Ιωάννου του Καντακουζηνού Αποβασιλέως Ιστοριών Βιβλία Δ' : Βιβλίο Α
Ιωάννου του Καντακουζηνού Αποβασιλέως Ιστοριών Βιβλία Δ Ιωάννης ΣΤ΄ Καντακουζηνός 1292 – 1383 Ιστορία Χρόνος συγγραφής: δεκαετία 1370 Ιωάννου του Καντακουζηνού Αποβασιλέως Ιστοριών Βιβλία Δ' : Βιβλίο Α Το Βιβλίο Α΄ εξιστορεί την εμφύλια σύγκρουση μεταξύ Ανδρόνικου Β΄και Ανδρόνικου Γ΄. [ Προοίμιο & Βιβλίο A’, περίοδος 1320 – 1328 ] ΝΕΙΛΟΣ ΧΡΙΣΤΟΔΟΥΛΩΙ. Βιβλίο Α ἐπειδή σε βούλεσθαι οἶδα μηδὲν τῶν ἡμετέρων ἀγνοεῖν, εἰ καὶ μηδέν τι γενναῖον ἔχοιμεν λέγειν, ἅ γε ἔνεστι, σιωπᾷν οὐ θέμις. οἶσθα τοὺς περιπάτους οὓς ἑκάστοτε μετὰ τῶν φίλων ποιούμεθα, ἐν οἷς πολλὰ, τὰ μὲν σπουδῇ, τὰ δὲ παιδιᾷ προσήκοντα λέγεται. ἐν τούτοις τινῶν τὸν τῶν βασιλέων διεξιόντων πόλεμον, ὅπως τε τὴν ἀρχὴν συνέστη καὶ ἤκμασεν εἰς τοσοῦτον, καὶ τί τὸ πεῖσαν τοὺς γενναίους ἀγνοῆσαι τὴν φύσιν, καὶ πότερος αὐτῶν μάχης ἤρξατο, καὶ τίς πρὸς διαλλαγὰς ὀξύτερος· οἱ μὲν τὸν πάππον, οἱ δὲ τὸν νεώτερον αἰτίαις ἐνέχεσθαι ἠξίουν. ἐγὼ δὲ ἀκούων ἐπλήγην τοῖς λόγοις, ῥᾳθυμίαν κατεγνωκὼς τῶν ἀνδρῶν, οἳ παρηκολουθηκότες τοῖς πρ...