Άγιοι Κλαύδιος, Διόδωρος, Ουΐκτωρ, Ουϊκτωρίνος, Παππίος, Σεραπίων και Νικηφόρος, 5 Απριλίου
Σπεύδεις ὀκλάζων, Κλαύδιε, πρὸς σὸν γόνυ, Τομῇ κεφαλῆς, πρὸς Θεοῦ δραμεῖν γόνυ. Πέμπτῃ Κλαυδίου κεφαλὴν τάμε χεὶρ φονόεσσα. Κατά πασά πιθανότητα είναι οι ίδιοι με αυτούς της 31 Ιανουαρίου. Λειτουργικά κείμενα Ἀπολυτίκιον Ἦχος δ’. Ταχύ προκατάλαβε. Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, τὸ στέφος ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Έτερον Ἀπολυτίκιον Ἦχος β’. Θείας πίστεως. Θείας πίστεως, τὴ ἀναλάμψει, ὁ ἐπτάριθμος, Μαρτύρων δῆμος, ὡς λυχνία ἀνεδείχθης ἐπτάφωτος, ταὶς τῶν ἀγώνων ἐνθέοις λαμπρότησι, φωταγωγοῦντες τοὺς πίστει κραυγάζοντας. Θεῖοι Μάρτυρες, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος. Κοντάκιον Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου. Ὡς στρατιῶται Χριστοῦ ἀκατάπληκτοι, τὰς ἐναντίον ἀρχάς ἐτροπώσασθε, φαιδρῶς συννημένοι τῷ πνεύματι, καὶ ὁμοφώνως κραυγάζοντες Μάρτυρες· Χριστός τῶν ἀθλούντων ὁ στέφ...