄρει καὶ θεασάμενος Ἀρσίππην παρθένον τῇ Ἀρτέμιδι συναναστρεφομένην, εἰς ἐπιθυμίαν αὐτῆς [ἐν]έπεσεν καὶ πλεονεκτούμενος ὑπὸ τοῦ ἔρωτος ἐπεδίωκεν αὐτὴν βιάσασθαι βουλόμενος· ἡ δὲ περικατάληπτος γενομένη ἀπέφυγεν εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος. Καταφρονήσας δὲ τῆς δεισιδαιμονίας ὁ τύραννος ἐν τῷ τεμένει τὴν κόρην ἔφθειρεν· ἡ δὲ ἀθυμίᾳ συσχεθεῖσα βρόχῳ τὸν βίον περιέγραψεν. Ἀναξιοπαθήσασα δὲ ἐπὶ τοῖς πραχθεῖσιν ἡ θεὸς, οἰστροπλῆγα τῷ προειρημένῳ ταῦρον ἐπέσκηψεν, ὑφ´ οὗ ῥιφεὶς εἰς ὕψος καὶ εἰς σκόλοπας κατενεχθεὶς, μετὰ βασάνων ἔθανεν. Θεοκλύμενος δὲ, τοῦ προειρημένου παῖς, τὸν γεννήσαντα θάψας τὸ ὄρος ἀπ´ αὐτοῦ μετωνόμασεν.

Γεννᾶται δὲ ἐν αὐτῷ λίθος κισήρει παρόμοιος καὶ σπανίως εὑρίσκεται· τετράκις γὰρ τῆς ἡμέρας ἀλλάσσει τὴν χρόαν· βλέπεται δὲ ὑπὸ παρθένων τῶν μήπω χρόνον φρονήσεως ἐχουσῶν· αἱ δὲ ὥραν ἔχουσαι γάμου ἐὰν ὁρῶσιν αὐτὸν, οὐδὲν ἀδικοῦνται παρὰ τῶν ὑβρίζειν θελόντων· καθὼς ἱστορεῖ Κλειτοφῶν ....


ΛΥΚΟΡΜΑΣ
Λυκόρμας ποταμός ἐστιν Αἰτωλίας· μετωνομάσθη δ´ Εὔηνος δι´ αἰτίαν τοιαύτην. Ἴδας, ὁ Ἀφαρέως παῖς, δι´ ἐρωτικὴν ἐπιθυμίαν Μάρπησσαν ἁρπάσας, ἀπήνεγκεν εἰς Πλεύρωνα. Κατηχηθεὶς δὲ περὶ τῶν συμβεβηκότων ὁ Εὔηνος, ἐπεδίωκεν τὸν ἐπίβουλον τῆς ἰδίας θυγατρός· γενόμενος δὲ κατὰ Λυκόρμαν καὶ τῆς συλλήψεως ἀπελπίσας, ἑαυτὸν εἰς ποταμὸν ἔβαλεν, ὃς ἀπ´ αὐτοῦ Εὔηνος μετωνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ βοτάνη [σάρισα προσαγορευομένη], λόγχῃ παρόμοιος, ποιοῦσα πρὸς ἀμβλυωπίας ἄριστα, [καθὼς ἱστορεῖ Ἀρχέλαος ἐν αʹ περὶ Ποταμῶν.]

Παράκειται δὲ αὐτῷ ὄρος Μύηνον καλούμενον ἀπὸ Μυήνου, τοῦ Τελέστορος καὶ Ἀλφεσιβοίας παιδός. Οὗτος γὰρ ὑπὸ τῆς μητρυιᾶς φιλούμενος καὶ μὴ θέλων μιαίνειν τὴν κοίτην τοῦ γεννήσαντος, εἰς Ἄλφιον ὄρος ἀνεχώρησεν. Τελέστωρ δὲ τῷ ζήλῳ τῆς γυναικὸς συσσχηματισθεὶς, [εἰς] τὴν ἐρημίαν μετὰ τῶν δορυφόρων κατὰ τοῦ τέκνου ληψόμενος ἐδίωκεν. Μύηνος δὲ φθάσας τοῦ πατρὸς τὰς ἀπειλὰς κατεκρήμνισεν ἑαυτόν. Τὸ δ´ ὄρος κατὰ πρόνοιαν θεῶν ἀπ´ αὐτοῦ Μύηνον μετωνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ λευκόϊον ἄνθος, ὃ μητρυιᾶς ὀνομασθείσης μαραίνεται, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γʹ περὶ Ὀρῶν.


ΜΑΙΑΝΔΡΟΣ
Μαίανδρος ποταμὸς τῆς Ἀσίας· ἐκαλεῖτο δὲ πρότερον Ἀναβαίνων· μόνος γὰρ ἐκ πάντων τῶν ποταμῶν ἀπὸ τῶν ἰδίων ἀρχόμενος πηγῶν εἰς ἑαυτὸν παλινδρομεῖ. Προσηγορεύθη δὲ Μαίανδρος ἀπὸ Μαιάνδρου, τοῦ Κερκάφου καὶ Ἀναξιβίας παιδὸς, ὃς πρὸς Πεσσινουντίους πόλεμον ἔχων ηὔξατο τῇ μητρὶ τῶν θεῶν, ἐὰν ἐγκρατὴς γένηται τῆς νίκης, θύσειν τὸν πρῶτον αὐτῷ συγχαρέντα [ἐπὶ] ταῖς ἀνδραγαθίαις τρόπαια φέροντι. Ὑποστρέψαντι δὲ τῷ προειρημένῳ πρῶτος συνεχάρη συναντήσας ὁ παῖς Ἀρχέλαος μετὰ τῆς μητρὸς καὶ τῆς ἀδελφῆς. Ὁ δὲ τῆς προειρημένης δεισιδαιμονίας ἀναμνησθεὶς, κατ´ ἀνάγκην [τοῖς] βωμοῖς προσήγαγεν τοὺς προσήκοντας. Ἀθυμήσας δ´ ἐπὶ τοῖς πραχθεῖσιν ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Ἀναβαίνοντα, ὃς ἀπ´ αὐτοῦ Μαίανδρος προσηγορεύθη, καθὼς ἱστορεῖ Τιμόλαος ἐν αʹ Φρυγιακῶν. Μέμνηται δὲ τού των καὶ Ἀγαθοκλῆς ὁ Σάμιος ἐν τῇ Πεσσινουντίων πολιτείᾳ.

Δημόστρατος δὲ ὁ Ἀπαμεὺς ἱστορίας μέμνηται τοιαύτης. Μαίανδρος ἀκμὴν στρατηγὸς χειροτονηθεὶς ἐξ ἐναντίας Πεσσινουντίων καὶ παρ´ ἐλπίδας τῆς νίκης ἐγκρατὴς γενόμενος, τὰ ἀναθήματα τῆς μητρὸς τῶν θεῶν διέδωκε τοῖς στρατιώταις· κατὰ δὲ πρόνοιαν τῆς θεᾶς τῶν σωφρονούντων λογισμῶν αἰφνιδίως ἀπαλλοτριωθεὶς, προσαπέκτεινεν τὴν γυναῖκα καὶ τὸν υἱόν· ὀλίγον δὲ σωφρονήσας καὶ εἰς μετάνοιαν ἐπὶ τοῖς πραχθεῖσι χωρήσας, ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν, ὃς ἀπ´ αὐτοῦ Μαίανδρος προσωνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ λίθος κατ´ ἀντίφρασιν Σώφρων καλούμενος, ὃν ἐὰν βάλῃς τινὸς εἰς κόλπον, ἐμμανὴς γίνεται καὶ φονεύει τινὰ τῶν συγγενῶν· ἐξιλασάμενος δὲ τὴν μητέρα τῶν θεῶν, ἀπαλλάσσεται τοῦ πάθους, καθὼς ἱστορεῖ Δημάρατος ἐν γʹ περὶ Ποταμῶν. Μέμνηται δὲ τούτων καὶ Ἀρχέλαος ἐν αʹ περὶ Λίθων.

Παράκειται δ´ αὐτῷ ὄρος Σίπυλον τὴν προσηγορίαν ἔχον ἀπὸ Σιπύλου τοῦ Ἀγήνορος καὶ Διωξίππης παιδός. Οὗτος γὰρ μητροκτονήσας κατ´ ἄγνοιαν καὶ ὑπ´ Ἐρινύων οἰστρηλατηθεὶς, εἰς τὸ Κεραύνιον ὄρος ἦλθεν καὶ διὰ λύπης ὑπερβολὴν βρόχῳ τὸν βίον περιέγραψεν. Τὸ δὲ ὄρος κατὰ πρόνοιαν θεῶν ἀπ´ αὐτοῦ Σίπυλον ὠνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ λίθος παρόμοιος κυλίνδρῳ, ὃν οἱ εὐσεβεῖς υἱοὶ ὅταν εὕρωσιν, ἐν τῷ τεμένει τῆς μητρὸς τῶν θεῶν τιθέασι καὶ οὐδέποτε χάριν ἀσεβείας ἁμαρτάνουσιν, ἀλλὰ φιλοπάτορες ὑπάρχουσι καὶ πρὸς τοὺς προσήκοντας συμπαθοῦσιν, ὡς ἱστορεῖ Ἀγαθαρχίδης ὁ Σάμιος ἐν δʹ περὶ Λίθων. Μέμνηται δὲ τούτων ἀκριβέστερον Δημάρατος ἐν δʹ Φρυγίας.


ΜΑΡΣΥΑΣ
Μαρσύας ποταμός ἐστι τῆς Φρυγίας κατὰ πόλιν Κελαινὰς κείμενος· προσηγορεύετο δὲ πρότερον πηγὴ Μίδα δι´ αἰτίαν τοιαύτην. Μίδας βασιλεὺς Φρυγῶν [περι]ερχόμενος τὰ ἐρημότερα τῆς χώρας καὶ ἀνυδρίᾳ συνεχόμενος, ἤψατο τῆς γῆς καὶ χρυσῆν ἀνέδωκε πηγὴν, τοῦ ὕδατος χρυσοῦ γενομένου· καὶ ὑπόδιψος ὢν καὶ τῶν ὑποτεταγμένων θλιβομένων, ἀνεκαλέσατο τὸν Διόνυσον. Γενόμενος δ´ ἐπήκοος ὁ θεὸς, δαψιλὲς ὕδωρ ἀνέτειλε. Κορεσθέντων δὲ τῶν Φρυγῶν, Μίδας τὸν ἐκ τῆς κρήνης καταρρέοντα ποταμὸν Μίδα πηγὴν ἐκάλεσε. Μετωνομάσθη δὲ Μαρσύας διὰ τοιαύτην αἰτίαν. Νικηθέντος ὑπ´ Ἀπόλλωνος Μαρσύου καὶ ἐκ δαρέντος, ἐκ τοῦ ῥεύσαντος αἵματος ἐγεννήθησαν Σάτυροί τε καὶ ποταμὸς ὁμώνυμος, Μαρσύας καλούμενος, καθὼς ἱστορεῖ Ἀλέξανδρος Κορνήλιος ἐν γʹ Φρυγιακῶν.

Εὐημερίδας δὲ ὁ Κνίδιος ἱστορίας μέμνηται τοιαύτης. Ὁ ἀσκὸς Μαρσύου τῷ χρόνῳ δαπανηθεὶς καὶ κατενεχθεὶς ἔπεσεν ἀπὸ τῆς γῆς εἰς τὴν Μίδα κρήνην· καὶ κατ´ ὀλίγον καταφερόμενος ἁλιεῖ τινι προσηνέχθη· κατὰ δὲ χρησμοῦ προσταγὴν Πεισίστρατος ὁ Λακεδαιμόνιος παρὰ [τὰ] λείψανα τοῦ Σατύρου πόλιν κτίσας, Νόρικον αὐτὴν προσηγόρευσεν ἀπὸ τοῦ συγκυρήματος. Νόρικον δὲ οἱ Φρύγες τῇ σφῶν διαλέκτῳ τὸν ἀσκὸν καλοῦσιν.

Γεννᾶται δὲ ἐν τῷ ποταμῷ τούτῳ βοτάνη αὐλὸς ὀνομαζομένη, ἣν ἐὰν πρὸς ἄνεμον σείσῃ τις, μουσικὴν ἔχει μελῳδίαν, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν αʹ Σατυρικῶν.

Παράκειται δὲ αὐτῷ ὄρος Βερεκύνθιον καλούμενον, τὴν προσηγορίαν ἔχον ἀπὸ Βερεκύνθου τοῦ πρώτου ἱερέως γενομένου τῆς μητρὸς τῶν θεῶν.

Γεννᾶται δ´ ἐν αὐτῷ λίθος καλούμενος μάχαιρα· ἔστι γὰρ σιδήρῳ παραπλήσιος· ὃν ἐὰν εὕρῃ τις τῶν μυστηρίων ἐπιτελουμένων τῆς θεᾶς, ἐμμανὴς γίνεται, καθὼς ἱστορεῖ Ἀγαθαρχίδης ἐν τοῖς Φρυγιακοῖς.


ΣΤΡΥΜΩΝ
Στρυμὼν ποταμός ἐστι τῆς Θρᾴκης κατὰ πόλιν Ἠδωνίδα· προσηγορεύετο δὲ πρότερον Παλαιστῖνος ἀπὸ Παλαιστίνου τοῦ Ποσειδῶνος. Οὗτος γὰρ πρὸς τοὺς ἀστυγείτονας ἔχων πόλεμον καὶ εἰς ἀσθένειαν ἐμπεσὼν τὸν υἱὸν Ἁλιάκμονα στρατηγὸν ἔπεμψεν· ὁ δὲ προπετέστερον μαχόμενος ἀνῃρέθη. Περὶ δὲ τῶν συμβεβηκότων ἀκούσας Παλαιστῖνος καὶ λαθὼν τοὺς δορυφόρους, διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Κόνοζον, ὃς ἀπ´ αὐτοῦ Παλαιστῖνος ὠνομάσθη. Στρυμὼν δὲ, Ἄρεως παῖς καὶ Ἡλίκης, ἀκούσας περὶ τῆς Ῥήσου τελευτῆς καὶ ἀθυμίᾳ συσχεθεὶς ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Παλαιστῖνον, ὃς ἀπ´ αὐτοῦ Στρυμὼν μετωνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ λίθος παυσίλυπος καλούμενος· ὃν ἐὰν εὕρῃ τις πενθῶν, παύεται παραχρῆμα τῆς κατεχούσης αὐτὸν συμφορᾶς, καθὼς ἱστορεῖ Ἰάσων Βυζάντιος ἐν τοῖς Θρᾳκικοῖς.

Παράκεινται δ´ αὐτῷ ὄρη Ῥοδόπη καὶ Αἷμος. Οὗτοι ἀδελφοὶ τυγχάνοντες καὶ εἰς ἐπιθυμίαν ἀλλήλων ἐμπεσόντες, ὁ μὲν αὐτὴν Ἥραν προσηγόρευσεν, ἡ δὲ τὸν ἀγαπώμενον Δία. Οἱ δ´ ἀτιμούμενοι θεοὶ τὴν πρᾶξιν μισοπονήρως ἐνεγκόντες, εἰς ὁμώνυμα ὄρη μετέβαλον ἀμφοτέρους.

Γεννῶνται δ´ ἐν αὐτοῖς λίθοι Φιλάδελφοι λεγόμενοι, κοραξοὶ τὴν χρόαν, ἀνθρωπόμιμοι. Οὗτοι τεθέντες χωρὶς ἀλλήλων καὶ ὀνομασθέντες, διαλύονται παραχρῆμα καὶ ιδιας *, καθὼς ἱστορεῖ Θράσυλλος Μενδήσιος ἐν γʹ περὶ Λίθων· μέμνηται δὲ τούτων ἀκριβέστερον ἐν τοῖς Θρᾳκικοῖς.


ΣΑΓΑΡΙΣ
Σάγαρις ποταμός ἐστι τῆς Φρυγίας· προσηγορεύετο δὲ πρότερον Ξηροβάτης ἀπὸ τοῦ συγκυρήματος· τῷ γὰρ θερινῷ καταστήματι ξηρὸς ὁρᾶται πολλάκις· ἐκλήθη δὲ Σάγαρις δι´ αἰτίαν τοιαύτην. Σάγαρις, Μύγδονος καὶ Ἀλεξιρρόης παῖς, τὰ μυστήρια τῆς μητρὸς τῶν θεῶν ἐξουθενίζων, τοὺς ἱερεῖς καὶ Γάλλους αὐτῆς ὕβρισεν. Ἡ δὲ μισοπονήρως ἐνεγκοῦσα τὴν πρᾶξιν τῷ προειρημένῳ μανίαν ἐνέσκηψεν. Ὁ δὲ τῶν φρονίμων λογισμῶν ἐκστὰς ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Ξηροβάτην, ὃς ἀπ´ αὐτοῦ Σάγαρις μετωνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ λίθος αὐτόγλυφος καλούμενος· εὑρίσκεται γὰρ τετυπωμένην ἔχων τὴν μητέρα τῶν θεῶν. Τοῦτον τὸν λίθον σπανίως εὑρισκόμενον ἐὰν εὕρῃ τις [τῶν] ἀποτεμνομένων, οὐ ξενίζεται, ἀλλ´ εὐ ψύχως φέρει τῆς παρὰ φύσιν πράξεως τὴν ὄψιν, καθὼς ἱστορεῖ Ἀρετάδης ἐν τοῖς Φρυγιακοῖς.

Παράκειται δὲ αὐτῷ ὄρος Βαλληναῖον καλούμενον ὅπερ ἐστὶ μεθερμηνευόμενον βασιλικόν, τὴν προσηγορίαν ἔχον ἀπὸ Βαλληναίου τοῦ Γανυμήδους καὶ Μηδησιγίστης παιδός. Οὗτος γὰρ τὸν γεννήσαντα θεασάμενος ἀποτηκόμενον, τοῖς ἐγχωρίοις * καὶ Βαλληναῖον ἑορτὴν κατέδειξε μέχρι νῦν καλούμενον.

Γεννᾶται δ´ ἐν αὐτῷ λίθος καλούμενος ἀστήρ. Οὗτος εἴωθεν νυκτὸς βαθείας πυρὸς δίκην λάμπειν τοῦ φθινοπώρου τὴν ἀρχὴν λαμβάνοντος· προσαγορεύεται δὲ τῇ διαλέκτῳ τῶν ἐγχωρίων βαλλὴν, ὅπερ μεθερμηνευόμενόν ἐστι βασιλεὺς, καθὼς ἱστορεῖ Ἑρμησιάναξ Κύπριος ἐν βʹ Φρυγιακῶν.


ΣΚΑΜΑΝΔΡΟΣ
Σκάμανδρος ποταμός ἐστι τῆς Τρωάδος. Ἐκαλεῖτο δὲ πρότερον Ξάνθος, μετωνομάσθη δὲ δι´ αἰτίαν τοιαύτην. Σκάμανδρος, Κορύβαντος καὶ Δημοδίκης παῖς, τῶν τῆς Ῥέας μυστηρίων τελουμένων αἰφνιδίως [τὴν θεὰν] θεασάμενος, ἐμμανὴς ἐγένετο καὶ μεθ´ ὁρμῆς ἐπὶ Ξάνθον τὸν ποταμὸν ἐνεχθεὶς, ἑαυτὸν εἰς τοῦτον ἔβαλεν, ὃς ἀπ´ αὐτοῦ Σκάμανδρος μετωνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ βοτάνη σεῖστρος καλουμένη, παραπλήσιος ἐρεβίνθῳ, κόκκους δὲ ἔχει σειομένους, ὅθεν τὴν προσηγορίαν ἔλαβεν· ταύτην οἱ κατέχοντες οὔτε φαντασίαν οὔτε θεὸν ὀφθέντα φοβοῦνται, καθὼς ἱστορεῖ Δημόστρατος ἐν βʹ περὶ Ποταμῶν.

Παράκειται δ´ αὐτῷ ὄρος Ἴδη, τὸ πρότερον δὲ ἐκαλεῖτο Γάργαρον, ὅπου Διὸς καὶ Μητρὸς θεῶν βωμοὶ τυγχάνουσιν. Ἴδη δὲ μετωνομάσθη δι´ αἰτίαν τοιαύτην. Αἰγέσθιος, ὁ γεννηθεὶς ἐκ τοῦ Διὸς φορου* κόρης Ἴδης ἐρασθεὶς συνῆλθε τῇ προειρημένῃ καὶ ἐγέννησεν ἐξ αὐτῆς τοὺς εἰρημένους Ἰδαίους Δακτύλους. Γενομένης δ´ αὐτῆς ἄφρονος ἐν τῷ τῆς Ῥέας ἀδύτῳ Αἰγέσθιος εἰς τιμὴν τῆς προειρημένης τὸ ὄρος Ἴδην μετωνόμασεν.

Γεννᾶται δ´ ἐν αὐτῷ λίθος κρύφιος, ὃς μόνοις τοῖς μυστηρίοις τῶν θεῶν φαίνεται, καθὼς ἱστορεῖ Ἡράκλειτος Σικυώνιος ἐν βʹ περὶ Λίθων.


ΤΑΝΑΙΣ
Τάναϊς ποταμός ἐστιν τῆς Σκυθίας· ἐκαλεῖτο δὲ πρότερον Ἀμαζόνιος διὰ τὸ τὰς Ἀμαζόνας λούεσθαι ἐν αὐτῷ· μετωνομάσθη δὲ δι´ αἰτίαν τοιαύτην. Τάναϊς, Βηρωσσοῦ καὶ Λυσίππης μιᾶς τῶν Ἀμαζόνων παῖς, σωφρονέστατος ὑπάρχων, τὸ γυναικεῖον γένος ἐμίσει, μόνον Ἄρη σεβόμενος, ἐν ἀτιμίᾳ δὲ εἶχεν καὶ τὸ γαμεῖν. Ἡ δ´ Ἀφροδίτη ἐπιθυμίαν αὐτῷ τῆς μητρὸς ἐνέσκηψεν. Ὁ δὲ κατ´ ἀρχὰς μὲν ἀντεμάχετο τῷ πάθει· νικώμενος δὲ ὑπὸ τῆς ἀνάγκης τῶν οἴστρων καὶ εὐσεβὴς διαμεῖναι βουλόμενος, ἑαυτὸν ἔρριψεν εἰς τὸν Ἀμαζόνιον ποταμὸν, ὃς ἀπ´ αὐτοῦ Τάναϊς μετωνομάσθη.

Γεννᾶται δὲ ἐν αὐτῷ φυτὸν ἁλίνδα καλούμενον· παρόμοια δὲ ἔχει τὰ φύλλα κράμβης. Τοῦτο λειοτριβοῦντες οἱ τὴν χώραν κατοικοῦντες ἀλείφονται τῷ χυλῷ καὶ θερμαινόμενοι τὸ ψῦχος εὐρώστως καρτεροῦσιν. Καλοῦσι δὲ τῇ σφῶν διαλέκτῳ Βηρωσσοῦ ἔλαιον.

Γεννᾶται δ´ ἐν αὐτῷ καὶ λίθος κρυστάλλῳ παραπλήσιος, ὢν ἀνθρωπόμιμος, ἐστεμμένος. Ὅταν δὲ ἀποθάνῃ βασιλεὺς, ἀρχαιρεσίας παρὰ τὸν ποταμὸν τελοῦσι· καὶ ὃς ἂν εὑρεθῇ τὸν λίθον ἐκεῖνον ἔχων, παραχρῆμα βασιλεὺς γίνεται, καὶ τὰ σκῆπτρα παραλαμβάνει τοῦ τελευτήσαντος, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν γʹ περὶ Φυτῶν· μέμνηται δὲ τούτων καὶ Ἀριστόβουλος ἐν αʹ περὶ Λίθων.

Παράκειται δ´ αὐτῷ ὄρος, τῇ διαλέκτῳ τῶν ἐνοικούντων προσαγορευόμενον Βριξάβα, ὅπερ μεθερμηνευόμενον Κριοῦ μέτωπον· ὠνομάσθη δὲ διὰ τοιαύ την αἰτίαν. Φρίξος ἀποβαλὼν παρὰ τὸν Εὔξεινον πόντον Ἕλλην, τὴν ἀδελφὴν, καὶ διὰ τὰ δίκαια τῆς φύσεως συγκεχυμένος, ἐν ταῖς ἀκρωρείαις λόφου τινὸς κατέλυσεν.

Βαρβάρων δέ τινων θεασαμένων αὐτὸν καὶ μεθ´ ὅπλων ἀναβαινόντων, ὁ χρυσόμαλλος κριὸς προκύψας καὶ ἰδὼν τὸ πλῆθος τῶν ἐπερχομένων, ἀνθρωπίνῃ φωνῇ χρησάμενος διεγείρει τὸν Φρίξον ἀναπαυόμενον, καὶ ἀναλαβὼν τὸν προειρημένον μέχρι Κόλχων εἰσήνεγκεν. Ὁ δὲ λόφος ἀπὸ τοῦ συγκυρήματος Κριοῦ μέτωπον προσηγορεύθη.

Γεννᾶται δ´ ἐν αὐτῷ βοτάνη, τῇ διαλέκτῳ τῶν βαρβάρων φρίξα καλουμένη, ὅπερ μεθερμηνευόμενόν ἐστιν μισοπόνηρος· πηγάνῳ δέ ἐστι παρόμοιος, ἣν οἱ πρόγονοι κρατοῦντες, οὐδὲν ὑπὸ μητρυιῶν ἀδικοῦνται· μάλιστα δὲ φύεται παρὰ [τὸ] Βορέου προσαγορευόμενον ἄντρον. Συλλεγομένη δ´ ἐστὶ ψυχροτέρα χιόνος· ὅταν δέ τινι ἐκ μητρυιᾶς ἐπιβουλὴ γένηται, φλόγας ἀναδίδωσι· καὶ τοῦτο σύσσημον ἔχοντες οἱ φοβούμενοι τὰς ἐπιγεγαμημένας, ἐκκλίνουσι τῶν ἐπικειμένων φόβων τὰς ἀνάγκας, καθὼς ἱστορεῖ Ἀγάθων ὁ Σάμιος ἐν βʹ Σκυθικῶν.


ΘΕΡΜΩΔΩΝ
Θερμώδων ποταμός ἐστι [τῆς] Σκυθίας, τὴν προσηγορίαν εἰληφὼς ἀπὸ τοῦ συγκυρήματος· ἐκαλεῖτο δὲ πρότερον Κρύσταλλος· ἐκεῖνος γὰρ καὶ θέρους πήσσεται, τῆς τοποθεσίας τὴν τοιαύτην ἰδέαν διεξαγούσης· μετωνομάσθη δὲ δι´ αἰτίαν τοιαύτην. ***


ΝΕΙΛΟΣ
Νεῖλος ποταμός ἐστι τῆς Αἰγύπτου κατὰ πόλιν Ἀλεξάνδρειαν. Ἐκαλεῖτο δὲ τὸ πρότερον Μέλας ἀπὸ Μέλανος τοῦ Ποσειδῶνος· ὕστερον δὲ Αἴγυπτος ἐπεκλήθη δι´ αἰτίαν τοιαύτην. Αἴγυπτος, Ἡφαίστου καὶ Λευκίππης παῖς, βασιλεὺς ὑπῆρχεν τῶν τόπων· δι´ ἐμφύλιον δὲ πόλεμον μὴ ἀναβαίνοντος τοῦ Νείλου καὶ λιμῷ συνεχομένων τῶν ἐγχωρίων, ἔχρησεν ὁ Πύθιος τὴν εὐφορίαν, ἐὰν ὁ βασιλεὺς ἀποτρόπαιον θεοῖς τὴν θυγατέρα θύσῃ. Θλιβόμενος δὲ ὑπὸ τῶν κακῶν ὁ τύραννος τοῖς βωμοῖς Ἀγανίππην προσήγαγε. Τῆς δὲ διασπασθείσης ὁ Αἴγυπτος δι´ ὑπερβολὴν τῆς λύπης ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Μέλανα, ὃς ἀπ´ αὐτοῦ Αἴγυπτος μετωνομάσθη. Προσηγορεύθη δὲ Νεῖλος δι´ αἰτίαν τοιαύτην. Γαρμαθώνη, τῶν κατ´ Αἴγυπτον βασίλισσα τόπων, ἀποβαλοῦσα τὸν υἱὸν αὐτῆς Χρυσοχόαν, [ἐν] ἀκμῇ ἔφηβον, μετὰ τῶν οἰκετῶν ἐθρήνει συμπαθῶς τὸν προειρημένον. Ἴσιδος δὲ αἰφνιδίως ἐπιφανείσης, τὴν λύπην πρὸς καιρὸν ὑπερέθετο, καὶ προσποιητὴν χαρὰν σκηψαμένη τὴν θεὸν ὑπεδέξατο φιλανθρώπως. Ἡ δὲ τὴν διάθεσιν τούτων ἀμείψασθαι βουλομένη τῆς εὐσεβείας Ὀσίριδι παρεκέλευσεν, ὅπως ἀναγάγῃ τὸν υἱὸν αὐτῆς ἐκ τῶν καταχθονίων τόπων. Τούτου δὲ ταῖς δεήσεσι τῆς γυναικὸς συμπεριενεχθέντος, Κέρβερος, ὃν ἔνιοι καλοῦσιν Φοβερὸν, ὑλάκτησεν· Νεῖλος δ´ ὁ τῆς Γαρμαθώνης ἀνὴρ αἰφνιδίως ἔνθεος γενόμενος, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν καλούμενον Αἴγυπτον, ὃς ἀπ´ αὐτοῦ Νεῖλος μετωνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ λίθος κυάμῳ παρόμοιος, ὃν ἐὰν κύνες ἴδωσιν, οὐχ ὑλακτοῦσι· ποιεῖ δὲ [ἄριστα] πρὸς τοὺς δαιμονιζομένους· ἅμα γὰρ [αὐτὸν] προστεθῆναι ταῖς ῥισὶν, ἀπέρχεται τὸ δαιμόνιον. Γεννῶνται δὲ καὶ ἄλλοι λίθοι, κόλλωτες καλούμενοι· τούτους κατὰ τὴν ἀσέβειαν * τοῦ Νείλου συλλέγουσαι χελιδόνες κατασκευάζουσι τὸ προσαγορευόμενον Χελιδόνιον τεῖχος, ὅπερ ἐπέχει τοῦ ὕδατος τὸν ῥοῖζον καὶ οὐκ ἐᾷ κατακλυσμῷ φθείρεσθαι τὴν χώραν, καθὼς ἱστορεῖ Θράσυλλος ἐν τοῖς Αἰγυπτιακοῖς.

Παράκειται δὲ αὐτῷ ὄρος, Ἄργιλλον καλούμενον ἀπ´ αἰτίας τοιαύτης. Ζεὺς δι´ ἐρωτικὴν ἐπιθυμίαν ἐκ Λύκτου πόλεως Κρητικῆς Ἄργην νύμφην ἁρπάσας ἀπήνεγκεν εἰς ὄρος τῆς Αἰγύπτου, Ἄργιλλον * καλούμενον· καὶ ἐγέννησεν ἐξ αὐτῆς υἱὸν, καλούμενον Διόνυσον· ὃς ἀκμάσας εἰς τιμὴν τῆς μητρὸς τὸν λόφον Ἄργιλλον μετωνόμασεν· στρατολογήσας δὲ Πᾶνας καὶ Σατύρους [τοῖς] ἰδίοις σκήπτροις Ἰνδοὺς ὑπέταξεν· νικήσας δὲ καὶ Ἰβηρίαν, Πᾶνα κατέλιπεν ἐπιμελητὴν τῶν τόπων, ὃς τὴν χώραν ἀπ´ αὐτοῦ Πανίαν μετωνόμασεν· ἣν οἱ μεταγενέστεροι παραγώγως Σπανίαν προσηγόρευσαν, καθὼς ἱστορεῖ Σωσθένης ἐν ιγʹ Ἰβηρικῶν.


ΕΥΡΩΤΑΣ
Εὐρώτας. ** Ἵμερος, Ταϋγέτης νύμφης καὶ Λακεδαίμονος παῖς, διὰ μῆνιν Ἀφροδίτης κατ´ ἄγνοιαν ἐν παννυχίδι τὴν ἀδελφὴν Κλεοδίκην βιασάμενος ἔφθειρεν· τῇ δὲ ἐπιούσῃ τῶν ἡμερῶν κατηχηθεὶς περὶ τῶν συμβεβηκότων καὶ ἀθυμήσας, διὰ λύπης ὑπερβολὴν ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Μαραθῶνα, ὃς ἀπ´ αὐτοῦ Ἵμερος μετωνομάσθη. Ὕστερον δὲ Εὐρώτας ἐκλήθη δι´ αἰτίαν τοιαύτην. Λακεδαιμονίων πρὸς Ἀθηναίους πόλεμον ἐχόντων καὶ τὴν πανσέληνον περιμενόντων, Εὐρώτας, ὁ τῶν προειρημένων στρατηγὸς, καταφρονήσας πάσης δεισιδαιμονίας συνέβαλε τὴν παράταξιν, καίπερ ὑπὸ ἀστραπῶν τε καὶ κεραυνῶν κωλυόμενος· ἀποβαλὼν δὲ τὸ στράτευμα, καὶ λύπῃ συσχεθεὶς, ἑαυτὸν ἔρριψεν εἰς τὸν ποταμὸν (τὸν Ἴμερον), ὃς ἀπ´ αὐτοῦ Εὐρώτας μετωνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ λίθος περικεφαλαίᾳ παρόμοιος, θρασύδειλος προσαγορευόμενος· ἅμα γὰρ σάλπιγγος ἀκούειν ἐπὶ τὴν ὄχθαν προχωρεῖ· τῶν δ´ Ἀθηναίων ὀνομασθέντων, (καὶ) εἰς τὸν βυθὸν ἅλλεται.

Κεῖνται δὲ πολλοὶ καθιερωθέντες ἐν τῷ ναῷ τῆς Χαλκιοίκου Ἀθηνᾶς, καθὼς ἱστορεῖ Νικάνωρ ὁ Σάμιος ἐν βʹ περὶ Ποταμῶν.

Παράκειται δ´ αὐτῷ ὄρος Ταΰγετον προσονομαζόμενον, τὴν προσηγορίαν εἰληφὸς ἀπὸ Ταϋγέτης νύμφης, ἣν ὁ Ζεὺς βιασάμενος ἔφθειρεν· ἡ δὲ λύπῃ συσχεθεῖσα βρόχῳ τὸν βίον περιέγραψεν ἐν ἀκρωρείαις ὄρους Ἀμυκλαίου, ὅπερ ἀπ´ αὐτῆς Ταΰγετον προσωνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ βοτάνη, καλουμένη χαρισία, ἣν [αἱ] γυναῖκες ἔαρος ἀρχομένου τοῖς τραχήλοις περιάπτουσι καὶ ὑπὸ τῶν ἀνδρῶν συμπαθέστερον ἀγαπῶνται, καθὼς ἱστορεῖ Κλεάνθης ἐν αʹ περὶ Ὀρῶν.

Μέμνηται δὲ τούτων ἀκριβέστερον Σωσθένης ὁ Κνίδιος, παρ´ οὗ τὴν ὑπόθεσιν εἴληφεν Ἑρμογένης.


ΙΝΑΧΟΣ
Ἴναχος ποταμός ἐστι τῆς Ἀργείας χώρας· ἐκαλεῖτο δὲ τὸ πρότερον Καρμάνωρ. Ἁλιάκμων δὲ τῷ γένει Τιρύνθιος ἐν τῷ Κοκκυγίῳ ποιμαίνων ὄρει καὶ κατ´ ἄγνοιαν τῇ Ἥρᾳ συγγινόμενον τὸν Δία θεασάμενος ἐμμανὴς ἐγένετο καὶ μεθ´ ὁρμῆς ἐνεχθεὶς ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Καρμάνορα, ὃς ἀπ´ αὐτοῦ Ἁλιάκμων μετωνομάσθη· προσηγορεύθη δὲ Ἴναχος δι´ αἰτίαν τοιαύτην. Ἴναχος, Ὠκεανοῦ παῖς, φθαρείσης τῆς θυγατρὸς αὐτοῦ Ἰοῦς ὑπὸ Διὸς, τὸν θεὸν βλασφήμοις λοιδορίαις ἐπέπληττεν κατόπιν ἀκολουθῶν· ὁ δὲ ἀναξιοπαθήσας ἔπεμψεν αὐτῷ Τισιφόνην, μίαν τῶν Ἐρινύων· ὑφ´ ἧς ἐξοιστρηλατούμενος ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Ἁλιάκμονα, ὃς ἀπ´ αὐτοῦ Ἴναχος μετωνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ βοτάνη κύνουρα καλουμένη, πηγάνῳ προσόμοιος· ἣν αἱ γυναῖκες, ὅταν ἀκινδύνως ἐκτρῶσαι θελήσωσιν, ἐν οἴνῳ βεβρεγμένην τοῖς ὀμφαλοῖς ἐπιτιθέασιν.

Εὑρίσκεται δ´ ἐν αὐτῷ καὶ λίθος βηρύλλῳ παρόμοιος· ὃν ἐὰν κρατήσωσιν οἱ ψευδομαρτυρεῖν ἐθέλοντες, μέλας γίνεται. Κεῖνται δὲ πολλοὶ ἐν τῷ τεμένει τῆς Προσυμναίας Ἥρας, καθὼς ἱστορεῖ Τιμόθεος ἐν Ἀργολικοῖς· μέμνηται δὲ τούτων καὶ Ἀγάθων ὁ Σάμιος ἐν βʹ περὶ Ποταμῶν. Ἀγαθοκλῆς δ´ ὁ Μιλήσιος ἐν τοῖς περὶ Ποταμῶν φησὶ, τὸν Ἴναχον διὰ πανουργίαν ὑπὸ τοῦ Διὸς κεραυνωθέντα, ξηρὸν γενέσθαι.

Παράκεινται δ´ αὐτῷ ὄρη Μυκῆναί τε καὶ Ἀπέσαντος καὶ Κοκκύγιον καὶ Ἀθηναῖον, τὰς προσηγορίας εἰληφότα διὰ τοιαύτην αἰτίαν. Τὸ μὲν Ἀπέσαντον ἐκαλεῖτο πρότερον Σεληναῖον. Ἥρα γὰρ παρ´ Ἡρακλέους δίκας βουλομένη λαβεῖν συνεργὸν παρέλαβε τὴν Σελήνην· ἡ δὲ ἐπῳδαῖς χρησαμένη μάγοις ἀφροῦ κίστην ἐπλήρωσεν, ἐξ ἧς γεννηθέντα λέοντα μέγιστον Ἶρις ταῖς ἰδίαις ζώναις ἐπισφίγξασα κατήνεγκεν εἰς ὄρος Ὀφέλτιον· ὁ δὲ ποιμένα τινὰ τῶν ἐγχωρίων Ἀπέσαντον σπαράξας ἀνεῖλεν κατὰ δὲ θεῶν πρόνοιαν ὁ τόπος Ἀπέσαντος ἀπ´ αὐτοῦ μετωνομάσθη, καθὼς ἱστορεῖ Δημόδοκος ἐν αʹ Ἡρακλείας.

Γεννᾶται δ´ ἐν αὐτῷ βοτάνη Σελήνη καλουμένη· τὸν δὲ καταφερόμενον ἀπ´ αὐτῆς ἀφρὸν περὶ τὴν ἀρχὴν τοῦ θέρους οἱ ποιμένες αἴροντες ἀλείφουσι τοὺς πόδας, καὶ οὐδὲν ὑπὸ τῶν ἑρπετῶν ἀδικοῦνται.

Μυκῆναι δὲ ἐκαλοῦντο τὸ πρότερον Ἄργιον ἀπὸ Ἄργου τοῦ πανόπτου· μετωνομάσθη δὲ Μυκῆναι δι´ αἰτίαν τοιαύτην. Περσέως Μέδουσαν ἀποκτείναντος, Σθενὼ καὶ Εὐρυάλη ὡς τῆς προειρημένης ἀδελφαὶ τῆς πεφονευμένης τὸν ἐπίβουλον ἐπεδίωκον· γενόμεναι δὲ κατὰ τοῦτον τὸν λόφον καὶ ἀπελπίσασαι τῆς συλλήψεως, διὰ τὴν συμπάθειαν μυκηθμὸν ἀνέδωκαν· οἱ δ´ ἐγχώριοι τὴν ἀκρώρειαν ἀπὸ τοῦ συγκυρήματος Μυκήνας μετωνόμασαν, καθὼς ἱστορεῖ Κτησίας Ἐφέσιος ἐν αʹ Περσηίδος.

Χρύσερμος δὲ ὁ Κορίνθιος ἐν αʹ Πελοποννησιακῶν ἱστορίας μέμνηται τοιαύτης. Περσέως φερομένου μετεώρου καὶ κατὰ τὸν λόφον γενομένου τοῦτον ἐξέπεσεν αὐτοῦ τῆς λαβῆς τοῦ ξίφους ὁ μύκης. Γοργοφόνος δὲ, ὁ βασιλεὺς Ἐπιδαυρίων, ἐκπεσὼν τῆς ἀρχῆς ἔλαβε χρησμὸν, ἐμπεριελθεῖν τὰς Ἀργολικὰς πόλεις καὶ ὅπου ἂν εὕρῃ ξίφους μύκητα, ἐκεῖ κτίσαι πόλιν. Γενόμενος δὲ κατὰ τὸ Ἄργιον ὄρος καὶ εὑρὼν τὴν ἐλεφαντίνην λαβὴν πόλιν ἔκτισεν, ἣν ἀπὸ τοῦ συγκυρήματος προσηγόρευσε Μυκήνας.

Γεννᾶται δ´ ἐν αὐτῷ λίθος κορύβας καλούμενος, τῇ χρόᾳ κοραξός· ὃν ἐὰν εὕρῃς καὶ ἔχῃς ἐν τῷ σώματι περικείμενον, κατ´ οὐδὲν φοβῇ τὰς τετρατώδεις ὄψεις.

Τὸ δ´ ὄρος ** Ἀπέσαντος τοῦ Ἀκρισίου. Κυνηγετῶν γὰρ κατ´ ἐκεῖνον τὸν τόπον καὶ πατήσας ἑρπετὸν δηλητήριον ἐτελεύτησεν· ὁ δὲ βασιλεὺς τὸν υἱὸν θάψας [τὸν] λόφον Ἀπέσαντον μετωνόμασεν, καλούμενον Σελινούντιον.

Ὄρος δὲ Κοκκύγιον διωνομάσθη δι´ αἰτίαν τοιαύτην. Ζεὺς Ἥρας τῆς ἀδελφῆς ἐρασθεὶς καὶ δυσωπούμενος τὴν ἀγαπωμένην ἐγέννησεν ἐξ αὐτῆς Ἄρη· τό γ´ οὖν καλούμενον ὄρος Λυρκήιον ἀπὸ τοῦ συγκυρήματος Κοκκύγιον ὠνομάσθη, καθὼς ἱστορεῖ Ἀγαθώνυμος ἐν Περσηίδι.

Φύεται δὲ ἐν αὐτῷ δένδρον, παλίνουρος καλούμενον· ἐφ´ ᾧ ἄν τι καθίσῃ τῶν ἀλόγων ζώων, ὡς ὑπὸ ἰξοῦ κατέχεται, πάρεξ κόκκυγος· τούτου γὰρ φείδεται· καθὼς [ἱστορεῖ] Κτησιφῶν ἐν αʹ περὶ Δένδρων.

Ἀθηναῖον δὲ ὄρος ἔλαβε τὴν προσηγορίαν ἀπὸ Ἀθηνᾶς· μετὰ γὰρ τὴν τοῦ Ἰλίου πόρθησιν Διομήδης εἰς Ἄργος ὑποστρέψας, εἰς τὸν Κεραύνιον ἀνέβη λόφον καὶ τέμενος Ἀθηνᾶς κατασκευάσας τὸ ὄρος ἀπὸ τῆς θεᾶς Ἀθηναῖον μετωνόμασεν.

Γεννᾶται δ´ ἐν τῇ ἀκρωρείᾳ ῥίζα παρόμοιος πηγάνῳ· ἣν ἐὰν γυνὴ φάγῃ τις κατ´ ἄγνοιαν, ἐμμανὴς γίνεται· καλεῖται δὲ Ἀδράστεια, καθὼς ἱστορεῖ Πλησίμαχος ἐν βʹ Νόστων.


ΑΛΦΕΙΟΣ
Ἀλφειὸς ποταμός ἐστι τῆς Ἀρκαδίας κατὰ Πίσαντῆς Ὀλυμπίας· ἐκαλεῖτο δὲ τὸ πρότερον Στύμφηλος ἀπὸ Στυμφήλου τοῦ Ἄρεως καὶ Δορμοθέας παιδός.

Οὗτος γὰρ τὸν υἱὸν Ἀλκμαίωνα τὸν φίλιππον ἀποβαλὼν καὶ ἀθυμίᾳ συσχεθεὶς ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Νύκτιμον· ὃς (καὶ) ἀπ´ αὐτοῦ Στύμφηλος μετωνομάσθη. Ἀλφειὸς δὲ ἐκλήθη δι´ αἰτίαν τοιαύτην. Ἀλφειὸς εἷς τῶν τὸ γένος ἀφ´ Ἡλίου καταγαγόντων ἁμιλληθεὶς Κερκάφῳ τῷ ἀδελφῷ περὶ ἀρχῆς, ἀνεῖλε τὸν προειρημένον καὶ ὑπὸ Ποινῶν ἐλαυνόμενος ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Νύκτιμον, ὃς (καὶ) ἀπ´ αὐτοῦ Ἀλφειὸς μετωνομάσθη.

Γεννᾶται δ´ ἐν τῷ ποταμῷ τούτῳ βοτάνη κεγχρῖτις προσαγορευομένη, μελικήρῳ παρόμοιος· ἣν οἱ ἰατροὶ καθέψοντες πιεῖν διδόασι τοῖς ἀπηλλοτριωμένας ἔχουσι τὰς φρένας καὶ ἀπαλλάττουσιν αὐτοὺς τῆς μανίας, καθὼς ἱστορεῖ Κτησίας ἐν αʹ περὶ Ποταμῶν.

Παράκειται δὲ ὄρος καλούμενον ἀπὸ αἰτίας τοιαύτης. Μετὰ τὴν γιγαντομαχίαν Κρόνος τὰς Διὸς ἀπειλὰς ἐκκλίνων εἰς ὄρος παρεγένετο Κτοῦρον, ὃ ἀπ´ αὐτοῦ Κρόνιον μετωνόμασε· λαθὼν δὲ πρὸς ὀλίγον καιρὸν καὶ ἀφορμῆς δραξάμενος διῆρεν εἰς Καύκασον τῆς Σκυθίας.

Γεννᾶται δ´ ἐν τῷ ὄρει τούτῳ κύλινδρος καλούμενος λίθος ἀπὸ τοῦ συγκυρήματος· ὁσάκις γὰρ ἂν ἀστράψῃ Ζεὺς ἢ βροντήσῃ, τοσαυτάκις ἀπὸ τῆς ἀκρωρείας διὰ φόβον κυλίεται, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν αʹ περὶ Λίθων.


ΕΥΦΡΑΤΗΣ
Εὐφράτης ποταμός ἐστι τῆς Παρθίας κατὰ Βαβυλῶνα πόλιν· ἐκαλεῖτο δὲ τὸ πρότερον Μῆδος ἀπὸ Μήδου τοῦ Ἀρταξέρξου παιδός. Οὗτος γὰρ δι´ ἐπιθυμίαν τὴν Κορδύου θυγατέρα Ῥωξάνην βιασάμενος διέφθειρεν· τῇ δ´ ἐπιούσῃ τῶν ἡμερῶν ζητούμενος ὑπὸ τοῦ βασιλέως πρὸς κόλασιν, φόβῳ συσχεθεὶς ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Ξαράνδαν, ὃς ἀπ´ αὐτοῦ Μῆδος ὠνομάσθη. Προσηγορεύθη δὲ Εὐφράτης δι´ αἰτίαν τοιαύτην. Εὐφράτης, Ἀρανδάκου παῖς, τὸν υἱὸν Ἀξούρταν εὑρὼν μετὰ τῆς μητρὸς ἀναπαυόμενον καὶ ὑπολαβὼν ὑπάρχειν τῶν πολιτῶν τινα, διὰ ζήλου μισοπονηρίαν σπασάμενος τὸ ξίφος ἐλαιμοτόμησεν αὐτόν. τῆς δ´ ἀνελπίστου πράξεως γενόμενος αὐτόπτης διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Μῆδον, ὃς ἀπ´ αὐτοῦ Εὐφράτης μετωνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ λίθος ἀετίτης καλούμενος· ὃν αἱ μαῖαι ταῖς δυστοκούσαις ἐπὶ τὰς γαστέρας ἐπι τιθέασι καὶ παραχρῆμα τίκτουσιν ἄτερ ἀλγηδόνος.

Γεννᾶται δ´ ἐν αὐτῷ καὶ βοτάνη ἄξαλλα καλουμένη, μεθερμηνευομένη θερμόν· ταύτην οἱ τεταρταΐζοντες, ὅταν ἐπὶ τοῦ στήθους θῶσιν, ἀπαλλάττονται παραχρῆμα τῆς ἐπισημασίας, καθὼς ἱστορεῖ Χρύσερμος Κορίνθιος ἐν ιγʹ περὶ Ποταμῶν.

Παράκειται δ´ αὐτῷ ὄρος Δριμύλον καλούμενον, ἐν ᾧ γεννᾶται λίθος σαρδόνυχι παρόμοιος, ᾧ οἱ βασιλεῖς ἐν ταῖς βασιλείαις χρῶνται· ποιεῖ δὲ ἄριστα πρὸς ἀμβλυωπίας εἰς ὕδωρ θερμὸν βαλλόμενος, καθὼς ἱστορεῖ Νικίας ὁ Μαλλώτης ἐν τοῖς περὶ Λίθων.


ΚΑΙΚΟΣ
Κάϊκος ποταμός ἐστι τῆς Μυσίας· ἐκαλεῖτο δὲ τὸ πρότερον Ἀστραῖος ἀπὸ Ἀστραίου τοῦ Ποσειδῶνος.

Οὗτος γὰρ παννυχίδος Ἀθηνᾷ τελουμένης Ἀλκίππην τὴν ἀδελφὴν κατὰ ἄγνοιαν βιασάμενος ἔφθειρεν καὶ ἀφείλετο τῆς προειρημένης τὸν δακτύλιον· τῇ δ´ ἐπιούσῃ τῶν ἡμερῶν ἐπιγνοὺς τὴν σφραγῖδα τῆς ὁμαίμου, διὰ λύπης ὑπερβολὴν ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Ἄδουρον, ὃς ἀπ´ αὐτοῦ Ἀστραῖος μετωνομάσθη· προσηγορεύθη δὲ Κάϊκος δι´ αἰτίαν τοιαύτην. Κάϊκος, Ἑρμοῦ καὶ Ὠκυρρόης παῖς νύμφης, Τίμανδρον ἕνα τῶν εὐγενῶν φονεύσας καὶ τοὺς προσήκοντας αὐτῷ φοβούμενος, ἑαυτὸν ἔρριψεν εἰς τὸν Ἀστραῖον, ὃς ἀπ´ αὐτοῦ Κάϊκος μετωνομάσθη.

Γεννᾶται δ´ ἐν τῷ ποταμῷ μήκων, ἔχων ἀντὶ καρποῦ [πλῆθος] λιθαρίων· ἐκ τούτων μέλανά τινα τυγχάνει παρόμοια πυροῖς, ἅπερ οἱ Μυσοὶ ῥίπτουσιν εἰς ἠροτριωμένην χώραν· κἂν μὲν ἀφορία μέλλῃ γίνεσθαι, [ἐμ]μένει τῷ τόπῳ τὸ βληθέν· ἐὰν δ´ εὐκαρπίαν σημαίνῃ, τὰ λιθάρια δίκην ἀκρίδων ἅλλεται.

Φύεται δὲ ἐν αὐτῷ καὶ βοτάνη ἡλιφάρμακος καλουμένη, ἣν οἱ ἰατροὶ τοῖς αἱμορραγοῦσιν ἐπιτιθέασι καὶ τῶν φλεβῶν μεσολαβοῦσιν τὴν ἔκρυσιν, καθὼς ἱστορεῖ Τιμαγόρας ἐν αʹ περὶ Ποταμῶν.

Παράκειται δὲ αὐτῷ ὄρος Τεύθρας καλούμενον ἀπὸ Τεύθραντος, τοῦ Μυσῶν βασιλέως, ὃς κυνηγεσίας χάριν εἰς Θράσυλλον ὄρος ἀναβὰς καὶ θεασάμενος ὑπερμεγέθη κάπρον, ἐδίωκεν αὐτὸν μετὰ τῶν δορυφόρων· ὁ δὲ φθάσας κατέφυγεν ὡς ἱκέτης εἰς τὸ τῆς Ὀρθωσίας Ἀρτέμιδος ἱερόν· βιαζομένων δὲ πάντων εἰς τὸν ναὸν εἰσελθεῖν, ὁ σῦς ἀνθρωπίνῃ φωνῇ χρησάμενος ἐξάκουστον ἀνέκραγεν· Φεῖσαι, βασιλεῦ, τοῦ θρέμματος τῆς θεᾶς· μετεωρισθεὶς δὲ Τεύθρας ἀνεῖλεν τὸ ζῶον.

Ἄρτεμις δὲ μισοπονήρως ἐνεγκοῦσα τὴν πρᾶξιν, τὸν μὲν κάπρον ἀνεζωπύρησεν· τῷ δὲ παραιτίῳ τοῦ συγκυρήματος ἀλφὸν μετὰ μανίας ἔπεμψε. Δυσωπούμενος δὲ τὸ πάθος ἐν ταῖς ἀκρωρείαις διέτριβεν. Λυσίππη δὲ, [ἡ] τοῦ προειρημένου μήτηρ, κατηχηθεῖσα περὶ τῶν συμβεβηκότων, εἰς τὴν ὕλην ἔδραμε, συνεπισπωμένη μάντιν τὸν Κοιράνου Πολύιδον· παρ´ οὗ πᾶσαν πολυπραγμονήσασα τὴν ἀλήθειαν, βουθυσίαις τῆς θεᾶς ἐξιλάσατο τὴν μισοπονηρίαν· καὶ ἀπολαβοῦσα τὸν υἱὸν σωφρονοῦντα, βωμὸν ἱδρύσατο Ἀρτέμιδος Ὀρθωσίας· κατεσκεύασε δὲ καὶ κάπρον χρύσεον, [εἰς] προτομὴν ἀνθρώπου ἠσκημένον. Οὗτος μέχρι νῦν [ὥσπερ] διωκόμενος, κυνηγῶν εἰσελθόντων εἰς τὸν ναὸν, φωνὴν ἀναδίδωσι «φείδεσθε». Τεύθρας δὲ παρ´ ἐλπίδα τὴν ἀρχέτυπον μορφὴν ἀναλαβὼν, τὸ ὄρος μετωνόμασε Τεύθραντα.

Γεννᾶται δ´ ἐν αὐτῷ λίθος ἀντιπαθὴς καλούμενος, ὃς κάλλιστα ποιεῖ πρὸς ἀλφοὺς καὶ λέπρας δι´ οἴνου τριβόμενος καὶ τοῖς πάσχουσιν ἐπιτιθέμενος, καθὼς ἱστορεῖ Κτησίας Κνίδιος ἐν βʹ περὶ Ὀρῶν.


ΑΧΕΛῼΟΣ
Ἀχελῷος ποταμός ἐστι τῆς Αἰτωλίας· ἐκαλεῖτο δὲ πρότερον Θέστιος δι´ αἰτίαν τοιαύτην. Θέστιος, Ἄρεως καὶ Πεισιδίκης παῖς, διά τινα περίστασιν οὐ κιακὴν ἀποδημήσας εἰς Σικυῶνα καὶ ἱκανὸν χρόνον διατρίψας, ὑπέστρεψεν εἰς τὸ πατρῷον ἔδαφος· εὑρὼν δὲ τὸν υἱὸν Καλυδῶνα μετὰ τῆς μητρὸς ἀναπαυόμενον καὶ μοιχὸν εἶναι δόξας, κατ´ ἄγνοιαν ἐγονοκτόνησε· τῆς δὲ ἀνελπίστου πράξεως αὐτόπτης γενόμενος, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Ἄξενον, ὃς ἀπ´ αὐτοῦ Θέστιος μετωνομάσθη. Προσηγορεύθη δὲ Ἀχελῷος ἀπὸ τοιαύτης αἰτίας. Ἀχελῷος, Ὠκεανοῦ καὶ Ναΐδος νύμφης παῖς, τῇ θυγατρὶ Κλητορίᾳ κατ´ ἄγνοιαν συνερχόμενος καὶ ἀθυμίᾳ συσχεθεὶς, ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Θέστιον, ὃς ἀπ´ αὐτοῦ Ἀχελῷος μετωνομάσθη.

Γεννᾶται δ´ ἐν τῷ ποταμῷ τούτῳ βοτάνη ζάκλον καλουμένη, παρόμοιος ἐρίῳ. Ταύτην τρίψας ἂν εἰς οἶνον βάλῃς, ὕδωρ γίνεται καὶ τὴν μὲν ὀσμὴν ἔχει, τὴν δὲ δύναμιν οὐκ ἔχει.

Εὑρίσκεται δὲ [ἐν αὐτῷ] καὶ λίθος πελιδνὸς τῷ χρώματι, λινουργὸς καλούμενος ἀπὸ τοῦ συγκυρήματος· ἐὰν γὰρ βάλῃς αὐτὸν εἰς ὀθόνιον, δι´ ἔρωτος ἕνωσιν τὸ σχῆμα λαμβάνει καὶ ἄργιον * γίνεται, καθὼς ἱστορεῖ Ἀντισθένης ἐν γʹ Μελεαγρίδος. Μέμνηται δὲ τούτων ἀκριβέστερον Διοκλῆς ὁ Ῥόδιος ἐν τοῖς Αἰτωλικοῖς.

Παράκειται δὲ αὐτῷ ὄρος Καλυδὼν καλούμενον, τὴν προσηγορίαν εἰληφὸς ἀπὸ Καλυδῶνος, τοῦ Ἄρεως καὶ Ἀστυνόμης παιδός. Οὗτος γὰρ κατ´ ἄγνοιαν λουομένην ἰδὼν Ἄρτεμιν, τὴν μορφὴν τοῦ σώματος μετέβαλεν εἰς πέτραν· κατὰ δὲ πρόνοιαν θεῶν τὸ ὄρος καλούμενον Γυρὸν ἀπ´ αὐτοῦ Καλυδὼν μετωνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ βοτάνη μύωψ προσαγορευομένη· ἣν ἐάν τις εἰς ὕδωρ βαλὼν νίψηται τὸ πρόσωπον, ἀποβάλλει τὴν ὅρασιν, Ἄρτεμιν δὲ ἐξιλασάμενος ἀνακτᾶται τὸ φῶς, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γʹ Αἰτωλικῶν.


ΑΡΑΞΗΣ
Ἀράξης ποταμός ἐστι τῆς Ἀρμενίας, τὴν προσηγορίαν εἰληφὼς ἀπὸ Ἀράξου τοῦ Πύλου. Οὗτος γὰρ πρὸς Ἄρβηλον τὸν πάππον ὑπὲρ σκήπτρων ἁμιλλώμενος, αὐτὸν κατετόξευσε· ποινηλατούμενος δὲ ὑπὸ Ἐρινύων, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Βάκτρον, ὃς ἀπ´ αὐτοῦ Ἀράξης μετωνομάσθη, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν αʹ Περσικῶν.

Ἀράξης, Ἀρμενίων βασιλεὺς, πρὸς τοὺς πλησιοχώρους Πέρσας πόλεμον ἔχων, καὶ τῆς παρατάξεως παρελκομένης, χρησμὸν ἔλαβεν, αὐτὸν ἔσεσθαι τῆς νίκης ἐγκρατῆ, ἐὰν θεοῖς ἀποτροπαίοις θύσῃ δύο τὰς εὐγενεστάτας παρθένους. Ὁ δὲ διὰ φιλότεκνον εὔνοιαν τῶν ἰδίων θυγατέρων φεισάμενος, ἑνὸς τῶν ὑποτεταγμένων κόρας περιβλέπτους τοῖς βωμοῖς προσαγαγὼν ἀνεῖλεν. Μνησάλκης δὲ, ὁ τῶν φονευθεισῶν πατὴρ, βαρέως ἤνεγκεν τὴν πρᾶξιν, πρὸς καιρὸν στέξας τὴν ὕβριν· ἀφορμῆς δὲ δραξάμενος ἐξ ἐνέδρας τὰς τοῦ τυράννου θυγατέρας ἀπέκτεινε, καὶ καταλιπὼν τὸ πατρῷον ἔδαφος εἰς Σκυθίαν ἔπλευσεν. Ἀράξης δὲ περὶ τῶν συμβεβηκότων κατηχηθεὶς καὶ ἀθυμίᾳ συσχεθεὶς, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Ἅλμον, ὃς ἀπ´ αὐτοῦ Ἀράξης μετωνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ βοτάνη ἀράξα καλουμένη τῇ διαλέκτῳ τῶν ἐγχωρίων, ἥτις μεθερμηνευομένη λέγεται μισοπάρθενος· ἅμα γὰρ εὑρεθῆναι τὴν προειρημένην ὑπὸ παρθένων, αἵματος ποιησαμένη καταφορὰν μαραίνεται.

Καὶ λίθος δὲ [ἐν αὐτῷ] γεννᾶται σικύωνος καλούμενος μελάγχρους. Οὗτος ὅταν τις χρησμὸς ἀνθρωποκτόνος ἐκπέσῃ, τοῖς βωμοῖς τῶν ἀποτροπαίων θεῶν ὑπὸ δυεῖν ἐπιτίθεται παρθένων. Τοῦ δὲ ἱερέως αὐτοῦ τῇ μαχαίρᾳ θιγόντος, αἵματος ἔκρυσις γίνεται δαψιλής. Καὶ τούτῳ τῷ τρόπῳ τὴν δεισιδαιμονίαν τελέσαντες μετ´ ὀλολυγμῶν ἀναχωροῦσι, τὸν λίθον πρὸς τὸν ναὸν προσενέγκαντες, καθὼς ἱστορεῖ Δωρόθεος ὁ Χαλδαῖος ἐν βʹ περὶ Λίθων.

Παράκειται δὲ αὐτῷ ὄρος Δίορφον καλούμενον ἀπὸ Διόρφου τοῦ γηγενοῦς, περὶ οὗ φέρεται ἱστορία τοιαύτη. Μίθρας υἱὸν ἔχειν βουλόμενος καὶ τὸ τῶν γυναικῶν γένος μισῶν πέτρᾳ τινὶ προσεξέθορεν. Ἔγκυος δὲ ὁ λίθος γενόμενος μετὰ τοὺς ὡρισμένους χρόνους ἀνέδωκε νέον τοὔνομα Δίορφον· ὃς ἀκμάσας καὶ εἰς ἅμιλλαν ἀρετῆς τὸν Ἄρη προκαλεσάμενος ἀνῃρέθη· οὗτος κατὰ πρόνοιαν θεῶν εἰς ὁμώνυμον ὄρος μετεμορφώθη.

Γεννᾶται δ´ ἐν αὐτῷ δένδρον ῥοιᾷ παραπλήσιον, καρπὸν δ´ ἄφθονον τρέφει μήλων τὴν γεῦσιν ἔχοντα, σταφυλῇ παρόμοιον. Ἐκ ταύτης τῆς ὀπώρας πέπειρον ἐάν τις καθελὼν ὀνομάσῃ τὸν Ἄρη, γίνεται κρατούμενος χλωρός, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν ιγʹ περὶ Δένδρων.


ΤΙΓΡΙΣ
Τίγρις ποταμός ἐστι τῆς Ἀρμενίας, τὸν ῥοῦν καταφέρων εἴς τε τὸν Ἀράξην καὶ τὴν Ἀρσακίδα λίμνην· ἐκαλεῖτο δὲ τὸ πρότερον Σόλλαξ, ὅπερ μεθερμηνευόμενόν ἐστι κατωφερής· ὠνομάσθη δὲ Τίγρις δι´ αἰτίαν τοιαύτην. Διόνυσος κατὰ πρόνοιαν Ἥρας ἐμμανὴς γενόμενος, περιήρχετο γῆν τε καὶ θάλατταν, ἀπαλλαγῆναι τοῦ πάθους θέλων· γενόμενος δὲ ἐν τοῖς κατ´ Ἀρμενίαν τόποις καὶ τὸν προειρημένον ποταμὸν διελθεῖν μὴ δυνάμενος, ἐπεκαλέσατο τὸν Δία· γενόμενος δὲ ἐπήκοος ὁ θεὸς, ἔπεμψεν αὐτῷ τίγριν, ἐφ´ ἧς ἀκινδύνως * προσενεχθεὶς, εἰς τιμὴν τῶν συμβεβηκότων τὸν ποταμὸν Τίγριν μετωνόμασεν, καθὼς ἱστορεῖ Θεόφιλος ἐν αʹ περὶ Λίθων. Ἑρμησιάναξ δὲ ὁ Κύπριος ἱστορίας μέμνηται τοιαύτης. Διόνυσος ἐρασθεὶς Ἀλφεσι βοίας νύμφης καὶ μήτε δώροις μήτε δεήσεσι πεῖσαι δυνάμενος, εἰς (τὴν προειρημένην) τίγριν μετέβαλε τὴν μορφὴν τοῦ σώματος· καὶ φόβῳ πείσας τὴν ἀγαπωμένην, ἀνέλαβεν αὐτήν· καὶ διὰ τοῦ ποταμοῦ κομίσας ἐγέννησεν υἱὸν Μῆδον· ὃς ἀκμάσας εἰς τιμὴν τοῦ συγκυρήματος τὸν ποταμὸν Τίγριν μετωνόμασεν, καθὼς ἱστορεῖ Ἀριστώνυμος ἐν γʹ **.

Γεννᾶται δ´ ἐν αὐτῷ λίθος μυνδὰν καλούμενος, πάνυ λευκός· ὃν ἐὰν κατέχῃ τις, οὐδὲν ὑπὸ θηρίων ἀδικεῖται, καθὼς ἱστορεῖ Λέων ὁ Βυζάντιος ἐν γʹ περὶ Ποταμῶν.

Παράκειται δὲ αὐτῷ ὄρος Γαύρανον καλούμενον ἀπὸ Γαυράνου τοῦ Ῥωξάνου σατράπου· ὃς εὐσεβὴς ὢν πρὸς τοὺς θεοὺς, τῆς ἀμοιβαίας ἔτυχε χάριτος. Μόνος [γὰρ] ἐκ πάντων τῶν Περσῶν τριακοσίοις ἔτεσι ζήσας καὶ ἄτερ νόσου τινὸς τελευτήσας, ἐν ταῖς ἀκρωρείαις τοῦ Μαυσωροῦ ταφῆς ἠξιώθη πολυτελοῦς· κατὰ δὲ πρόνοιαν θεῶν τὸ ὄρος ἀπ´ αὐτοῦ Γαύρανον μετωνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ βοτάνη κριθῇ παρόμοιος ἀγρίᾳ· ταύτην οἱ ἐγχώριοι θερμαίνοντες ἐν ἐλαίῳ καὶ ἀλειφόμενοι οὐδέποτε νοσοῦσι μέχρι τῆς ἀνάγκης τοῦ θανάτου, καθὼς ἱστορεῖ Σώστρατος ἐν αʹ Μυθικῶν ἱστοριῶν συναγωγῆς.


ΙΝΔΟΣ
Ἰνδὸς ποταμός ἐστι τῆς Ἰνδίας, ῥοίζῳ μεγάλῳ καταφερόμενος εἰς τὴν τῶν Ἰχθυοφάγων γῆν· ἐκαλεῖτο δὲ πρότερον Μαυσωλὸς ἀπὸ Μαυσωλοῦ τοῦ Ἡλίου· μετωνομάσθη δὲ δι´ αἰτίαν τοιαύτην. Τῶν τοῦ Διονύσου μυστηρίων τελουμένων καὶ τῶν ἐγχωρίων τῇ δεισιδαιμονίᾳ προσευκαιρούντων, Ἰνδὸς, τῶν ἐπισήμων νέος, τὴν Ὀξυάλκου τοῦ βασιλέως θυγατέρα Δαμασαλκίδαν κανηφοροῦσαν βιασάμενος ἔφθειρεν· ζητούμενος δὲ ὑπὸ τοῦ τυράννου πρὸς κόλασιν, διὰ φόβον ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Μαυσωλὸν, ὃς ἀπ´ αὐτοῦ Ἰνδὸς μετωνομάσθη.

Γεννᾶται δ´ ἐν αὐτῷ λίθος * προσαγορευόμενος, ὃν ὅταν φορῶσιν αἱ παρθένοι, κατ´ οὐδένα τρόπον τοὺς φθορέας φοβοῦνται.

Φύεται δὲ ἐν αὐτῷ καὶ βοτάνη καρπύλη καλουμένη, βουγλώσσῳ παρόμοιος· ποιεῖ δ´ ἄριστα πρὸς ἰκτέρους διὰ ὕδατος χλιαροῦ διδομένη τοῖς πάσχουσιν, καθὼς ἱστορεῖ Κλειτοφῶν ὁ Ῥόδιος ἐν αʹ Ἰνδικῶν.

Παράκειται δ´ αὐτῷ ὄρος, Λίλαιον προσαγορευόμενον ἀπὸ Λιλαίου ποιμένος. Οὗτος γὰρ δεισιδαίμων ὑπάρχων καὶ μόνην σεβόμενος τὴν Σελήνην, νυκτὸς βαθείας ἐξετέλει τὰ μυστήρια τῆς προειρημένης.

Βαρέως δὲ οἱ λοιποὶ θεοὶ [τὴν] ἀτιμίαν φέροντες, ἔπεμψαν αὐτῷ δύο λέοντας ὑπερμεγέθεις· ὑφ´ ὧν διασπαραχθεὶς τὸν βίον ἐξέλιπε. Σελήνη δὲ τὸν εὐεργέτην μετέβαλεν εἰς ὁμώνυμον ὄρος.

Γεννᾶται δὲ ἐν αὐτῷ λίθος κλειτορὶς ὀνομαζόμενος· ἔστι δὲ λίαν μελάγχρους· ὃν κόσμου χάριν οἱ ἐγχώριοι φοροῦσιν ἐν τοῖς ὠταρίοις, καθὼς ἱστορεῖ Ἀριστοτέλης ἐν δʹ περὶ Ποταμῶν.
...

(Το υπόλοιπο κείμενο έχει χαθεί.)

Ακολουθήστε μας στο Google News

Google News <-----Google News

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Ο Μέγας Αλέξανδρος διαβαίνει τον Ελλήσποντο, 1 Απριλίου 334 π.Χ.

Νέα

Φωτογραφία της ημέρας

Φωτογραφίες

Βίντεο

Πρόσωπα

Καταστήματα

Συνταγές

Χθεσημεραυριο

Μουσικές Επιλογές: Bουτιά στο παρελθόν

Ιστορίες

Τσιμεριτας

Ο χαζός του χωριού

Κλινικός Ψυχρολόγος