Αγία Σκέπη της Υπεραγίας Θεοτόκου εν Βλαχερνώ. 1 Οκτωβρίου
Σκέπῃ σου Ἁγνή, πιστοὺς ἅπαντας σκέπεις· Σκέπη πέλεις γάρ, καὶ κόσμου σωτηρία· Ἑνὶ πρώτῃ μαφόριον Ἁγνῆς ὑμνηπόλους σκέπασε. Σύμφωνα με το συναξάρι, «Τῇ Α' τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ Ἀειπαρθένου Μαρίας, ἤτοι τοῦ ἱεροῦ αὐτῆς Μαφορίου τοῦ ἐν τῇ σορῷ τοῦ Ἱεροῦ Ναοῦ τῶν Βλαχερνῶν, ὅτε ὁ ὅσιος Ἀνδρέας, ὁ διὰ Χριστὸν σαλός, κατεῖδε ἐφηπλωμένην αὐτὴν ἄνωθεν, καὶ πάντας εὐσεβεῖς περισκέπουσαν». Την γιορτή αυτή, η Εκκλησία της Ελλάδος, την έχει μεταθέσει στις 28 Οκτωβρίου, όπου η Ελλάδα γιορτάζει το μεγάλο γεγονός της διασώσεως και απελευθερώσεως της από τον Ιταλογερμανικό ζυγό. Λειτουργικά κείμενα Κοντάκιον Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ. Τῇ Θεοτόκῳ οἱ Πιστοὶ νῦν προσπελάσωμεν, καὶ τὸ μαφόριον αὐτῆς κατασπασώμεθα, ἀναμέλποντες ἐφύμνια κατὰ χρέος. Σκέπη πέλει γάρ, πιστοὺς σκέπουσα ἅπαντας, καὶ φρουροῦσα ἐκ παντοίων περιστάσεων, τοὺς κραυγάζοντας, χαῖρε Σκέπη ὁλόφωτε. Ὁ Οἶκος Ἄγγελοι οὐρανόθεν, καὶ βροτῶν πλήθη γῆθεν, συμφώ