Οσία Βρυαίνη της Νίσιβις, 30 Αυγούστου
Ἐκ γῆς Βρυαίνη, χαρίτων θεία βρύσις, Μετωχετεύθη ζῶσαν εἰς πηγὴν ἄνω. Τριακοστῇ ἐκ τῶν τῇδε Βρυαίνη, εἰς πόλον εἰσήχθη. Η Οσία Βρυαίνη ίσως να είναι η μητέρα του Οσίου Φαντίνου και απεβίωσε ειρηνικά. Λειτουργικά κείμενα Ἀπολυτίκιον Ἦχος γ΄. Τὴν ὡραιότητα. Ἐν τῇ ἀσκήσει σου, πάσας ἐξέπληξας, τῇ ταπεινώσει δέ, καὶ τῇ πρᾳότητα, καὶ τῇ ἀγάπῃ πρὸς Θεόν, ἀνῆλθες τῶν ἐπιγείων· ὅθεν σε ὁ Κύριος, ἡγουμένην κατέστησε, βόσκων τὰ ἀρνία του, τοῖς λογίοις τοῦ Πνεύματος· διὸ Ὁσία Μῆτερ Βρυαίνη, πρέσβευε ὑπὲρ τῶν εὐφημούντων σε. Κοντάκιον Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ. Χριστὸν τὸν δι’ ἡμᾶς, ἐκ Παρθένου Μαρίας, τεχθέντα ὑπὲρ νοῦν, ἀγαπήσασα Μῆτερ, τὰ πάντα ἐγκατέλιπες, καὶ Αὐτῷ ἠκολούθησας, καὶ ἐξήσκησας, τῶν ἀρετῶν τὴν χορείαν, ἐκ τῆς πράξεως, πρὸς θεωρίαν ἀχθεῖσα, Βρυαίνη ἀοίδιμε. Ὁ Οἶκος Φυτεία πνευματικὴ τῆς διακόνου Πλατωνίδος ὑπάρχουσα, ἐβλάστησας ὡσεὶ δένδρον πολυστέλεχον καὶ ἐκαρποφόρησας εἰς ἑκατὸν τὰς θείας ἀρετάς σου, τήν τε πρᾶξιν καὶ θεωρίαν καὶ τὴν θείαν διδασκαλίαν· δι’ ἧς προσήγαγες πολλ...