Αναφορά του Στρυμόνα στο το βιβλίο Τα Εθνικά - Στέφανος ο Βυζάντιος 6ος αιώνας
§ A90.12 Amphipolis: Ἀμφίπολις, πόλις Μακεδονίας κατὰ Θρᾴκην, ἥ τις Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆσθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρροιαν τοῦ Στρυμόνος, ὡς Θουκυδίδης τετάρτῃ. ἐκαλεῖτο δὲ καὶ Κράδεμνα καὶ Ἀνάδραιμος. ἔστι καὶ (Amphipolis) πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, κτίσμα Σελεύκου. καλεῖται δὲ ὑπὸ τῶν Σύρων Τούρμεδα. τὸ ἐθνικὸν Ἀμφιπολίτης. § A112.13 Argilos: Ἄργιλος , πόλις Θρᾴκης , ὡς Θουκυδίδης εʹ καὶ Φαβωρῖνος ἐν παντοδαπαῖς " Ἄργιλος ἡ πρὸς τῷ Στρυμόνι ποταμῷ πόλις. ὠνομάσθη δὲ ἐπειδὴ ὑπὸ Θρᾳκῶν ὁ μῦς ἄργιλος καλεῖται, σκαπτόντων δὲ εἰς τὸ θεμελίους καταβαλέσθαι πρῶτος μῦς ὤφθη". λέγεται δὲ θηλυκῶς. οἱ πολῖται Ἀργίλιοι. § A40.13 Aigialos: Αἰγιαλός, μεταξὺ Σικυῶνος καὶ τοῦ Βουπρασίου καλούμενος τόπος ἀπὸ Αἰγιαλέως τοῦ Ἰνάχου, ὡς Ἴστρος ἐν ἀποικίαις τῆς Αἰγύπτου. ἔστιν ἕτερος Αἰγιαλὸς προσεχὴς τῷ Πόντῳ μετὰ τὴν Κάραμβιν ἄκραν, ὡς Ἀπολλώνιος. ἔχει δὲ καὶ κώμην ὁμώνυμον. Ὅμηρος ...