Ιωάννου του Καντακουζηνού Αποβασιλέως Ιστοριών Βιβλία Δ' : Βιβλίο Β
Ιωάννου του Καντακουζηνού Αποβασιλέως Ιστοριών Βιβλία Δ Ιωάννης ΣΤ΄ Καντακουζηνός 1292 – 1383 Ιστορία Χρόνος συγγραφής: δεκαετία 1370 Ιωάννου του Καντακουζηνού Αποβασιλέως Ιστοριών Βιβλία Δ' : Βιβλίο Β Το Βιβλίο Β΄ εξιστορεί τα γεγονότα της βασιλείας του Ανδρόνικου Γ΄. [ Βιβλίο Β’, περίοδος 1328 – 1341 ] [ΙΣΤΟΡΙΑ Β’] αʹ. Ἃ μὲν οὖν πολεμοῦσί τε ἀλλήλοις τοῖς βασιλεῦσι καὶ μεταξὺ διαλλαττομένοις ἐπράχθη μετ' ἀλλήλων, τοιαῦτά ἐστι· νῦν δὲ εἶναί μοι δοκεῖ λοιπὸν διηγητέον καὶ ἃ τῷ νέῳ Ἀνδρονίκῳ ἤδη τὴν πᾶσαν ἀρχὴν Ρωμαίων ὑποποιησαμένῳ ἐπράχθη καθ' ἑαυτόν. ἐς γὰρ τὴν ὑστεραίαν μετὰ τὴν τοῦ Βυζαντίου λῆψιν πρὶν ἄλλης τινὸς ἅψασθαι διοικήσεως πραγμάτων, ἐν ὁποίοις τισὶ χρὴ τὸν βασιλέα καὶ πάππον κατέστησε διάγειν. καὶ τὴν μὲν ἀρχὴν καὶ τὴν διοίκησιν τῶν πραγμάτων ἀπένειμεν ἑαυτῷ, τῶν ἄλλων δὲ οὐδὲν ὑφεῖλε βασιλέως. ἀλλὰ τούς τε Ρωμαίους ὅσων ἦρχε προσέταξεν αὐτῷ ὡς βασιλεῖ προσέχειν καὶ τὴν ἴσην ἀποδιδόναι τιμὴν, καὶ ὁπότε βούλοιντο πρὸς αὐτὸν ὡς προσκυνήσοντες ἰέναι, κωλύεσθα...